Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 1.4, ed. Kühn, 1826, vol. 12, p. 439-450. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:1.4

3. Μετὰ τὰ γεγραμμένα
4. φάρμακα γράφοντος ἄλλα τοῦ Κρίτωνος, ἃ καὶ
5. τὰς τρίχας μὲν ἐπαγγέλλεται διαφυλάττειν, τὸ πρῶτον δ’ αὐτῶν
6. ἔργον ἐστὶ βάπτειν αὐτὰς, ὡς ἤτοι μελαίνας ἢ ξανθὰς
7. γίγνεσθαι, παραλιπεῖν ἔδοξέ μοι τό γε κατ’ ἀρχὰς ἅπαντα
8. τὰ τοιαῦτα προφανῶς ὄντα κομμωτικὰ, ἐπεὶ οὐκ οἶδ’ ὅπως
9. ἤδη δόγμα κοινὸν γέγονε τὰς γυναῖκας γηρώσας μελαίνειν
10. τὰς τρίχας τῆς κεφαλῆς, ὡς αἰσχρὸν ὂν ἔχειν πολιὰς, καὶ
11. τοῦτο καὶ αὐτοῖς τοῖς ἄῤῥεσι δοκεῖ καί φασιν ἐπαχθὲς εἶναι
12. γραῦν γυναῖκα πολιὰν ἔχειν τὴν κεφαλήν. ὅσαι μὲν τρυφῶσαι
13. κοσμοῦσιν ἑαυτὰς, οὐδεμιᾷ τούτων ἀξιούσῃ τι τοιοῦτον
14. ὑπ’ ἐμοῦ δοθῆναι παρέσχον, ὅσαι δὲ σεμνότεραι τό τε παράσημον
15. φεύγουσαι καὶ τὰς ὑπ’ αὐτῶν τῶν ἀῤῥένων ἐνοχλήσεις
16. ἐξιστάμεναι μελαίνειν ἠβουλήθησάν πως τὰς τρίχας
1. ἄνευ τῆς ἐκ τοῦ μελασμοῦ τῶν στυφόντων βλάβης, ἐκείναις
2. συνεβούλευσα χρῆσθαι τῇ καλουμένῃ κεδρίᾳ, χριομέναις μὲν
3. αὐτῇ πρὸ τριῶν ἢ τεσσάρων ὡρῶν τοῦ λουτροῦ, σμωμέναις
4. δὲ μετὰ ταῦτα, καὶ τοῦτο ποιεῖν δι’ ἡμερῶν τεσσάρων ἢ
5. πέντε. πρὸς γὰρ τῷ μηδὲν βλάπτειν ἔτι καὶ προσωφελεῖ τὰς
6. ἑτοίμως ὑπὸ ψύξεως βλαπτομένας, ἱκανῶς θερμαῖνον φάρμακον
7. οὖσα ἡ κεδρία. χρὴ δ’ αὐτὴν ἄμικτον ἐλαίου παραλαμβάνειν
8. ἐπὶ τῶν ξηρανθῆναί τε καὶ θερμανθῆναι σφοδρῶς
9. δεομένων κεφαλῶν, αἷς ὑγρὰ δηλονότι καὶ ψυχρὰ δυσκρασία
10. κατ’ αὐτάς ἐστιν. ἐπὶ δὲ τῶν ἄλλων ἐλαίῳ μιγνύντας τοῦτο
11. τὸ φάρμακον καὶ τὰς ῥεούσας τρίχας ἐπανορθοῦται καὶ τὰς
12. μὴ ῥεούσας ἐναυξεστέρας ἐργάζεται. τὴν δ’ ὀσμὴν αὐτοῦ
13. φεύγουσιν αἱ τρυφῶσαι γυναῖκες, οὖσαν οὐκ ἀηδῆ ταῖς εἰς
14. ἔθος ἀφικέσθαι τῆς χρήσεως ὑπομεινάσαις. ἐν Ἀσίᾳ δὲ παρ’
15. ἡμῖν αἱ ἐν τοῖς ὄρεσιν ἄγροικοι γυναῖκες οὐ μόνον κεδρίᾳ
16. χρίονται μετ’ ἐλαίου μιγνύουσαι τό τε σύμπαν σῶμα καὶ
17. τὴν κεφαλὴν, ἀλλὰ καὶ πίττῃ τῇ ὑγρᾷ μετ’ ἐλαίου κατὰ τὸν
1. αὐτὸν τρόπον μεμιγμένῃ καταχρίουσι τὰς ἐν τῇ κεφαλῇ ῥίζας
2. τῶν τριχῶν καὶ καλοῦσι τὸ σύνθετον τοῦτο φάρμακον πισσέλαιον,
3. ἕτερον ὂν τοῦ πισσάνθου καλουμένου, ὃ ταῖς
4. ὑγραῖς ἐφίσταται πίτταις, λεπτομερέστερον ὑπάρχον αὐτῶν
5. καὶ τῇ συστάσει καὶ τῇ δυνάμει. τὰ μὲν οὖν τοιαῦτα φάρμακα
6. βραδέως ποιεῖ πολιοῦσθαι, μηδὲν βλάπτοντα τοὺς χρωμένους,
7. τὰ δὲ διὰ τῶν αὐστηρῶν τε καὶ στρυφνῶν συγκείμενα
8. βλάπτει μεγάλως. τὴν δ’ ὕλην ἐξ ὧν σύγκειται ταῦτα,
9. τῆς στυπτικῆς ὀνομαζομένης ποιότητός τε καὶ δυνάμεως οὖσαν,
10. ἔχειν τι χρὴ καὶ λεπτομερὲς, ὡς μὴ μόνον ἐπιπολῆς,
11. ἀλλὰ καὶ διὰ βάθους ἀλλοιοῦν τὸ δέρμα, μέχρι τοῦ κατὰ
12. τὰς ῥίζας τῶν τριχῶν τόπου. αὕτη μὲν οὖν ἡ τῆς συνθέσεως
13. αὐτῶν ἐστι μέθοδος. ἔχεις δὲ ἐν τῇ περὶ τῶν ἁπλῶν
14. φαρμάκων πραγματείᾳ τὰς κατὰ μέρος αὐτῶν ὕλας, ἐν αἷς
15. αὐτῶν αἱ δυνάμεις τε καὶ ποιότητες εἴρηνται. δυνήσῃ τοιγαροῦν
16. ἐξ ἐκείνων τά τ’ ἤδη συγκείμενα τοῖς ἔμπροσθεν
17. ὁποίας ἐστὶ δυνάμεως εὑρίσκειν αὐτός τε συντιθέναι. χρήσιμον
1. δὲ τοῦτο καὶ πρὸς διάγνωσίν ἐστι τῶν γιγνομένων
2. παθῶν ἐνίοτε ταῖς βλαπτομέναις. γυναιξὶν καὶ πρὸς τὴν τῶν
3. ἀποβησομένων πρόγνωσιν, ἴασίν τε τῶν παρόντων. οὐ μόνον
4. γὰρ ἐν κινδύνῳ γενομένας οἶδα πολλάκις γυναῖκας, ἀλλὰ καὶ
5. ἀποθανούσας ἐκ τοῦ καταψυχθῆναι τὴν κεφαλὴν ὑπὸ τῶν
6. τοιούτων φαρμάκων. ἡ βλάβη δ’ αὐταῖς μάλιστα γίγνεται
7. ποτὲ μὲν εἰς ἀποπληξίαν ἢ ἐπιληψίαν ἢ καταφορὰν ἢ κάρον
8. ἢ τὴν καλουμένην κατάληψιν ἐμπιπτούσαις. ἔστι δ’ ὅτε κατάῤῥοις
9. ἁλισκομέναις δυσλύτοις, ὡς φθάσαι τὸν πνεύμονα
10. παθεῖν καὶ φθόην ἐξ αὐτῶν ἀκολουθῆσαι. βλάπτονται δὲ
11. θᾶττον μὲν αἱ ψυχροτέραν τὴν κρᾶσιν τῆς κεφαλῆς ἔχουσαι,
12. βραδύτερον δὲ αἱ θερμοτέραν. τὰ μὲν γὰρ ψυχρὰ μόρια τοῖς
13. ψυχροῖς πάθεσι, τὰ δὲ θερμὰ τοῖς θερμοῖς ἁλίσκεται ῥᾷον.
14. ὅ γε μὴν κίνδυνος ἥττων, ὡς ἂν ἐπὶ μικροτέροις αἰτίοις
15. βλαπτομένων τῶν ψυχροτέραν ἐχουσῶν τὴν κρᾶσιν. αἱ δὲ
16. θερμαὶ διότι δυσπαθεῖς εἰσιν τοῖς ψύχουσιν αἰτίοις, ὅταν
17. ὑπὸ μεγάλων νικηθῶσι, μείζονα φέρουσι τὴν βλάβην ὑποπεπτωκυῖαν
1. τῷ κοινῷ καὶ καθόλου λόγῳ, τῷ κατὰ τοὺς
2. ἀφορισμοὺς εἰρημένῳ. ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν
3. οἷς ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος
4. καὶ τῆς ὥρης ἡ νοῦσος μᾶλλον ἢ οἷς ἂν μὴ οἰκείη κατά
5. τι τουτέων.

6.
7. Εἶπον ὀλίγον ἔμπροσθεν, ὡς οὐ κατὰ τὴν ἐμὴν
8. γνώμην ἰατρὸς ἂν τὰ τοιαῦτα μεταχειρίζοιτο, προστάττουσι
9. δ’ ἐνίοτε βασιλικαὶ γυναῖκες, αἷς οὐκ ἔστιν ἀρνήσασθαι, μελανθῆναι
10. βουλόμεναι τὰς τρίχας ἢ ξανθισθῆναι, διὸ καὶ τὸν
11. Ἀρχιγένη νομίζω καίτοι σεμνότατον ὄντα, γεγραφέναι περὶ
12. αὐτῶν ὧδέ πως αὐτοῖς ὀνόμασιν. μελαίνει τρίχας ταῦτα.
13. καππάρεως ῥίζα λεία σὺν γάλακτι γυναικείῳ, ἔνιοι δὲ ὀνείῳ
14. μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας, κατάπλασσον εἰς νύκτα. ἢ
15. οὔρῳ κυνείῳ τηρηθέντι ἐπὶ ἡμέρας πέντε ἢ ἓξ σμήχου. ἢ
16. πρίνου ῥίζης φλοιὸν ἑψήσας μέχρις ἁπαλὸς γένηται, τούτῳ
17. μὲν κατάπλασσε, τῷ δὲ ὕδατι σμήχου. ἢ ἀνεμώνης τὸ ἐντὸς
1. μέλαν, τριβὲν σὺν ἐλαίῳ μυρσίνῳ καταψῶ. ἢ λιθάργυρον,
2. κιμωλίαν, στυπτηρίαν ὑγρὰν ἴσα προσμηξάμενος καὶ τὰς τρίχας
3. ξηράνας εἰς νύκτα κατάχριε καὶ φύλλοις τεύτλου ἐπάνω
4. ἐπίδει. ἢ γῆν Σελινουσίαν, λιθάργυρον, ἄσβεστον, ὕδατι μέλιτος
5. πάχος, κονίᾳ ὑγρᾷ προσμήξας κατάχριε ἀνὰ τρίχα καὶ
6. ὁμοίως φύλλα τεύτλου ἐπιθεὶς κατάδει, πρωΐας δὲ ἀποτινάξας
7. τὰς τρίχας κατάψησον. ἢ ἀψινθίου, ὀστῶν φοινικίων
8. Συριακῶν, κυάμων Αἰγυπτίων πάντων κεκαυμένων ἰδίᾳ τῆς
9. σποδοῦ ἴσα οἴνῳ Μενδησίῳ γλοιῶδες ποιήσας, κηρωτὴν
10. μυρσίνην ὑγρὰν μῖξον καὶ καταψῶ. ἢ ἰτέας φλοιοῦ
11. χυλὸν μετ’ ἐλαίου τρῖβε, ἄκρως μελαίνει. ἢ ἀπὸ καρύας τὰ
12. ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μῖξον καὶ
13. χρῶ. ἐφεξῆς τοῖς προειρημένοις καὶ ταῦτα ἔγραψεν ὁ Ἀρχιγένης.
14. μελαίνει πώγωνα φελλὸς ἄβροχος καὶ μόλυβδος κεκαυμένος,
15. σὺν τεύτλου ὠμοῦ χυλῷ μέλιτος πάχος χρίσας,
16. ἔασον ἕως ἀρίστου, εἶτα κλύζου. ἢ σκωρίαν σιδήρου καὶ μόλυβδον
17. ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ, ἐπιχρίου
1. ἐλαίου ἀπεχόμενος. τούτοις ἐφεξῆς ὁ Ἀρχιγένης ἐκ τῆς κομμωτικῆς
2. κακοτεχνίας ὄντα καὶ ταῦτα ἔγραψε· πυῤῥὰς δὲ
3. ποιοῦσιν θέρμοι ὠμοὶ σὺν ὕδατι καὶ νίτρῳ καταχριόμενοι.
4. καὶ ταῦτα δὲ περὶ ξανθισμοῦ. περὶ δὲ τῆς οὐλοποιήσεως
5. τριχῶν ὧδε. οὐλὰς δὲ ποιήσεις τρίχας, ἐὰν ἀφρῷ ἁλὸς μετὰ
6. σμύρνης σμήχῃς. ἢ ὀπῷ καρπάσου χρῖε καὶ μένουσιν οὖλαι
7. καὶ μέλαιναι. ἢ μύρτοις καὶ τεύτλου σπέρματι ἴσοις, λείοις
8. σὺν ἐλαίῳ χρῶ. ἢ ἀσφοδέλου ῥίζῃ μετὰ ἀκράτου συγχρίου
9. ἢ λεπύχανα θέρμων καὶ ὀλίγον νίτρον ἐν ὕδατι βρέξον ἐφ’
10. ἡμέρας τέσσαρας καὶ χρῶ. τούτων τῶν φαρμάκων ἐμνημόνευσα,
11. δηλῶσαι βουλόμενος ἀναγκάζεσθαί τινας καὶ τῶν σεμνοτάτων
12. ἀνδρῶν, ἐμπειρίαν κτᾶσθαι καὶ τῶν κομμωτικῶν
13. φαρμάκων. ὅπου γὰρ Ἀρχιγένης οὐκ ᾐδέσθη γράφων αὐτὰ,
14. πολὺ μᾶλλον ἄν τις Κρίτωνι συγγνῴη κατὰ τὴν αὐτοκρατορικὴν
15. οἰκίαν ἰατρεύσαντι. φαίνεται δὲ καὶ ὁ Ταραντῖνος
16. Ἡρακλείδης πολλὰ καὶ δόκιμα φάρμακα τῆς κομμωτικῆς
17. θεωρίας γεγραφὼς, καίτοι μήπω τοσαύτης τρυφῆς κατεχούσης
18. τὰς γυναῖκας ὅση νῦν ἐστιν. ἀλλὰ καὶ τὰ τοῦ Ἡρακλείδου
1. καὶ Κλεοπάτρας, ὅσοι τ’ ἄλλοι μετ’ αὐτοὺς ἐν τῷ
2. μεταξὺ γεγόνασιν ἰατροὶ φάρμακα πάντα συνήθροισεν ὁ
3. Κρίτων. πρὸς ἐκεῖνον οὖν ἀναπέμπω τοὺς βουλομένους μελασμούς
4. τε καὶ ξανθίσεις τριχῶν ὅσα τ’ ἄλλα τοιαῦτα μανθάνειν.
5. ἔγραψε γὰρ τέτταρα βιβλία κοσμητικῶν, ἃ πάντες
6. ἔχουσιν. τί ἂν οὖν ἔγωγε μεταγράφοιμι νῦν αὐτὰ, δυναμένων
7. τῶν βουλομένων παρ’ ἐκείνου μανθάνειν; ἐν μὲν τῷ
8. πρώτῳ βιβλίῳ τὰ περὶ τῶν τριχῶν πάντα καταρχὰς εὐθὺς
9. γεγραμμένα, τῶν δ’ ἄλλων τῶν ἐφεξῆς κατὰ τὴν οἰκείαν
10. τάξιν. ὅπως οὖν ῥᾳδίως εὑρίσκοιεν οἱ ζητοῦντες, ἕκαστα
11. τῶν τοιούτων φαρμάκων ἔδοξέ μοι δηλῶσαι τὰ κεφάλαια
12. τῶν καθ’ ἕκαστον βιβλίων. ἐν μὲν οὖν τῷ πρώτῳ ταῦτά
13. ἐστιν.

14. Τοῦ πρώτου τῶν Κρίτωνος κοσμητικῶν κεφάλαια.
15. διαφυλακτικὰ τριχῶν. αὐξητικὰ τριχῶν. προφυλακτικὰ τριχῶν.
16. βάμματα πολιῶν. βάμματα ὥστε ξανθὰς καὶ χρυσιζούσας
17. ποιεῖν. σμήξεις τριχῶν. ἐπίχριστα προφυλακτικά. προσώπου
18. τετανώματα. προσώπου ἐπίχριστα λαμπρυντικά. προσώπου
1. καταπλάσματα λαμπρυντικά. ὀφρύων ἐπίχριστα. ὀφρύων
2. μελάσματα. ὀφθαλμῶν ἐπίχριστα. στιμμίσματα ἔγχριστα.
3. πρὸς δυσωδίαν μυκτήρων. ὀδόντων ἀποτρίμματα. διαμασήματα
4. πρὸς μασχαλῶν δυσωδίαν. περιτρίμματα. διαμασήματα
5. πρὸς δυσωδίαν στόματος.

6. Τοῦ δευτέρου κεφάλαια. ῥύμματα πρὸς τὰς ἐπὶ τοῦ
7. τραχήλου μελανίας. ἐπίχριστα πρὸς τὰς τῶν μασχαλῶν συνιδρώσεις.
8. ἐπίχριστα μαστῶν διαφυλακτικά. κοιλίας καθαρτικά.
9. σμήγματα χειρῶν λαμπρυντικά. πρὸς τὰς ἐκ τόκου μελανίας.
10. πρὸς τὰς ἐκ τόκου ῥυτίδας. πρὸς τὰς ἐκ τόκου ῥαγάδας.
11. ἐπιχρίσματα πρὸς τὰς τῶν ὀμφαλῶν ἐξοχάς. ἀνήβων παιδίων
12. διαφυλακτικά. παρθενίας διαφυλακτικά. πρὸς τὰς καθύγρους
13. καὶ καταψύχρους γυναῖκας. πρὸς οὐλὰς μελαίνας.
14. ψίλωθρα τριχῶν. σμήγματα λεπτυντικὰ παντοῖα.
15. ἐπίχριστα ἀφανιστικὰ τριχῶν. σμήγματα ὅλου τοῦ σώματος.
16. καθαρτικὰ λαμπρυντικὰ παντοῖα. καταπλάσματα ἀρωματικὰ
17. τοῖς ἱματίοις. εὐώδεις βαφαὶ ἱματίων. ῥάσματα θαλάμων καὶ
18. περιπάτων. θυμιαμάτων παντοίων σκευασία. χρισμάτων καὶ
1. μύρων παντοίων σκευασίαι. ἀμυγδαλίνου, βαλανίνου, καρυΐνου,
2. σησαμίνου, μυρσίνου, σχινίνου, δαφνίνου, ῥοδίνου, γλευκίνου,
3. μηλίνου, οἰνανθίνου, σαμψυχίνου, τηλίνου, σουσίνου,
4. ὃ ἔνιοι κρίνινον καλοῦσι, κικίνου, ἰρίνου, ναρκισσίνου, φοινικίνου,
5. κυπρίνου, κροκίνου, ναρδίνου, ἀμαρακίνου, ἡδυχρόου,
6. μενδησίου, μαλαβαθρίνου.

7. Τοῦ τρίτου κεφάλαια. πρὸς πίτυρα παντοῖα. πρὸς τὰ ἐν
8. τῇ κεφαλῇ ἐκβράσματα. πρὸς ἀχῶρας. πρὸς φθεῖρας καὶ κόνιδας.
9. πρὸς ἀλωπεκίας. πρὸς τὰς ἐν τῷ προσώπῳ ψωρώδεις
10. διαθέσεις. πρὸς φακούς. πρὸς ἐφήλεις. νίμματα προσώπου.
11. πρὸς στίγματα. πρὸς πελιώματα. πρὸς ὑπώπια. πρὸς ἰόνθους.
12. πρὸς ἐπινυκτίδας. πρὸς τὰ ἐπὶ τῶν γενείων ὀχθώδη. πρὸς
13. τοὺς ἐπὶ τῶν γενείων λειχῆνας. λειχήνων ἐπιχρίσματα. ἐπιθέματα
14. ἐκδόρεια. χλωραὶ μετὰ τὰς ἐκδορὰς ἐπιτιθέμεναι. λευκαὶ
15. πρὸς ἀπούλωσιν. φάρμακα μαλακτικὰ ἐπιτριβέντα λειχήνων.

16. Τοῦ τετάρτου κεφάλαια. πρὸς ἀλφοὺς μέλανας καὶ
17. λευκούς. πρὸς οὐλὰς μελαίνας. πρὸς λεύκας. πρὸς λέπρας.
1. πρὸς ὄνυχας ψωριῶντας. πρὸς κνησμώδεις διαθέσεις. πρὸς
2. ψύδρακας καὶ ἐκδάρματα. πρὸς τὰς ἑρπυστικὰς διαθέσεις.
3. πρὸς ψωριάσεις. πρὸς θύμους. πρὸς ἀκροχορδόνας. πρὸς
4. μυρμηκίας. πρὸς ὀμφαλοῦ ἐμπνευμάτωσιν. πρὸς ἐντέρων κατολίσθησιν.
5. πρὸς ὑδροκήλας. πρὸς λειποδέρμους. πρὸς τοὺς
6. προσπίπτοντας ἀρχούς. πρὸς χείμεθλα. πρὸς τὰς ἐν ποσὶ
7. ῥωγμάς. ἐν τούτοις τοῖς τέσσαρσι βιβλίοις ὁ Κρίτων ἐπιμελέστατα
8. σχεδὸν ἅπαντα ἔγραψε τὰ δόκιμα κοσμητικὰ φάρμακα,
9. προσθεὶς αὐτοῖς καὶ τὰ κομμωτικὰ, νόθον κάλλος,
10. οὐκ ἀληθινὸν ἐκπορίζοντα, διὸ κᾀγὼ παραλείψω μὲν αὐτὰ,
11. μόνον δὲ μνημονεύσω τῶν τὸ κατὰ φύσιν κάλλος φυλαττόντων.
12. εἰ γὰρ καὶ ὅτι μάλιστα γιγνώσκω τὰ λαμπρυντικὰ
13. τοῦ σώματος σμήγματα καὶ τὰ τῶν τιτθῶν διαφυλακτικὰ
14. ταῖς παρθένοις ἐπὶ πλεῖστον, ἀνήβων τε παιδίων ὄρχεις μικροὺς
15. διαφυλάττοντα μέχρι πλείστου καὶ τὴν τῶν τριχῶν
16. γένεσιν ἐπέχοντα, γράφειν αἰδοῦμαι τὰ τοιαῦτα καὶ πολὺ
17. μᾶλλον ἃ Κρίτων ἔγραψε καταπλάσματα τῶν ἀρωμάτων ἐν
18. ἱματίοις, εὐώδεις τε βαφὰς ἱματίων καὶ ῥάσματα θαλάμων
1. καὶ περιπάτων, θυμιαμάτων τε παντοίων ποικιλίας καὶ χρισμάτων
2. καὶ μύρων, ἔξω γὰρ ταῦτα τῆς ἰατρικῆς. ὅταν δὲ
3. τοῦ κατὰ φύσιν φυλακτικὰ γέγραφεν, ὅταν που δεήσῃ, μνημονεύσω,
4. καὶ πρῶτόν γε τῶν κατὰ τὰς τρίχας, ὅσα μοι δοκεῖ
5. χρήσιμα τοῖς ἰατροῖς ἔσεσθαι διδάξω.

Cliquer un n° de page pour en afficher l’image