Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 1.2, ed. Kühn, 1826, vol. 12, p. 381-426. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:1.2

11.
12. Καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητος ἐνδείᾳ διαφθείρεται
13. ξηραινόμενα, τινὰ δ’ ὑγροῖς ἀλλοτρίοις τῆς ἑαυτῶν
14. φύσεως ὁμιλοῦντα, τὸν αὐτὸν τρόπον καὶ ταῖς θριξὶν
15. ἤτοι δι’ ἔνδειαν ὑγρῶν, ὑφ’ ὧν τρέφεσθαι πεφύκασιν, ἢ διὰ
16. φαυλότητα φθείρεσθαι συμβαίνει. δι’ ἔνδειαν μὲν ὑγρῶν ἡ
17. φαλάκρωσις γίγνεται, διὰ μοχθηρίαν δὲ χυμῶν ἀλωπεκία τε
18. καὶ ὀφίασις, ἓν μέν γε ἄμφω κατά γε τὴν νοσώδη διάθεσιν
1. οὖσαι πάθος, ὀνόματα δ’ ἐσχηκυῖαι διαφέροντα παρὰ τὸ
2. σχῆμα. παραπλήσιον γὰρ ὄφει τὸ βεβλαμμένον μέρος τῆς
3. κεφαλῆς φαίνεται κατὰ τὰς ὀφιάσεις· αἱ δ’ ἀλωπεκίαι διὰ
4. τοῦτο, ὥς φασιν, οὕτως ὠνομάσθησαν, ὅτι συνεχῶς γίγνονται
5. ταῖς ἀλώπεξιν. ἡμεῖς δὲ διὰ τί μὲν ὠνομάσθησαν οὕτως οὐ
6. ζητοῦμεν, ὅπως δὲ γίγνονται ζητήσαντες ὑγρῶν μοχθηρῶν
7. περιουσίαν αἰτίαν εὕρομεν. ὁποῖα δέ ἐστι ταῦτα, διὰ τῆς
8. χροιᾶς τοῦ τῆς κεφαλῆς δέρματος διαγνώσῃ. φαίνεται γὰρ
9. ἐνίων μὲν ἐπὶ τὸ λευκότερον ἐκτρεπόμενον, ἐνίων δ’ ἐπὶ τὸ
10. μελάντερον ἢ ὠχρότερον, ὥστε καὶ κάθαρσιν πρῶτον ἐπ’ αὐτῶν
11. ἐργάσῃ τοῦ παντὸς σώματος, ἤτοι φλέγματος ἀγωγὸν
12. δοὺς φάρμακον ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης, ἐκ τῆς
13. χροιᾶς τεκμαιρόμενος τὸν πλεονάζοντα χυμόν. ἐγὼ δ’ ἀεὶ
14. διὰ τῆς ἱερᾶς ἐκάθηρα, προσβαλὼν ἐνίοτε μὲν ἐλλεβόρου μέλανος,
15. εἰ μελαγχολικώτερον ἐβουλόμην ἐκκαθᾶραι χυμὸν, ἐνίοτε
16. δὲ σκαμμωνίας εἰ πικρόχολον. εἰ δὲ φλεγματικώτερον
17. ἐπικρατεῖν ὑπέλαβον, οὐδὲν ἔμιξα. τοὺς γὰρ τοιούτους, καὶ
18. μάλιστα ἐκ τῆς κεφαλῆς, ἡ διὰ τῆς κολοκυνθίδος ἱερὰ καθαίρειν
1. πέφυκεν ἅμα τῷ καὶ ἄλλους τινὰς χυμοὺς δηλονότι,
2. κᾂν μὴ προσλάβῃ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ἢ ἐπιθύμου,
3. καὶ τὰ διὰ τῆς ἀλόης δὲ καταπότια τὰ καὶ τῆς σκαμμωνίας
4. καὶ τῆς κολοκυνθίδος ἔχοντα, χρησιμώτερα καθαίρειν
5. πέφυκε τοὺς οὕτω διακειμένους. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος
6. κάθαρσιν ἀποφλεγματίζειν ἄμεινον, εἶθ’ οὕτως χρῆσθαι
7. τοῖς τοπικοῖς βοηθήμασιν, ὑπὲρ ὧν τῆς συνθέσεως ἐρῶν
8. ἔρχομαι. χρὴ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω καὶ
9. ἐπὶ τούτων ἰᾶσθαι τὴν διάθεσιν, ἧς σύμπτωμά ἐστι κάκωσις
10. τῶν τριχῶν. εἴπερ οὖν ἔστι τις κακοχυμία καθ’ ἕνα τόπον
11. ἠθροισμένη, σκοπὸς ἔσται τῆς ἰάσεως ἡ κένωσις ταύτης
12. ὅτι τάχιστα, πρὶν εἴς τινα καχεξίαν ὑπ’ αὐτῆς ἀχθῆναι τὸ
13. δέρμα τηλικαύτην, ὥστε κᾂν ἐκκενώσῃ τις αὐτοῦ τὴν κακοχυμίαν,
14. ἐπιῤῥεῖν τε παρασκευάσῃ χρηστὸν αἷμα καὶ διαφθείρεσθαι
15. τοῦθ’ ὑπὸ τῆς ἐν αὐτῷ κατασκευασθείσης καχεξίας.
16. εἴπερ οὖν ἐκκενῶσαι πρόκειται τὴν ἐν τῷ δέρματι κακοχυμίαν,
17. διαφορητικῶν φαρμάκων ἐστὶ χρεία, καίτοι τάχ’ ἄν
18. τις ἀντερεῖ, τὸν κοινὸν σκοπὸν ἐπὶ πάντων παθῶν ὅσα δι’
1. ἐπιῤῥοὴν ὑγρῶν γίγνεται καταφρονεῖσθαί τε καὶ ἀνατρέπεσθαι
2. νομίζων. ἀποκρούεσθαι γὰρ αὐτὰ προσήκειν φαμὲν
3. ἐμψύχοντάς τε καὶ στύφοντας τὸ μέρος, οὐχ ἕλκειν θερμαίνοντας,
4. εἶναι δὲ τὰ διαφορητικὰ πάντα θερμὰ ταῖς δυνάμεσι.
5. καὶ ἀληθῶς γε φήσομεν εἰρῆσθαι ταῦτα. τὰς γὰρ ἀρχομένας
6. ὀφιάσεις ἢ ἀλωπεκίας κωλύειν αὐξάνεσθαι χρὴ τοῖς
7. τοιούτοις φαρμάκοις, οὐ μὴν ἤδη γέ πω καλεῖσθαι τὴν ἀρχὴν
8. αὐτῶν ἀλωπεκίαν ἢ ὀφίασιν, ὥσπερ οὐδὲ ψώραν ἢ λέπραν
9. ἤδη τὴν ἐκ λειχῆνος ἀρχομένην. ἐγὼ γοῦν, ὡς ἴστε, καὶ τὰς
10. ἤδη γεγονυίας ἀλωπεκίας ἰασάμην ἐνίοτε καθάρσει μόνῃ μηδὲν
11. ἔτι φάρμακον μετ’ αὐτὴν προσαγαγὼν τῷ πεπονθότι
12. τόπῳ, προὐτράπην δ’ ἐπὶ τῷ καὶ τούτου πλείονα πεῖραν
13. ἔχειν ἔκ τινος τοιαύτης συντυχίας. νεανίσκος τις εὐέκτης τε
14. καὶ γυμναστικὸς ἔσχεν ἐν τῇ κεφαλῇ τὸ πάθος τοῦτο. συνήθης
15. δ’ ἦν ἡμῖν ἱκανῶς, ὥστε καὶ τὴν δίαιταν αὐτοῦ γινώσκειν,
16. ᾗ μηνῶν ἤδη τριῶν ἢ τεττάρων ἐκέχρητο, καθ’ ἑκάστην
17. σχεδὸν ἡμέραν ἐμπιπλάμενος μυκήτων. τοῦτον ἐκάθηρα
18. μόνῃ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, δὶς ἐν ἡμέραις πέντε,
1. τὴν μὲν πρώτην κάθαρσιν ἐπὶ τέσσαρσι δραχμαῖς, τὴν δὲ δευτέραν
2. ἐπὶ πέντε. πρὶν δὲ ἐπὶ τὰς καθάρσεις ταύτας ἐλθεῖν,
3. ἔδωκα τῶν διὰ τῆς ἀλόης αὐτῷ καταποτίων ἕνδεκα, παραπλήσιά
4. πως ἐρεβίνθοις τὸ μέγεθος. ἔχει δὲ ταῦτα τῆς μὲν κολοκυνθίδος
5. ἓν μέρος, ἀλόης δὲ καὶ σκαμμωνίας ἑκατέρου δύο,
6. τούτοις ἓν μέρος ἐγὼ μιγνύω χυλοῦ ἀψινθίου, πρότερον δὲ καὶ
7. μαστίχης χίας ἔβαλον καὶ βδελλίου, οὕτω γὰρ ἐχρῆτο Κόϊντος.
8. ἀλλὰ διὰ τί περιεῖλον ὕστερον αὐτὰ λόγος ἕτερος, ὃν ἐν τοῖς
9. περὶ τῶν καθαιρόντων φαρμάκων συνθέσεως ἐρεῖν ἀναβάλλομαι.
10. μέλλοντος οὖν μου μετὰ τρεῖς ταύτας καθάρσεις ἀποφλεγματίζειν
11. τὸν ἄνθρωπον, εἶτα χρήσασθαί τινι φαρμάκῳ κατὰ
12. τοῦ πεπονθότος μορίου, συνέβη στείλασθαι αὐτόν τινα ἀποδημίαν
13. ἐξαιφνίδιον, ἐν ᾗ διαιτώμενος εὐχύμοις ἐδέσμασιν,
14. οἷς ἠκηκόει παρ’ ἐμοῦ μεθ’ ἡμέρας ὡς εἴκοσιν ὑπέστρεψεν ἐκτεθεραπευμένος
15. τὸ περὶ τὰς τρίχας πάθος. ἐντεῦθεν οὖν ὁρμηθεὶς
16. ἐγὼ τὴν αὐτὴν θεραπείαν ἐφ’ ἑτέρων ποιησάμενος ἀνέμεινα
17. θεάσασθαι χωρὶς τῶν ἐπιτιθεμένων τῇ κεφαλῇ φαρμάκων
1. τὸ γενησόμενον. ἐθεραπεύθησαν οὖν πάντες οὕτως, οὐ μὴν ἐπί
2. γε τῶν ἤδη κεχρονισμένων ἐπεχείρησα τῇ τοιαύτῃ πείρᾳ, δυσέκνιπτοι
3. γὰρ ἐπὶ τούτων εἰσὶν οἱ ἐνιζηκότες ἰχῶρες τῷ δέρματι.
4. πολὺ δὲ μᾶλλον ἐφ’ ὧν ἤδη καὶ αὐτὸ τὸ δέρμα καχεξίαν
5. τινὰ ἔσχεν, οὐ χρὴ θαῤῥεῖν μόναις ταῖς καθάρσεσιν.
6. ταυτὶ μὲν οὖν ἀναγκαίως μοι προείρηται· περὶ δὲ τῶν ὠφελούντων
7. τὸ πάθος φαρμάκων ἄρξομαι λέγειν ἤδη. κενωτικὰ
8. μὲν οὖν εἶναι χρὴ πάντως αὐτὰ τοῦ λυποῦντος χυμοῦ,
9. κενοῦν δ’ οὐδὲν δύναται χωρὶς τοῦ διαφορητικὴν ἔχειν δύναμιν,
10. ἔχειν δὲ αὐτὴν οὐ δύναται χωρὶς τοῦ θερμαίνειν,
11. ἀλλ’ ἐὰν μὲν τῶν πάνυ θερμαινόντων ᾖ, καύσει τὸ δέρμα,
12. καὶ χωρὶς δὲ τοῦ καίειν ἐν ἀρχῇ μὲν ὀνήσει γενναίως, ὑπερξηρανθὲν
13. δὲ τῷ χρόνῳ τὸ δέρμα τῆς κεφαλῆς ἔσται τοιοῦτον
14. ὁποῖον οἱ φαλακρωθέντες ἔχουσιν. οὐ μὴν οὐδ’ ἁπλῶς
15. χρὴ μετρίως εἶναι τὸ φάρμακον θερμὸν, ἐντὸς τῶν ὅρων
16. ἧκον τοῦ προκειμένου σκοποῦ. καὶ γὰρ καὶ λεπτομερὲς εἶναι
17. προσήκει αὐτὸ, μέχρι γε τοῦ βάθους καταδύεσθαι μέλλον,
18. ἐξ οὗ ταῖς τῶν τριχῶν ῥίζαις ἡ τῆς γενέσεως ἀρχὴ, καὶ τῇ
1. δυνάμει τοιοῦτον οἷον προείρηται πρὸς τὸ παχύτερον καὶ
2. σκληρότερον εἶναι τὸ τῆς κεφαλῆς δέρμα καὶ διὰ τοῦτο
3. φαρμάκου δεῖσθαι δραστικωτέρου. εἴγε μὴν πρὸς τῷ διαφορεῖν
4. τοὺς μοχθηροὺς χυμοὺς ἐπιτήδειον εἴη τὸ φάρμακον
5. ἕλκειν αἷμα χρηστὸν, ὥσπερ ἡ θαψία, κάλλιστον ἂν εἴη τοῦτο.
6. πολλῷ δ’ οὔσης θερμοτέρας τῆς θαψίας ἢ κατὰ τὴν τοῦ
7. πάθους χρείαν, εἰκότως ἄν τις αὐτὴν φυλαξάτω μόνην
8. προσφέρειν. ἑλκώσεις τε γὰρ εἴωθεν ποιεῖν ἐν τῷ δέρματι
9. καὶ πάντως γε φλεγμονώδη τινὰ οἰδήματα. διὰ τοῦτο οὖν
10. ἐπὶ τὸ μιγνύειν αὐτῇ τινα παραγιγνόμεθα τῶν πραϋνόντων
11. τὴν σφοδρότητα. δύναται δὲ τοῦτο ποιῆσαι κηρωτὴ δι’ ἐλαίου
12. σκευασθεῖσα. λεπτομερὲς δ’ ἔστω τὸ ἔλαιον ὁποῖον τὸ Σαβῖνόν
13. ἐστιν, ἄμεινον δ’ εἰ καὶ συμμέτρως εἴη παλαιόν. ἀγαθὸν
14. δὲ καὶ τὸ κίκινον ἔλαιον εἰς τοῦτο, φύσιν ἐξ ἀρχῆς
15. ἔχον τοιαύτην ὁποίαν ἴσχει τὸ Σαβῖνον παλαιούμενον. εἰ
16. δὲ μηδ’ ἑτέρου τούτων εὐποροίης, τῶν γοῦν ἄλλων τῶν
17. Ἑλληνικῶν ἐλαίων ὁτιοῦν, ἄνευ θαλλῶν ἐλαίας ἐσκευασμένον
18. μιγνύναι καὶ μᾶλλον ἐὰν ᾖ παλαιόν. εὔδηλον οὖν ὅτι τό
1. γε ἀπὸ τῆς Ἰβηρίας ἢ Ἱσπανίας, ἢ ὅπως ἄν τις ὀνομάζειν
2. ἐθέλοι, φευκτέον τό τε ἐκ μηδέπω πεπείρων ἀκριβῶς τῶν
3. ἐλαιῶν, ὃ καλοῦσιν ὠμοτριβές τε καὶ ὀμφάκινον. ἐχρησάμην
4. δὲ καὶ μόνῃ θαψίᾳ μίξει δαψιλοῦς ὕδατος, ἐκλύσας αὐτῆς
5. τὸ σφοδρὸν τῆς δυνάμεως. ἐπίστασθαι δὲ χρὴ περὶ θαψίας
6. τὸν χρησόμενον αὐτῇ μεγίστην εἶναι διαφορὰν τῆς προσφάτου
7. πρὸς τὴν παλαιοτέραν. ἐκλύεται γὰρ ἡ δύναμις ἱκανῶς
8. τοῦ φαρμάκου μετ’ ἐνιαυτὸν, ἔτι δὲ μᾶλλον εἰ δυοῖν ἐτῶν
9. γένοιτο· τολμήσειε δ’ ἄν τις εἰπεῖν ἄχρηστον αὐτὴν γίγνεσθαι
10. παντάπασιν εἰς τριετίαν ἐκταθεῖσαν. ἐπιστάμενος οὖν
11. ταῦτα, τὴν μίξιν τοῦ ὕδατος ἄνισον ἐργάζου, τῇ μὲν προσφάτῳ
12. μιγνὺς πάμπολυ καὶ διὰ τοῦτο πλεονάκις ἐπιχρίων
13. ἑκάστης ἡμέρας, τῇ δ’ ἀσθενεστέρᾳ διὰ τὸν χρόνον ἔλαττον,
14. ὡς καὶ προσμένειν ἐπιπλεῖον δύνασθαι διὰ τὸ πάχος
15. καὶ μὴ ἀποῤῥεῖν αὐτίκα δι’ ὑγρότητα. καὶ μέντοι κᾂν σύνθετον
16. φάρμακον ποιῇς, ἔχον καὶ τῆς θαψίας. ὁποῖόν ἐστιν
17. ᾧ συνεχῶς ἐγὼ χρῶμαι, μίξεις οὐκ ἴσον ἀεὶ σταθμὸν
1. τῆς θαψίας, ἀλλ’ ὅσον τῷ χρόνῳ τῆς ἡλικίας προσήκει
2. τοσοῦτον αὐξήσεις. διορισθήσεται δ’ ἀκριβέστερον ἔτι
3. περὶ τοῦδε μικρὸν ὕστερον, ὅταν ἐπὶ τὰ σύνθετα παραγένωμαι,
4. διελθὼν πρότερον ὅσα τῶν ἁπλῶν φαρμάκων
5. ἐστὶν οἰκεῖα τῷ πάθει τούτῳ. τῶν μὲν γὰρ ἰσχυρῶς θερμαινόντων
6. ἐστὶν εὐφόρβιον, τῶν δ’ αὐτάρκως τὸ δάφνινον
7. εἴτ’ οὖν ἔλαιόν ἐστιν εἴτε μύρον εἴθ’ ὅ τι βούλει καλεῖν
8. αὐτὸ, καὶ γὰρ καὶ τούτοις ὑπάρχει μετὰ τοῦ θερμαίνειν
9. τε καὶ διαφορεῖν ἐπισπᾶσθαί τι τοῦ αἵματος εἰς τὸν
10. ὑπ’ αὐτῶν θερμαινόμενον τόπον. ἔνεστι γοῦν αὐτοῖς χρῆσθαι
11. καὶ καταμόνας, τὸ μὲν εὐφόρβιον ἐν ἐλαίῳ λειοῦντα,
12. τῷ δαφνίνῳ δ’ ἐπαλείφοντα μόνῳ χωρὶς ἑτέρου μίξεως.
13. εἰ δ’ εὐαπόῤῥυτον φαίνοιτο, βραχὺ κηροῦ μιγνύσθω. παμπόλλῳ
14. δ’ ὄντος θερμοτέρου τοῦ νέου εὐφορβίου, τῷ
15. μὲν ἤδη δυοῖν ἢ τριῶν ἐτῶν ὄντι χρώμενος ἐμβαλεῖς ἐλαίου
16. λίτρᾳ μιᾷ Ῥωμαϊκῇ οὐγγίαν μίαν εὐφορβίου, ὅπερ ἐστὶ δωδέκατον
17. μέρος τοῦ ἐλαίου, τῷ δὲ νέῳ πεφεισμένως χρήσῃ
18. βραχύτατον μιγνὺς τὴν πρώτην ἢ καὶ κηροῦ προσεπεμβάλλων
1. οὐγγίαν μίαν, ὡς θεάσασθαι πῶς ἐκθερμαίνει τὸν ἄνθρωπον.
2. ἐξέσται γάρ σοι κατὰ τὴν δευτέραν χρῆσιν αὖθις
3. ἐπεμβάλλειν, εἴτ’ ἐλαίου βουληθείης εἴτε κηροῦ. παραπλησίως
4. δὲ καὶ τῇ θαψίᾳ χρηστέον ἅπασί τε τοῖς ἰσχυροῖς φαρμάκοις.
5. ἡ μὲν γὰρ ἐπὶ τοὔλαττον ἁμαρτία βλάβην οὐδεμίαν
6. ἔχει, τὸ δὲ πλέον ἐνίοτε τραχύνει καὶ ἑλκοῖ τὸ δέρμα καὶ
7. φλεγμονὴν ἐργάζεται. καὶ μέντοι κᾂν ἐπὶ τῶν ἐφεξῆς, κατὰ
8. τὰ σύνθετα φάρμακα γράφηταί ποτε εὐφόρβιον ἢ θαψία,
9. τὸν σταθμὸν αὐτῶν ἐπὶ τῶν ἀκμαίων φαρμάκων, οὐ τῶν
10. παλαιῶν ἀκούειν σε χρή. τὰ μὲν οὖν λίαν παλαιὰ φεύγειν
11. προσήκει παντάπασιν οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ
12. τῶν ἄλλων φαρμάκων ὅσα χυλοὶ καὶ ὀποὶ καὶ ἄνθη καὶ
13. φύλλα καὶ καρποὶ καὶ ῥίζαι καὶ σπέρματά ἐστιν, ὁπότε γε
14. καὶ τὰ μεταλλιστὰ πολυχρόνια γενόμενα καταλύεται καὶ
15. αὐτὰ ταῖς δυνάμεσιν. χρώμεθα δ’ ἐνίοις φαρμάκοις ἐτῶν εἴκοσιν
16. οὖσιν ἢ τριάκοντα, διὰ τὸ μηδέπω παντελῆ τὴν παρακμὴν
17. ἔχειν. ἄλλη γὰρ ἄλλου παρακμή τ’ ἐστὶ καὶ ἀκμὴ
18. καὶ ὡς ἂν εἴποι τις καὶ γῆρας. ἐνδείκνυται δὲ τὴν ἰδίαν
1. ἀκμὴν ἕκαστον τοῖς πολλάκις ἑωρακόσιν ἐξ ὀσμῆς καὶ γεύσεως,
2. ἐνίοτε δὲ καὶ χρόας καὶ συστάσεως τῆς κατὰ πάχος.
3. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων ἁπάντων φαρμάκων ἠξίωσα μὴ
4. μόνον ὅτι θερμαίνει γινώσκειν, ἀλλὰ καὶ κατὰ πόσην ἀπόστασιν,
5. οὕτω κᾀπὶ τῶν πρὸς τὰς ἀλωπεκίας ἁρμοζόντων
6. ἀξιῶ σε γινώσκειν ὅτι θερμότατον μέν ἐστι τὸ εὐφόρβιον,
7. ἧττον δ’ αὐτοῦ θερμὸν ἡ θαψία, μετὰ θαψίαν δὲ νᾶπύ τε
8. καὶ κάρδαμόν ἐστιν, καθ’ ἕτερον δὲ τόπον ἡ λιμνῆτις, οὐδενὸς
9. τούτων δεύτερον. ὀνομάζεται δ’ οὐ τοῦτο μόνον, ἀλλὰ
10. καὶ διτταῖς ἄλλαις προσηγορίαις ἀδάρκιόν τε καὶ ἀδάρκη.
11. τούτων δ’ ἐφεξῆς ἐστι θεῖόν τε καὶ ὁ τοῦ νίτρου ἀφρὸς,
12. αὐτό τε τὸ μαλακὸν νίτρον καυθέν. ὀνομάζουσι δ’ αὐτὸ
13. καὶ βερενικάριον, ὥσπερ γε καὶ τὸ λευκὸν ἀφρόνιτρον κοῦφόν
14. τε καὶ χαῦνον ὑπάρχον, οὐδεμίαν ἔχον ἐν ἑαυτῷ γεώδη
15. τραχύτητα, οἵ τ’ ἐλλέβοροι ἀμφότεροι καὶ τὸ τοῦ εὐζώμου
16. σπέρμα καὶ τὸ δάφνινον εἴτε μύρον ἐθέλοις ὀνομάζειν εἴτ’
17. ἔλαιον αὐτὸ, καὶ πρὸς τούτοις ἀλκυόνια τὰ ἀμφότερα, κεκαυμένα
1. τε καὶ ἄκαυστα, βελτίω δὲ τὰ κεκαυμένα. καὶ αἱ ῥίζαι
2. δὲ τοῦ καλάμου καὶ ὁ φλοιὸς, ἄμφω καὶ ταῦτα καυθέντα.
3. ἀλλὰ καὶ ὑγρὰ πίττα καὶ τὸ κέδρινον, ὅπερ ἔνιοι
4. κεδρίαν ὀνομάζουσιν, ἥ τε τῶν μυῶν κόπρος ἄρκτου τε τὸ
5. στέαρ, ἄμεινον δ’ εἰ παλαιότερον εἴη. καὶ μὲν δὴ καὶ
6. τὸ τῆς ὑαίνης, λέοντός τε καὶ παρδάλεως καὶ χηνὸς ἐπιτήδεια,
7. καὶ πάνθ’ ὅσα λεπτομερῆ ταῖς οὐσίαις ἐστὶν, ὡς ἑτοίμως
8. εἰς τὸ βάθος καταδύεσθαι τοῦ δέρματος, ἄχρι τῶν κατὰ
9. τὰς τρίχας ῥιζῶν, ἀλλὰ καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὅλα
10. κεκαυμένα, χρήσιμα καὶ λιβανωτὸς ἐν ὄξει δριμυτάτῳ κατειργασμένος.
11. ἄκουε δέ μου τὸ κατειργάσθαι ῥῆμα λεγόμενον,
12. ὅταν ἡμέραις πλείοσιν καὶ μάλιστ’ ἐπὶ πλέον ἐν ἡλίῳ τρίβηταί
13. τι σὺν ὄξει δριμεῖ. τούτοις ἅπασιν τοῖς φαρμάκοις
14. ἔνεστι χρῆσθαι, τοῖς μὲν ἰσχυροῖς κηρωτὴν ὑγρὰν μιγνύντα,
15. τὰ δ’ ἀσθενῆ δεύοντα ἐλαίῳ δαφνίνῳ, καὶ τὰς μὲν κεχρονισμένας
16. καὶ δυσιάτους τοῖς ἰσχυροῖς ἐξιώμενον, τὰς δ’ ἀρχομένας
17. καὶ μικρὰς τοῖς ἀσθενέσιν.

18. Σύνθετα δὲ φάρμακα τὰ
1. μὲν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν, ὅσοι γε ἀξιόλογοι, μεγάλως
2. ἐπῃνημένα, τὰ δ’ ὑφ’ ἡμῶν αὐτῶν διὰ μακρᾶς πείρας
3. βεβασανισμένα τὰ τοιαῦτά ἐστιν. ♃ εὐφορβίου καὶ θαψίας
4. καὶ δαφνίνου, ἑκάστου 𐅻 β΄. θείου ἀπύρου καὶ ἐλλεβόρου
5. ἀνὰ 𐅻 μίαν, ἄν τε μέλανος εὐπορῇς ἄν τε λευκοῦ. τούτοις
6. δὲ μίγνυε κηροῦ 𐅻 στ΄, δαφνίνῳ τήξας ἢ κικίνῳ ἢ
7. ἐλαίῳ παλαιῷ, καὶ χρῷ τούτῳ ὡς ἰσχυροτάτῳ φαρμάκῳ ἐπὶ
8. τῶν κεχρονισμένων καὶ δυσθεραπεύτων, τούτοις ἔμιξά ποτε
9. καὶ καρδάμου δραχμὴν μίαν ἢ ἀλκυονίου κεκαυμένου 𐅻 α΄.
10. ἄμεινον δ’ εἰς ταῦτα τὸ σκληρότερον καὶ τραχύτερον. θαψίας
11. δὲ μὴ παρούσης, ἀντ’ αὐτῆς τοσοῦτον σταθμὸν ἤτοι
12. καρδάμου σπέρματος ἢ εὐζώμου μικτέον ἐστὶν ἢ τὸ κάρδαμον.
13. εἰ δὲ δάφνινον οὐκ ἔχεις καλὸν, ὑγρὰν πίσσαν μίγνυε.
14. τῷ μὲν οὖν δαφνίνῳ πρὸς τὴν ὑγρὰν πίτταν οὐ μεγάλη
15. ἡ ὑπεροχὴ, τῇ θαψίᾳ δὲ πρὸς τἄλλα μεγίστη. τὸ γὰρ
16. ἰσχυρότατον τῶν πρὸς τὸ πάθος ἐνεργῶς ποιούντων τοῦτο
17. τὸ φάρμακόν ἐστιν, ὅταν γε, ὡς ἔφην, δυσθεράπευτον ᾖ. τὰ
1. γὰρ μικρὰ καὶ ἀρχόμενα καὶ κάθαρσις ἰᾶται μόνη καὶ τῶν
2. ἁπλῶν ὧν εἶπον ἕκαστον κεκαυμένον, ἀναλαμβανόμενον ἤτοι
3. δαφνίνῳ ἢ κεδρίνῳ ἢ πίττῃ ὑγρᾷ ἢ κικίνῳ, ἐλαίῳ παλαιῷ.
4. ἔμιξα δέ ποτε καὶ μέλιτος ἀντὶ τῆς κηρωτῆς ἐλάττονος ὄγκῳ
5. τε καὶ σταθμῷ, καὶ οὐδενὶ χεῖρον ἐγένετο τὸ φάρμακον.
6. καὶ τὰ διὰ τῶν στεάτων δὲ συντιθέμενα, προσλαβόντα θαψίας
7. ὀλίγον, ὀνίνησιν καὶ μᾶλλον ὅταν αὐτοῖς μίξῃς ἀδάρκιόν
8. τε καὶ εὐφόρβιον. ἔστω δὲ τῶν μὲν στεάτων ἑκάστου
9. μέρος ἓν, ὄντων τριῶν, λεοντείου, παρδαλείου καὶ ὑαίνης.
10. εἰ δὲ μὴ παρείη τὸ τῆς ὑαίνης, ἀρκεῖ τοῖς παροῦσι δύο
11. χρῆσθαι μίξαντα τὸ χήνειον. εἰ δὲ καὶ πάντ’ ἔχοις τὰ τέτταρα,
12. μιγνύναι πάντα, καὶ σὺν αὐτοῖς γε τὸ ἄρκτειον, εἰ
13. ἔχοις καὶ τοῦτο. τῷ δ’ ἐξ αὐτῶν ἠθροισμένῳ δωδέκατον
14. ἀρκεῖ μίξαι μέρος θαψίας ἢ εὐφορβίου· εἰ δ’ ἰσχυρότερον
15. ἐθέλοις ποιῆσαι, ἀμφοτέρων ἅμα, τῇ πείρᾳ γὰρ καὶ ταῦτα
16. κριθέντα τὰ φάρμακα τῶν ἐνεργῶν εὑρέθη· χάριν γὰρ τοῦ
17. πλειόνων πεῖραν ἔχειν ἑκάστῳ τῶν αἰτούντων ἰατρῶν φίλων
1. ἄλλο τι καὶ ἄλλο σχεδιάζων ἐδίδουν τῶν τῇ πείρᾳ κριθέντων
2. καὶ εὑρέθη τὰ πλεῖστα βέλτιστα. πρὸ πάντων δὲ
3. ἡμᾶς χρὴ μεμνῆσθαι τῆς κατὰ τὴν χρῆσιν αὐτῶν μεθόδου,
4. κοινῆς οὔσης ἐπὶ πάντων καὶ μάλιστα τῶν ἰσχυρῶν φαρμάκων,
5. καὶ διὰ τοῦτό γε πολλάκις αὐτῆς ἀναμιμνήσκω, διότι
6. μεγάλην ἔχει δύναμιν. ὁ γὰρ ἑκάστῳ τῶν ἰσχυρῶν φαρμάκων
7. χρώμενος ἐν ἀρχῇ μὲν αὐτὸ μαλακώτερον προσφερέτω,
8. μίξει δηλονότι τῶν ἐκλυόντων τὴν δύναμιν, οἷα πέρ
9. ἐστιν ἔλαιόν τε καὶ κηρὸς καὶ τῶν ἁπλῶν ὅσα προείπομεν
10. ἀσθενῆ λιβανωτός τε καὶ καλάμου φλοιὸς καὶ ῥίζαι κεκαυμέναι
11. καὶ ἀμύγδαλα πικρὰ καὶ ὅσα τοιαῦτα. μετὰ δὲ τὴν
12. πρώτην χρῆσιν ὅταν ἐπὶ τὴν δευτέραν παραγίνηται, σκοπεῖσθαι
13. χρὴ τίνα παραλλαγὴν ἐν τῷ πεπονθότι μορίῳ τὸ προσαχθὲν
14. φάρμακον εἰργάσατο καὶ πρὸς ἐκείνην ἀποβλέποντας
15. ἤτοι πραΰνειν αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ἢ αὐξάνειν.
16. οἷον ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου πάθους ἀφελεῖν μὲν
17. χρὴ ξυρῷ τὰς τρίχας, ἀνατρίβειν δὲ τὸ πεπονθὸς δέρμα δι’
1. ὀθόνης μήτε πάνυ τραχείας μήτε μαλακῆς, ὁρῶντα πόσον
2. ἐρεύθους τούτῳ προσέρχεται μετὰ τοιᾶσδε κινήσεως καὶ ἀνατρίψεως.
3. ἔσται γάρ σοι τοῦτο πρὸς τὴν τῆς ἰάσεως ἐλπίδα
4. χρήσιμον, εἰ μὲν ἐπ’ ὀλίγαις ἀνατρίψεσιν ἐρυθραίνοιτο, μετρίαν
5. ἡγούμενος τὴν διάθεσιν, εἰ δ’ ἐπὶ πολλαῖς, χαλεπωτέραν,
6. ὡς ἔνιά γε δέρματα, κᾂν ἐπὶ πολὺ τρίβῃς, οὐκ ἐρυθραίνεται.
7. πρόδηλον οὖν ὅτι ταῦτα μέν ἐστι χαλεπώτατα,
8. καθάπερ τὰ ῥᾳδίως ἐρυθραινόμενα πρᾳότατα, τὰ δ’ ἐν τῷ
9. μεταξὺ τούτων ἅπαντα κατὰ τοσοῦτον ἀλλήλων διαφέροντα
10. καθ’ ὅσον ἤτοι τοῖς χειρίστοις ἢ τοῖς μετριωτάτοις πλησιάζει.
11. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι γε
12. οὐκ ὄντα πάρεργα. πάλιν δὲ ἐπὶ τὸ προκείμενον ἀνελθὼν
13. ἀναμνήσω σε τῆς ἐν τῇ χρήσει μεθόδου. μετὰ γὰρ τὴν πρώτην
14. προσφορὰν τοῦ δοκιμασθέντος φαρμάκου σκέπτεσθαι
15. προσήκει πρῶτον μὲν εἰ καὶ πρὸ τῆς ἀνατρίψεως εὐχρούστερον
16. φανείη τὸ δέρμα, δεύτερον δὲ εἰ μετ’ ὀλιγωτέρας ἀνατρίψεως
17. ἢ πρόσθεν ἢ εἰ μετὰ τῆς ἴσης μὲν, ἀλλὰ μᾶλλον
18. ἢ πρόσθεν ἐρυθρὸν γένοιτο. σκοπεῖσθαι δὲ πρὸ πάντων,
1. ὅταν ἰσχυρὰ προσενέγκης φάρμακα, μή τι περαιτέρω τοῦ προσήκοντος
2. ἐκθερμαίνοιτο τὸ δέρμα, φανεῖται δὲ τοῦτο θεωμένῳ
3. τέ σοι τὴν χρόαν αὐτοῦ καὶ τοὺς δακτύλους ἐπιβάλλοντι·
4. τῇ χροιᾷ μὲν γὰρ ἔσται ξανθότερον, ἐπιβάλλοντι δὲ
5. τοὺς δακτύλους θερμὸν ἱκανῶς φανεῖται. προσέχειν οὖν ἐπὶ
6. τοιούτων χρὴ, κίνδυνος γὰρ ἐπικαυθῆναι τὸ δέρμα, δεύτερον
7. ἢ τρίτον αὐτοῖς χρησαμένῳ. μεταβαίνειν οὖν ἐπί τι τῶν
8. μαλακωτέρων, ἢ τῷ μὲν αὐτῷ χρηστέον, ἀλλ’ ἐκλύσαντα τὴν
9. δύναμιν αὐτοῦ μίξει κηρωτῆς ἢ στέατος ἢ ὑγρότητός τινος
10. ἐλαιώδους. χρῆσθαι δὲ καταβροχῇ δι’ ἐλαίου γλυκέος θερμοῦ
11. καὶ ἄρτῳ ἐν καταπλάσματι, πυρίαις τε καὶ κατασχασμοῖς
12. καὶ σικύαις καὶ κηρωτῆς ἐπαλείψεσιν. χρονίσαντος δὲ
13. τοῦ πάθους καὶ συνεχέσι ξυρήσεσιν καὶ φοινιγμῷ διὰ νάπυος,
14. ὡς προείρηται, καὶ ἀνατρίψεσιν ταῖς γεγραμμέναις
15. ταῖς ἑξῆς, ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου καὶ μετὰ
16. τὴν ἀνάτριψιν κατασχασμοῖς. ἔνιοι δὲ βελόνας συνδήσαντες,
17. ὥστε τὰς ἀκμὰς ἔχειν ἐπὶ τὸ δέρμα, κατεκέντησαν ταύταις
1. αὐτὸ, μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν
2. κατασχασμὸν φαρμάκοις χρῆσθαι μετασυγκριτικοῖς· ἐπὶ πάντων
3. δὲ κοινὸς σκοπὸς ἐν τῷ ἀέρι θερμῷ τὴν προσφορὰν
4. ποιεῖσθαι τοῦ φαρμάκου, καὶ εἴ γε ἡλιούμενον ἔχοις τι
5. χωρίον, ἐν ἐκείνῳ μάλιστα χωρὶς αὔρας καταπνεούσης αὐτὸ,
6. χειμῶνος δὲ κάλλιον ἐπὶ λουτρῷ χρῆσθαι τοῖς φαρμάκοις.

7.
9. Ἥρας μὲν οὖν ἐν τῷ νάρθηκι κατὰ λέξιν οὕτως ἔγραψεν·
10. πρὸς ἀλωπεκίας. ἀλκυόνιον τὸ τραχύτερον, καύσας καὶ λειοτριβήσας
11. σὺν ἐλαίῳ κατάχριε τὸν τόπον, μάλιστα ἐν λύχνῳ
12. λαμβάνων τὸ ἔλαιον. αὕτη μὲν ἡ τοῦ Ἥρα γραφή. καὶ χρὴ
13. γινώσκειν ἡμᾶς τὸ φάρμακον τοῦτο μέσον εἶναι τῇ δυνάμει
14. καὶ διὰ τοῦτο καὶ τὰς μέσας κατὰ μέγεθος ἀλωπεκίας ἰάσασθαι
15. ἱκανόν. μέτριον μὲν γάρ ἐστι φάρμακον, εἰ καλάμου
16. ῥίζαν ἤ φλοιὸν ἢ ἀμύγδαλα πικρὰ ἤ τι τῶν τοιούτων καύσας
17. ἐλαίῳ μίξαις, ἰσχυρὰ δὲ τὰ δι’ εὐφορβίου καὶ θαψίας
1. καὶ ἀδάρκης. ἐν τῷ μεταξὺ δ’ αὐτῶν ἐστι τὸ κεκαυμένον
2. ἀλκυόνιον. ἀλλὰ καὶ αὐτὸ τοῦτο μετριώτερον μέν ἐστιν
3. ἐλαίῳ μιχθὲν, ἰσχυρότερον δ’ ὑγρᾷ πίσσῃ καὶ δαφνίνῳ.
4. μίγνυται δὲ καὶ τοῖς εἰρημένοις στέασι. καὶ χρωμένῳ γέ τινι
5. πρὸς τὸ πάθος ἀρκτείῳ στέατι μηδὲν ἀνύοντος αὐτοῦ συνεβούλευσα
6. μίξαι τὸ κεκαυμένον ἀλκυόνιον, ὑφ’ οὗ διὰ ταχέων
7. ἐθεραπεύθη. τὸ δὲ τοῦ λύχνου ἔλαιον οὐ κατ’ ἄλλον τινὰ
8. λόγον ἐπιτήδειόν ἐστιν ἢ τῷ λεπτομερέστερον εἶναι τοῦ λοιποῦ.
9. προσέρχεται δὲ τοῦτο αὐτῷ κατὰ τὴν οἷον ἕψησιν τὴν
10. ἐν τῷ λύχνῳ καὶ γίγνεται τῷ τε παλαιῷ καὶ τῷ κικίνῳ παραπλήσιον,
11. ὡς εἰ καὶ ἄλλως ἐπὶ πυρὸς ἐθέλοις ἔλαιον θερμῆναι.
12. καὶ γὰρ οὖν καὶ ὁ ῥύπος ὁ ἐπὶ ταῖς λυχνίαις γιγνόμενος
13. ἐοικὼς ὑγρῷ πηλῷ τοῖς ἐπὶ τῆς ἀγροικίας παρ’ ἡμῖν,
14. ἔγνωσται θεραπεύων τὰ ἐν τῷ μέσῳ τῶν ἐν τοῖς ποσὶ δακτύλων
15. ἕλκη, συνεχῶς αὐτοῖς γιγνόμενα δι’ ἀλουσίαν τε καὶ
16. ἀμέλειαν τοῦ διανίζειν αὐτὰ καθ’ ἑκάστην ἡμέραν. τούτῳ
17. τοίνυν αὐτῷ τῷ ῥύπῳ πηλώδει συνεβούλευσά τινι τῶν
18. ἀγροίκων ξύσαντι τὴν ἀλωπεκίαν, ἣν ἔδειξέ μοι, καταχρίεσθαι
1. μετὰ τοῦ ξυρᾷν τὸν τόπον συνεχῶς, ἐκθεραπευθεὶς
2. δὲ ὑπ’ αὐτοῦ καὶ ἄλλους ἐπεχείρησεν οὕτως ἰᾶσθαι, νομίσας
3. ἅπασαν ἀλωπεκίαν ὑπὸ τοῦ φαρμάκου τούτου δύνασθαι
4. θεραπεύεσθαι. ἐγὼ δὲ μετρίαν αὐτοῦ τὴν διάθεσιν
5. θεασάμενος, ἤλπισα διὰ τοῦ ῥύπου θεραπευθήσεσθαι.

6. Ἕτερον δ’
7. ἑξῆς τῷ προγεγραμμένῳ φαρμάκῳ ὁ Ἥρας ἔγραψε κατὰ λέξιν
8. οὕτως. ♃ εὐζώμου σπέρματος μέρος ἓν, καρδάμου μέρος
9. α΄. νίτρου μέρος α΄. ἐν ἐνίοις δὲ ἀντιγράφοις ἁπλῶς γέγραπται
10. ♃ εὐζώμου μέρος ἓν, καρδάμου μέρος ἓν, νίτρου μέρος
11. ἓν, λεάνας πίσσαν ὑγρὰν παράχει καὶ προανατρίβων
12. τὸν τόπον ἐπίπλασσε. καὶ ὅταν ἄρῃς τὸ φάρμακον ἀπόμασσε
13. τὸν τόπον σπόγγῳ ἐκ θερμοῦ, ἆραι δὲ δὶς τῆς ἡμέρας.
14. ἐνεργεῖ δὲ μάλιστα ἐπὶ τῶν παιδίων τοῦτο τὸ
15. φάρμακον, ἰσχυρότερον μὲν γάρ ἐστι τοῦ προτέρου, κεχρονισμένην
16. δὲ καὶ δυσθεράπευτον ἀλωπεκίαν οὐκ ἂν ἰάσαιτο·
17. δηλοῖ δὲ τοῦτο καὶ ὁ Ἥρας αὐτὸς προσγράψας ἐνεργεῖν
18. ἐπὶ παίδων αὐτὸ μάλιστα, τουτέστιν ἐπὶ σωμάτων μαλακὸν
1. ἐχόντων τὸ δέρμα. ῥᾳδίως γὰρ ἐκ τῶν τοιούτων οἱ μοχθηροὶ
2. διαφοροῦνται χυμοὶ, παραπλήσιον δὲ δηλονότι οἱ εὐνοῦχοι
3. καὶ αἱ γυναῖκες ἔχουσι τὸ δέρμα τοῖς παιδίοις.

4.
5. Κρίτων δὲ ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν.
6. πρὸς δὲ τὰς λεγομένας ἀλωπεκίας, πάθος τριχῶν λυμαντικὸν
7. καὶ κοινῶς δυσμορφίας ποιητικὸν, χρηστέον ταῖς
8. ὑπογεγραμμέναις σκευασίαις, ὡς Ἡρακλείδης ὁ Ταραντῖνος.
9. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις κατακαύσας καὶ τρίψας
10. μετ’ ὄξους ἀναλάμβανε μικρὸν μέλιτος ἐπιβαλὼν, ἐπὶ δὲ τῆς
11. χρήσεως προανατρίβων τὸν πεπονθότα τόπον ὀθονίῳ καθαρῷ
12. ἐπίχριε συνεχῶς. ὠφελεῖ δὲ μάλιστα καὶ ἡ συνεχὴς
13. ξύρησις, πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου. ἄλλο ᾧ Μόσχος
14. ἐχρῆτο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας καὶ ὕδατι
15. ἀναλαβὼν ἐπιτίθει προανατρίβων τοὺς τόπους. ἔν τισιν
16. ἀντιγράφοις εὗρον οὐχ ὕδατι ἀλλὰ στέατι ἀρκτείῳ, ἀναλαμβανομένης
17. τῆς τῶν ἐχίνων σποδιᾶς, καὶ μᾶλλον οὕτως ἐμοὶ
18. ἤρεσεν· ἔστι γὰρ ἐνεργέστερον. ἄλλο. καλάμου ῥίζας κατακαύσας,
1. ἀναλαβὼν στέατι ἀρκτείῳ, οὕτως ἐπιτίθει. ἄλλο. θαψίας
2. φλοιὸν τρίψας μετ’ ὄξους ἐπιτίθει. ἄλλο. χαμαιλέοντος
3. ῥίζαν τρίψας ἐπιμελῶς μετὰ ὄξους ἐπιτίθει. ταῦτα προειπὼν
4. ὁ Κρίτων ἐφεξῆς τάδε γράφει. χρονιζούσης δὲ τῆς
5. διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις· ἐνδεικνύμενος
6. ἐκ τούτων τὰ προγεγραμμένα φάρμακα μετρίων
7. εἶναι διαθέσεων ἰατικά. γράφει τοίνυν ἐφεξῆς καὶ τὰ πρὸς
8. τὰς ἰσχυροτέρας διαθέσεις ἁρμόττοντα κατὰ τὴν ἐκείνου λέξιν
9. οὕτως ἔχοντα.

10. Πρὸς ἀλωπεκίας ὡς Ἡρακλείδης ὁ Ταραντῖνος.
12. Ὀρεστίνου πρὸς τὰς κεχρονισμένας ἀλωπεκίας ♃ μυοχόδων
13. 𐅻 β΄. λιβανωτοῦ 𐅻 β΄. ὄξει δριμυτάτῳ διαλύσας
14. ἐπίχριε, προξυρήσας τοὺς τόπους. ἄλλο. ♃ ἐχίνων θαλασσίων
15. σὺν τοῖς ὀστράκοις κεκαυμένων 𐅻 β΄. κηκίδων ὀμφακιτίδων
16. τὸ ἴσον, ἀμυγδάλων πικρῶν κεκαυμένων τὸ ἴσον.
17. μυοχόδων 𐅻 α΄. ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἐπιτίθει.
18. ἄλλο ὡς Ὀρεστῖνος. ♃ ἀρκτείων τριχῶν κεκαυμένων,
19. ἀδιάντου κεκαυμένου, καλάμου ῥιζῶν κεκαυμένων, συκῆς φύλλων
1. κεκαυμένων, κιλικίου ῥάκους κεκαυμένου ἑκάστου τὸ ἴσον
2. ἀναλάμβανε στέατι ἀρκτείῳ καὶ κεδρίᾳ. ἐπὶ δὲ τῆς χρήσεως
3. πυρία, ἀνατρίβων τὸν τόπον συκῆς φύλλοις καὶ νίτρῳ ἀποσμήχων,
4. κατάχριε τῷ φαρμάκῳ καθ’ ἡμέραν, ἑλκωθείσης δὲ
5. τῆς ἐπιφανείας ἐπιτίθει κηρωτὴν διὰ λεκίθου καὶ πυρίνων
6. καὶ κριθίνων ἀλεύρων, χυλῷ προσφάτῳ ἐπίχριε. ἄλλο Ὄθωνος
7. Σικελοῦ ἐπιτετευγμένον. ♃ βατράχων τῶν σμικροτάτων
8. κεκαυμένων ἐν χυτριδίῳ, τῆς σποδοῦ μέρος α΄. μυοχόδων, ἐλλεβόρου
9. λευκοῦ, καλάμου ῥίζης κεκαυμένης, πεπέρεως λευκοῦ,
10. ἑκάστου τὸ ἴσον, ὄξει προσανάλαβε καὶ χρῶ προανατρίβων
11. καὶ ἀποξυρῶν. τὸν τόπον. ἄλλο. ♃ ὀνύχων αἰγείων κεκαυμένων
12. τῆς σποδοῦ, θαψίας χυλοῦ, ἀλκυονίου, μυοχόδων,
13. ἀφρονίτρου, σμύρνης, πεπέρεως λευκοῦ, ζιγγιβέρεως, ἑκάστου
14. τὸ ἴσον τρίψας ἐπιμελῶς ἀναλάμβανε αἰγείᾳ χολῇ.

15. Ἐν τῷ Κλεοπάτρας κοσμητικῷ πρὸς ἀλωπεκίας
17. γέγραπται φάρμακα κατὰ τὴν αὐτῆς ἐκείνης λέξιν, ᾧδέ πως
18. ἔχουσαν. πρὸς ἀλωπεκίας. σανδαράχην λειώσας ἀναλάμβανε
1. ἰξῷ δρυΐνῳ, ὡς ὅτι πλείστῳ καὶ προεκνιτρώσας, ἔμπλασσε εἰς
2. ὀθόνιον καὶ ἐπιτίθει. ἐγὼ δὲ καὶ νίτρου ἀφρῷ προσέμιξα
3. τὰ προειρημένα καὶ ἐνήργησεν καλῶς. ἄλλο. ♃ σκίλλης 𐅻
4. α΄. ἐλλεβόρου λευκοῦ 𐅻 α΄. λεῖα ποιήσας σὺν ὄξει καὶ
5. ξυρήσας καὶ προεκνιτρώσας κατάχριε. ἄλλο. ♃ νάπυος 𐅻
6. α΄. καρδάμου 𐅻 α΄. λεῖα μετ’ ὄξους ἐπιτίθει, προξυρήσας
7. καὶ ἐκνιτρώσας τὸν τόπον, βέλτιον δὲ κατασχάζειν. ἄλλο. ♃
8. φλοιοῦ καλάμου 𐅻 δ΄. ἀφρονίτρου 𐅻 δ΄. πίσσῃ ὑγρᾷ
9. ἀναλαβὼν χρῶ. συνεχῶς δὲ ἐπιξύρα τὸν τόπον καὶ τάχιστα
10. τριχοφυήσει, ἔτι δὲ καὶ προσανάτριβε ὀθονίῳ. ἄλλο. μυῶν
11. κεφαλὰς συναπόθλα ἀνατρίβων. ἄλλο. μυόχοδα λεῖα κατάχριε,
12. ὀθονίῳ ἐφαιμάξας τὸν τόπον. ἄλλο. ἀμύγδαλα πικρὰ
13. σὺν τοῖς λεπύροις καύσας, τρῖψον μετ’ ὄξους καὶ μέλιτος καὶ
14. τὸν τόπον ἐφαιμάσσων τῇ ἀνατρίψει κατάχριε. ποίει δὲ
15. τοῦτο συνεχῶς καὶ ἀναξύρα τὸν τόπον, καὶ ταχέως τρίχες
16. ἀναβήσονται. ἄλλο. αὕτη ἡ δύναμις πασῶν ἐστι βελτίων,
17. ποιοῦσα καὶ πρὸς ῥεούσας τρίχας, σὺν ἐλαίῳ ἢ μύρῳ ἐνιεμένη
1. καὶ τοῖς ἐν ἀρχῇ μαδαριῶσιν ἢ εἰς φαλακρότητα ἐμπίπτουσιν,
2. ἔστι δὲ θαυμάσιος. ♃ μυῶν τῶν κατοικιδίων κεκαυμένων,
3. μέρος α΄. ἀμπελίνου ῥάκους κεκαυμένου μέρος ἓν,
4. ἱππείων ὀδόντων κεκαυμένων μέρος ἓν, στέατος ἀρκτείου
5. μέρος ἓν, μυελοῦ ἐλαφείου μέρος α΄. καλάμου φλοιοῦ μέρος
6. ἓν, ταῦτα ξηρὰ λειούσθω καὶ προσμισγομένου μέλιτος ἱκανοῦ,
7. ἕως ἂν σχῇ μέλιτος πάχος, τριβέσθω καὶ μιγνυέσθω τὸ
8. στέαρ καὶ ὁ μυελὸς τακέντα, καὶ ἀποτιθέσθω εἰς πυξίδα
9. χαλκῆν τὸ φάρμακον καὶ ἀνατριβέσθω ἡ ἀλωπεκία, μέχρις
10. οὗ ἀνατριχοφυήσῃ. ὁμοίως δὲ καὶ αἱ ῥέουσαι τρίχες καθ’
11. ἡμέραν ὑποχριέσθωσαν. καὶ τούτων τῶν φαρμάκων καὶ τῶν
12. ἐφεξῆς γραφησομένων οὐ χαλεπὸν διακρῖναι τά τε δριμύτερα
13. καὶ ἰσχυρότερα καὶ τὰ μαλακώτερα καὶ ἀσθενέστερα, μεμνημένους
14. ὧν κατ’ ἀρχὰς εἶπον. οὕτω γὰρ ὑπάρχει καὶ τὸ κεχρῆσθαι
15. καλῶς αὐτοῖς, ἐπὶ μὲν τῶν μετριωτέρων ἀλωπεκιῶν
16. τοῖς μετριωτέροις, ἐπὶ δὲ τῶν ἰσχυροτέρων τοῖς ἰσχυροτέροις,
17. ὥσπερ γε κᾀπὶ τῶν ἰσχυροτάτων τοῖς ἰσχυροτάτοις.

1. Ἔγραψε καὶ Ἀρχιγένης ταῦτα τὰ φάρμακα
3. πρὸς ἀλωπεκίας διὰ τῆσδε τῆς λέξεως. τὰς ἐπιπολαίους ἀλωπεκίας
4. ἐκνιτρώσας καὶ ὀθονίῳ ἐκμάξας περιστερεῶνι ἐν ἡλίῳ
5. τριβέντι καὶ ὄξει διέντι, κατάχριε ἱκανῶς ἢ ὁμοίως σμήξας
6. σεύτλου φύλλα ἐπίθες, ἐπάνω δὲ ὑγρὸν ὀθόνιον, ἀφαίρει
7. δὲ βρέχων τὸν τόπον. τὰς δὲ βαθείας ἀνάτριβε σὺν ὄξει,
8. νίτρου βώλῳ ἢ σηπίας ὀστράκῳ ἢ ἰχθύᾳ ἢ συκῆς φύλλοις,
9. μέχρις ἀναξασμοῦ, εἶτα ἀπομάξας τὸ αἷμα σεῦτλον ἐν οἴνῳ
10. ἑφθὸν ἐπίθες, ἢ ἰσχάδας κεκαυμένας ἐν οἴνῳ ἢ φακοῦ
11. ἄλευρον σὺν οἴνῳ κατάπλασσε ἢ φλυκταινώσας τὴν ἀλωπεκίαν
12. βουπρήστει μετ’ ὄξους ἢ βατραχίῳ ἢ ἄρου ῥίζῃ σύν
13. τινι τούτων κηρωτοειδὲς ποιήσας καὶ ἐπιθεὶς εἰς νύκτα, πρωὶ
14. δ’ ἀποσχάσας τὰς φλυκταίνας κατάπλασσε σκορόδῳ ἢ βουσελίνῳ
15. ἢ ἀνεμώνης φύλλοις, καλῶς ποιοῦσι μετὰ τὰς φλυκταινώσεις
16. καὶ ἱππόκαμποι θαλάσσιοι καέντες καὶ ἐπιπασσόμενοι
17. μετ’ ὀλίγου χαλκάνθου, ὠμοῦ λείου ἢ ὑείων σιαγόνων
1. ὀστᾶ κεκαυμένα. ἄλλο. ἢ ξυρήσας καὶ σμήξας ἀφρονίτρῳ καὶ
2. ἀλκυονίῳ μετὰ δριμέος ὄξους ἀνάτριβε, μέχρις ἂν αἱμάξῃ,
3. εἶτα κατάχριε καρύων Ποντικῶν κελύφεσιν κεκαυμένοις λεάνας
4. μετὰ μέλιτος, θεράπευε δὶς τῆς ἡμέρας. τὸ πολὺ καθίστησιν
5. ἐν ἡμέραις δέκα. ἢ μύας κατοικιδίους ἐν χύτρᾳ καύσας,
6. λείους ἀναλάμβανε ἀξουγγίῳ καὶ προανατρίβων σκορόδῳ
7. τὰς ἀλωπεκίας ἐν σπληνίῳ ἐπιτίθει, καὶ τοῦτο καθ’ ἡμέραν
8. ποίει, μέχρις ἂν ἐκφυῶσιν τρίχες. ἢ βατράχια τὰ μικτὰ ὁμοίως
9. κατακαύσας τὴν τέφραν μετὰ πίσσης πολλάκις ἀνεξεσμένης,
10. μέχρις ἂν παχεῖα γένηται, ἐπίχριε μήτε προξυρῶν μήτε προσμήχων.
11. ἢ μυόχοδα καὶ λίβανον ἴσα σὺν ὄξει μέλιτος πάχος
12. κατάχριε προφοινίσσων, ἢ σῦκα ξηρὰ κεκαυμένα κατάχριε μετ’
13. ἐλαίου ὁμοίως λειώσας. ἢ ἐλλέβορον λευκὸν, πέπερι, μυόχοδα
14. προσμήξας καὶ καταξύσας, σὺν ὄξει κατάχριε. ἢ ῥαφάνῳ καὶ
15. κρομμύῳ, ἐπικαρσίως τμηθέντι ἀνατρίψας εὖ μάλα κατάχριε.
16. ἢ ἀλκυονίῳ πεφοσμένῳ καὶ βάπτων τὸν δάκτυλον ἐν ἐλαίῳ
17. τρῖβε ἐπιμελῶς, μέχρις ἂν δηχθῇ, καὶ κατορθώσεις. ἢ ἀλκυόνιον
1. πρὸς λύχνον φώξας καὶ στέαρ ἄρκτειον ὁμοίως τήξας,
2. μίξον καὶ κατάχριε προσμήχων ἐν ἡλίῳ. ἢ προκεντήσας ὡς
3. ἔθος, κατάπλασσε κρομμύῳ λείῳ μετὰ μέλιτος. ἢ ῥαφάνου
4. φλοιῷ ὁμοίως. ἢ κατασχάσας καλάμου ἐπιφάνειαν, ἣν Αἰγύπτιοι
5. σιφθείριον καλοῦσι, κεκαυμένην πίσσῃ ὑγρᾷ πρόσμιγε
6. καὶ σπλήνιον ἐπιτιθεὶς λῦε τετράκις ἢ πεντάκις, εἶτα
7. ἀποσμήξας ἄλλο σπλήνιον ἐπιτίθει. ἔνιοι νίτρον πρὸς τὸ
8. δέκατον τῆς τέφρας μίσγουσι καὶ λίαν ὠφελοῦσιν. ἢ λεπίδι
9. στομώματος μετ’ ὄξους καὶ ἐλαίου κατάχριε ὁμοίως. ἢ αἰλούρου
10. ἢ κροκοδείλου κόπρου 𐅻 στ΄. νάπυος 𐅻 δ΄. μετ’
11. ὄξους δριμέος κατάχριε. ἢ κανθαρίδας κεκαυμένας πίσσῃ
12. ὑγρᾷ ἀναλαβὼν ὡς κηρωτὴν ὑγρὰν γενέσθαι, προαποσμήξας
13. νίτρῳ ὀπτῷ καὶ ἐκμάξας ἐν σπληνίῳ, ἐπίθες καὶ ἔα διανυκτερεῦσαι,
14. πρωὶ δὲ ἄρας ἔα ξηρανθῆναι τὸν τόπον, μέχρις
15. ἂν περιῤῥαγῇ. ὅταν δὲ ἀναστείλωσιν αἱ τρίχες, ξύρα συνεχῶς.
16. ἢ κάρδαμον, οἱ δὲ πέπερι, μυόχοδα, ἐλλέβορον λευκὸν,
17. ἴσα μετ’ ὄξους κατάχριε ἢ αἱμάξας ἐπιπολῆς ἰχθύᾳ ἢ συκίνῳ
1. φύλλῳ ἢ κισσήρει λείᾳ, ἀμύγδαλα πικρὰ καύσας μετ’
2. ὀξυμέλιτος κατάχριε. συνεχῶς δὲ τοῦτο ποίει καὶ ξύρα, αὐξήσουσι
3. γὰρ ταχέως. ἢ χελώνης θαλασσίας αἵματι κατάχριε,
4. ἐπαινεῖται. ἢ ἱπποποτάμου δέρμα καύσας κατάχριε. ἢ καρύοις
5. Ποντικοῖς κεκαυμένοις καὶ σταφίσιν ἀγρίαις σὺν δαφνίνῳ
6. μύρῳ, τοῦτο γὰρ Ἀρχιγένης ἐπαινεῖ. ἢ μυόχοδα καὶ ἐλλέβορον
7. κατάχριε λευκόν. ἢ καλάμου φλοιοῦ κεκαυμένου καὶ
8. νίτρου ἑκάστου ἴσον, πίσσῃ ὑγρᾷ μαλαγματῶδες ποίει. ἢ
9. κάρυα πικρὰ σὺν τοῖς λεπύροις καύσας μετ’ ὄξους ἢ μέλιτος,
10. πυκνῶς κατάχριε προεκμάξας ὀθονίῳ καὶ ξύρα τὸν τόπον
11. πυκνῶς. ἢ ἀμμωνιακοῦ θυμιάματος μετ’ ὀποῦ τιθυμάλλου
12. ἀνάτριβε. ἢ αἰλούρου ἀφοδεύματι ξηρῷ μετ’ ὄξους
13. ἢ ῥοὸς 𐅻 δ΄ ἢ β΄. σινήπεως 𐅻 β΄ σὺν ὄξει δριμεῖ κατάχριε.
14. ἢ ἀμυγδάλοις πικροῖς καὶ κισσήρει ἐπίχριε. Διονυσίδωρος
15. δὲ ὁ ἰατρὸς, κάσσυμα καινὸν καίων μετ’ ὄξους δριμέος
16. κατάχριε. ἄκρως δὲ ποιεῖ ἐπὶ τῶν χρονίων, εἰ θαψίας
17. χυλὸν ἢ ῥίζαν ἀναλαβὼν κηρωτῇ ἐπιθείης τῷ τόπῳ μετὰ
1. τοῦ μηδὲν ἄλλο προσαπεργάσασθαι. ἀφίσταται γὰρ ἡ ἄνωθεν
2. ἐπιφάνεια καὶ ἰχωῤῥοεῖ, ὑποφύονταί τε αἱ τρίχες αὐτόματοι.
3. ὁρᾷς ὅπως καὶ ὁ Ἀρχιγένης ἐπαινεῖ τὸ διὰ τῆς θαψίας,
4. οὐ γὰρ ἂν εὕροις ἄμεινον αὐτοῦ φάρμακον. αὐξάνεται
5. δ’ ἡ πίστις τῶν ὠφελούντων κᾀκ τῆς συμφώνου ἱστορίας,
6. καὶ διὰ τοῦτο κᾀγὼ τὰ παρὰ τοῖς ἐμπείροις ἰατροῖς
7. φάρμακα γράφω πάντα.

8. Οὐ τοῦ νεωτέρου δηλονότι μέμνημαι νῦν
10. Ἀσκληπιάδου, τοῦ συνθέσεις φαρμάκων ἀξιολόγους ἐν πολλοῖς
11. γράψαντος βιβλίοις, ἀλλὰ τοῦ παλαιοτέρου τοῦ Βιθυνοῦ.
12. οὗτος τοίνυν ὁ Ἀσκληπιάδης σεμνύνεται θεραπείας
13. ἀγωγὴν εὑρηκέναι δι’ ἧς ἰᾶσθαί φησιν πολλοὺς, ἀλωπεκίας
14. δυσθεραπεύτους ἔχοντας, πλέον δέ φησιν εἰς τὴν θεραπείαν
15. δύνασθαι τὴν ὅλην δίαιταν ἢ τὰ φάρμακα· περὶ μὲν οὖν
16. τῆς διαίτης τάδε γράφει. ἀφεκτέον οὖν παντὸς οἴνου εἰς
17. τέλος, διὰ ταύτας τὰς αἰτίας. εὔδηλον δ’ ὅτι προείρηκεν
18. αὐτὸς τὰς αἰτίας, ἃς ἔξεστι βουλομένῳ μαθεῖν, ἀναγνόντι
1. τὸ βιβλίον. εἶτ’ ἐφεξῆς φησιν· ἀφεκτέον δὲ καὶ τοῦ λίαν
2. ὑπερεμπίπλασθαι, κωλύει δὲ καὶ κρεῶν ἐσθίειν καὶ τυροῦ
3. καὶ γάλακτος καὶ ὀσπρίων καὶ πάντων ἁπλῶς ὅσα δυνάμεις
4. ἐν μικροῖς ὄγκοις ἔχει πολυτρόφους τε καὶ πνευματούσας,
5. ἀλλὰ καὶ τὰ πολλὰ τῶν γυμνασίων κελεύει φεύγειν, ὥσπερ
6. γε καὶ τὰ συνεχῆ λουτρὰ καὶ τοὺς πολλοὺς ἱδρῶτας. περὶ
7. δὲ τῶν φαρμάκων τάδε γράφει κατὰ λέξιν. ἔστι δὲ τὸ μὲν
8. πρῶτον σύγχρισμα τοιοῦτον. ♃ ἀφρονίτρου μέρη δύο, ἁλὸς
9. ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα λεάναντες, ὄξει διέντες ὡς
10. δριμυτάτῳ μέχρι τοῦ λαβεῖν γλοιοῦ πάχος, προκαταξυσθείσης
11. τῆς ἀλωπεκίας κούφως, ὥστε δασυνθῆναι καὶ ἔναιμον
12. γενέσθαι τὸν τόπον, μετρίως καταχρίοντες τὴν κεφαλὴν καὶ
13. τρίψαντες μέχρι τοῦ συλλαβεῖν καὶ εἰς βάθος παρενεχθῆναι
14. τὸ φάρμακον, καλῶς προκαταχρίσαντες ἡσυχάζειν ἐῶμεν ἕως
15. δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες τῇ ἑσπέρᾳ καὶ τῇ ἑξῆς
16. καὶ τῇ τρίτῃ παραπλησίως, μεγάλην παραλλαγὴν εὑρίσκομεν.
17. ἵσταται γὰρ ἡ νομὴ καὶ αἱ τρίχες καταψώμεναι καὶ μὴ
18. διελκόμεναι μετὰ βίας ἀντείχοντο καὶ οὐκ ἀνεσπῶντο. ἔπειτα
1. τῇ ἑξῆς ἐπανατρίψαντες ἐν ὄξει καταπλάττομεν, μέχρι
2. τοῦ φλυκταίνας ἐπαναστῆναι καὶ ἕλκωσιν ἐπιπόλαιον λαβεῖν
3. τὸ δέρμα. παρασχάσαντες δὲ τὰς φλυκταίνας καὶ ἄχρι δυεῖν
4. ἡμερῶν ὑποδεξάμενοι τὸ ὑδατῶδες, τὸ ἀπὸ τῶν ἑλκῶν ῥέον,
5. ἐχρώμεθα πάλιν τῷ αὐτῷ συγχρίσματι, φειδόμενοι τῶν ἑλκωδῶν
6. τόπων καὶ ὑπερβαίνοντες, αὐτοὺς δὲ τοὺς ὑγιεῖς
7. λαμβάνοντες καὶ τούτους καταψῶντες ἡσυχάζειν ἐῶμεν ἕως
8. δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες καὶ ἀνατρίβοντες ἐπὶ
9. βραχὺ, μέχρις ἑπτὰ καὶ ὀκτὼ ποιοῦντες ἡμερῶν, ἤδη που
10. συνθεωροῦμεν ἀπὸ τῶν περάτων τῆς ἀλωπεκίας, οὐκ ἔτι
11. λεπτὰς καὶ χνοώδεις τρίχας ὡς ἔμπροσθεν, ἀλλ’ ἐμβριθεστέρας,
12. ἔπειτα κατὰ μικρὸν ἀεὶ ταύτας ἐπιβαινούσας τοῖς ἐψιλωμένοις,
13. συνεκλειπούσας δὲ πάλιν τὰς λεπτὰς καὶ ἀσθενεῖς
14. ὁμοίου τινὸς συμβαίνοντος τοῖς ἡλκωμένοις. καὶ γὰρ
15. ἐπὶ τῶν ἑλκῶν ἀπὸ τοῦ πέρατος ἡ οὐλὴ τὴν ἀρχὴν λαμβάνουσα
16. τὸ ἔσχατον εἰς τὰ μέσα τοῦ ἕλκους ἀποτελευτᾷ, ἐπί
17. τε τῆς ἀλωπεκίας τὰ πρὸς τῷ τετριχωμένῳ πρῶτα ἐξισχύει
18. καὶ δασύνεται, τὰ δ’ ἐν τοῖς μέσοις ὕστατα πάντων τριχοφυεῖ.
1. προκοπτούσης μὲν οὖν τῆς θεραπείας οὕτως, οὐδὲν
2. προσδεόμεθα φαρμάκων ἑτέρων, ἀλλ’ ἑνὶ τούτῳ διὰ πλείονος
3. ἀεὶ χρόνου χρώμεθα καὶ ὑπήκουεν ἐπιεικῶς τὸ πάθος, εἰ
4. μὴ παντελῶς εὐμεγέθης ἡ ψιλότης εἴη. τὸν δὲ μέσον χρόνον
5. τῷ τε καταξυσμῷ τῷ διὰ τοῦ σμιλίου συνεχῶς ἐνηργοῦμεν,
6. καὶ ἔστιν ὅτε τῇ ἀκμῇ τοῦ ὀξυβελοῦς ἐπικρούοντες τὸν
7. χρῶτα διὰ τῶν νυγμάτων αἱμάτιον ἐκομισάμεθα σύμμετρον.
8. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης αὐτοῖς ὀνόμασιν ἐφεξῆς
9. ἀπεφήνατο περὶ ξυρήσεως ἐναντίως τοῖς ἄλλοις. οὐ γὰρ συνεχῶς,
10. ἀλλ’ ἐκ διαλειμμάτων κελεύει ξυρᾶσθαι τὸ πεπονθὸς
11. μόριον, ὅταν ἤδη μετρίως παχεῖαι τρίχες ἐν αὐτῷ φύωνται.
12. τὰς δ’ ἀρχομένας ἔτι καὶ λεπτὰς οὐκ ἀξιοῖ ξυρᾷν. μετὰ δὲ
13. τὸν περὶ τῆς ξυρήσεως λόγον ἐφεξῆς γράφει κατὰ λέξιν
14. οὕτως. εἰ δὲ καταβραδύνοιτο τῆς τριχώσεως, ἐπὶ τὰς ὑπογεγραμμένας
15. δυνάμεις καταφεύγομεν, εἰσὶ δὲ τοιαῦταί τινες.
16. ἐχίνου χερσαίου τὴν κεφαλὴν ἢ τὸ δέρμα κατακαύσας καὶ
17. τρίψας λεῖον μέλιτι δεύσας ἐπίχριε. ἄλλο. ἱπποκάμπον θαλάσσιον
18. καὶ νίτρου μικρὸν συγκατακαύσας καὶ στέαρ χήνειον
1. μίξας, κατάχριε προεκνιτρώσας τὸν τόπον. ἄλλο. θαψίαν ἐν
2. ὕδατι δεύσας κατάχριε. ἄλλο. μυῶν τὰ διαχωρήματα μετ’
3. ὄξους λειώσας κατάχριε. ἄλλο. καλάμου κυπρίου λαβὼν τὰ
4. φύλλα καὶ κατακαύσας ἐπὶ κεραμίδος, ἔπειτα ῥητίνῃ πιτυΐνῃ
5. ὡς πλεῖστον τῆς τέφρας ἀναλαβὼν, ἔμπλασσε καὶ προκατασχάσας
6. τὴν ἀλωπεκίαν ἐπίθες καὶ ἐπίδησον. ἢ τὸν φλοιὸν
7. ἢ τὴν κόμην τῶν καλάμων ὡσαύτως σκεύασον, ἔτι δὲ καὶ
8. νίτρου τῆς τέφρας τὸ ἴσον μίξας καὶ πίττῃ ἀναλαβὼν χρῶ.
9. ἔστι δὲ οὐκ ἄπρακτον, ἀλλ’ ἱκανῶς ἐνεργοῦν. ἐπὶ τούτοις
10. ὁ Ἀσκληπιάδης μνημονεύει καὶ τῶν μυιῶν, ἃς κελεύει θηρεύσαντας
11. ὡς πλείστας εὐθέως ἐνθλίβειν τὰς κεφαλὰς αὐτῶν
12. εἰς τὰ ἐψιλωμένα τῆς ἀλωπεκίας, καὶ μάλιστα, φησὶν,
13. ἐπειδὰν ἑλκώσωμεν αὐτήν. καὶ γὰρ καὶ συμφέρει, φησὶ, τὸ
14. ἀπὸ τῶν μυιῶν αἷμα παροξυνομένῃ τηνικαῦτα τοῖς διὰ
15. τοῦ νίτρου καὶ τῶν ἁλῶν συντιθεμένοις φαρμάκοις, ὑφ’ ὧν
16. οὐ μόνον δάκνεσθαί φησιν αὐτὰς, ἀλλὰ καὶ φλυκταινοῦσθαι.

17.
18. Προειπών τινα κατὰ τὴν ἰδίαν ἀγωγὴν μνημονεύσας τε καὶ
1. τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων, ἐφεξῆς γράφει κατὰ
2. λέξιν οὕτως. διὸ καὶ προσφάτου τυγχάνοντος αὐτοῦ συστολὴ
3. τὸ πρῶτον ἁρμόσει, καὶ μετὰ ταῦτα ἁπλοῦν τροφίον
4. εὔχυλον καὶ καταβροχὴ δι’ ἐλαίου γλυκέος θερμοῦ, καὶ ἄρτος
5. ἐν καταπλάσμασι, πυρίαι τε καὶ καταξυσμοὶ καὶ σικύαι καὶ
6. κηρωτὴ καὶ ἀνάληψις. χρονίσαντος δὲ συνεχὴς ξύρησις καὶ
7. φοινιγμὸς διὰ νάπυος καὶ ἀνατρίψεις αἱ γεγραμμέναι, ταῖς
8. ἑξῆς ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου, καὶ δι’ ἀνατρίψεως
9. τῆς διὰ φύλλων συκῆς ἢ κρομμύων ἢ ὀθονίου περιειλημμένου
10. τῷ λιχανῷ δακτύλῳ ἢ τῷ ἀντίχειρι καὶ μετὰ τὴν
11. ἀνάτριψιν κατασχασμοί. ἔνιοι δὲ βελόνας συνδήσαντες, ὥστε
12. τὰς ἀκμὰς ὑφ’ ἓν ἔχειν, κατεκέντησαν δι’ αὐτῶν τὸ δέρμα,
13. μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν κατασχασμὸν
14. φάρμακα μετασυγκριτικὰ ἐπίχριστα ἢ ἐπίπλαστα.
15. τοιαῦτα δὲ πολλὰ κατὰ μέρος ἐστί. καὶ γὰρ καὶ κρόμμυον
16. λεῖον ἢ ῥαφάνου φλοιὸς ἑκάτερον μετὰ μέλιτος ἐπιπλασσόμενον
17. ἢ ἀφρονίτρου μέρος ἓν, ῥοῦ μέρη β΄. καὶ ἁλὸς
1. ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα καὶ λελειωμένα μετ’ ὄξους
2. δριμέος, ἄχρι τοῦ λαβεῖν γλοιοῦ πάχος. γέγραπται δὲ καὶ
3. ἄλλα πολλὰ, φησὶν, παρά τε Ἀσκληπιάδῃ καὶ Ἡρακλείδῃ
4. τῷ Ταραντίνῳ καὶ Ἐλεφαντίδῃ καὶ Μοσχίωνι διὰ τοῦ κοσμητικοῦ,
5. ἐξ ὧν ἔγραψε καὶ αὐτὸς τά θ’ ὑπ’ Ἀσκληπιάδου προγεγραμμένα
6. καὶ ἄλλα τινὰ ὧν ἐφεξῆς μνημονεύσω. ♃ ἀρκτείου
7. στέατος μέρος ἓν, καλάμου φύλλων κεκαυμένων τέφρας
8. μέρος ἓν, σιδήρου στομώματος λεπίδα, ὄξει καὶ ἐλαίῳ
9. μίξας παλαιῷ κατάχριε. ἄλλο. ♃ αἰλούρου ἢ κροκοδείλου
10. κόπρου 𐅻 η΄. νάπους 𐅻 δ΄. μετ’ ὄξους δριμέος. ἄλλο. ♃
11. κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον, μετ’ ὄξους δριμέος.
12. ἄλλο. ♃ κάρδαμον καὶ μυόχοδα καὶ ἐλλέβορον λευκὸν καὶ
13. πέπερι, ἴσα μετ’ ὄξους δριμυτάτου. ἄλλο. νᾶπυ καὶ κάρδαμον
14. ἢ σφονδύλιον καύσας καὶ λειώσας, ὄξει κατάχριε. ἄλλο.
15. ♃ βατράχων κεκαυμένων 𐅻 ιη΄. κισσήρεως κεκαυμένης 𐅻
16. ιβ΄. ἐν ἄλλῳ ιε΄. νάπους 𐅻 η΄. νίτρου 𐅻 δ΄. καρύων κεκαυμένων
17. 𐅻 κδ΄. ἄλλο. καὶ κηρωτὴ διὰ πεπέρεως καὶ πυρέθρου
18. καὶ ἀσβέστου καὶ μυρσίνου ἐλαίου. δεῖ δὲ καὶ
1. προανατρίβειν τὸ πεπονθὸς, ἤτοι δι’ ἀλκυονίου κεκαυμένου
2. ἄχρις ὅτου δηχθῇ, ἢ ἐχίνου θαλασσίου κεκαυμένου τῆς σποδοῦ
3. ὀθονίῳ ἐνηλειμμένης, μέχρις ἂν ἔρευθος γένηται. ἄλλα
4. φάρμακα ἐν χρήσει γεγονότα τὰ μὲν ἐμοὶ, τὰ δὲ τοῖς διδασκάλοις
5. μου, τὰ δὲ φίλοις ἰατροῖς. προσμίξας φοινίξουσι
6. κίσσηριν, προπυριάσας καὶ χρίσας θαψίας χυλῷ ἄχρις ἂν
7. ἐπαρθῇ, εἶτα πυριάσας κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. ♃ καλάμου
8. φύλλων καὶ ῥίζης αὐτῶν κεκαυμένων καὶ ἄρκτου τριχῶν
9. καὶ ἀδιάντου καὶ στέατος ἀρκτείου καὶ πίσσης ὑγρᾶς
10. καὶ τριχῶν αἰγείων κεκαυμένων καὶ κεδρίας, ἁπάντων ἴσων
11. ὄντων ὀκτὼ καὶ οὕτως ἔγχεε τὰ τηκτὰ μετὰ τῶν ξηρῶν
12. προαποσμήχων. ἄλλο. συκῆς φύλλοις μετὰ ὄξους ἄχρι χνοώδεις
13. ἀναβῶσιν καὶ τότε βοτάνης τῆς λεγομένης στοιβῆς, χυλῷ
14. κατάχριε. ἄλλο. βατράχους λεπτοὺς καύσας ἐπίπασον μετὰ
15. πίσσης ὑγρᾶς χλιαρᾶς, εἶτα ἐπίχριε μήτε προξυρῶν μήτε προσμήχων.
16. ἄλλο. ♃ ἀφρονίτρου 𐅻 δ΄, μυῶν ἀφοδεύματος
17. 𐅻 β΄, καλάμου φλοιοῦ κεκαυμένου 𐅻 β΄, πίσσῃ ὑγρᾷ ἀναλαμβάνων,
18. ποίει σπλήνιον καὶ προξυρῶν τὸν τόπον καὶ
1. προεκνιτρῶν, ἐπιτίθει καὶ μὴ ἀφαίρει πρὸ δυεῖν ἢ τριῶν ἡμερῶν.
2. ἄλλο. ♃ νάπυος καὶ κόπρου αἰλούρου τὸ ἴσον ἑκατέρου
3. προσμήξας, τὸν τόπον κατάχριε. ἄλλο. κατασχάσας
4. κατάχριε σηπίας τῷ μέλανι ἢ πράσιον χλωρὸν τρίψας κατάχριε.
5. ἄλλο. σφαιρίτιδος φύλλα πεφρυγμένα λειοτρίβει
6. μετ’ ὄξους καὶ ἐπιτίθει. καλεῖται δὲ σφαιρῖτις ἡ τὰ σφαιρία
7. φέρουσα κυπάρισσος. ἄλλο. κάρυα πικρὰ σὺν τοῖς λέμμασιν
8. κατακαύσας μετὰ μέλιτος καὶ ὄξους κατάχριε προξυρήσας.
9. ἄλλο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας μετὰ
10. μέλιτος καὶ ὄξους προξυρήσας κατάχριε. ἄλλο. ἀλκυονίου κεκαυμένου
11. καὶ μυῶν ἀφοδεύματα μετὰ πράσου χυλοῦ κατάχριε.
12. ἄλλο. ♃ θαψίας ῥίζης 𐅻 δ΄. χαμαιλέοντος ῥίζης 𐅻
13. β΄. ἀναλάμβανε ἰξῷ εἰργασμένῳ καὶ ἀναπλάσας ἐπιτίθει καὶ
14. ὅταν προερεθισθῇ, ἐξάρπαζε. ἄλλο. ♃ καλάμου Ἑλληνικοῦ
15. φύλλων κεκαυμένων 𐅻 δ΄. μυοχόδων 𐅻 β΄. ἐχίνων κεκαυμένων
16. 𐅻 α΄. μετὰ ὄξους λεάνας κατάχριε. ἄλλο. ♃ ἁλὸς
17. ἀμμωνιακοῦ 𐅻 α΄. νίτρου 𐅻 α΄. φώξας ἀμφότερα καὶ δεύσας
18. ὄξει, κατάχριε τρὶς τῆς ἡμέρας προεκνιτρώσας τὸν τόπον.
1. ἄλλο. ♃ ἀμυγδάλων πικρῶν ὀπτῶν τριόβολον, κισσήρεως
2. ὀβολοὺς δύο, ἁλὸς ἀμμωνιακοῦ τριόβολον, ὁμοίως
3. κατάχριε δι’ ὄξους. ἄλλο. πέπερι, μυόχοδα, ἐλλέβορος λευκὸς
4. ἴσα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου κατάχριε. ἄλλο. στομώματος
5. λεπίδα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου κατάχριε. ἄλλο.
6. προσερεθίσας τὸν τόπον διὰ κισσήρεως κατάχριε, μίξας θείου
7. καὶ νίτρου ἀφροῦ καὶ ἀμμωνιακοῦ τὸ ἴσον ἑκάστου μετ’ ὄξους.
8. ἄλλο. ♃ ἀλκυονίου δραχμὴν μίαν, θείου ἀπύρου 𐅻 στ΄.
9. μυιῶν πεφωσμένων ὥστε ἀναξηρανθῆναι κύαθον ἕνα, τὰς
10. μυίας λέαινε ἰδίᾳ καὶ τὸ θεῖον, τὸ δὲ ἀλκυόνιον ἑψήσας ἐν
11. ὕδατι συλλέαινε τοῖς ξηροῖς, παραχέον ἀνὰ μέρος χολῆς ὑείας
12. καὶ ὄξους, ἕως γλοιῶδες γένηται, εἶτα ἀξουγγίαν τὴν ἀπὸ
13. τῶν τροχῶν ξύσας καὶ ἐπὶ τῆς χειρὸς ἀναμαλάξας μίξον,
14. ὡς ἐμπλαστρῶδες γενέσθαι καὶ προξυρήσας τὴν ἀλωπεκίαν
15. καὶ προφοινίξας, ἐπίχριε τῷ φαρμάκῳ θαῤῥῶν ὡς ἀρίστῳ.
16. ἄλλο. προαποσμήξας τὸν τόπον, ὄξει διαβεβρεγμένον χόνδρον
17. λειώσας καὶ προσβαλὼν ὀποῦ Κυρηναϊκοῦ βραχὺ, κατάχριε.
18. ἄλλο. προαποσμήξας τὸν τόπον καὶ κατασχάσας ἰσχάδας
1. ὀπτὰς, μετὰ γλυκέος κατάπλασσε. ἄλλο. κατάχριε γλυκεῖ, εἶτα
2. νάρθηκα κεκαυμένον κατάπλασσε. τὰ ἐφεξῆς γεγραμμένα δύο
3. φάρμακα θαυμάσιά ἐστιν, τὴν λέξιν ἔχοντα τοῦ δόντος αὐτὰ
4. πρὸς ἀλωπεκίας φαλακρώσεις, ἀραιότητας τριχῶν δυσαλθεῖς,
5. ἐπὶ κεφαλῆς, ἐπὶ γενείων, ἐπὶ ὀφρύων. ♃ προβάτου τῶν τριχῶν
6. γο α΄. καλάμου ῥίζης γο στ΄. πτέρεως σὺν τῇ ῥίζῃ γο
7. γ΄. S". λοπίμου τῶν πωγώνων γο γ΄, ἐρίων οἰσυπηρῶν ὡς
8. ὅτι λιπαρωτάτων γο στ΄. κεφαλὰς μυιῶν ἀριθμῷ λστ΄. μυίας
9. ε΄ χωρὶς κεφαλῶν. πάντα εἰς καινὴν χύτραν ἐμβαλὼν ἔνθες
10. ἐν ἰπνῷ, εἶτα τὴν τέφραν αὐτῶν λέαινε. προτετρίφθω δέ σοι
11. ἐν οἴνῳ Ἀμιναίῳ λαδάνου γο α΄. σμύρνης γο α΄. καὶ προσεμβεβλήσθωσαν
12. ἐλαίου παλαιοῦ γο β΄. κεδρίνου γο α΄. μαλαβάθρου
13. γο β΄. εἶτα περιπάσας τὰ ξηρὰ ἀνελοῦ, προανατρίψας
14. δὲ ὀθονίῳ τὴν ἀλωπεκίαν, εἶτα κούφως κατακνίσας
15. ἢ κρομμύῳ ἢ σκίλλῃ ἢ συκῆς φύλλῳ ἀναξύσας σχολαίως,
16. ἐπίχριε ἀνατρίβων τὸ φάρμακον καὶ λουσάμενος ἐντόνῳ
1. ὀθονίῳ ξέων, ταῖς ἐχομέναις ἀρκοῦ ἐπιχρίων ἕως διμήνου,
2. ἐπιμένων δὲ καὶ φαλάκρωσιν ἰάσῃ.

3.
4. Στέατος ταυρείου ἡλιωμένου λίτραν μίαν, ἀδάρκης γο α΄.
5. θαψίας χυλοῦ γο α΄. S". οἱ δὲ γο S". σμύρνης καλῆς γο α΄.
6. πολυτρίχου λίτρας S". καλλιτρίχου λίτρας S". ὄνου μορίου
7. λίτραν μίαν, σπληνὸς ὄνου λίτραν α΄. λαδάνου τὸ ἴσον. τὸ
8. λάδανον ἐγὼ βρέξας ἐν οἴνῳ βραχεῖ ἐλείωσα τὸ στέαρ, τήξας
9. ἐφ’ ὕδατος ἀτμῷ, εἶτα τοῦ ὄνου τὸ μόριον ὀπτὸν ξύε, ἕως
10. οὗ δαπανηθῇ. τὸν δὲ σπλῆνα φρύγε σὺν τῷ καλλιτρίχῳ
11. καὶ πολυτρίχῳ ἐν χύτρᾳ καινῇ καὶ κόψας τὰ κοπτὰ καὶ
12. κοσκινήσας ἀναλάμβανε ἐν γλευκίνῳ ἢ Σαβίνῳ ἐλαίῳ χρῶ
13. πρὸ βαλανείου προκτενίζων τὴν κεφαλήν. εὔδηλον δ’ ὅτι
14. τὰ αὐτὰ φάρμακα καὶ πρὸς τὰς τῶν γενείων τρίχας μὴ φυομένας
15. ἁρμόττει. ἄλλο. ♃ τήλεως ξέστας δ΄. λινοσπέρμου ξέστας
16. β΄. λαδάνου γο η΄. ἀκακίας χυλοῦ γο στ΄. φύλλου μαλαβάθρου
17. γο στ΄. κηκίδας ἀριθμῷ κ΄. ὄνυχος ἀρωματικοῦ
18. γο β΄. καλάμου Συριακῆς γο β΄. S". οἱ δὲ γο α΄. βδελλίου
1. γο β΄. μυρσίνης κεκαυμένης ξέστην μίαν, βρύου, οἱ δὲ σπλάχνου,
2. οἱ δὲ ἀρωματικοῦ γο γ΄. ἴρεως ἀστραγαλίτιδος, οἱ δὲ
3. Ἰλλυρικῆς γο β΄. κόψας καθ’ ἓν ἕκαστον καὶ σήσας λεπτῷ
4. κοσκίνῳ, μίξεις κατὰ τὸ ἑξῆς ὡς προγέγραπται. ἐπὶ
5. δὲ τῆς χρείας, βάλῃς τοῦ φαρμάκου ὡς τὸ τρίτον ἢ τὸ ἀρκοῦν
6. εἰς χαλκοῦν ἢ ὀστράκινον ἀγγεῖον, ἔπειτα προσμίξας
7. οἴνου ἰταλικοῦ εὐώδους, ἵνα ἔξυγρον γένηται, εἶτα ἐπ’ ἄνθρακας
8. ἐπιθεὶς κίνει ξυλαρίῳ, ἄχρις οὗ ζέσῃ ἅπαξ, προσέχων
9. μήπως καυθῇ, εἶτα καταχρίσεις κελεύων ἐνιδροῦν τῷ φαρμάκῳ,
10. ἔπειτα ἡσυχῇ ἀνατρίψεις ἐν τῇ ἐμβάσει καὶ ὡς ἔθος
11. ἔχει. καταντλῶν τὴν κεφαλὴν ἀπόπλυνε, ἑξῆς δὲ σταφίδα
12. ἀγρίαν κεκομμένην κατ’ ἰδίαν καὶ σεσημμένην παρ’ ἡμέρας
13. τέσσαρας τῆς χρήσεως προσμίξεις τῷ φαρμάκῳ καὶ ὁμοίως
14. ἑψήσεις καὶ ὡσαύτως καταχρίσεις, φειδόμενος μὴ εἰς τοὺς
15. ὀφθαλμοὺς καταῤῥεύσῃ. ἀλείμματι δὲ χρήσῃ μετὰ βαλανεῖον,
16. ἐλαίου μυρσίνου λίτραν μίαν τετριμμένου μετὰ λαδάνου γο
17. δ΄. ἀμετάπτωτος ἡ δύναμις. ἄλλο πρὸς τὰ αὐτά. ♃ περικαλαμίτιδος
1. γο α΄. μυροπισσοκήρου, ἀποτραγοπώγωνος γλοιοῦ
2. τοῦ ἐκ τῶν τριχῶν ἀνὰ γο ἥμισυ, βρέφους ἀμόρφου στέατος
3. λίτραν μίαν, διονυσιακοῦ φύλλων ἁπαλῶν τοῦ χυλοῦ
4. λαδώνιδος φύλλων ἁπαλῶν χυλοῦ, καλλικέρεως. χυλοῦ, περιστερεῶνος
5. βοτάνης χυλοῦ, καλάμου φύλλων χυλοῦ ἑκάστου
6. ἀνὰ κυάθους γ΄. καὶ ἥμισυ, κυνομόρου, ἐχίνων θαλασσίων
7. κεκαυμένων ἑκάστου ἀνὰ γο β΄. κᾂν πλέον δὲ, ἄμεινον ποιήσεις,
8. ἀκανθίωνος ἐπιγείου τὸ δέρμα κεκαυμένον, πάντα
9. λειοτριβεῖν δεῖ ἐν θυίᾳ μολυβδίνῃ ἐπὶ πλείονας ἡμέρας, ἕως
10. πάντα λειωθέντα καλῶς ἑνωθῇ. καὶ ἀπὸ τῆς θυίας τι ποσὸν
11. ἀποσμηχθῇ, χρῶ προανατρίψας τὸν τόπον εὐτόνως ὠμολίνῳ,
12. εἶτα προαποσμήξας τῇ τῆς ἀλθαίας σὺν ἐφήβου ῥίζῃ
13. κατάχριε. τοῦτο τὸ φάρμακον οὕτω γεγραμμένον εὗρε Κλαυδιανὸς
14. ὁ ἑταῖρος ἡμῶν ἐκ πυκτίδι διφθέρᾳ, τοῦ χρωμένου
15. αὐτῷ ἀποθανόντος, περὶ πολλοῦ ποιησάμενος κτήσασθαι
16. διὰ τὸ θεάσασθαι δύο τινὰς ἀρχομένους φαλακροῦσθαι θεραπευθέντας
17. ὑπ’ αὐτοῦ, ὡς μήτε προβῆναι τὴν φαλάκρωσιν
1. αὐτό τε τὸ ἐψιλωμένον δασυνθῆναι, καὶ συμβολικῶς δὲ
2. γεγραμμένον. τοῦτο λαβόντες ἡμεῖς ἐσκοπούμεθα καθ’ ἕκαστον,
3. ὁποῖόν τι τὸ δηλούμενόν ἐστιν. ἐπινοοῦντες οὖν ἄλλοτ’
4. ἄλλο, διὰ μακρᾶς πείρας εὑρήσειν τὸ ἀληθὲς ἠλπίζομεν.
5. ἀλλ’ ἔν γε τῷ παρόντι γεγράφθω τοῖς ἔπειτα, γραψόντων
6. καὶ ἡμῶν ὕστερον ἐὰν εὕρωμέν τι μεταξὺ τῇ πείρᾳ κρίναντες.
7. ἐν δὲ τῷ παρόντι τὸ μὲν περικαλαμίτιδος φλοιὸν καλάμου
8. νομίζομεν εἰρῆσθαι· καὶ γὰρ καὶ ἄλλως ἴσμεν αὐτῶν
9. ἁρμόττοντα ταῖς τοιαύταις διαθέσεσιν, ἐπειδὰν καυθῇ, καὶ
10. γεγραφότας ἑτέρους δι’ αὐτοῦ φάρμακα τοιαῦτα. πιθανὸν
11. οὖν ἐστιν, ἐπειδὴ περίκειται τῷ καλάμῳ ὁ φλοιὸς, περικαλαμίτιν
12. αὐτὸν εἰρῆσθαι. δύναται δὲ καὶ τὸ καλούμενον ὑπὸ
13. τινῶν μὲν λίμνηστρον, ὑπὸ τινῶν δὲ ἀδάρκη τε καὶ ἀδάρκιον
14. οὕτως εἰρῆσθαι διὰ τὸ περιφύεσθαι τοῖς καλάμοις.
15. τὸ δὲ μυροπισσοκήρου νομίζομεν εἰρῆσθαι πίσσης καὶ
16. κηροῦ τετηκότων μύρῳ τινὶ τῶν πρὸς τὰ τοιαῦτα δοκούντων
17. ἁρμόττειν, ὁποῖόν ἐστιν γλεύκινον καὶ δάφνινον καὶ
18. νάρδινον καὶ σχίνινον καὶ σησάμινον καὶ κέδρινον. τὸ δὲ
1. ἀποτραγοπώγωνος, ἄντικρυς ἡμῖν ἐδόκει περὶ τοῦ λαδάνου
2. λελέχθαι. καὶ γὰρ συμπεφώνηται πρὸς τὰς τοιαύτας διαθέσεις
3. ἁρμόττειν. καὶ ἡ γένεσις αὐτοῦ κατὰ τὰ γένεια τῶν
4. τράγων ἔν τισι χωρίοις ἐπιγίγνεται. δηλοῖ δὲ τοῦτο καὶ Ῥοῦφος
5. ὁ Ἐφέσιος διὰ τῶνδε τῶν ἐπῶν·

6. Ἄλλο δὲ που κατὰ γαῖαν Ἐρέμβων λήδανον εὕροις
7. Αἰγῶν ἀμφὶ γένεια. τὸ γὰρ καταθύμιον αἰξὶ,
8. Κίστου ἀνθηέντος ἐπέδμεναι ἄκρα πέτηλα.
9. Τοῦ δ’ ἀπὸ λαχνήεντος, ἀνεπλήσθησαν ἀλοιφῆς
10. Αἶγες ὑπαὶ λασίῃσι γενειάσι, πλευρά τε πάντα.
11. Οὐ μὲν δὴ νούσοις τόδε κάλλιον, ἀλλ’ ἄρα πνοιὴ,
12. Ἔξοχον, οὕνεκα πολλὰ μεμιγμένα φάρμακ’ ἔχουσιν
13. Ἀμβρόσι’, οἷά τε γαῖα φύει πεδίοισιν Ἐρέμβων.

14. εἰ μὲν οὖν τοῦτο μόνον τὸ λάδανον ὁ συνθεὶς τὸ φάρμακον
15. ἐμβάλλεσθαι κελεύει, τῶν ἀδήλων ἐστίν. ἐγχωρεῖ δὲ καὶ
16. ἀφ’ ἑνὸς εἴδους τὸ πᾶν εἰρῆσθαι γένος αὐτῷ. βρέφους δ’
17. ἀμόρφου δοκεῖ μοι λέγειν τῆς ἄρκτου. ταύτην γάρ φασιν
18. ἀποκυΐσκεσθαι μὲν ἄμορφον, ὡσανεὶ σαρκῶδές τι μέρος.
1. ἐκλειχούσης δὲ τοῦτο τῆς μητρὸς διαμορφοῦσθαι τὸ ζῶον.
2. διονυσιακοῦ δὲ δοκεῖ μοι λέγειν τῆς ἀμπέλου, τάχα δ’ ἄν τις
3. φαίη καὶ κιττοῦ λέγεσθαι δύνασθαι. λαδώνιδος δὲ, ὅτι τῆς
4. δάφνης λέγει, οὐκ ἂν οἶμαί τινα διαπορῆσαι, καλλικέρως δὲ
5. τῆς τήλεως δοκεῖ μοι λέγειν. ὀνομάζεται δὲ παρ’ ἡμῖν ἐν
6. Ἀσίᾳ τοῦτο τὸ φυτὸν αἰγόκερως. κυνόμορον δὲ τὴν κυνόσβατον
7. εἰκὸς λέγεσθαι. ἀκανθίωνα δὲ ἐπίγειον ἡγοῦμαι τὸν
8. ἐπίγειον ἐχῖνον λελέχθαι.

Cliquer un n° de page pour en afficher l’image