10. α΄. Περὶ ὠκίμου. Ὤκιμον ἐκ τῆς δευτέρας
11. μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δ’ ὑγρότητα περιττωματικήν.
12. ὅθεν οὔτε χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος
13. λαμβανόμενον, καταπλασσόμενον δ’ ἔξωθεν εἰς τὸ διαφορεῖν
14. καὶ συμπέπτειν ἐστὶ χρήσιμον.
15. β΄. Περὶ ὠκιμοειδοῦς. Ὠκιμοειδές· ἔνιοι δὲ φιλεταίριον
16. ὀνομάζουσιν· ἄχρηστος μὲν ἡ ῥίζα, τὸ δὲ σπέρμα λεπτομεροῦς
17. τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.