ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Ι.
1. Προοίμιον. Ὅσα μὲν τῶν φυτῶν ἐστι μόρια καὶ
2. καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται· νυνὶ δὲ τῶν
3. ὑπολοίπων φαρμάκων ὅσα μεταλλεύεται καὶ ὅσα τῆς γῆς
4. αὐτῆς ἐστιν εἴδη πρόκειται διελθεῖν. ἐφεξῆς δ’ αὐτῷ εἰρήσεταί
5. τι καὶ περὶ τῶν ἐν τοῖς ζώοις μορίων, οἷς ἐν λόγῳ
6. φαρμάκων χρώμεθα πρὸς τὰς ἰάσεις. κοινὸν δὲ τινα περὶ
7. πάντων αὐτῶν λόγον ἄμεινον εἶναί μοι δοκεῖ προτάξαι
ㅤ
1. σαφηνείας τε ἅμα καὶ τοῦ διηρθρωμένως ἀκούειν ἕνεκα τῶν
2. εἰρημένων. ἐὰν γὰρ ἕποιτό τις τὰ πάντα τοῖς γεγραφόσιν
3. ἤτοι τὰς περὶ τῶν φαρμάκων πραγματείας ἢ τὰς περὶ ὕλης
4. ἢ τὰς περὶ σκευασίας αὐτῶν, ἐν πολλοῖς σφαλήσεται μέγιστα
5. καὶ παρακούσει τῶν ὑπ’ ἐμοῦ διωρισμένως λεγομένων.
6. δυοῖν δ’ ὄντων κεφαλαίων τοῦ μέλλοντος λεχθήσεσθαι λόγου
7. κοινοῦ, τὸ μὲν ἕτερόν ἐστιν εἰ τῶν αὐτοφυῶν φαρμάκων
8. τὰ κεκαυμένα θερμότερα χρὴ νομίζειν ἢ ψυχρότερα, τὸ
9. δ’ ἕτερον ὑπὲρ τῶν στυφόντων φαρμάκων, ὧν ἐν εἴδει πρόσθεν
10. ㅤἐδείχθη τὰ αὐστηρὰ καὶ τὰ στρυφνά. λέλεκται
11. μὲν οὖν ἤδη περὶ τούτων ἐν τῷ τετάρτῳ τῶνδε τῶν βιβλίων,
12. ἀναμνῆσαι δὲ καὶ νῦν ἄμεινον ὡς ἐναντιωτάτη φαίνεται
13. ποιότης καὶ δύναμις εἶναι τοῖς στύφουσι φαρμάκοις
14. πρὸς τὰ δριμέα. στύφει μὲν γὰρ ἀκακία καὶ βαλαύστιον, ὑπόκυστίς
15. τε καὶ κύτινοι καὶ κηκὶς καὶ ῥῆον καὶ ῥοῦς, ὀμφάκιόν
16. τε καὶ μέσπιλα, καὶ κρανία καὶ ῥοιᾶς λέμματα καὶ
17. μύρτα. δριμέα δ’ ἐστὶν εὐφόρβιον καὶ σκόροδα καὶ κρόμμυα
ㅤ
1. καὶ πράσα καὶ νᾶπυ καὶ πέπερι καὶ γιγγίβερι καὶ σμύρνιον,
2. ὀρίγανόν τε καὶ γλήχων, καὶ καλαμίνθη καὶ θύμος.
3. χρὴ τοίνυν ἀναμνησθῆναι μόνον ἡμᾶς ὁποίαν αἴσθησιν ἔχομεν
4. ἑκάστου τῶν εἰρημένων. ἀκολουθήσει γὰρ εὐθέως ἡ διαφορὰ
5. τῆς ποιότητος αὐτῶν, ἣν ἐν τῷ τετάρτῳ λόγῳ διῆλθον
6. ἅμα ταῖς ἄλλαις γευσταῖς ἁπάσαις διαφοραῖς.
7. ㅤσυνάγει μὲν οὖν καὶ σφίγγει καὶ πιλεῖ τὴν οὐσίαν ἡμῶν τὰ
8. στύφοντα, καὶ διὰ τοῦτο ἐπιτιθέμενα, καθ’ ὅ τι ἂν ἐθελήσῃς
9. μέλος ἔξωθεν, εὐθέως ἀποδείκνυσιν αὐτὸ ῥυσόν τε καὶ
10. προσεσταλμένον. ἔμπαλιν δὲ τούτοις τὰ δριμέα κατὰ τοῦ
11. δέρματος ἐπιτιθέμενα θερμαίνει τε σαφῶς αὐτὸ καὶ εἰς ὄγκον
12. συναίρει σὺν ἐρυθρῷ χρώματι, καὶ εἰ χρονίσειεν, ἑλκοῖ.
13. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται τέμνοντά τε καὶ θερμαίνοντα,
14. καὶ διὰ τοῦθ’ ἕλκοντα πρὸς ἑαυτὰ τὸ ἐκ τῶν πλησιαζόντων
15. μορίων αἷμα. τὰ στύφοντα δ’ ἀποκρουόμενα τὸ
16. περιεχόμενον ἐν αὐτοῖς τῷ ψύχειν τε καὶ συνάγειν καὶ πιλεῖν
17. πέφυκεν. ἡ δύναμίς τε οὖν ἐναντιωτάτη τοῖς στύφουσίν
18. ἐστι πρὸς τὰ δριμέα, καὶ ἡ κατὰ τὴν γεῦσιν ποιότης οὐδὲν
ㅤ
1. ὅμοιον ἔχουσα. πῶς οὖν ἔνιοι καὶ τὸ πέπερι καὶ τὰ σκόροδα
2. καὶ πάντα τὰ δριμέα στύφειν λέγουσιν οὐδ’ ἐπινοῆσαι
3. δυνατόν. εἰ μὲν γὰρ ὥσπερ ταῦτα στύφειν, οὕτω καὶ ῥοῦν
4. καὶ βαλαύστιον ὀμφάκιόν τε καὶ μέσπιλον ὅσα τ’ ἄλλα τοιαῦτα
5. δριμέα προσηγόρευον, ὑπαλλάττοντες τὸ τῶν Ἑλλήνων
6. ἔθος ἐν τοῖς ὀνόμασιν, ἀγνοεῖν μὲν ἂν αὐτοὺς ὑπολάβοιμεν
7. τὰς φωνὰς τῶν Ἑλλήνων ἅμα τοῖς ὑπ’ αὐτῶν σημαινομένοις,
8. οὐ μὴν ἀναισθήτους γε κατὰ τὴν γευστικὴν
9. εἶναι δύναμιν, ἢ τὴν ὀσφρητικήν· ἐπεὶ δ’ ἑνὶ προσαγορεύουσιν
10. ὀνόματι πράγματα δύο, καὶ τῇ κατὰ τὴν ὄσφρησιν
11. αἰσθήσει καὶ τῇ κατὰ τὴν γεῦσιν, οἷς τε φαίνονται πράττοντα
12. φύσιν ἐναντιωτάτην ἀλλήλοις ἔχοντα, θαυμάσαι προσήκει
13. τοὺς ἀνθρώπους ἢ ἕνεκεν τῆς ἀναισθησίας ἤ τῆς
14. ἀνοίας ἢ καὶ ἀμφοτέρου ἅμα. παραπλήσιον γάρ τοι ποιοῦσιν
15. τῷ λέγοντι τὴν χιόνα τῷ πυρὶ τὴν αὐτὴν αἴσθησιν
16. ἐργάζεσθαι, καί τις ὑπὸ συνηθείας τῆς εἰς τοσοῦτον ἀλλοκότου
17. χρήσεως τῶν ὀνομάτων, ἔφη μοί ποτε μηδὲν κωλύειν
18. φάναι τὴν αὐτὴν ἔχειν ποιότητά τε καὶ δύναμιν τῷ πυρὶ
19. τὴν χιόνα· καὶ γὰρ καὶ ταύτην ὦφθαι πολλάκις ἀποκαίουσαν
ㅤ
1. τοὺς πόδας τῶν δι’ αὐτῆς ἐπιπολὺ βαδισάντων· τῶν
2. μὲν δὴ τοιούτων ἀνθρώπων οὐ σμικροῦ χρόνου χρεία τὸν
3. ῥύπον ἀποκαθῆραι τῆς ψυχῆς. ὅσοι δ’ οὐχ οὕτως ἠτύχησαν
4. ὡς ἐν ἀμαθίᾳ τελέᾳ διαβιῶναι, προανεγνωκόσι τὸ τέταρτον
5. τῶνδε τῶν ὑπομνημάτων, ἀρκεῖ τούτοις ἀναμνήσεως ἕνεκα
6. τὰ μέχρι δεῦρο λελεγμένα, χάριν τοῦ διηρθρωμένως ἀκούειν
7. τῶν ὀνομάτων ἐφ’ ἑκάστου τῶν οἰκείων πραγμάτων, ὡς
8. ἅπαντες Ἕλληνες εἰώθασιν χρῆσθαι. μεταβήσομαι δ’ ἐπὶ τὸ
9. δεύτερον ἤδη σκέμμα, μηκέθ’ ὑπὲρ ὀνόματός τε καὶ τοῦ κατ’
10. αὐτὸ σημαινομένου γιγνόμενον, ἀλλὰ περὶ φύσεως πράγματος.
11. οἱ μὲν γὰρ πλεῖστοι νομίζουσι τὰ καυθέντα πάντα ψυχρότερα
12. γίγνεσθαι σφῶν αὐτῶν, ἔνιοι δ’ ἔμπαλιν αὐξάνεσθαι
13. τὴν θερμασίαν οἴονται τῶν καυθέντων ἁπάντων, ἁμαρτάνοντες
14. ἑκάτεροι. φανίονται γὰρ ἐναργῶς ἔνια μὲν θερμότερα
15. γινόμενα, κατά τε τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ἐν
16. τῇ χρήσει θεωρουμένην δύναμιν, ὡς ἔμπροσθεν εἶπον ἐπί τε
17. τῶν δριμέων καὶ τῶν στυφόντων, ἔνια δ’ ἔμπαλιν ἧττον
18. θερμὰ φαινόμενα μετὰ τὸ καυθῆναι· καὶ τοῦτο διαγινώσκομεν
19. σαφῶς τῇ τε αἰσθήσει καὶ τῇ χρήσει. λέγω δὲ χρῆσιν,
ㅤ
1. ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἶπον, ὅταν ἐπιτιθέντα τῷ δέρματι
2. τὰ μὲν ἐρυθρότερά τε καὶ θερμότερα αὐτὰ ποιῇ, τὰ
3. δὲ ἄναιμά τε καὶ ψυχρὰ, καὶ τὰ μὲν εἰς ὄγκον ἐξαίρῃ, τὰ
4. δὲ προστέλλῃ. τὰ μὲν οὖν δριμέα πολὺ τῆς θερμότητος
5. ἀπόλλυσι καυθέντα, τὰ δὲ μὴ τοιαῦτα προσλαμβάνει, τελέως
6. δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων ἐστίν. ἐγκαταλείπεται γὰρ
7. αὐτοῖς οἷον ἐμπύρευμά τι· καὶ γὰρ προσηγόρευεν οὕτως Ἀριστοτέλης
8. αὐτὸ, καὶ τοῦτ’ ἔστι τὸ κατὰ τὰς πλύσεις ἀποῤῥυπτόμενον.
9. ἔστι δὲ τὸ λεπτομερέστατον τῆς τῶν καυθέντων
10. οὐσίας, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ
11. καυθέντος οὐσία γεώδης ἐστί. ㅤτὸ μὲν γὰρ ὑγρὸν ἅπαν
12. ἡ καῦσις ἐκδαπανᾷ, τὸ δ’ ὑπολειπόμενον γεῶδές ἐστιν ἅμα
13. τῷ πρὸς Ἀριστοτέλους ἐμπυρεύματι κληθέντι. τοῦτ’ οὖν
14. ὅταν τις ἀφέληται καὶ χωρίσῃ τῇ πλύσει, τὸ μὲν ὕδωρ, ᾧ
15. τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ,
16. τὸ δ’ ὑπόλοιπον γίνεται γεῶδες ψυχρὸν, ξηραίνειν
17. ἀδήκτως δυνάμενον. εἴρηται μὲν οὖν μοι καὶ περὶ τούτων
18. ἔμπροσθεν, ἀλλ’ οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ἵνα τις
ㅤ
1. ὑπόγυον ἐσχηκὼς τὴν ἀνάμνησιν αὐτῶν ἕπηται τοῖς λεχθησομένοις
2. ἀκριβέστερον.