3. α΄. Περὶ χαλβάνης. Χαλβάνη ὀπός ἐστι
4. ναρθηκώδους φυτοῦ, μαλακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχουσα
5. δυνάμεως. καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς
6. τρίτης που τάξεως ἀρχομένης ἢ τῆς δευτέρας συμπληρουμένης,
7. ἐν δὲ τῷ ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης.
8. β΄. Περὶ χαμαίδρυος. Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει
9. τὴν πικρὰν ποιότητα, ἔστι δὲ καὶ δριμεῖά πως. ἐξ ὧν δηλονότι
10. δεόντως σπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ
11. καὶ πάχος χυμῶν τέμνει, καὶ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις
12. ἐκκαθαίρει. καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει
13. κατὰ τὸ ξηραίνειν καὶ θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ
14. ξηραίνειν ἢ θερμαίνειν.
15. γ΄. Περὶ χαμαικισσοῦ. Χαμαικισσοῦ τὸ ἄνθος πικρὸν
16. ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθ’ ἧπαρ. ἔνιοι δὲ καὶ τοῖς
17. ἰσχιαδικοῖς αὐτὸ διδόασιν.
1. δ΄. Περὶ χαμελαίας. Χαμελαίας τὴν πικρὰν ἐπικρατοῦσαν
2. ἔχει ποιότητα. διὸ καὶ τὰ ῥυπαρὰ λίαν ἕλκη καὶ
3. ὅσα μεγίστας ἐσχάρας ἔχει, μετὰ μέλιτος ἀνακαθαίρειν δύναται.
4. ㅤε΄. Περὶ χαμαιλεύκης. Χαμαιλεύκη θερμὴ τὴν
5. δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ τὴν
6. πρώτην.
7. στ΄. Περὶ χαμαιλέοντος. Χαμαιλέοντος ἡ ῥίζα τοῦ
8. μὲν μέλανος, ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτοῦ
9. πρὸς ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα
10. ῥύψεως δεῖται καὶ τοῖς μαλακτικοῖς καὶ διαφορητικοῖς μίγνυται
11. φαρμάκοις. καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἰᾶται καταπλασθεῖσα.
12. ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν.
13. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ
14. τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πρὸς ἕλμινθας πλατείας δίδοται
15. πλῆθοςㅤ ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ. προσφέρουσι
16. δ’ αὐτὴν καὶ τοῖς ὑδερικοῖς παραπλησίαν οὖσαν καὶ
17. αὐτὴν τῇ κράσει τῇ τοῦ μέλανος ῥίζῃ, πλὴν ὅσα πικροτέρα
18. ἐκείνης ἐστίν.
1. ζ΄. Περὶ χαμαιπίτυος. Χαμαιπίτυς κατὰ τὴν γεῦσιν
2. μὲν ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος, κατὰ
3. τὴν ἐνέργειαν δὲ διακαθαίρει καὶ ῥύπτει τὰ σπλάγχνα πλέον
4. ἢ θερμαίνει. διὰ τοῦτο καὶ τοῖς ἰκτεριῶσι καὶ ὅλως οἷς
5. ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει
6. δὲ καὶ καταμήνια πινομένη τε καὶ μετὰ μέλιτος προστιθεμένη.
7. ἔστι δὲ καὶ οὐρητικὸν φάρμακον. ἔνιοι δὲ καὶ ἰσχιαδικοῖς
8. αὐτὴν διδόασιν, ἀφέψοντες ἐν μελικράτῳ. χλωρὰ δ’ ἡ
9. πόα καὶ τὰ μεγάλα τραύματα κολλᾷν δύναται καὶ τὰ σηπεδονώδη
10. τῶν ἑλκῶν ἰᾶται καὶ τὰς ἐν μαστοῖς σκληρότητας
11. διαφορεῖ. ἔστι γὰρ ἐν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν
12. δὲ τῷ θερμαίνειν τῆς δευτέρας.
13. η΄. Περὶ χαμαισύκης. Χαμαισύκη ῥυπτικήν τε ἅμα
14. καὶ δριμεῖαν ἔχει δύναμιν, ὥστε καὶ ἀκροχορδόνας καὶ μυρμηκίας,
15. οἵ τε κλῶνες αὐτῆς καταπλαττόμενοι καὶ ὁ ἐξ αὐτῶν
16. ὀπὸς ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ σὺν μέλιτι καὶ τὰς
17. ἐν ὀφθαλμοῖς παχείας οὐλάς. ὠφελοῦσι δὲ καὶ τὰς διὰ πάχος
18. ἀμβλυωπίας, ὥσπερ οὖν καὶ ἀρχὰς ὑποχύσεων.
1. θ΄. Περὶ χελιδονίου. Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς
2. ἐστι καὶ θερμῆς δυνάμεως· καὶ μέντοι καὶ ὁ χυλὸς αὐτῆς
3. εἰς ὀξυωπίας ἐστὶ χρήσιμος ἐφ’ ὧν ἀθροίζεται παχύ τι κατὰ
4. τὴν κόρην, διαψορεῖσθαι δεόμενον. ἐχρήσαντο δ’ ἔνιοι τῇ
5. ῥίζῃ καὶ πρὸς τοὺς ὑπ’ ἐμφράξεως ἥπατος ἰκτεριῶντας, ἐν
6. οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. διαμασωμένη χρήσιμός
7. ἐστιν ὀδόντων ἀλγήμασι. τὸ δὲ μικρότερον χελιδόνιον,
8. δριμύτερον ὑπάρχον τοῦ μείζονος, ἑλκοῖ ταχέως τὸ δέρμα
9. καταπλασσόμενον, ὄνυχάς τε λεπροὺς ἐκβάλλει. καθαίρει δ’
10. ὁ χυλὸς αὐτοῦ διὰ ῥινῶν ἰσχυρῶς ὑπάρχων δριμὺς, ὥστε
11. εἴη ἂν καὶ ἥδε ἡ πόα τῆς τετάρτης ἤδη που τάξεως συμπληρουμένης
12. ἤδη καὶ κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν.
13. ㅤι΄. Περὶ χονδρίλης. Χονδρίλη. καὶ ταύτην ἔνιοι
14. σέριν ὀνομάζουσιν. ἔστι γάρ πω τῆς αὐτῆς ἐκείνης δυνάμεως,
15. πλὴν ὅσον πλέον ἔχει τὸ ὑπόπικρον ἐν τῇ γεύσει, καὶ διὰ
16. τοῦτο ξηροτέρα τὴν δύναμίν ἐστιν.
1. ια΄. Περὶ χόνδρου. Χόνδρος ἐστὶ μὲν δήπου καὶ τροφὴ
2. βελτίστη, καθάπερ καὶ πυρὸς, ἀλλ’ οὐ τῆς νῦν πραγματείας
3. ἐστὶ περὶ τροφῆς διαιρεῖσθαι, ὡς φάρμακον δὲ τῆς
4. ἐμπλαστικῆς ἐστι δυνάμεως. ἐν δὲ τῇ κράσει παραπλήσιός ἐστι
5. πυρῷ, πλέον ἐκείνου τὸ γλίσχρον ἔχων, ᾧ καὶ τρόφιμος αὐτοῦ
6. μᾶλλόν ἐστι καὶ οἷον ὕλη τις εἰς ὑποδοχὴν ἐπιτήδειος
7. ὄξους τε γίγνεται καὶ θαλάττης καὶ ἅλμης, ὅσα τ’ ἄλλα τοιαῦτα
8. σφοδρῶς ξηραίνοντα· καὶ διὰ τοῦτό τινες ἐκ τῶν ἱκανῶς ξηραινόντων
9. ἐνόμισαν εἶναι καὶ τοῦτο τὸ σπέρμα. ἔστι δ’ αὐτὸς
10. ὁ χόνδρος ἐκ τῶν συμπέττειν δυναμένων μᾶλλον, ὥσπερ καὶ
11. ὁ πυρὸς, ἅπερ ἥκιστα ξηραίνει. διὰ δὲ τὴν τῶν ξηραινόντων
12. φαρμάκων μίξιν τὸ σύνθετον ἐξ αὐτῶν ξηραντικὸν γινόμενον
13. ἐξαπατᾷ τοὺς πολλοὺς τῶν ἰατρῶν, ὡς αὐτῷ τῷ
14. χόνδρῳ τὴν τοῦ ξηραίνειν αἰτίαν ἀνατιθέναι παρέντας τὰ
15. μιγνύμενα.
16. ιβ΄. Περὶ χρυσοκόμης. Χρυσοκόμη, καλεῖται δὲ καὶ
17. χρυσίτης· τὴν δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας
18. ἔχει ποιότητας ἡ ῥίζα, διὸ μηδὲ πολύχρηστός ἐστιν. ἥ γε μὴν
ㅤ
1. χρῆσις αὐτῆς ἐν μελικράτῳ καθεψηθείσης ἐν περιπνευμονίαις
2. τε καὶ ἡπατικοῖς νοσήμασιν. ἔχει δέ τι καὶ τῆς ἐμμήνου
3. καθάρσεως προτρεπτικόν.