Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 9.3, ed. Kühn, 1826, vol. 12, p. 208-244. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:9.3

11. Περὶ τῶν μεταλλικῶν φαρμάκων. α΄. Περὶ
12. κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.
13. Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς
14. ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς
15. ἢ διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς
16. αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν
17. καθ’ ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν,
18. σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται 
1. κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν ἄρχεται τῶν ὀνομάτων
2. ἕκαστον, ἐκεῖνο πρότερον ὑπὲρ ἁπάντων αὐτῶν κοινῇ
3. προειποῦσιν ἡμῖν, ὥσπερ ἐπί τε τῶν λίθων ἐποιήσαμεν ὀλίγον
4. ἔμπροσθεν ἐπί τε τούτων ἀνώτερον περὶ τῆς φαρμακώδους
5. γῆς. ὥσπερ γὰρ ἐκεῖνα, κατὰ τὸν αὐτὸν τρόπον καὶ
6. τὰ μεταλλικὰ πάντα φάρμακα κοινὸν ἔχει τὸ ξηραίνειν. γεώδης
7. γὰρ αὐτῶν ἐστιν ἡ οὐσία, κατὰ τὸ τῆς στοιχειώδους γῆς
8. σημαινόμενον ὀνομάζοντός μου νῦν. ἀλλ’ ὥσπερ ὑφ’ ἡμῶν
9. ἐκ τῆς κεραμίτιδος γῆς οἱ πίθοι τε καὶ αἱ κεραμίδες αἵ τε
10. χύτραι καὶ τἄλλα τὰ τοιαῦτα γίνεται, διὰ πυρὸς ἐκφρυγέντος
11. αὐτῆς τοῦ νοτεροῦ σκληρυνθέντας, τὸν αὐτὸν τρόπον
12. ἐν τῇ γῇ θερμασίας πολυχρονίου τὴν μικτὴν οὐσίαν
13. ἐκ γῆς καὶ ὕδατος, ἐνίοτε δὲ καὶ ἀέρος ἑνοῦντός τε καὶ
14. κεραννύντος, εἶτα ξηραίνοντος, αἱ συστάσεις γίνονται τῶν
15. μεταλλικῶν φαρμάκων. ἡ δὲ τῶν χωρίων φύσις ἐν οἷς ταῦτα
16. συνίσταται παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι ψυχρὰ τὰ
17. μὲν μᾶλλον πήγνυσι, τὰ δ’ ἧττον. ὥσπερ οὖν ἐν ταῖς τῆς
18. γῆς διαφοραῖς πλείστη μὲν ἡ οὐσία τῆς στοιχειώδους γῆς,
1. ὀλίγη δὲ ἡ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ
2. τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ λίθοι,
3. διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα
4. τὰ μὲν ἅπαξ ἢ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας
5. δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ
6. λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι· λεχθήσονται
7. δ’ ἐφεξῆς οἱ καθ’ ἕκαστον ἴδιον κατὰ τὴν τῶν
8. γραμμάτων τάξιν, ἀφ’ ὧν αἱ προσηγορίαι τῶν φαρμάκων
9. ἄρχονται.

10. β΄. Περὶ ἁλῶν. Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ
11. τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν
12. τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ
13. ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι
14. γένει. δύναμιν δ’ ἔχουσι παραπλησίαν ἀλλήλοις
15. ἅπαντες οἵ τ’ ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν
16. εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ ἐκεῖνον
17. τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ
18. πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς ὁ μὲν ἐν τοῖς
19. ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, ὁ δ’ ἐν τοῖς ἁλσὶ
1. τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ
2. κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆς
3. τε καὶ στυπτικῆς. ὅτι δ’ ἱκανῶς ἀμφότεροι ξηραίνουσιν
4. ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν
5. ὁ τοῦ λίτρου.

6. γ΄. Περὶ ἀρμενιακοῦ. Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν
7. ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται
8. τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ
9. αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται
10. ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν
11. ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς
12. δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας
13. ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν
14. τὸ μόριον, οὗ τά τ’ ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι
15. τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν
16. ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης
17. τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ
18. τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν
1. γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν
2. φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης
3. ἡ φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν
4. τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ἐνόντων.

5. δ΄. Περὶ ἀῤῥενικοῦ. Ἀῤῥενικὴ ἢ ἀῤῥενικὸν, ἑκατέρως
6. γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόν τε καὶ
7. κεκαυμένον. εὔδηλον δ’ ὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν.
8. χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς
9. ἀποκαίοντι· εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.

10. ε΄. Περὶ ἀφρολίτρου. Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει.
11. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον
12. ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός
13. ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης.
14. ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός
15. ἐστιν καὶ συνεστὸς, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς
16. βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς
17. μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι,
18. διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων.
1. εἰκότως οὖν δι’ αὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων
2. φαρμάκων. ὁ δ’ ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς
3. μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν
4. δ’ ἔχει τὴν οὐσίαν. ἐῤῥέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ
5. μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρονίτρου
6. τε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις
7. ὑπάρχει μόνη, τοῖς δ’ ἁλσὶ καὶ ἡ στυπτικὴ, πολὺ πλείων
8. δὲ ἡ ῥυπτική.

9. στ΄. Περὶ γύψου. Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ
10. πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’
11. ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς
12. τ’ ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν
13. καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν
14. ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως.
15. αὐτὴ γὰρ μόνη καθ’ αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ
16. πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ
17. λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς
18. ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσίζει τοῖς τοίχοις 
1. κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν
2. ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, ἢ καί τισι τῶν ὁμοίως
3. μαλακῶν.

4. ζ΄. Περὶ γύψου κεκαυμένης. Καυθεῖσα δὲ γύψος τὸ
5. μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα
6. γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθ’
7. ὅταν ὀξυκράτῳ δευθῇ.

8. η΄. Περὶ διφρυγοῦς. Διφρυγὲς μικτῆς ἐστι ποιότητος
9. καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ
10. δριμὺ μετρίως, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν
11. ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ
12. τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν
13. ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔῤῥιπτο γὰρ
14. ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε προκειμένου κατὰ τὸ μέταλλον
15. οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. ὁ δὲ προεστὼς ἐπίτροπος
16. τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον
17. ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως
18. τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον
1. δ’ ἱκανῶς ἐγένετό μοι τὸ φάρμακον τοῦτο πρός
2. τε τὰ κατὰ τὸ στόμα σηπεδονώδη τῶν ἑλκῶν, αὐτό τε καθ’
3. αὑτὸ καὶ μετὰ μέλιτος ἀπηφρισμένον καὶ πρὸς συνάγχην,
4. ὅταν ἤδη φθάνῃ διὰ τῶν στυφόντων ἀνεσταλμένον τὸ ἐπιῤῥέον.
5. καὶ γαργαρεῶνα δὲ ἀποτεμὼν αὐτῷ μόνῳ παραχρῆμά
6. τε καὶ μέχρι συνουλώσεως ἐχρησάμην, πολλάκις ἐσφραγισμένην
7. ἀκριβῶς οὐλὴν ἐργαζομένῳ καὶ τούτου τοῦ μορίου καὶ
8. πάντων τῶν ἑλκωθέντων. οὕτω δὲ καὶ κατὰ τῶν ἐν αἰδοίοις
9. τε καὶ ἕδρᾳ πάντων ἑλκῶν. ἡ δὲ χρῆσις ὁμοία τοῖς
10. κατὰ τὸ στόμα. καὶ γὰρ καὶ χαίρει πως τοῖς αὐτοῖς φαρμάκοις
11. τὰ μέρη θερμὰ καὶ ὑγρὰ παραπλησίως ὄντα. προσάπτεται
12. δὲ ὁ τοιοῦτος λόγος ἤδη καὶ τῆς περὶ συνθέσεως
13. φαρμάκων πραγματείας. ἐάσαντες οὖν αὐτὸν ἐπὶ τὸ προσκείμενον
14. ἴωμεν, αὐτὴν τὴν καθόλου δύναμιν ἑκάστου λέγοντες
15. φαρμάκου, ὥσπερ καὶ τοῦ διφρυγοῦς εἴπομεν. προσθήσω
16. δή τι τῷ κατ’ αὐτὸ λόγῳ χρήσιμον οὐ περὶ διφρυγοῦς μόνον
17. γινώσκειν, ἀλλὰ καὶ περὶ Λημνίας σφραγῖδος καὶ πομφόλυγος
18. καὶ ὀποβαλσάμου καὶ λυκίου τοῦ Ἰνδικοῦ. τούτων
1. γὰρ ἔμαθον ἔτι μειράκιον ὢν σκευασίας, ἀδιάγνωστον
2. τὸ σκευασθὲν ἐργαζόμενος τῶν ἀληθινῶν. ἦν δὲ ὁ διδάξας
3. ἄνθρωπος ἐπὶ μισθῷ μεγάλῳ περιεργότατος οὐκ ἐς ταῦτα
4. μόνον, ἀλλὰ καὶ ἄλλα παραπλήσια. διὰ τοῦτο τοιγαροῦν ἔς
5. τε Λῆμνον καὶ Κύπρον καὶ τὴν Παλαιστίνην Συρίαν ἐσπούδασα
6. πορευθεὶς ἑκάστου· τῶν φαρμάκων τούτων πολὺ πλῆθος
7. εἰς ὅλον ἐμαυτοῦ παραθέσθαι τὸν βίον, ἀλλὰ καὶ τὸ
8. λύκιον τὸ Ἰνδικὸν ἀρτίως ἐνηνεγμένον ἐς Φοινίκην ἅμα
9. τῇ Ἰνδικῇ ἀλόῃ κατ’ ἐκεῖνον τὸν χρόνον εὐτύχησα λαβεῖν,
10. ἡνίκα τὴν ἀπὸ τῆς Παλαιστίνης ὁδὸν ἐπανῄειν, αὐτῷ τε
11. τῷ κεκομίσθαι διὰ τῶν καμήλων, σὺν τῷ παντὶ φορτίῳ,
12. πεισθεὶς Ἰνδικὸν ὑπάρχειν αὐτὸ καὶ τῷ τὸ νοθευόμενον οὐ
13. δύνασθαι πρὸς τῶν κομιζόντων γινώσκεσθαι, τῆς ὕλης ἐξ ἧς
14. σκευάζεται κατὰ τοὺς τόπους ἐκείνους μὴ γεννωμένης. ἄμεινον
15. δ’ ἔδοξέ μοι οὐδαμῶς γράφειν τὰς τῶν νόθων συνθέσεις,
16. τῶν πονηρῶν ἀνθρώπων ἕρμαιον ἡγουμένων τὰ τοιαῦτα
17. μανθάνειν. οὐδὲ γὰρ ἀναγκαῖον ἅμα τοῖς διαγνώσεσιν
18. τῶν ἀληθινῶν καὶ γνησίων τὰς τῶν νόθων συνθέσεις
1. γινώσκειν, μηδέν γε συντελούσας εἰς τὴν διάγνωσιν αὐτῶν.
2. ἐβουλόμην δ’ ἂν, εἴ μοι δυνατὸν ἦν, καὶ τὰς παρὰ τοῖς ἐμοῦ
3. πρεσβυτέροις τῶν παραπεποιημένων φαρμάκων σκευασίας
4. ἀπαλεῖψαι.

5. θ΄. Περὶ θείου. Ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως,
6. θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν
7. ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι.
8. ἔγωγ’ οὖν ἐπί τε τρυγόνος θαλασσίας καὶ δράκοντος
9. ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖς τέ τινας διδάξας ἤκουσα
10. μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. ἡ
11. δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου
12. τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ
13. τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον,
14. ἐπενόησα δὲ καὶ δι’ οὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα
15. γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ
16. καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν
17. ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων ἡ
18. πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ
1. λέπρας οὐκ ὀλιγάκις ἰασάμην τῷ φαρμάκῳ τῷδε, μετὰ ῥητίνῃ
2. τερμινθίνῃ. ἀποῤῥύπτει γὰρ τὰ τοιαῦτα πάντα πάθη
3. χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι, πολλῶν ἄλλων
4. φαρμάκων τῶν ἰωμένων αὐτὰ μικτὴν ἐχόντων δύναμιν ὡς
5. διαφορεῖν τε καὶ ἀποκρούεσθαι.

6. ι΄. Περὶ ἰοῦ. Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα
7. διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς
8. μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δ’ ἐν τοῖς
9. ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ
10. καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες,
11. ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος.
12. εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα,
13. καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον,
14. ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος·
15. τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων
16. συναγόντων τε καὶ πιλούντων καὶ σφιγγόντων
17. καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ
18. μόνον τοῖς ἕλκεσιν ὁ ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ 
1. πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μικτὸν ἐξ ἀμφοῖν. εἴρηται
2. δ’ ἔμπροσθεν ὑπὲρ τῆς φύσεως τῶν τοιούτων φαρμάκων,
3. ὅπως τε παραλογίζονταί τινες ἑαυτοὺς ἐκ τῶν τοιούτων
4. συνθέσεων, ἤτοι σαρκωτικὴν ἢ ἐπουλωτικὴν δύναμιν
5. οἷς οὐ χρὴ προσάπτοντες φαρμάκοις, οὐκ αὐτοῖς τοῦτο ποιεῖν
6. πεφυκόσιν, ἀλλὰ τοῖς ἐξ αὐτῶν συντελοῦσιν συγκειμένοις.

7. ια΄. Περὶ καδμείας. Καδμεία γίνεται μὲν καὶ κατὰ
8. τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης
9. ἐξ ἧς ὁ χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης
10. εἰς ὕψος οἷον αἴθαλόν τινα ἢ ἄσβολον, ἢ αἰθάλην γε
11. καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’ οὐ γῆν, ἀλλὰ
12. λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους
13. τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς,
14. διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις
15. κατὰ τὴν ὁμοίαν διάκρισιν ἢ γένεσιν ἢ ὅπως ἂν
16. ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου
17. γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον
18. εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι
1. λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης
2. καδμείας ὀλίγιστον ἦν ἔτι καθ’ ὃν ἐγὼ χρόνον ἐπεδήμησα
3. τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις
4. ἐπιτεταγμένου κατά τε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους,
5. οὓς εἰς Ἀσίαν τε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον
6. δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας
7. ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως
8. ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης
9. ἡ μέν τις βοτρυῗτις, ἡ δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται·
10. βοτρυῗτις μὲν ἡ ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων
11. ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἡ ἐν τοῖς ταπεινοτέροις.
12. καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν
13. βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ ἡ πλακῖτις, ἀμφότεραι δὲ
14. ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμενά
15. τε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν
16. ῥυπτικὴν μετρίως ἔχει. ἥ γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης
17. ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες
18. αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόν τε καὶ ῥύπτον
1. μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα
2. κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ
3. λίαν ὑγρὰ τῶν ἑλκῶν ἢ σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ
4. τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων
5. καὶ γυναικῶν ἐστιν, ὀνίνησιν ἡ τοιαύτη καδμεία· κατὰ δὲ τὰ
6. σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία
7. φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε
8. καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν
9. ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν
10. ἑλκῶν ἢ ἐπουλωτικὸν εἶναι φάρμακον, ἢ ἄλλο ὁτιοῦν
11. ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν
12. καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί
13. φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ
14. σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.

15. ιβ΄. Περὶ κινναβάρεως. Κιννάβαρι δριμείας μετρίως
16. δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως.

17. ιγ΄. Περὶ κισσήρεως. Κίσσηρις ἐάν τ’ ἐν τοῖς μεταλλευτοῖς
1. τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τ’ ἐν
2. τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον
3. οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ
4. αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα
5. καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο
6. δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις
7. τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ ἐν τῇ καύσει
8. προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη.
9. δόξειε δ’ ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει
10. μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν
11. ἢ ὄστρακον ἤ τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ
12. αὐτὰ λαμπρύνει τάχα κατ’ ἄμφω, διότι τε ῥυπτικὸν ἔχει
13. τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα
14. κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.

15. ιδ΄. Περὶ κονίας τῆς ἐκ τῆς τέφρας. Κονία. τῆς τέφρας
16. πλυθείσης ἡ κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα
17. τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάν τε
18. λιθώδη τὴν φύσιν, ἐάν τε δένδρων ἢ ζώων ᾖ μόρια. κατὰ
1. τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ ἡ κονία γίνεται, τοῦ
2. μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ
3. τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι
4. μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ
5. τῆς οὐσίας ἀνωδύνως κάουσα.

6. ιε΄. Περὶ κυανοῦ. Κυανὸς εἴτ’ ἀρσενικῶς εἴτε θηλυκῶς
7. ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν
8. δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλέονος ἢ κατὰ
9. τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.

10. ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ
11. στομώματος. Λεπὶς ἡ μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον
12. φάρμακον, ἡ δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι
13. δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς
14. ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν
15. ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας ἢ λεπτομερεστέρας
16. οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ
17. μᾶλλον. ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ 
1. γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι
2. καὶ ἰοῦ, στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπὶς,
3. καὶ ταῦτ’ ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ
4. κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ.
5. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης
6. δ’ ἔτι μᾶλλον ἡ ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν
7. οὐκ ἀγγεννῶς, ᾧ καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις
8. οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον.
9. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ
10. τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.

11. ιζ΄. Περὶ λιθαργύρου. Λιθάργυρος ξηραίνει μὲν
12. ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικά τε καὶ γεώδη καὶ λιθώδη
13. φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ
14. τὰς ἄλλας δὲ ποιότητάς τε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς
15. ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειν
16. τε καὶ ἀποῤῥύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν
17. φαρμάκων, ἃ μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ
1. τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς
2. παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως
3. ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης
4. οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ
5. καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν
6. ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὅ τι ἄλλο ποιοῦσαν,
7. ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ
8. πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν
9. τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.

10. ιη΄. Περὶ νίτρου. Νίτρον εἴρηται καὶ πρόσθεν ἐν
11. τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι,
12. καυθὲν δ’ ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον
13. δ’ ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν
14. καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ
15. λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν
16. ἁλῶν. ἀφρόνιτρον δ’ εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ
17. καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι
18. νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις
1. ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ
2. τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ
3. ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.

4. ιθ΄. Περὶ μελαντηρίας. Μελαντηρία τῶν στυφόντων
5. ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν
6. ἁπάντων τῶν στυφόντων μάλιστα.

7. κ΄. Περὶ μέλανος γραφικοῦ. Μέλαν ᾧ γράφομεν, ἱκανῶς
8. καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι. καὶ τὰ πυρίκαυτα
9. δὲ τῶν ἑλκῶν παραχρῆμα καταχριόμενον ὀνίνησιν. εἰ
10. δὲ καὶ ὄξους ἔχει, πολὺ μᾶλλον.

11. κα΄. Περὶ μίσυος. Μίσυ. κατὰ τὸ μέταλλον
12. ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας
13. τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ
14. τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον,
15. ἐν ᾧ τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας
16. ἐπ’ ἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’
17. αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. ὁ δὲ κατ’ ἐκεῖνον
1. τὸν καιρὸν ἐπίτροπος τοῦ μετάλλου, δεικνύς μοι ταῦτα,
2. καθάπερ, ἔφη, νῦν ἥκεις ἐν πενίᾳ τῆς καμινευομένης καδμείας
3. ὄντων ἡμῶν, οὕτω ἐν πλούτῳ θαυμαστῷ τὰ τρία ταῦτα
4. ὁρᾷς καθεστηκότα. καὶ τοίνυν καὶ λαβὼν ἐξ αὐτοῦ πάμπολυ
5. πρῶτον μὲν εἰς τὴν Ἀσίαν, ἐκεῖθεν δ’ εἰς τὴν Ῥώμην
6. ἐκόμισα καὶ μέχρι νῦν ἔσχον ἐτῶν μεταξὺ γενομένων ὡς λ΄.
7. καὶ κατά τινα τύχην ἡ προκειμένη πραγματεία μέχρι μὲν
8. τῆς ὀγδόης βίβλου προῆλθεν, ὡς πρὸ ἐτῶν εἴκοσιν, οὐ προστεθέντος
9. αὐτῇ τοῦ ἐννάτου τούτου, διὰ τὸ τινὰς μὲν τῶν
10. λίθων μηδέπω τεθεᾶσθαι. καὶ μέντοι καὶ τὰς μεταξὺ γενομένας
11. ἀσχολίας ἑτέρων ἕνεκα. νυνὶ δὲ προστεθέντος μου τὸ
12. ἔννατον τοῦτο βιβλίον, ἐν τῷ μεταξὺ συνέβη τι θέαμα κατὰ
13. τύχην κάλλιστον, ὅπερ ἐξεπίτηδες ἄν τις αὐτὸς ἐτεχνήσατο.
14. δεηθεὶς γὰρ εἴς τι φάρμακον σκευαζόμενον μίσυος, ἀνειλόμην
15. ὡς χειροπληθῆ βῶλον, οὐ πάνυ τι τοιαύτην σύστασιν
16. ἴσχοντος τοῦ μίσυος, ἀλλὰ κατὰ μικρὰς ἑνώσεις διαλυομένου.
17. θαυμάσας οὖν τὴν ἀήθη πύκνωσιν αὐτοῦ καὶ θλάσας
18. τὴν βῶλον, εὗρον ἐπιπολῆς μὲν ἐν κύκλῳ τὸ μίσυ καθάπερ
1. ἐπάνθισμά τι τοῦ ἔνδον. ἐπ’ αὐτῷ δὲ μεταξὺ χαλκίτεώς τε
2. καὶ μίσυος οἷον ἡμίῤῥοπός τις ἐκ χαλκίτεως εἰς μίσυ μεταβολή.
3. τὸ γὰρ ἐξ ἀρχῆς βῶλος ἦν χαλκίτεως. ὅσον δ’ ἐν τῷ
4. βάθει χαλκῖτις ἀκριβὴς ἦν, ἔτι μηδεμίαν ἀλλοίωσιν ἐσχηκυῖα.
5. τοῦτ’ οὖν θεασάμενος, ἐννοήσας τε καὶ κατὰ τὸ μέταλλον,
6. οὕτως ἐπὶ τῇ χαλκίτιδι γεννᾶσθαι τὸ μίσυ, καθάπερ τὸν
7. ἰὸν ἐπὶ τῷ χαλκῷ, τὸ διασωζόμενον ἔτι παρ’ ἐμοὶ τοῦ σώρεως,
8. ἐσκοπούμην εἴ τινα μεταβολὴν εἰς χαλκῖτιν λαμβάνοι
9. καὶ βραχεῖά τις ὑπόφασις ἐφάνη τάχα καὶ αὐτὴ χρόνῳ πολλῷ
10. δυνησομένη τὴν μεταβολὴν εἰς χαλκῖτιν ἔχειν, ὥστ’ οὐδὲν
11. θαυμαστὸν ὁμογενοῦς εἶναι δυνάμεως τὰ τρία φάρμακα, τὸ
12. σῶρυ λέγω καὶ τὴν χαλκῖτιν καὶ τὸ μίσυ, διαφέροντα λεπτομερείᾳ
13. τε καὶ παχυμερείᾳ. παχυμερέστατον μὲν γὰρ ἐν αὐτοῖς
14. τὸ σῶρυ, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δ’ ἀμφοῖν
15. δύναμιν ἡ χαλκῖτις ἔχει. καίονται πάντα τὰ τρία καὶ τὰς
16. καλουμένας ἐσχάρας ἐργαζόμενα, μετέχει γε μὴν καίτοι καίοντα
17. στύψεως. ἧττον δ’ ἐν τῷ προσφέρεσθαι ταῖς σκληραῖς 
1. σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον
2. αὐτῆς ὂν θερμὸν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς
3. ἔχει τοῦτο. χυτῶν δ’ ὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν,
4. καὶ μᾶλλόν γε τῆς χαλκίτεως ἢ τοῦ μίσυος, οὐ τήκεται
5. τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραν τε καὶ σφοδροτέραν ἔχειν
6. τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ
7. τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως
8. δὲ καὶ δυστηκτότερόν ἐστιν.

9. κβ΄. Περὶ μολυβδαίνης. Μολύβδαινα λιθαργύρῳ
10. παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι
11. τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’ οὐδὲ ῥυπτικῆς
12. μετέχει δυνάμεως, ἔστι δ’ ἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ
13. ὥσπερ οἱ λίθοι καὶ ἡ καδμεία καὶ ἡ ψάμμος ἄτηκτα. ταχίστη
14. δ’ αὐτῶν ἡ τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ
15. ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις.
16. ὥσπερ δ’ ἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι
17. γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου,
18. κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐῤῥιμμένην
1. παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς
2. Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δ’ Ἐργαστήρια
3. κώμη τις, ἐν ᾗ καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου
4. καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους
5. τεσσαράκοντα.

6. κγ΄. Περὶ μολύβδου. Μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς.
7. ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως
8. πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων.
9. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν
10. ἡ γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσις
11. τε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη,
12. σημεῖον τόδ’ ἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται
13. καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις
14. ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως
15. τὰ κατ’ αὐτοὺς κείμενα· καὶ οἱ τοὺς πόδας δὲ τῶν
16. ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν
17. ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς.
18. ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα
1. μὲν οὖν πιθανὰ πρὸ τῆς πείρας γνωρίσματα τῆς ὑγρότητός
2. τι καὶ ψύξεως αὐτοῦ. τὰ δ’ ἐπιστημονικά τε καὶ βέβαια
3. διὰ τῆς πείρας γινώσκεται. θυίαν γοῦν σκευάσας ἐκ μολύβδου,
4. μετὰ δοίδυκος μολυβδίνου βαλὼν εἰς αὐτὴν, ὅ τι ἂν
5. ἐθέλοις ὑγρὸν, εἰ τρίβοις, ὡς ἀνεῖναι χυλόν τινα τόν τε δοίδυκα
6. καὶ τὸν μόλυβδον, τὸ γεννώμενον ἐξ ἀμφοῖν εὑρήσεις
7. πολὺ ψυχρότερον τὴν δύναμιν ἢ τὸ ὑγρὸν ἐτύγχανεν ὄν.
8. ἔξεστι δ’ ἐμβάλλειν σοι καὶ ὕδωρ καὶ οἶνον λεπτὸν ὑδατώδη
9. καὶ ἔλαιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον. εἰ δὲ καὶ μᾶλλον βούλοιο
10. τὸν χυλὸν ἐμψυκτικὸν ποιῆσαι, τὸ ἔλαιον ὀμφάκινον
11. ἢ ῥόδινον ἢ μήλινον ἢ μύρσινον ἔστω. τῷ δὲ γεννωμένῳ
12. χυλῷ χρώμενος εἴς τε τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων
13. ἀνεχομένας φλεγμονὰς, εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσιν
14. καὶ τιτθοῖς, ἄριστον ἕξεις φάρμακον. ὁμοίως δὲ καὶ κατὰ
15. τῶν ἄλλων ἁπάντων ῥευμάτων ἀρχομένων, ὅσα τε βουβῶσιν
16. ἢ ποσὶν ἢ τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι
17. καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὡς καὶ πρὸς τὰ καρκινώδη
1. χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ
2. βούλει διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλὸν,
3. ἐν ἡλίῳ πειρῶ τρίβειν ἢ ὁπωσοῦν ἀέρι θερμῷ γεγονότι. πολύχρηστον
4. δ’ ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν ψυκτικῶν
5. χυλῶν ἐμβαλὼν τρίβοις, οἷον ἀειζώου, κοτυληδόνος καὶ σέρεως
6. καὶ θριδακίνης καὶ χονδρίλης καὶ ψυλλίου καὶ ὄμφακος
7. καὶ ἀνδράχνης. ὅσα δὲ τούτων οὐ μεθίησι ῥᾳδίως
8. χυλὸν, ὥσπερ καὶ ἡ ἀνδράχνη, μιγνύειν αὐτοῖς τινα
9. τῶν ἄλλων ὑγρῶν, οἷος καὶ ὁ τῆς ὄμφακός ἐστιν, ὃς καὶ
10. αὐτὸς καθ’ ἑαυτὸν ἐμβαλλόμενος τῇ προειρημένῃ θυίᾳ, κάλλιστον
11. ἐμψυκτικὸν ἐργάζεται φάρμακον. ἀλλὰ καὶ πλατυνθεὶς
12. ὁ μόλυβδος ἄνευ τῶν ἄλλων τινὸς, αὐτὸς καθ’ ἑαυτὸν
13. μόνος, ὑποστόρεσμα γίνεται ταῖς ψόαις τῶν ἀσκούντων ἀθλητῶν,
14. ὅταν ὀνειρώττωσιν, φανερῶς ἐμψύχων αὐτούς. καί που
15. λεπὶς ἐκ μολύβδου λεπτὴ γενομένη καλῶς ἐπιδεθεῖσα κατὰ
16. γαγγλίου τελέως ἠφάνισιν αὐτό. καλῶς δ’ ἐπιδήσει
17. πᾶς ὁ μεμαθηκὼς ὑφ’ Ἱπποκράτους κατὰ τὸ σῖνος ἐρείδειν
18. μᾶλλον ἢ ἔνθεν καὶ ἔνθεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ
1. τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι
2. δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο
3. μὲν οὖν αὐτὸ τὸ φάρμακον ὁ κεκαυμένος μόλυβδος ἀγαθόν
4. ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ,
5. πολὺ μᾶλλον εἴς τε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον
6. γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις
7. καὶ καρκινώδεσιν ἅπασιν αὐτός τε καθ’ ἑαυτὸν
8. καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι
9. καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς
10. ὁ ἰχὼρ εἴη, καθ’ ἑκάστην ἡμέραν· εἰ δὲ μὴ, διὰ τρίτης
11. ἢ καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ
12. σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν
13. ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ
14. τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δ’ ἤδη
15. πρὸς τὰ συνεχῆ μετιέναι.

16. κδ΄. Περὶ ὀστράκου. Ὄστρακον ξηραντικῆς τ’ ἐστὶ καὶ
17. ῥυπτικῆς δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων, τῷ
18. κατωπτῆσθαι. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν 
1. ἡφαιστιάδα, διὰ τούτου σκευαζομένη κάλλιστον ἐπουλωτικὸν γίνεται
2. φάρμακον.

3. κε΄. Περὶ πομφόλυγος καὶ σποδίου. Πομφόλυξ γίνεται
4. μὲν καὶ κατὰ τὴν τοῦ χαλκοῦ καμινείαν, ὥσπερ καὶ ἡ
5. καδμεία. γίνεται δὲ καὶ αὐτῆς τῆς καδμείας καμινευομένης καὶ
6. κατά τε τὴν Κύπρον, ἐπειδὴ τὴν παρασκευὴν οὐκ εἶχεν εἰς
7. τὴν τοῦ χαλκοῦ καμινείαν ὁ ἐπίτροπος, ἐκέλευσεν ἐξ αὐτῆς
8. τῆς καδμείας σκευασθῆναι παρόντι καὶ θεωμένῳ πομφόλυγα,
9. κατὰ σμικρὰ θραύματα τῆς καδμείας ἐπιβαλλομένης τῷ πυρὶ,
10. προσκειμένῳ αὐτῷ δηλονότι χαλκευτικῆς φύσεως. ὄροφος δ’
11. ἦν τις στεγανὸς ὑποδεχόμενος τὸν ἀναφερόμενον αἴθαλον,
12. καμινευομένης τῆς καδμείας, ὃν ἀθροίσας ἔσχον πομφόλυγα.
13. τὸ δ’ ἀντικαταφερόμενον κάτω καὶ πῖπτον ἐπὶ τοὔδαφος ἡ
14. καλουμένη σποδός ἐστι, πλείων ἀθροιζομένη κατὰ τὰς τοῦ
15. χαλκοῦ καμινείας. ἔνιοι δὲ σπόδιον οὐδετέρως αὐτὴν ὀνομάζουσιν,
16. ᾧ δοκεῖ παραπλησίαν δύναμιν ἔχειν τὸ καλούμενον
17. ἀντισπόδιον. ἐγὼ δ’ οὐδέποτε ἐχρησάμην αὐτῷ διὰ τὸ δαψιλῆ
18. ἔχειν ἀεί τις πομφόλυγα. ταύτην γὰρ ἔχων τις οὐδ’
1. ἂν τῷ σποδίῳ χρήσαιτο, μήτοι γε τῷ ἀντισποδίῳ. φάρμακον
2. δ’ ἔστιν ὁ πομφόλυξ, εἰ πλυθείη, σχεδὸν ἁπάντων ὅσα
3. ξηραίνειν ἀδήκτως πέφυκε προφερέστατον, ὅθεν εἴς τε τὰ
4. καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τἄλλα τὰ κακοήθη
5. πάντα. μίγνυται τοιγαροῦν εἴς τε τὰ κατὰ τοὺς
6. ὀφθαλμοὺς ῥεύματα συντιθέμενα κολλύρια καὶ ὅσα φλυκταίνας
7. τὰς ἐν αὐτοῖς ἢ ἕλκη θεραπεύει, καὶ πρὸς τὰ κατὰ τὴν
8. ἕδραν τε καὶ αἰδοῖον ἕλκη. καὶ κάλλιστόν ἐστι φάρμακον
9. ἀδήκτως, ὡς ἔφην, ξηραῖνον. ἀλλ’ οὐ τῇς προκειμένης πραγματείας
10. τὸ χρονίζειν ἐν τούτοις.

11. κστ΄. Περὶ σανδαράκης. Σανδαράκη καυστικῆς ἐστι
12. δυνάμεως, ὥσπερ τὸ ἀῤῥενικὸν ὀνομαζόμενον. εἰκότως οὖν εἴς
13. τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσιν καὶ τὰς
14. ῥυπτικάς.

15. κζ΄. Περὶ σάνδικος. Σάνδιξ ὁποίας ἐστὶν δυνάμεως
16. τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.

17. κη΄. Περὶ σκωρίας. Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς
18. ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε
1. ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθ’ ἑψῶν εἴς
2. τε τὰ πυοῤῥοῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ,
3. ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον
4. αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι
5. δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου
6. σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ
7. ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.

8. κθ΄. Περὶ στίμμεως. Στίμμι. πρὸς τῇ δυνάμει τῇ ξηραντικῇ
9. καὶ στύψιν ἔχει τὸ φάρμακον τοῦτο, διὸ καὶ τοῖς
10. ὀφθαλμικοῖς φαρμάκοις μίγνυται τοῖς τ’ ἀναπλαττομένοις
11. εἰς τὰ καλούμενα κολλύρια καὶ τοῖς ξηροῖς, ἃ δὴ ξηρὰ κολλύρια
12. προσαγορεύουσιν.

13. λ΄. Περὶ στυπτηρίας σχιστῆς καὶ στρογγύλης καὶ
14. ὑγρᾶς. Στυπτηρία. τούτου τοῦ φαρμάκου καὶ τοὔνομα
15. παρωνόμασται τῇ στύψει, σφοδροτάτην γὰρ αὐτὴν ἔχει. παχυμεροῦς
16. δ’ ὄντος αὐτοῦ, λεπτομερεστέρα πώς ἐστιν τῶν
17. ἄλλων στυπτηριῶν ἡ σχιστὴ καλουμένη. μετ’ αὐτὴν δ’ ἡ
1. στρογγύλη καὶ ἀστραγαλωτή. παχυμερὴς δ’ ἱκανῶς ἥ θ’
2. ὑγρὰ καὶ ἡ πλακῖτίς τε καὶ ἡ πλινθῖτις ὀνομαζομένη.

3. λα΄. Περὶ τιτάνου. Τίτανος, ἡ μὲν ἄσβεστος καίει
4. σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν
5. ἐσχαροῖ καὶ αὐτὴ, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττον
6. καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδ’ ὅλως ἐσχάρας
7. ἐργάζεται. θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ
8. δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ
9. τὴν καλουμένην κονίαν, αὐτὴ δ’ ἀδήκτως ξηραίνει. καὶ εἰ
10. δίς γε ἢ τρὶς ἢ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται
11. καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.

12. λβ΄. Περὶ ὑδραργύρου. Ὑδράργυρος οὐκ ἔστι
13. τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ
14. ψιμμύθιόν τε καὶ ὁ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω
15. δ’ αὐτῆς οὐδεμίαν πεῖραν οὔθ’ ὡς ἀναιρούσης, εἰ καταποθείη,
16. οὔτ’ ἔξωθεν ἐπιτιθεμένης.

1. λγ΄. Περὶ φύκους. Φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν
2. τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.

3. λδ΄. Περὶ χαλκάνθου. Χάλκανθος. ἱστόρηταί μοι καὶ
4. περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα
5. γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ.
6. τὸ δ’ ἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κ΄ χαλκῖτις
7. ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω
8. μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι
9. τοῦ βάθους ἡ μεταβολὴ προσέρχηται καθ’ ἕκαστον
10. ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι
11. δ’ ἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ
12. στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι
13. μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν
14. μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον
15. καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ
16. προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ
17. καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν 
1. οὐσίαν. ἐν δ’ οὖν τῇ Κύπρῳ, καθ’ ὃν ἐγὼ καιρὸν ἐγενόμην
2. ἐν αὐτῇ, τὸ φάρμακον τοῦτο τόνδε τὸν τρόπον ἐθεασάμην
3. ἀθροιζόμενον. οἶκος ἦν μέγας μὲν, οὐ μὴν ὑψηλός
4. γε προκείμενος τῆς εἰς τὸ μέταλλον εἰσόδου. καὶ τούτου τοῦ
5. οἴκου κατὰ τὸν ἀριστερὸν τοῖχον, ὅστις ἦν τοῖς εἰσιοῦσιν
6. κατὰ χεῖρα δεξιὰν, ἐξεκεκόλαπτο διῶρυξ εἰς τὸν συνεχῆ λόφον,
7. εὖρος μὲν ὡς ψαύειν ἀλλήλων τρεῖς ἄνδρας, ὕψος δὲ
8. ὡς τὸν μακρότατον ἄνθρωπον ὀρθὸν δύνασθαι βαδίζειν. ἡ
9. δὲ διῶρυξ αὕτη κατάντης μὲν, οὐ μὴν ὀξεῖά γε καὶ κριμνώδης.
10. ἐπὶ τῷ τέλει δ’ αὐτῆς οὔσης ὡς σταδιαίας λάκκος
11. ὕδατος χλωροῦ τε καὶ παχέος χλιαροῦ μεστὸς ἦν. ἐν ἁπάσῃ
12. δὲ τῇ καταβάσει θερμασία παραπλησία τῇ κατὰ τοὺς πρώτους
13. οἴκους τῶν βαλανείων, οὓς εἰώθασιν προμαλακτήρια
14. καλεῖν. τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενον ὕδωρ πλῆθος
15. ἦν ἀμφορέων Ῥωμαϊκῶν ὡς ὀκτὼ, κατὰ σταγόνας μικρὰς,
16. ἐν ταῖς τέτταρσιν καὶ εἴκοσιν ὥραις ὅλης τῆς ἡμέρας
17. καὶ νυκτὸς ἐκ τοῦ διατιτραμένου λόφου καταφερόμενον.
18. ἀναφέροντες οὖν τὸ ὕδωρ τοῦτο πεδῆταί τινες ἐνέβαλον
19. πυέλοις τετραγώνοις κατὰ τὸν προκείμενον οἶκον, ἐκ κεραμίων
1. γεγονυίαις, ἐν αἷς πηγνύμενος ἡμέραις ὀλίγαις ἐγίνετο
2. χάλκανθος. ἐμοὶ δ’, ὁπότε κατέβην ἐπὶ τὸ πέρας τοῦ ὀρύγματος,
3. ἔνθα τὸ χλιαρόν τε καὶ χλωρὸν ὕδωρ ἠθροίζετο,
4. καὶ ἡ ὀδμὴ τοῦ ἀέρος ἐφαίνετο πνιγώδης καὶ δύσφορος, ὄζουσα
5. χαλκίτεώς τε καὶ ἰοῦ. τοιαύτην δ’ εἶχε ποιότητα καὶ αὐτὸ
6. τὸ ὕδωρ γευόμενον. ταῦτ’ ἄρα καὶ γυμνοὶ καὶ μετὰ σπουδῆς
7. τοὺς ἀμφορέας ἀνεκόμιζον οἱ πεδῆται καὶ πλείω χρόνον οὐχ
8. ὑπέμενον ἐνδιατρίβειν, ἀλλὰ ταχέως ἀνέτρεχον, ἑκατέρωθεν
9. ἐν τοῖς τοίχοις τοῦ ὀρύγματος, λύχνων καιομένων ἐκ
10. συμμέτρου διαστήματος, οἵτινες οὐδ’ αὐτοὶ χρόνον ἐξήρκουν
11. μακρὸν, ἀλλ’ ἐσβέννυντο τάχιστα. τὸ δ’ οὖν ὄρυγμα
12. τοῦτο κατὰ βραχὺ διωρύχθαι παρ’ αὐτῶν ἤκουον σὺν ἔτεσι
13. πολλοῖς. τουτὶ γὰρ ἔφασαν, ὃ νῦν ὁρᾷς, ἀπὸ τοῦ λόφου
14. καταφερόμενον εἰς τὸν λάκκον ὕδωρ χλωρὸν ἔλαττον εἴωθεν
15. αὑτοῦ γίγνεσθαι κατὰ βραχὺ, κᾀπειδὰν ἐγγὺς ᾖ τοῦ παύσασθαι,
16. πάλιν ὑπορύττουσιν οἱ πεδῆται τὸ συνεχὲς τοῦ λόφου.
17. καί ποτε πρόσθεν ἔπεσεν ἀθρόως τὸ διορυττόμενον, ὡς ἀποκτεῖναι
18. μὲν πάντας αὐτοὺς, ὅλην δὲ διαφθεῖραι τὴν ὁδόν.
1. ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν,
2. ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου
3. λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι
4. μέντοι μᾶλλον ἢ ἀγνοεῖσθαι βελτίω. μέμνησο δ’ ὅτι
5. κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως
6. καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστ’ ἐκ τούτων
7. ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον
8. ἐν τῷ λόφῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν
9. γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ
10. χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ
11. καὶ, σπόδιον καὶ διφρυγές.

12. λε΄. Περὶ χαλκίτεως. Χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν
13. τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς
14. μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ
15. δ’ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν
16. σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ
17. τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δ’ οὐχ ἧττον,
18. ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ
1. κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα
2. μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα
3. δ’ οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας
4. δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερά
5. τε καὶ ἀδηκτότερα γίγνεται.

6. λστ΄. Περὶ χαλκοῦ κεκαυμένου. Χαλκὸς κεκαυμένος
7. ἔχει μέν τι καὶ δριμὺ, καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτο,
8. εἰ πλυθείη, κάλλιστόν ἐστι φάρμακον εἰς συνούλωσιν ἑλκῶν,
9. ἐργάζεσθαι δὲ τοῦτο δύναται καὶ πρὶν πλυθῆναι, καὶ μάλιστ’.
10. ἐπὶ τῶν σκληροτέρων σαρκῶν. ταῖς δ’ ἁπαλαῖς ὁ πεπλυμένος
11. χρησιμώτερος.

12. λζ΄. Περὶ χαλκοῦ ἄνθους. Χαλκοῦ ἄνθος λεπτομερεστέρας
13. ἐστὶ τοῦτο δυνάμεως τοῦ τε κεκαυμένου χαλκοῦ καὶ
14. τῆς λεπίδος. εἰκότως οὖν δι’ αὐτοῦ σκευάζοντες κολλύρια
15. ῥύπτουσί τε καὶ ἀφαιροῦσιν τῶν βλεφάρων τὰς μεγάλας τραχύτητας,
16. ἃς συκώσεις ὀνομάζουσιν.

17. λη΄. Περὶ χρυσοκόλλης. Χρυσοκόλλα. καὶ τοῦτο
18. τὸ φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστὶν, οὐ μὴν ἰσχυρῶς
1. γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς ἐστιν καὶ ξηραντική.
2. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν,
3. ἔνιοι δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ καὶ δοίδυκι
4. χαλκῷ δι’ οὔρου παιδὸς, ὅπερ ἔνιοι κατὰ τὰς διαφορὰς
5. τῶν ἰῶν ἀριθμοῦσιν. ἄμεινον δὲ θέρους αὐτὸ σκευάζειν,
6. ἢ πάντως γε ἐν ἀέρι θερμῷ, τρίβοντας τὸ οὖρον ἐν τῇ θυίᾳ.
7. κάλλιον δὲ ἐρυθρὸν εἶναι τὸ χαλκὸν, ἐξ οὗ κατασκευάζεις
8. αὐτήν τε τὴν θυίαν καὶ τὸν δοίδυκα. πλέον γὰρ ἀποτρίβεται
9. περιαγομένου τοῦ δοίδυκος, ὅταν ἁπαλώτερος ὁ χαλκὸς
10. ᾖ. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι κακοήθεσιν ἕλκεσιν,
11. αὐτό τε καθ’ ἑαυτὸ καὶ μιγνύμενον ἑτέροις, ὡς ἐν τοῖς
12. περὶ συνθέσεως φαρμάκων εἰρήσεται. νυνὶ δὲ ἀρκεῖ τό γε γινώσκειν
13. ὡς τῆς μεταλλευτῆς χρυσοκόλλης ὅσον τοι μᾶλλον
14. ξηραίνει ἧττον δάκνει, τοσοῦτον αὐτῆς ὑπερέχει τῇ λεπτομερείᾳ.
15. καὶ αὐτὴν μέντοι αὐτὴν χρυσοκόλλην ἐκείνην καύσας
16. πολὺ λεπτομερεστέραν ἐργάσῃ.

17. λθ΄. Περὶ ψιμμυθίου. Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον
18. μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ
1. γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε
2. δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ ἐμπλαστικόν
3. τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως.
4. καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον
5. δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν
6. λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ
7. πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου
8. φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’
9. αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων
10. τὴν δύναμιν αὐτοῦ.

11. μ΄. Περὶ ψωρικοῦ. Ψωρικόν. λιθαργύρῳ μιγνυμένης
12. διπλασίας χαλκίτεως γίνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα
13. δριμυτάτῳ λειωθέντων ἀμφοῖν, εἶτ’ εἰς καινὴν χύτραν ἐμβληθέντων,
14. ἣν καταχώσεις ἡμέρας μ΄. μέσου θέρους ἐν κοπρίᾳ
15. τοῦτο τὸ φάρμακον ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερον
16. γίνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.

Cliquer un n° de page pour en afficher l’image