Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 1.6, ed. Kühn, 1826, vol. 12, p. 456-459. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:1.6

7. Τοῖς λεπτυντικοῖς
8. τῶν τριχῶν χρήσαιτο ἄν ποτε καὶ ἰατρὸς, ὡς ἔφην, οὐ τῆς
9. αὐτῆς δυνάμεως οὖσι τοῖς ψιλωτικοῖς. ἣν γὰρ ἐκαλέσαμεν ἐν
10. τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασι δύναμιν ῥυπτικὴν,
11. ταύτης ἐστὶ τὰ λεπτυντικὰ τῶν τριχῶν. ὥσπερ δὲ ἐν
12. ἅπασι τοῖς ὁμογενέσι φαρμάκοις ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν
13. τε καὶ ἧττόν ἐστιν, οὕτω καὶ ἐν τοῖς ῥυπτικοῖς. τὸ μὲν
14. οὖν τῶν κριθῶν καὶ τὸ τῶν κυάμων, ἔτι τε πρὸς τούτοις
15. ὀρόβων, ἀφρονίτρου τε καὶ νίτρου συνήθη πᾶσίν εἰσιν εἰς
16. ἀφαίρεσιν ῥύπου χρωμένοις αὐτοῖς. ἡ δὲ συνεχὴς χρῆσις καὶ
17. λεπτύνει τὰς τρίχας. ὅσα δὲ ἰσχυροτέραν ἔχει τὴν ῥυπτικὴν
18. δύναμιν, ἐπὶ τῶν πάνυ σκληρὰς καὶ μεγάλας ἐχόντων
1. τὰς τρίχας ἁρμόττει παραλαμβανόμενα. τῶν τοιούτων μὲν
2. οὖν ἤδη φαρμάκων ἐστὶ καὶ τὸ κεκαυμένον νίτρον καὶ ὁ
3. ἀφρὸς τοῦ νίτρου τό τε ἀφρῶδες ἀφρόνιτρον. ἐν δὲ τῇ συνεχεῖ
4. χρήσει καὶ τὰ μέλαινα καλούμενα σκεύη τὰ Ἀλεξανδριωτικὰ
5. κοπτόμενα δηλονότι καὶ διαττώμενα λεπτῷ κοσκίνῳ.
6. τοῖς πένησι δ’ ἐγὼ καὶ τὰ τῶν κεραμίδων ὄστρακα
7. καὶ τὰ τοῦ κλιβάνου καὶ τὴν κίσσηριν ἄκαυστόν τε καὶ
8. κεκαυμένην ἐδήλωσα. προῖκα δ’ ἂν ἔχοι τις ἐπὶ θαλάττῃ
9. διατρίβων ἢ πόλει μὴ πόῤῥω θαλάττης, ὄστρακα κεκαυμένα
10. κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν ἄλλων ὀστρέων. τὸ δὲ
11. τῆς σηπίας ὄστρακον καὶ χωρὶς τοῦ καυθῆναι. ταῦτα μὲν
12. τοῖς πάνυ πένησιν, τοῖς δ’ ἄλλοις ἀλκυόνιόν τε καὶ στρούθιον
13. οἵ τε ἐλλέβοροι καὶ ἡ τῆς βρυωνίας ῥίζα καὶ ἡ τοῦ
14. δρακοντίου καὶ ἀριστολοχίαι καὶ κάγχρου καὶ πάνακος ῥίζα
15. καὶ τἄλλα ὅσα τοιαῦτα. λέλεκται γὰρ, ὡς ἔφην, πολλὰ διὰ
16. τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας. ταῦτα δ’ εὐώδη
17. ποιῆσαι βουλόμενος μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων
1. ξηρῶν καὶ σχίνου ἄνθους ἴρεώς τε τῆς Ἰλλυρίδος μελισσοφύλλου
2. τε καὶ τῆς κυδωνίας πόας. καὶ εἰ πλουσίοις σκευάζοις,
3. ἐμβαλεῖς στάχυος νάρδου τῆς τε Ἰνδικῆς καὶ τῆς Κελτικῆς
4. καὶ τῆς ὀρείας καὶ γῆς Ἐρετριάδος, ἐμβαλεῖς δὲ καὶ
5. μαλαβάθρου καὶ φύλλου μαλαβάθρου καὶ ἀμώμου καὶ σμύρνης
6. καὶ κρόκου καὶ κόστου καὶ ἡδυχρόου. τῷ δὲ ἀποροῦντι
7. πολυτελοῦς ὕλης καὶ δι’ εὐτελεστέρας οἱ τὰ κοσμητικὰ συνθέντες
8. ἐπενόησαν, ὧν καὶ Κρίτων μέμνηται ἐν τῷ πρώτῳ
9. τῶν κοσμητικῶν γράφων ὧδε. λαβὼν χύτραν ὀστρακίνην καινὴν,
10. πῶμα ἔχουσαν μεγάλην, ἔμβαλλε εἰς αὐτὴν κατὰ θέσιν
11. βώλους κιμωλίας. συγκείσθωσαν δὲ οὗτοι κατὰ τὸ ἐνδεχόμενον
12. θεατροειδῶς, ὥστε τὸ μέσον αὐτῶν εἶναι κενόν. μεταξὺ
13. δὲ τῶν βώλων τεθέσθω παραλλήλως μῆλα κυδώνια πρόσφατα
14. εἴκοσι, ταῦτα ἐκ διαλειμμάτων ἀλλάσσειν παραίνει,
15. εἶτα πωμάσας ἔα μαραίνεσθαι τὰ μῆλα. ἐπὶ δὲ τῆς χρήσεως
16. αἱρῶν ὅσον ἐξαρκεῖ καὶ λεαίνων χρῆσθαι παραίνει. μετὰ δὲ τὴν
17. τῶν ψιλώθρων ἐπίθεσιν, ἔχει ἡδεῖάν τινα ὀσμήν. ἄλλο. ῥόδα
1. μάλιστα εὐωδέστατα ψύξας ἐν σκιᾷ, ἐπὶ μίαν ἡμέραν ὥστε
2. αὐτὰ μόνα ἰκμάδα μὴ ἔχειν, συντίθει εἰς ἀγγεῖον ὀστράκινον
3. καὶ βώλους κιμωλίας καθὰ προείρηται, ὥστε ὑπεστρῶσθαι
4. τὰ ῥόδα καὶ πάλιν μεταξὺ τῶν βώλων ἐντίθεσθαι,
5. εἶτα πωμάσας ἔα συμπίνειν. ἡ χρῆσις δεδήλωται.

Cliquer un n° de page pour en afficher l’image