6. Πιτύροις ὅμοια ἀπὸ
7. τοῦ τῆς κεφαλῆς δέρματος ἀποπίπτει πολλάκις ἐνίοις κνωμένοις
8. καὶ διὰ τοῦτο πιτυρίασιν ὀνομάζουσιν οἱ ἰατροὶ τὸ
9. σύμπτωμα τοῦτο, γιγνόμενον ὑπὸ μοχθηρῶν ἰχώρων οὓς
10. ἐκδαπανῆσαι σκοπός ἐστι τοῖς ἰωμένοις αὐτό. πρόδηλον οὖν
11. ὅτι διαφορητικὰ καὶ ῥυπτικὰ προσακτέον ἐστὶ φάρμακα,
12. προπαρασκευάσαντας τὸ σύμπαν σῶμα εἰ φαίνοιτο κακοχυμίας
13. μεστόν. ἐπὶ πάντων γὰρ ἠξίωσα τούτου μεμνῆσθαι,
14. κᾂν παραλείπηταί που κατὰ τὸν λόγον. ἔμιξαν δέ τινες τοῖς
15. εἰρημένοις φαρμάκοις καὶ τῶν στυφόντων ἔνια, ῥωννύναι
16. βουλόμενοι τὸ πεπονθὸς μόριον, ὡς μὴ ῥᾳδίως εἰς ἑαυτὸ
17. καταδέχοιτο τοὺς ἐπιῤῥέοντας ἰχῶρας, ἀλλ’ ἀντιβαίνοιτο καὶ
1. ἀποκρούοιτο, καὶ διὰ τοῦτο καὶ Ἀρχιγένης ἐπὶ τοῦ διὰ χαλκάνθου
2. συντιθεμένου φαρμάκου προσέγραψε κατὰ λέξιν
3. οὕτως. τοῦτ’ ἐνεργεῖ ὡς μηδὲν τὸ λοιπὸν γενέσθαι. Κρίτων
4. μὲν οὖν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν τὴν τῶν τοιούτων
5. φαρμάκων ὕλην ἔγραψεν, εὐθέως κατὰ τὴν ἀρχὴν τοῦ
6. βιβλίου, καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως εἶπον, οὐκ ἀναγκαῖον
7. ἐμὲ γράφειν αὐτὰ πάντων ἐχόντων τὰ βιβλία. τῶν δ’ ὑπ’
8. Ἀρχιγένους γεγραμμένων μνημονεύσω μάλιστα, ἐπειδὴ καὶ
9. προσέγραψεν αὐτῶν ἐνίοις τὸ μὴ αὖθις ἐᾷν γενέσθαι τὸ
10. σύμπτωμα, γράφει δὲ οὕτω πως αὐτοῖς ὀνόμασιν. δίαιτα δὲ
11. ἔστω τούτοις ἄφυσος μηδὲν τῶν παχυχύμων ἔχουσα, οἷά
12. ἐστιν ὕδνα, μύκητες, βολβὸς, ὄσπριον καὶ κρέα μάλιστα βόειον
13. καὶ τὰ ὅμοια. ἔστω δὲ τὰ προσφερόμενα εὔχυλα, εὔπεπτα
14. καὶ προσπλεκέσθω μέλι ταῖς τροφαῖς. ἔμβαμμα, ὄξος
15. μετὰ ἑψήματος, ἄρτυμα, κύμινον, μάραθρα. τῶν δὲ ἄλλων
16. πεφεισμένη ἡ χρῆσις ἔστω καὶ μάλιστα τραγήματος παντὸς
17. φείδεσθαι καὶ οἶνος λευκὸς καὶ λεπτὸς χρήσιμος εἰς ἡδονὴν
1. δὲ ὁ γλυκὺς καὶ τὸ οἰνόμελι. ὀπώρας ἄριστον σταφυλὴ μαρανθεῖσα,
2. εἶτα σῦκα πρὸ τροφῆς σιτεῖσθαι ἄμεινον. εὐπεψίας
3. δὲ παντὸς μᾶλλον φροντιστέον, περίπατοι πρᾳεῖς πλεῖστοι
4. καὶ ἕωθεν καὶ δείλης ἄριστοι. ψυχρολουσία βαλανείων
5. κρείττων. θερμολουτοῦντι δὲ ἀνοίκειον ἡ πολλὴ διατριβὴ ἐν
6. τῷ ἀέρι καὶ ἡ κατὰ κεφαλῆς περίχυσις μᾶλλον τῆς ἐμβάσεως
7. ἀμείνων καὶ μετὰ ταῦτα δαψιλῶς τῷ ψυχρῷ ἀνάψυχε.
8. ὑπνοῦν εἰς κόρον χρήσιμον. ὀργῆς καὶ θυμοῦ καὶ ἡλιώσεως
9. καὶ σφοδρᾶς ψύξεως ἀπέχεσθαι καὶ πάντων τῶν τὴν κεφαλὴν
10. πληρούντων. Ἀρχιγένους πρὸς πιτυρίασιν. ἐφ’ ὧν δὲ
11. πίτυρα ἐν τῇ κεφαλῇ ἐστιν, προσμίξας τήλει μετὰ τεύτλου
12. χυλοῦ καὶ νίτρου, κιμωλίαν χολῇ βοείᾳ ἢ ὑείᾳ καὶ ὄξει φυρῶν
13. κατάχριε, εἶτα μεθ’ ὥραν ἀποκλύσας ἐπίχριε χαλκάνθῳ
14. καὶ νίτρῳ μετ’ ἐλαίου λείοις ἢ μυροβάλανον καὶ κυάμινον
15. ἄλευρον, ἴσα λεάνας ἐν ὕδατι ἕψε καὶ σμῶ. ἄλλο. ἀμυγδάλοις
16. πικροῖς λελεπισμένοις μεθ’ ὕδατος ἢ ὄξους σμῶ. ὅταν δὲ
17. ξηρανθῶσιν αἱ τρίχες, ἀπόπλυνε θερμῷ. ἢ μαλάχην ἀγρίαν
1. ἐν θαλάσσῃ ἑψήσας μέχρι τὸ δέκατον λειφθῇ λέαινε καὶ σμῶ.
2. ἢ νίτρου ἀφρὸν καὶ χάλκανθον, ἴσα μετ’ οἴνου χρῶ τρὶς ἢ
3. τετράκις τοῦ μηνός. τοῦτο ἐνεργεῖ ὡς μὴ τὸ λοιπὸν γενέσθαι.
4. ἢ τρυγὶ οἴνου Ῥοδίου ἢ κισσήρει καὶ νίτρῳ, ἴσοις
5. μετὰ θέρμων σμῆχε. ἢ κιμωλίᾳ μετὰ τήλεως ἀποβρέγματος
6. ἢ νίτρῳ ὀπτῷ καὶ βολβῷ, τούτοις ἅμα ὅλοις ἴσοις σμῶ. ἢ
7. πίσσης ὑγρᾶς ὀῤῥὸν καταχρίσας στυττηρίαν ἐπίπασσε.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 1.7, ed. Kühn, 1826, vol. 12, p. 459-462. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩