15. Ἓν τι τῶν ἐν τῷ δέρματι
16. τῆς κεφαλῆς γιγνομένων παθῶν ἐστιν ὁ καλούμενος ἀχὼρ,
17. ἐκ μὲν τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων ὑπάρχων, ἰδίας
1. δὲ ἐξαιρέτου προσηγορίας τυχὼν, ἐπὶ τῇ τῶν συμπτωμάτων
2. ἰδιότητι. λεπτοῖς γὰρ πάνυ τρήμασι κατατιτρᾶται, νοτίδα
3. λεπτὴν ἔχουσιν ὑγρότητος ἀτρέμα γλίσχρου. πλησιάζει δὲ
4. αὐτῷ κατὰ τὴν ἰδέαν ἕτερον πάθος τοῦ δέρματος ὃ καλοῦσι
5. κηρίον, ἐπειδὴ τὰς κατατρήσεις ἔχει μείζονας, ὑγρότητά
6. τε περιεχούσας ὑμηττίῳ μέλιτι παραπλησίαν. ἡ γένεσις
7. δ’ αὐτοῖς ἐξ ὑγρότητός ἐστι μικτῆς, τὸ μέν τι λεπτὸν ἰχῶρα
8. δακνώδη, τὸ δέ τι παχὺν ἐχούσης χυμόν. ὁ μὲν οὖν λεπτὸς,
9. ἅτε δακνώδης ὢν, τὰ μὲν πρῶτα κνησσᾷν αὐτὰς ἀναγκάζει,
10. τῷ χρόνῳ δ’ ἐπὶ ταῖς κνήσεσιν, ὅ τ’ ὄγκος αὐξάνεται τά
11. τε τρήματα κατ’ αὐτῶν συνίσταται. δῆλον οὖν ὅτι κενῶσαι
12. χρὴ τοὺς ἐργαζομένους τὸ πάθημα χυμούς. εἰ δὲ ἐπιῤῥέοιεν
13. ἔτι, κωλῦσαι πρότερον τὴν ἐπιῤῥοὴν τῇ τε τῆς κεφαλῆς κενώσει
14. καὶ πρὸς αὐτοῖς ὅλου τοῦ σώματος ὡς ἐπὶ τῶν
15. ἀλωπεκιῶν προείρηται. μικροῦ δὲ τοῦ παθήματος ὄντος ἀρκεῖ
16. πολλάκις μόνα τὰ τοπικά τε καὶ μερικὰ προσαγορευόμενα,
17. χωρὶς τῆς τοῦ παντὸς σώματος κενώσεως. ἁρμόσει δ’
1. αὐτοῖς διὰ μὲν τὸ πάχος καὶ τὸ γλίσχρον τοῦ γεννῶντος
2. αὐτοὺς χυμοῦ τὰ τέμνοντα τοῦτο φάρμακα, τῇ δυνάμει δὲ
3. αὐτῶν ὑπάρχοντα ἐξ ἀνάγκης τοῦ διαφορεῖν καὶ ἀναστέλλειν.
4. καὶ τῷ ὄξει δὲ ἐξαίρετόν τι πρόσεστιν ἐκ τῶν τεμνόντων
5. ὄντι, πρὸς τῷ διαφορεῖν ἀναστέλλειν τε καὶ ἀποκρούεσθαι
6. τὸ ἐπιῤῥέον, ὡς ἂν ἔχοντι μὲν κατὰ τὴν οὐσίαν ὀλίγον
7. θερμὸν, ἔχοντι δὲ τὸ πλεῖστον αὐτῆς ψυχρὸν λεπτομερές.
8. ἐδείχθη γὰρ ὂν τοιοῦτον ἐν τῷ πρώτῳ περὶ τῆς ἁπλῶν
9. φαρμάκων δυνάμεως. ἔστω τοιγαροῦν ὀξὺ τὸ ὄξος ἀκριβῶς,
10. οὐδὲν ὅλως ἐμφαῖνον οἴνου ποιότητος, καὶ τοῦτο δεύων
11. ἄλλοτε ἄλλῳ τῶν μεταλλικῶν ὀνομαζομένων φαρμάκων ἰάσῃ
12. τοὺς ἀχῶρας. ἄρξαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων καὶ μάλιστ’
13. ἂν ὀδύνη τις αὐτοῖς συνῇ. κιμωλία τε οὖν ἐπιτήδειος εἰς
14. τοῦτο καὶ ἡ Κρητικὴ καὶ ἡ Λημνία γῆ, πομφόλυξ τε καὶ
15. σπόδιον καὶ λιθάργυρος, ἥ θ’ ἁπαλὴ καδμεία. μὴ παυομένου
16. δ’ ἐπὶ τούτοις, τὸ διὰ τοῦ χάρτου φάρμακον ξηρὸν ὄξει
17. δεύσας ἐπίχριε. δῆλον δ’ ὅτι προαφελὼν τὰς τρίχας ταῦτα
1. πράξεις. ἐὰν δὲ δριμύτερόν σοι φαίνοιτο τὸ διὰ χάρτου,
2. μίξεις αὐτῷ λιθάργυρον. εἰ μὲν αὐτάρκως ἐκλῦσαι βούλοιο
3. τὴν δῆξιν αὐτοῦ, τὴν ἴσην ἐν ὄγκῳ μίξεις· εἰ δ’ ἐπιτεῖναι
4. βούλοιο, βραχέως ἐλάττονα, καθάπερ εἰ καὶ πλεῖστον ἐκλῦσαι
5. βουληθείης, πλέονα. μὴ παρόντος δέ μοι τοῦ διὰ χάρτου
6. ποτὲ κατ’ ἀγρὸν, ἐπὶ τῆς τοῦ πάσχοντος οἰκήσεως θεασάμενος
7. χαρτίον ἄχρηστον, αἰτήσας ἐλλύχνιον, εἶτα καύσας τὸ
8. χαρτίον καὶ δεύσας ὄξει κατέχρισα τὸν πεπονθότα
9. τόπον, ἀξιώσας τὸν ἄνθρωπον ἥκειν εἰς ἐμὲ κατὰ τὴν ὑστεραίαν.
10. ᾔδειν γὰρ ὅτι σκληρόσαρκος ὢν οἴσει τὸ φάρμακον.
11. ὡς δὲ ἀφικόμενος ὀλίγου δεῖν τεθεράπευτο, μεταβῆναι μὲν
12. ἐφ’ ἕτερον οὐκέτ’ ἐδικαίωσα, τῷ δ’ αὐτῷ χρῆσθαι συμβουλεύσας
13. ὑγιῆ τελέως ἐθεασάμην γεγονότα κατὰ τὴν ὑστεραίαν.
14. συνετοῦ οὖν ἀνδρός ἐστι χρεία, καθάπερ εἴρηται πολλάκις,
15. ἐπιστήμονός τε τῆς τε τῶν θεραπευομένων παθῶν
16. οὐσίας καὶ τῆς τοῦ κάμνοντος φύσεως, ὥσπερ γε καὶ τῆς
17. δυνάμεως τῶν φαρμάκων, οὐ κατὰ τὸ γένος μόνον, ἀλλὰ
18. καὶ κατὰ τὴν ποσότητα γιγνώσκειν, ὡς στοχάζεσθαι καθ’
1. ἡμέραν ἑκάστην, ὁποίου δεῖται βοηθήματος. ἐν γὰρ τῷ τὸ
2. προσενηνεγμένον ἐπὶ τῆς προτεραίας φάρμακον ἐπιτείνειν ἢ
3. ἐκλύειν εἰς ὅσον ὑπαγορεύει τὸ πάθος ἡ προσήκουσα θεραπεία
4. γίγνεται. πρὸς ἀχῶρας φλεγμαίνοντας. ἐὰν δέ ποτε περιπέσῃς
5. ἀχῶρι φλεγμονώδει τε καὶ ὀδυνώδει, παρηγορήσεις δηλονότι
6. τὴν ὀδύνην αὐτοῦ πρότερον ὑγρῷ φαρμάκῳ, πεπτικῷ
7. τε καὶ μαλακτικῷ καὶ ἀδήκτῳ, ὁποῖόν ἐστι τὸ πάρυγρον
8. ὑπό τε Ἥρα καὶ ἄλλων πολλῶν γεγραμμένον. εὔδηλον δ’
9. ὅτι τοῦτο αὐτὸ μαλάξας ἐπὶ τῆς χειρὸς διὰ σπαθομήλης
10. ἅμα ῥοδίνῳ καὶ ποιήσας ἐπίχριστον οὐκ ἔμπλαστον οἷον
11. ἐξ ἀρχῆς ἦν ἐπιθήσεις. ἐπιτήδεια δὲ ἐν τῷ τοιούτῳ καιρῷ
12. καὶ τὰ πρὸς τὰς ὀδυνωμένας ἐφ’ ἕλκεσιν ἢ ῥήξεσιν ἕδρας
13. ἁρμόττοντα. περὶ ὧν εἰρήσεται κατὰ τὸν οἰκεῖον λόγον ἢ
14. καιρὸν, ὥσπερ γε καὶ τὰ τοὺς καρκίνους παρηγοροῦντα.
15. ταῦτα οὖν ἅπαντα προεσκεμμένῳ σοι καὶ ἡ τῶν κατὰ μέρος
16. φαρμάκων ποικιλία γνωσθήσεται χρησίμως. ἧς ἄρξομαι
1. κᾀγὼ, τὰ παρὰ τοῖς ἀρίστοις ἰατροῖς ἐπῃνημένα φάρμακα
2. γράψας ἐφεξῆς.
3. Ἅ ἔγραψεν Ἀρχιγένης περὶ
4. ἀχώρων ἐν τῷ πρώτῳ περὶ τῶν κατὰ γένος φαρμάκων.
5. ἐφ’ ὧν δὲ ἀχῶρες ἢ ἐκζέσματα ἢ ἐξανθήσεις τινές εἰσι περ
6. τὴν κεφαλὴν μεθ’ ἑλκώσεως, ἀπεχέσθωσαν μὲν παντὸς δριμέος
7. τε καὶ ἁλμυροῦ, ἔτι δὲ ὀξέος. εἶτα ξυρήσας τὰς τρίχας
8. ἢ τρὶς ἢ πλεονάκις ἑκάστης ἡμέρας πλύνας θερμῷ, ἐναφεψημένης
9. μυρσίνης ἢ σχίνον ἢ βάτου ἢ βρυωνίας ἢ συκαμίνου
10. ἢ θέρμων ἢ φακῶν ἢ ἀσπαράγου ῥίζης, καὶ μάλιστα
11. ὅταν ἰχῶρες πλείονες ἐκρέωσιν, κατάπλασσε ἰτέας φύλλοις
12. μεθ’ ὕδατος ἢ φακῷ μετὰ μέλιτος ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ
13. ὁμοίως ἢ μίξας τῆλιν ἐν τεύτλου χυλῷ βεβρεγμένην, χρῶ
14. ταῖς πεπειραμέναις λιπαραῖς. ἄλλο ἄκρως ποιοῦν. πίτυος
15. φλοιὸς μετὰ κηρωτῆς ἢ καδμία μετ’ ἐλαίου παλαιοῦ κατὰ
16. χριομένη ἢ κινναβάρει ὁμοίως κατάπλασσε λείῳ μίξας αὐτῷ
17. μύρτα ἢ κόγχας ὀστρέων κεκαυμένας, ἕκαστον αὐτῶν μετὰ
1. παλαιοῦ ἐλαίου κατάχριε, ἢ σπόδιον καὶ μάνναν ἐν οἴνῳ. εὐτόνως
2. ποιεῖ καὶ χαλκῖτις μετ’ ὄξους καὶ ἐλαίου παλαιοῦ
3. καταχριομένη. ἢ τεύτλου ἀφεψήματι μετ’ ὀλίγης κιμωλίας, ἐν
4. βαλανείῳ μίξας ἅλας καὶ οἶνον. ἢ ὑοσκύαμον καὶ ἀείζωον
5. μικρὸν, λεῖα σὺν ῥοδίνῳ μελιτῶδες ποιῶν κατάχριε. ἢ καθάρας
6. τὰ ἕλκη τινὶ τῶν σμηγμάτων, οἷον κιμωλίᾳ πεφρυγμένῃ
7. σὺν οἴνῳ, ἢ τρυγὶ οἴνου ῥοδίου κεκαυμένῃ σὺν ὄξει
8. παλαιῷ καλῶς ἢ σικύου ἀγρίου ῥίζης ἀφεψήματι κατάντλει.
9. ἢ τραγάκανθαν ἢ λιθάργυρον ἢ σανδαράχης τὸ διπλοῦν σὺν
10. οἴτῳ ἢ καὶ μυρσίνῳ ὡς λιπαρῷ κατάχριε. ἢ λιθαργύρῳ καὶ
11. ἀσβέστῳ, ἴσοις μετ’ ὄξους καὶ ἐλαίου κατάχριε. ἢ χαλκίτει
12. μετὰ μυρσίνου ἢ χολῇ ὑείᾳ ὑγρᾷ κατάχριε. ταῦτα
13. μὲν ὁ Ἀρχιγένης ἔγραψεν, οὐ μόνον ἐμπειρικὴν ποιησάμενος
14. διδασκαλίαν, ἀλλὰ καὶ ἀδιόριστον. εὑρεῖν γοῦν ἔστι παρὰ
15. τοῖς ἐμπειρικοῖς, ὅσοι γε αὐτῶν οὐκ ἐν λόγοις ἐριστικοῖς
16. κατέτριψαν τὸν βίον, ἀλλ’ ἐν τοῖς τῆς ἰατρικῆς τέχνης ἔργοις
17. φιλοπόνως ἐγυμνάσθησαν, ἐπί τισι φαινομένοις γνωρίσμασιν
18. ἐναργεῖς διορισμοὺς εἰρημένους, ὁποίους κᾀγὼ
1. μικρὸν ἔμπροσθεν ἐπὶ τῆς ἀλωπεκίας ἐποιησάμην, ἐρῶ δὲ
2. καὶ νῦν ἐπ’ αὐτῶν ὧν Ἀρχιγένης ἔγραψεν φαρμάκων. ἔνια
3. μὲν γὰρ αὐτῶν ἀχῶρας ἀρχομένους ἄνευ τῆς ἐν ὅλῳ τῷ
4. σώματι κακοχυμίας ἢ πλήθους ἰᾶται, στυπτικήν τε καὶ ἀποκρουστικὴν
5. ἔχοντα δύναμιν, ἔνια δὲ ἀπειλὴν μεγάλην ἐχόντων
6. τῶν ἀχώρων, ἐνίσταται ταῖς αὐξήσεσιν, ἅμα μὲν ἀποκρουόμενα
7. τὸ ἐπιῤῥέον, ἅμα δὲ καὶ συμπέπτοντα καὶ διαφοροῦντα
8. τὸ περιεχόμενον, εὔδηλον δ’ ὅτι μικτῆς εἶναι χρὴ
9. δυνάμεως. ἔνια δὲ τοῖς ἐπιπολῆς καὶ μικροῖς ἀρήγει μόνοις,
10. ἃ χρὴ μέτρια ταῖς δυνάμεσιν εἶναι καὶ μηδὲν ἐρειστικὸν
11. ἔχοντα ἐκ τῆς διαφορητικῆς ὄντα δυνάμεως. ἄλλα δὲ ἰσχυρότατα
12. ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ τοὺς ὑπὸ παχέων πάνυ
13. καὶ γλίσχρων ὑγρῶν γεγονότας ἀχῶρας ἐμπεπλασμένους τε
14. δυσεκνίπτως τῷ δέρματι δύνασθαι κενοῦν, ὥστε κᾄν ἤδη
15. σκιῤῥῶδες ἔχωσί τι, καὶ τοῦτο ἐκμοχλεύειν, κᾂν αὐτὴν τὴν
16. ἕξιν τοῦ δέρματος εἰς καχεξίαν τοιαύτην ἄγῃ, ὡς διαφθείρειν
17. τὸ ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη. ταῦτα δέ ἐστι τὰ ἐκ
1. τῶν δραστικωτάτων συγκείμενα φαρμάκων, ὁποίων ἐμνημόνευσεν
2. ὁ Ἀρχιγένης, ἀναμίξας τοὺς ἅλος τοῖς ἄλλοις διαφορητικοῖς.
3. ἅλες γὰρ καὶ χαλκῖτις καὶ ἡ κεκαυμένη τρὺξ
4. οἴνου καὶ ἡ σανδαράχη καὶ ἡ ἀκατάσβεστος τίτανος ἰσχυρότατα
5. ταῖς δυνάμεσι φάρμακα θερμαίνοντά τε καὶ δάκνοντα
6. καὶ διαφοροῦντα. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ χολαὶ
7. τῶν θερμῶν καὶ ξηρῶν ζώων, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἀρχιγένης,
8. ἀλλὰ τῆς ὑείας μόνης ἁπασῶν οὔσης μετριωτάτης,
9. ἧς κατὰ τὴν δύναμίν ἐστι καὶ τὸ κιννάβαρι. πλησίον δὲ
10. αὐτοῦ αἵ τε κεκαυμέναι κόγχαι καὶ αἱ κριθαὶ καὶ μετὰ
11. ταῦτα τὸ παλαιὸν ἔλαιον. ὥσπερ δὲ ταῦτα μοχλεύει καὶ
12. τέμνει καὶ διαφορεῖ τὸ βιαίως ἐσφηνωμένον, οὕτως ἀποκρούεται
13. τὰ στύφοντα, τὰ μὲν ἁπλῶς ὄντα ἄμικτα ταῖς
14. ἐναντίαις δυνάμεσι, τὰ δὲ ἐπικρατείᾳ τῆς στυφούσης μυρσίναι
15. μὲν γὰρ καὶ μύρτα καὶ ὁ τῆς πίτυος φλοιὸς τῶν
16. ἀμίκτων ἐστὶν ἐναντίαις δυνάμεσιν, ὥσπερ καὶ ἡ βάτος καὶ
17. ἡ συκάμινος, εἰ καὶ μετριωτέρας στύψεως ἢ κατὰ τὰ μύρτα
1. καὶ μυρσίνας, ἀλλὰ μετέχει γε ταύτης αἰσθητῶς. μικτῆς δὲ
2. δυνάμεως τὸ μύρσινόν ἐστιν ἐξ ἐλαίου τε καὶ τοῦ τῶν μύρτων
3. ἢ τῆς μυρσίνης χυλοῦ συγκείμενον, ὧν τὸ μὲν ἔλαιον
4. μαλακτικῆς ἐστι δυνάμεως. ἡ μυρσίνη δὲ καὶ τά μύρτα τῆς
5. στυπτικῆς οὐ μαλάττειν, ἀλλὰ συνάγειν καὶ σφίγγειν πεφυκυίας.
6. ἔστι δὲ τὸ ῥόδινον ἀσθενεστέραν μὲν ἔχον τὴν στύψιν
7. ἢ κατὰ τὸ μύρσινον, ὅμως γοῦν καὶ αὐτὸ μικτῆς δυνάμεώς
8. ἐστιν. ὥσπερ δὲ ταῦτα ταῖς σκευασίαις ἔσχε μικτὰς
9. δυνάμεις, οὕτως αὐτοφυῶς ἕτερα, καθάπερ ἡ σχῖνός τε καὶ
10. ἡ κύπερος καὶ οἱ φακοὶ, δέδεικται γὰρ ἐν τῷ περὶ αὐτῶν
11. λόγῳ τοῦτο. διαφορητικῆς δὲ καὶ ῥυπτικῆς ἄνευ θερμασίας
12. αἰσθητῆς ἐστι δυνάμεως ὧν ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἄρτι,
13. τὸ τεῦτλόν τε καὶ ἡ κεκαυμένη κιμωλία· πρὶν δὲ καυθῆναι
14. ἀσθενεστέρα τῆς τοῦ τεύτλου δυνάμεως, ἀλλ’ ἰσχυροτέρα
15. ἐστὶν ἡ τοῦ σικύου καὶ ἡ τῆς βρυωνίας καὶ ἡ τοῦ ἀσπαράγου.
16. λιθάργυρος δὲ κιμωλίας μὲν ἀκαύστου γενναιότερον
17. φάρμακον, ἀσθενέστερον δὲ πολλῷ τῆς τοῦ προκειμένου πάθους
18. ἰάσεως. ἡ καδμεία δὲ σύμμετρος ἐπὶ τῶν μέσων
1. κατὰ μέγεθος ἀχώρων. ἀδήκτως δὲ ξηραίνει τὸ σπόδιον, ἡ
2. δὲ μάννα καὶ πέττει. τὸ ἔλαιον δὲ, ὡς εἶπον ἄρτι, χαλαστικῆς
3. μέν ἐστι δυνάμεως, ἀλλ’ οὐκ ἰσχυρᾶς γε ταύτης, καὶ διὰ
4. τοῦτο εὐνίκητον γίγνεται κατὰ τὴν μίξιν, ὡς μετὰ μὲν τῶν
5. ἐμπλαστικῶν καὶ ψυκτικῶν, οἷόν ἐστι τὸ ψιμμύθιον, ἐκεῖνο
6. μᾶλλον ἐγχωρεῖ ἐπιδείκνυσθαι τὴν ἑαυτοῦ δύναμιν, ὡς συνάγειν
7. τε καὶ πιλοῦν καὶ σφίγγειν τὴν οὐσίαν ὧν ψαύει σωμάτων.
8. ἀναμέμικται δὲ ταῦτα πάντα κατὰ τὸν Ἀρχιγένειον
9. λόγον, οὔτε ἐπὶ ποίων ἀχώρων οὔτε πότε χρηστέον ἑκάστῳ
10. διορίσαντος αὐτοῦ. χρῆται δὲ καὶ οἴνῳ κατὰ τὸν λόγον, οὐ
11. προσθεὶς ὁποίῳ, καίτοι παμπόλλη διαφορὰ καὶ κατὰ τοὺς
12. οἴνους ἐστί· ὁ μὲν γάρ τις αὐστηρὸς, ὁ δὲ στρυφνὸς, ὁ δὲ
13. γλυκὺς, ὁ δὲ δριμὺς ὑπάρχει σαφῶς. ἔνιοι δὲ καὶ πλείους
14. ἅμα ποιότητας ἐμφαίνουσιν, ἔχοντές τέ τι καὶ γλυκὺ καὶ
15. στῦφον καὶ δριμύ. ὅταν οὖν ἁπλῶς τις γράφῃ δεύειν οἴνῳ
16. τόδε τι, στοχάζεσθαι χρὴ τὸν ἀναγιγνώσκοντα τίνα σκοπὸν
17. ἡ σύνθεσις ἔχει τοῦ φαρμάκου, καὶ πρὸς τοῦτον ἀποβλέποντα
1. τὸν ἐπιτήδειον αἱρεῖσθαι, στύφοντα μὲν ἐφ’ ὧν ἀποκρούσασθαι
2. βούλει, δριμὺν δὲ ἐφ’ ὧν διαφορῆσαι, καὶ τοῖς ἄλλοις
3. ὡς ἑκάστου τὴν δύναμιν ἐδηλώσαμεν ἔνθα περὶ διαφορᾶς
4. τῶν οἴνων ἐδιδάσκομεν. ὄξος δὲ ἐπιτηδειότατόν ἐστιν ἐν
5. παντὶ καιρῷ πρὸς ἀχῶρας, ὡς ἂν καὶ τέμνον τοὺς παχεῖς
6. καὶ γλίσχρους χυμοὺς καὶ διαφοροῦν, ἀποκρουόμενόν τε τὸ
7. ἐπιῤῥέον. οὐκ αὐτῷ δὲ δηλονότι μόνῳ καθ’ ἑαυτὸ χρήσαιτ’
8. ἄν τις, εἴ γε μὴ κατανίψαι τε καὶ καταπλῦναι βουλόμενος
9. ἀχῶρας, ἀλλὰ δεύων αὐτῷ φάρμακα, μέτρια μὲν ἐφ’ ὧν
10. ἄρχεταί τε καὶ μικρόν ἐστι τὸ πάθος, ἰσχυρὰ δὲ ἐπὶ τῶν
11. μειζόνων τε καὶ χρονιωτέρων, ἰσχυρότερα δὲ ἐπὶ τῶν χρονιωτάτων
12. τε καὶ δυσιατοτάτων. ἡ διαφορὰ δὲ ἡ κατὰ τὴν
13. ἰσχὺν τῶν φαρμάκων ἄρτι μοι προείρηται. τῶν δὲ εἰρημένων
14. ὑπὸ Ἀρχιγένους φαρμάκων οὐδ’ ὅλως ἂν χρησαίμην
15. ἀειζώῳ τε καὶ ψιμμυθίῳ· τὸ μὲν γὰρ ἐμψύχει γενναιότερον
16. ἢ προσήκει ψύχεσθαι τοὺς ἀρχομένους ἀχῶρας, τὸ δὲ ψιμμύθιον
17. ὀλίγην μὲν ἔχει τὴν ψύξιν, ἀλλ’ ἔστι τῶν ἐμπλαστικῶν
1. φαρμάκων, ἀντ’ αὐτοῦ δὲ χρῆσθαι πάρεστι σποδίῳ
2. τε καὶ πομφόλυγι.
3. Ἔγραψεν ὁ Ἀπολλώνιος ἐν
5. τῷ πρώτῳ τῶν εὐπορίστων πρὸς ἀχῶρας πρῶτον μὲν ὡδί
6. πως κατὰ λέξιν· ῥοδίνῳ ἐλαίῳ τὴν κεφαλὴν ἔγχριε. δεύτερον
7. δ’ ἐπ’ αὐτῷ τεύτλου χυλῷ παραπλησίως. καὶ τρίτον ἐπ’
8. αὐτοῖς χελώνης αἵματι χρῶ τὸν αὐτὸν τρόπον. τέταρτον δὲ
9. δαφνίνῳ ἐλαίῳ χρῖε τὴν κεφαλήν. καὶ πέμπτον κροκίνῳ μύρῳ
10. χρῖε παραπλησίως. τούτων δὲ τὸ πρῶτον γεγραμμένον ἀσθενέστατόν
11. ἐστιν ἐπὶ παιδίων καὶ γυναικῶν ἁπαλοσάρκων,
12. ἀρχομένῳ τῷ παθήματι χρήσιμον ὄν· καὶ γὰρ πέττει καὶ διαφορεῖ
13. καὶ ἀποκρούεται, πάντα μετρίως ποιοῦν. τὸ δὲ δεύτερον,
14. ἔνθα τὸ τοῦ τεύτλου χυλῷ χρῆσθαι συμβουλεύειν δραστικώτερον
15. μέν ἐστι τοῦ ῥοδίνου, διαφορητικῆς ὑπάρχον δυνάμεως,
16. οὐ μὴν πρὸς τοὺς ἰσχυροὺς κατεσκευασμένους ἀχῶρας
17. ἁρμόττειν δυνάμενον. τὸ δὲ τῆς χελώνης αἷμα περίεργόν
18. ἐστι καὶ οὐδ’ ἐπεχείρησά ποτε πειραθῆναι αὐτοῦ. τὸ δ’
1. ἐφεξῆς γεγραμμένον τὸ δάφνινον ἰσχυρῶς θερμαίνει καὶ διαφορεῖ.
2. κεκενωμένου δὲ δεῖται τοῦ τε σώματος ὅλου καὶ τῆς
3. κεφαλῆς, ὡς διαφορῆσαι τοὺς ἐργαζομένους τὸν ἀχῶρα χυμούς.
4. τὸ δὲ κρόκινον μύρον ἔχει τι καὶ διαφορητικὸν καὶ στυπτικὸν
5. καὶ πεπτικόν. ἰσχυρότερα δὲ τὰ τρία τῆς ῥοδίνου
6. φύσεώς ἐστιν. ἐκ τῶν οὖν ἐπ’ ἐκείνῳ λεγομένων καὶ
7. περὶ τούτων ἔνεστι λογίζεσθαι. ἐπὶ τούτοις ἑξῆς γέγραπται
8. κατὰ λέξιν οὕτως. ταύρου οὔρῳ ἀπόσμα, εἶτ’ ἐφεξῆς τόδε,
9. ποιεῖ καὶ καμήλου οὖρον τούτῳ παραπλήσιον. χρηστέον
10. δ’ ἂν εἴη τούτοις, φησὶν, ἐφ’ ἡμέρας πλείους. ἀλλ’
11. ἔγωγε φαίην ἂν πρὸς αὐτὸν οὐχ ὅπως ἐπὶ πολλὰς ἡμέρας,
12. ἀλλ’ οὐδεμιᾷ μόνῃ δύναιτο ἂν ἀνασχέσθαι καθάριος ἄνθρωπος
13. ἐπιχεομένου αὐτοῦ κατὰ τῆς κεφαλῆς οὔρου οὐδενὸς
14. ζώου τοιούτου, καὶ ταῦτα ἐπὶ παθήματος οὕτω μικροῦ
15. καὶ ῥᾳδίως ἰαθῆναι δυναμένου. δὶς γάρ τοι κᾂν διὰ
16. πασῶν ἐστι, τὸ δὴ λεγόμενον τοῦτο, ῥοδίνῳ τε χρῆσθαι, βραχυτάτην
17. ἔχοντι δύναμιν, ὡς πρὸς τὸ προκείμενον σύμπτωμα,
18. καὶ ταύρου καὶ καμήλου τῷ οὔρῳ, δριμυτάτοις τε καὶ χαλεπωτάτοις
19. καὶ ἀηδεστάτοις οὖσιν. ἐφεξῆς δὲ τούτοις γέγραπται
1. τοιοῦτόν τι φάρμακον αὐτοῖς ὀνόμασι, πιτύρων χοίνικος
2. τὸ S". βρέξας ἐν ὕδατος κοτύλαις δύο, μετὰ δὲ ταῦτα
3. τρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετὰ ὄξους ἡμικοτυλίου,
4. μέχρις οὗ γλοιοῦ πάχος λάβῃ, καὶ τούτῳ τὴν κεφαλὴν
5. ἀπόσμα, εἶτα κλύζε ὕδατι ἢ τεύτλου ἐναφεψημένου ἢ
6. τήλεως ἢ θέρμων, χρίσματι δὲ χρῶ ἰρίνου μύρου ὑποστάθμῃ
7. τοῦτο τὸ φάρμακον διαφορητικόν ἐστιν ἀδήκτως, ἐκ τῶν
8. καλουμένων ῥυπτικῶν συγκείμενον. τοιαύτης γάρ ἐστι δυνάμεως
9. τό τε πίτυρον καὶ τὸ τεῦτλον καὶ οἱ θέρμοι. διαφορητικὸν
10. δὲ μετὰ τοῦ θερμαίνειν μὴ σφοδρῶς ἡ τῆλις. ἐκ
11. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ἡ τοῦ ἰρίνου μύρου ὑποστάθμη.
12. περὶ δὲ τῆς τοῦ ὄξους δυνάμεως εἴρηται καὶ πρόσθεν,
13. ὡς ἐπιτήδειόν ἐστιν εἰς τὸ τῶν ἀχώρων πάθος. χρηστέον
14. οὖν ὡς ἐπιτηδειοτάτῳ καὶ δραστικωτάτῳ φαρμάκῳ.
15. ἄλλο μετὰ τοῦτο φάρμακον γέγραπται ὑπὸ Ἀπολλωνίου
16. κατὰ λέξιν οὕτως. σικύου ἀγρίου ῥίζας ἀφεψήσας τῷ χυλῷ
17. ἀπόσμα. ἐμάθομεν δὲ ὅτι διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως
18. ἡ τοῦ σικύου ῥίζα καὶ μετὰ τοῦτο γέγραπται τόδε τὸ
1. φάρμακον. γῆς κιμωλίας θείου ἀπύρου ἴσον τρίψας μετὰ
2. ὄξους ἐν βαλανείῳ ἀπόσμα καὶ θερμῷ ὕδατι ἔκπλυνε. τούτῳ
3. καὶ καταχρίειν δεῖ τῷ φαρμάκῳ, οὐ μόνον, ὡς εἶπεν, ἐν βαλανείῳ
4. χρῆσθαι, πάσας γὰρ ἔχει τὰς δυνάμεις ὧν δεῖται τὸ
5. πάθος, τοῦ μὲν ὄξους ἔχοντος αὐτὰς ὡς καὶ πρόσθεν εἴρηται,
6. μόνου δὲ τοῦ θείου περαιτέρω τοῦ προσήκοντος ἐκθερμαίνειν
7. τε καὶ διαφορεῖν δυναμένου, διὸ καλῶς αὐτῷ τὴν
8. κιμωλίαν ἔμιξεν, εἰς συμμετρίαν κράσεως ἄγων τὸ ἐξ ἀμφοῖν
9. συγκείμενον. τὸ δὲ μετὰ τοῦτο φάρμακον, ἔνθα φησὶ, μαλάχην
10. ξηράνας καὶ κόψας εἰς οὖρον κατάπασον καὶ ἀπόσμα,
11. μέμφομαι καθόσον ἐμεμψάμην καὶ πρόσθεν τὴν τοῦ οὔρου
12. χρῆσιν, εἰ καὶ τήν γε δύναμιν αὐτοῦ κᾀγὼ φαίην ἂν ἁρμόττειν
13. τῷ πάθει. τὸ δὲ ἐφεξῆς γεγραμμένον, ἐν ᾧ φησιν,
14. συκῆς φύλλα ἑψήσας ἐν ὕδατι καὶ ἐξαιθριάσας τὸ ὕδωρ καὶ
15. τρύγα ὀπτὴν ἐμβαλὼν εἰς αὐτὸ ἀπόσμα, μετὰ δὲ ταῦτα ἔκκλυζε
16. ῥύμμασι τὴν τρίχα, δριμὺ ποιεῖ τὸ ῥύμμα, μέχρι μὲν
17. τῆς ἐν βαλανείῳ χρίσεως οὐ δυνάμενον ἐρεθίσαι σφοδρῶς
18. τὸν ἀχῶρα, καὶ μάλιστα ἂν κατακλύζῃ τις ἐφεξῆς ὡς ἐκέλευσε,
1. τουτέστιν ὕδατι γλυκεῖ καταντλήσει τὴν κεφαλὴν, ἐπιχρίστῳ
2. δὲ χρῆσθαι τοιούτῳ φαρμάκῳ σφαλερόν. ἔστι γὰρ
3. ἱκανῶς δριμὺ φάρμακον ἡ κεκαυμένη τρὺξ, ὡς ἐδείχθη ἐν τῷ
4. περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τὸ δ’ ἐφεξῆς
5. φάρμακον ἀσφαλῆ τε τὴν χρῆσιν ἔχει καὶ χρῷτο ἄν τις αὐτῷ
6. θαῤῥῶν ἐκ λιθαργύρου καὶ δαφνίνου συγκειμένῳ. θαυμάζω
7. δέ πως, ὡς ὅμοιον τῷ δαφνίνῳ μίγνυσι τὸ ἔλαιον ὡδί πως
8. γράφων. λιθαργύρῳ λείῳ μετ’ ἐλαίου λευκοῦ ἢ δαφνίνου
9. προλούσας θερμῷ περίχριε. πάμπολυ γὰρ ἀπολείπεται
10. τῆς τοῦ δαφνίνου δυνάμεως τὸ κοινὸν τοῦτο ἔλαιον, ὃ
11. κέκληκε λευκὸν, ἀντιδιορίζων αὐτὸ τοῦ δαφνίνου. καὶ τὸ μετ’
12. αὐτὸ δὲ γεγραμμένον ὁμοίαν ἔχει τὴν ἀτοπίαν· ἀντὶ μὲν
13. γὰρ τῆς λιθαργύρου ψιμμυθίῳ χρῆται, δεύει δ’ αὐτὸ μυρσίνῳ
14. ἢ δαφνίνῳ, παμπόλλην ἔχουσι διαφορὰν φαρμάκοις.
15. τὸ μὲν γὰρ ἀποκρουστικόν ἐστι, τὸ δὲ ἱκανῶς θερμαίνει καὶ
16. διαφορεῖ. καὶ χρεία δηλονότι τοῦ μὲν ἀποκρουστικοῦ καταρχάς
17. ἐστι, τοῦ δὲ διαφορητικοῦ στηριχθέντος ἤδη τοῦ τὸν
1. ἀχῶρα γεννῶντος χυμοῦ. καὶ τὰ τοῦ κυνοσβάτου δὲ φύλλα,
2. ὧν ἐφεξῆς μέμνηται κόπτειν καὶ χυλίζειν κελεύων, εἶτα ἐλαίῳ
3. μιγνύειν, ἀσθενές ἐστι φάρμακον. ἀρχομένῳ δὲ τῷ πάθει
4. μόνον ἐπιτήδειον, ὡς ἂν τοῦ κυνοσβάτου στύφοντος. τοιοῦτον
5. δ’ ἐστὶ φάρμακον καὶ ἡ μολύβδαινα μετὰ ψιμμυθίου
6. φυραθεῖσα οἴνῳ, μέχρι συστάσεως ὡς κατάχριστον γίγνεσθαι
7. φάρμακον. ἐναντίας δὲ τοῖς εἰρημένοις δυνάμεώς ἐστιν, ὧν
8. ὁμοτίμως μέμνηται, μηδένα προσθεὶς διορισμὸν, τό τε διὰ
9. τοῦ καρδάμου καὶ τὸ διὰ τῆς σκίλλης. γράφει δὲ περὶ μὲν
10. τοῦ προτέρου κατὰ λέξιν οὕτως. καρδάμου καὶ ἁλὸς ἴσον
11. στέατι χηνείῳ μίξας καὶ λεάνας χρῶ. περὶ δὲ τοῦ δευτέρου
12. κατὰ τήνδε τὴν λέξιν. σκίλλαν εἰς κάμινον ἐγκρύψας, ὥσπερ
13. κολοκύνθην, ὅταν μαλακὴ γένηται, ἐξίπωσον, εἶτα μίξας τῷ
14. χυλῷ ἔλαιον μὴ πολὺ χρῖε. εὔδηλον δ’ ὅτι πολὺ τούτου
15. σφοδρότερόν ἐστι τὸ διὰ τοῦ καρδάμου σκευαζόμενον. ὃ δὲ
16. ἐφεξῆς γράφει τῶν παρηγορικωτέρων ἐστὶ φαρμάκων, εἰ μὲν
17. ὀδύνη τις εἴη σφοδρὰ περὶ τὸν ἀχῶρα, μέχρι τοῦ παρηγορῆσαι
18. προσηκόντως παραλαμβανόμενον. εἰ δὲ διαφορῆσαι
1. σκληρὸν καὶ κεχρονισμένον ἀχῶρα βουλόμεθα, παντάπασιν
2. ἀσθενές. ἔγραψε δὲ ὁ Ἀπολλώνιος ὡδί πως περὶ αὐτοῦ. κοτύλην
3. ἐλαίου χαριεστάτου ἐγχέας εἰς μολυβδίνην θυίαν καὶ
4. δοίδυκα λαβὼν μολύβδινον τρῖβε οὗ παχὺ ποιήσεις
5. καὶ ὑπομελαῖνον, εἶτα χωρὶς τρίψας λιθαργύρου λίτραν μίαν
6. καὶ ψιμμυθίου τὸ ἴσον μῖξον εἰς τὸ ἔλαιον, μετὰ δὲ ταῦτα
7. τὴν κεφαλὴν ἐκκλύσας καὶ ξηράνας ἔγχρισον τὸ φάρμακον
8. οὐ δι’ ἐλαίου ψιλῶς, ἀλλὰ ποτὲ μὲν διὰ ῥοδίνου, ποτὲ δὲ
9. διὰ μυρσίνου κατασκευάσας, ἐπί τε τῶν ἐν ἕδρᾳ στολίδων
10. καὶ ῥήξεων καὶ τῶν ἑλκῶν τῶν ὀδυνωμένων ἕξεις ἄριστον,
11. ὅσα τ’ ἄλλα παροξύνονται, τῶν ἰσχυροτέρων φαρμάκων προσφερομένων.
12. ἄκρως γὰρ ταῦτα παρηγορεῖ, κᾂν φαγεδαινικὰ
13. κᾂν καρκινώδη κᾂν ὁπωσοῦν ἔχοντά τι κακόηθες ὑπάρχῃ.
14. οὔκουν ἐχρῆν αὐτοῦ τὴν σκευασίαν γεγραφέναι νῦν, ἀλλ’
15. ὡς ἐγὼ πρόσθεν εἶπον, αὔταρκες ἦν φάναι παρηγορεῖσθαι
16. τοὺς ὀδυνώδεις ἀχῶρας τοῖς τοιούτοις φαρμάκοις. κοινὸν
17. γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν ὀδυνωμένων, ἰδίως δὲ ποιοῦν
1. ἐπὶ τῶν ἀχώρων. ἔγραψε δὲ ἐφεξῆς φάρμακον τοιοῦτον.
2. ♃ λιθαργύρου 𐅻 η΄. πηγάνου τῶν ἁπαλῶν φύλλων 𐅻 ε΄.
3. ἐλαίου δραχμὰς η΄. ὄξους κοτύλης τέταρτον, τρίψας ἐν τῷ
4. αὐτῷ τὴν κεφαλὴν κατάχριε. τοῦτο τὸ φάρμακον ἱκανὴν
5. ἡμῖν δέδωκε πεῖραν. παραπλήσιον δὲ αὐτῷ τὴν δύναμίν
6. ἐστι καὶ τὸ γεγραμμένον ὑπ’ αὐτοῦ ἐφεξῆς κατὰ τήνδε τὴν
7. συμμετρίαν. ♃ ψιμμυθίου δραχμὰς στ΄. λιθαργύρου δραχμὰς
8. δ΄. κηροῦ τὸ ἴσον, θείου δραχμὰς στ΄. ἐλαίου ῥοδίνου
9. ἢ μυρσίνου τὸ ἱκανὸν, ὥστε κηρωτὴν ὑγροτέραν ποιῆσαι.
10. τὰ ξηρὰ τῇ κηρωτῇ μῖξον καὶ τὴν κεφαλὴν ἔγχριε. τοῦτο
11. δὲ καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι ἐξανθήματα σφόδρα χρήσιμόν
12. ἐστιν, ὥστε ἀληθῶς καὶ τοῦτο γέγραπται τῷ Ἀπολλωνίῳ.
13. καὶ τὸ μετ’ αὐτὸ δὲ διαφορητικὸν ἱκανῶς ἐστιν,
14. ὡς ἂν ἀφρὸν ἔχων τοῦ νίτρου πολλὸν, ὡς εἴ γε μὴ τῷ
15. πλήθει τοῦ ἐλαίου ἐκεκόλαστο, δριμύτερον ἂν ἦν ἢ προσήκει.
16. βούλεται γὰρ ἑνὶ μέρει τῆς λιθαργύρου πενταπλάσιον
17. ἀφροῦ νίτρου μιχθῆναι καὶ τούτοις τριβομένοις παραχεῖσθαι
18. κατ’ ὀλίγον ἔλαιον, ἄχρι συστάσεως εἰς ἔγχρισιν ἐπιτήδειον.
1. Ἐν μὲν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι
3. τὰς καθόλου δυνάμεις τῶν ὠφελούντων ἕκαστον πάθος εἰπὼν
4. ὀλίγων ἐμνημόνευσα παραδειγμάτων ἀφωρισμένης ὕλης,
5. ἀναβαλλόμενος ἐνταῦθα τὸ πλῆθος ἁπάντων αὐτῶν διελθεῖν.
6. ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ πάντα μὲν ὅσα πᾶσι
7. γέγραπται φάρμακα μακρὸν ἂν εἴη γράφειν. ὅσα δὲ τοῖς
8. ἐνδόξοις περὶ τὴν ἐμπειρίαν αὐτῶν ἄμεινον ἐφάνη σοι πάντ’
9. ἐπελθεῖν, ἵνα καὶ τὰ πλησίον ἀλλήλων πάντῃ μὲν δοκοῦντα
10. εἶναι τὰ αὐτὰ, βραχὺ δέ τι παραλλάττοντα κατὰ τὴν συσταθμίαν
11. ἢ τὴν σκευασίαν ἱστορήσαντες οἱ τοῖσδε τοῖς γράμμασιν
12. ὁμιλοῦντες ἐκεῖνα μάλιστα σκευάζωσιν ὧν τῆς ὕλης
13. εὐποροῦσιν. ἐνίοτε γὰρ ἢ οὐδ’ ὅλως εὑρίσκομέν τινα τῶν
14. μιγνυμένων ἢ τοιαῦτα εὑρίσκομεν, ὡς μὴ θαῤῥεῖν ἐμβαλεῖν
15. αὐτά. τούτου δὲ χρὴ μάλιστα πεφροντικέναι κατὰ πάσας τὰς
16. σκευασίας τῶν φαρμάκων, ὡς ἀκμαῖα καὶ δόκιμα πάντα εἶναι
17. τὰ μιγνύμενα. διὰ τοῦτο οὖν ἤδη καὶ τῶν Κρίτωνος μνημονεύσω
1. πάντων, ἐπιμελέστερόν μοι δοκοῦντος πεπραγματεῦσθαι
2. τὴν τῶν ἀχώρων θεραπείαν. εἰς πέντε γοῦν ἔτεμε λόγους
3. τὴν διδασκαλίαν αὐτῶν, ὧν τοῦ πρώτου κᾀγὼ μνημονεύσω.
4. Ὁ ΠΡΩΤΟΣ λόγος τοῦ Κρίτωνος ἐπὶ τῇ τῶν ἀχώρων
5. θεραπείᾳ. γράφει τοίνυν αὐτοῖς ὀνόμασιν ὁ Κρίτων οὕτως.
6. πρὸς τοὺς ἐπὶ τῆς κεφαλῆς συμβαίνοντας ἀχῶρας. γίγνονται
7. δὲ οὗτοι τὰ πολλὰ πιτυριάσεως προηγησαμένης καὶ σχεδὸν
8. ψωριάσεως, ἐς τὴν ἀρχὴν χρηστέον ταῖς ὑπογεγραμμέναις
9. σκευασίαις. πρὸς ἀχῶρας προσφάτους. κόλλῃ τεκτονικῇ σὺν
10. ὕδατι ἑψηθείσῃ κατάχριε. ἄλλο. μήκωνος ἀγρίας καὶ ὑοσκυάμου
11. φύλλα μετ’ ἐλαίου κατάπλασσε. ἄλλο. συκῆς ἀκρέμονας
12. ἢ τῶν φύλλων τὰ ἁπαλὰ τρίψας μεθ’ ὕδατος κατάπλαττε,
13. χρονίων δὲ ὄντων τρῖβε μετ’ ὄξους. ἄλλο. καρύων πικρῶν τὰ
14. ἐντὸς εἰς ὕδωρ χλιαρὸν ἐμβαλὼν καὶ ἐκλεπίσας τρῖβε μετ’
15. ὕδατος, καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει προξυρήσας.
16. ἐπὶ δὲ τῶν κεχρονισμένων ἄνιε μετ’ ὄξους. ἄλλο. σκωρίας σιδήρου
17. καὶ ῥόδων τὸ ἴσον τρίψας μετ’ οἴνου ἐπιτίθει. ἔνιοι δὲ
18. τρίψαντες ἀναλαμβάνουσι κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.
1. ΤΟΝ ΔΕΥΤΕΡΟΝ λόγον ἐπὶ τῷ τῶν ἀχώρων πάθει
2. κατὰ τήνδε τὴν λέξιν ἔγραψε. περιτεινομένης δὲ τῆς ἐπιφανείας
3. καὶ διὰ τοῦτο παρενοχλούσης χρηστέον ταῖς ὑπογεγραμμέναις
4. σκευασίαις. λιπαρὰ πρὸς ἀχῶρας, ψύδρακας,
5. ἐκζέσματα, παρατρίμματα. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθή. ♃ λιθαργύρου
6. 𐅻 ν΄. πηγάνου τῶν ἁπαλῶν φύλλων 𐅻 κε΄. ὄξει
7. διαλύσας καὶ ῥοδίνῳ ἀναλαβὼν ἢ μυρσίνῳ ἐπίχριε πτερῷ.
8. ἄλλη. ♃ λιθαργύρου 𐅻 σ΄. ψιμμυθίου 𐅻 ρν΄. πηγάνου
9. 𐅻 ρ΄. σταφίδος ἀγρίας 𐅻 κε΄. ὄξους ξεστ. γ΄. μυρσίνου λίτρας
10. γ΄. τρῖβε κατὰ μέρος ἐπιβάλλων τὸ ὑγρὸν καὶ συντίθει,
11. καθάπερ προείρηται. ἄλλη. ♃ ψιμμυθίου 𐅻 ρν΄. λιθαργύρου
12. 𐅻 ρ΄. πηγάνου 𐅻 ρ΄. μυρσίνου ξεστ. γ΄. τρῖβε,
13. κατὰ μέρος ἐπιβάλλων τὸ ὑγρόν. ἄλλη. ♃ ψιμμυθίου κεκαυμένου
14. 𐅻 ρ΄. πηγάνου 𐅻 ρ΄. μάννης λιβάνου ἴσα, πίτυος
15. φλοιοῦ 𐅻 ν΄. ἐλαίου μυρσίνου ξεστ. β΄. ὄξους τὸ ἴσον, συντίθει
16. ὁμοίως. ἄλλη. ♃ σκωρίας μολύβδου 𐅻 ρ΄. ἑλίκων
17. ἀμπέλου 𐅻 ρ΄. λιβάνου 𐅻 ρ΄. σμύρνης καὶ ἀφρονίτρου
18. τὸ ἴσον, ὄξους καὶ μυρσίνου ὅσον ἐξαρκεῖ.
1. ΕΝ ΔΕ ΤΩΙ ΤΡΙΤΩΙ τοιαῦτά φησιν. χρονιζούσης
2. δὲ τῆς διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις,
3. εἶθ’ ἑξῆς γράφει. Δαμοκράτειος πρὸς ἀχῶρας καθύγρους
4. καὶ χρονίους. ♃ λαδάνου 𐅻 η΄. ψιμμυθίου τὸ ἴσον, θείου
5. ἀπύρου 𐅻 δ΄. οἴνῳ καὶ μυρσίνῳ ἐλαίῳ χρῶ. ἄλλη. ♃ λιθαργύρου
6. 𐅻 η΄. ἑλίκων ἀμπέλου 𐅻 η΄. ὑποκυστίδος χυλοῦ
7. 𐅻 δ΄. ἀφρονίτρου 𐅻 β΄. κηκίδων 𐅻 γ΄. ἢ β΄. ὄξει καὶ μυρσίνῳ
8. χρῶ. ἄλλη. ♃ σιδίων καὶ κηκίδων ἀκακίας κιῤῥᾶς, οἴνῳ
9. τὰ σίδια καὶ τὰς κηκίδας ἐμβρέξας ἕψε, τὴν δ’ ἀκακίαν
10. οἴνῳ διαλύσας ἐπίβαλλε τοῖς λοιποῖς λειωθεῖσιν ἐπιμελῶς,
11. καὶ ὅτε εὖ ἔχῃ, ἀναλάμβανε μυρσίνῳ. ἄλλη. ♃ λιθαργύρου,
12. ψιμμυθίου, ὑοσκυάμου, μίσυος, κωνείου ἀκρεμόνων ἴσον κεκαυμένου
13. λιβάνου, ἀκρεμόνων ἐλαίας ἴσον ἀναλάμβανε ὄξει
14. καὶ σχινίνῳ ἐλαίῳ καὶ χρῶ. ἄλλη σφόδρα καλή. ♃ ψιμμυθίου
15. κεκαυμένου 𐅻 η΄. λιθοργύρου 𐅻 η΄. χαλκάνθου 𐅻 δ΄.
16. ῥοῦ ἐρυθροῦ 𐅻 δ΄. θείου ἀπύρου 𐅻 β΄. ὀπίου 𐅻 β΄.
17. σμύρνης 𐅻 β΄. ὄξει καὶ σχινίνῳ ἐλαίῳ.
1. ΤΟΝ ΔΕ ΤΕΤΑΡΤΟΝ λόγον ἐπὶ τῇ τῶν ἀχώρων
2. θεραπείᾳ κατὰ λέξιν οὕτως ἔγραψεν. ἐπεὶ δὲ τῶν ἀναγεγραμμένων
3. πρὸς ἀχῶρας τὰ πολλὰ ξηραίνει τε καὶ μᾶλλον
4. ὀδύνην ἐπιφέρει, ἅτε δὴ περιτεινομένης τῆς ἐπιφανείας, χρηστέον
5. ταῖς ὑπογεγραμμέναις σκευασίαις, δι’ ὧν ἔνεστι χωρὶς
6. ὀδύνης κατορθοῦν. λευκὴ ἀνίκητος ποιοῦσα πρὸς ἀχῶρας
7. καθύγρους καὶ δυσαπαλλάκτους, ποιεῖ καὶ πρὸς ἐκζέσματα
8. καὶ παρατρίμματα. ♃ λιθαργύρου 𐅻 ρ΄. κηροῦ 𐅻 ρ΄. οἱ
9. δὲ πεντήκοντα. ψιμμυθίου 𐅻 ρ΄. λιβάνου 𐅻 κε΄. στυπτηρίας
10. σχιστῆς 𐅻 ιστ΄. τερμινθίνης 𐅻 κε΄. πεπέρεως λευκοῦ
11. 𐅻 γ΄. ἐλαίου 𐆅 α΄. τὰ ξηρὰ κόπτε. ἔλαιον δὲ καὶ λιθάργυρον
12. καὶ ψιμμύθιον εἰς καινὴν χύτραν ἐπ’ ἀνθράκων ἕψε.
13. ὅταν δὲ μεταβάλλῃ, ἐπίβαλε κηρὸν καὶ ῥητίνην καὶ κίνει
14. ἄχρις ἀμολύντου, εἶτα ἐπάρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς
15. ἐάσας ψυγῆναι ἐπίβαλε τὰ ξηρὰ καὶ εἰς θυίαν μετεράσας
16. καὶ μαλάξας ἐπιμελῶς χρῶ ἐμπλάσσων εἰς ὀθόνιον καὶ λύων
17. διὰ τρίτης. μᾶλλον δὲ ὠφελεῖ τὸ φάρμακον μιγνύμενον τῇ
1. λεγομένῃ Πασίωνος μηλίνῃ, ὥστε δύο μὲν εἶναι μέρη τῆς
2. ἀνικήτου, ἓν δὲ τῆς εἰρημένης Πασίωνος μηλίνης. ἄλλο. ♃
3. ψιμμυθίου 𐅻 ρκ΄. λιθαργύρου 𐅻 π΄. κηροῦ 𐅻 κδ΄. τερμινθίνης
4. 𐅻 ιβ΄. μάννης 𐅻 ιστ΄. στυπτηρίας σχιστῆς 𐅻 η΄.
5. ἐλαίου κοτύλας β΄. συντίθει καθὼς προείρηται. μηλίνη Λευκίου
6. ἀναξηραντικὴ παντὸς ῥεύματος, ποιοῦσα πρὸς ἀχῶρας
7. χρονίους καὶ καθύγρους. ♃ κηροῦ δραχμὰς η΄. σανδαράχης
8. δραχμὰς δ΄. στέατος μοσχείου δραχμὰς δ΄. τερμινθίνης δραχμὰς
9. β΄. λιβάνου 𐅻 α΄. σμύρνης δραχμὴν μίαν, στυπτηρίας
10. σχιστῆς κεκαυμένης 𐅻 α΄. πίτυος φλοιοῦ δραχμὴν μίαν,
11. ἐλαίου μυρσίνου τὸ ἀρκοῦν. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.
12. ἄλλη μηλίνη Ὑγιεινοῦ ἀναξηραντικὴ παντὸς ῥεύματος. ♃
13. λιθαργύρου λίτραν μίαν, ψιμμυθίου λίτραν μίαν. ἁλὸς ὀρυκτοῦ
14. 𐆃 α΄. στυπτηρίας σχιστῆς λίτρας S". χαλκάνθους γο
15. στ΄. ἐλαίου ξεστ. β΄. ὄξους ξεστ. α΄. ἕψε ἔλαιον, ἅλας, ψιμμύθιον,
16. λιθάργυρον, μέχρις ἀμολύντου. τὰ δὲ ξηρὰ κόψας, σήσας,
17. ὄξει διαλύσας, ἐπίβαλε ψυχομένῳ τῷ φαρμάκῳ κατὰ
18. μικρὸν ἐπιῤῥαίνων καὶ κινῶν συνεχῶς, εἶτα εἰς θυίαν μετεράσας
1. καὶ μαλάξας ἐπιμελῶς, ἀνελόμενος χρῶ. ἡ τοῦ
2. Θηβαίου πρὸς ἀχῶρας καθύγρους. ♃ λιθαργύρου 𐅻 μη΄.
3. ψιμμυθίου 𐅻 κδ΄. φλοιοῦ λιβάνου δραχμὰς ιβ΄. κηκίδος
4. ὀμφακίτιδος 𐅻 ιβ΄. κηροῦ δραχμὰς η΄. ῥητίνης τερμινθίνης
5. δραχμὰς ιστ΄. ἐλαίου κοτύλην α΄. S". συντίθει καθὰ
6. προείρηται.
7. Ἄρχεται δὲ τοῦ πέμπτου λόγου περὶ τῶν ἀχώρων ὁ
8. Κρίτων οὕτως. παρακμαζούσης δὲ τῆς διαθέσεως καὶ παντελῶς
9. οὐλῆς γενομένης εἰς μετάθεσιν τῆς ὅλης διαθέσεως
10. χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. εἶθ’ ἑξῆς γράφει
11. σμήγματα πλείω κατὰ τήνδε τὴν σύνθεσιν ἕκαστον. σμῆγμα
12. πρὸς ἀχῶρας, πιτυριάσεις, τραχύτητας, ψωριάσεις. ♃ γῆς κικωλίας
13. λίτραν μίαν, νίτρου ἐρυθροῦ λίτραν α΄. μυροβαλάνου
14. πιέσματος γο στ΄. οἱ δὲ 𐆃 S". σμύρνης δραχμὰς η΄. πεπέρεως
15. λευκοῦ δραχμὰς η΄. νάρδου Κελτικῆς δραχμὰς δ΄.
16. κασίας δραχμὰς δ΄. κόστου δραχμὰς δ΄. κόψας σήσας ἀπόθου.
17. ἡ χρῆσις ἐν βαλανείῳ. ἄλλο. ♃ νίτρου ἐρυθροῦ λίτρας δ΄.
18. κιμωλίας γῆς τὸ ἴσον, μυροβαλάνου πιέσματος λίτρας β΄.
1. κυπέρου λίτραν α΄. οἱ δὲ δ΄. δαφνίδων λίτραν α΄. ἴρεως
2. ξηρᾶς λίτραν α΄. βρυωνίας ῥίζης, ἀλκυονίου, ἀμυγδάλων κεκαθαρμένων,
3. κέρατος ἐλαφείου κεκαυμένου ἑκάστου λίτραν
4. μίαν, συντίθει καθὰ προείρηται. ἄλλο. ♃ τρυγὸς οἴνου κεκαυμένης,
5. ἣν Ῥωμαῖοι φέκλην καλοῦσιν λίτρας κδ΄. ὕδατος
6. ὀμβρίου ξεστ. κη΄. λιβανωτοῦ λίτρας β΄. γῆς Σαμίας λίτρας β΄.
7. ἐλαίου Σαβίνου λίτρας δ΄. οἱ δὲ ξεστ. δ΄. κηροῦ λίτρας γ΄. S".
8. τὴν τρύγα καὶ τὸ ὕδωρ βαλὼν εἰς πίθον κεραμεοῦν ἀκόνιτον,
9. ἔα βρέχεσθαι ἐπὶ ἡμέρας ζ΄. καὶ ἐπικίνει νάρθηκι τρὶς
10. τῆς ἡμέρας, τῇ δὲ ἐπιούσῃ διαλύσας καὶ σακκίσας τὸ ὑγρὸν
11. μετεράσας εἰς ἀγγεῖον χαλκοῦν γεγανωμένον καὶ θεὶς ἐπὶ
12. τὸ πῦρ, ἕψε λαμπροτέρῳ τῷ πυρὶ χρώμενος, καὶ ὅταν τὸ
13. τρίτον ὑπολειφθῇ, ἐπίβαλε ἔλαιον καὶ κηρὸν καὶ πάλιν ἕψε
14. πυρὶ χρώμενος μαλθακῷ. ὅταν δὲ τὰ ἐμβληθέντα τακῇ, ἐπίβαλε
15. λειωθέντα λιβανωτὸν καὶ γῆν Σαμίαν καὶ ἀνακόψας
16. μεταίρα εἰς ἀγγεῖον ὑέλινον εὔτονον. τὰ γὰρ λεπτὰ ῥήγνυνται.
17. ἐπὶ δὲ τῆς χρήσεως, περιαλείφων τοὺς πεπονθότας τόπους
1. καὶ ἀνατρίβων ἐπιμελῶς, ἀπονίπτεσθαι παραίνει. καλὸν
2. μὲν ἐν βαλανείῳ· εἰ δὲ μὴ, κατ’ οἶκον. καὶ γὰρ χρήσιμόν
3. ἐστι τὸ φάρμακον πρὸς πᾶσαν ῥυπαρίαν καὶ τραχύτητα καὶ
4. ψωριάσεις καὶ λειχῆνας. ἄλλο. ♃ φέκλης λίτραν μίαν, ὕδατος
5. ὀμβρίου 𐆅 στ΄. λιβανωτοῦ λευκοῦ λίτρας β΄. μαστίχης
6. λίτρας β΄. ἀλκυονίου λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας
7. β΄. γῆς Σαμίας λίτρας β΄. ἐλαίου ῥοδίνου λίτρας β΄.
8. κηροῦ Τυῤῥηνικοῦ λευκοῦ λίτρας β΄. βρέχε τὴν τρύγα εἰς
9. τὸ ὕδωρ, καθὰ προείρηται, κινῶν τρὶς τῆς ἡμέρας νάρθηκι
10. εὐτόνως, ἔπειτα σακκίσας τὸ ὑγρὸν μετεράσας εἰς ἀγγεῖον
11. γεγανωμένον καὶ θεὶς ἐπὶ τὸ πῦρ, ἕψε εἰς ἡμίσειαν, εἶτα
12. ἐπίβαλε τὰ τηκτὰ, καὶ ὅταν διαλυθῇ, κατάπλασσε λειότατον
13. τὸ ἀλκυόνιον. ἔστω δέ σοι ἐν ἑτοίμῳ διαλυθέντα τῷ τῆς
14. τρυγὸς ὕδατι καὶ λεανθέντα καλῶς, λιβανωτὸς, ἀμμωνιακὸν,
15. μαστίχη, γῆ Σαμία, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, ταῦτα
16. ἐπίπασσε, ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς καὶ ἀνελόμενος
17. χρῶ. ἄλλο διάσμυρνον ἐπικαλούμενον. τρυγὸς κεκαυμένης
1. λίτρας κδ΄. ὕδατος ὀμβρίου 𐆅 μη΄. ἐλαίου Σαβίνου λίτρας
2. δ΄. κηροῦ λίτρας δ΄. γῆς Σαμίας λίτρας β΄. λιβάνου λίτρας
3. β΄. μαστίχης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄.
4. ἀλκυονίου λίτραν α΄. σμύρνης δραχμὰς η΄. συντίθει καθὰ
5. προείρηται.
6. Καὶ τὰ τῇ Κλεοπάτρᾳ πρὸς
8. ἀχῶρας γεγραμμένα ἐφεξῆς εἰρήσεται κατὰ τὴν ἐκείνης αὐτῆς
9. λέξιν. πρὸς ἀχῶρας. τήλει λεπτῇ ἑφθῇ, μέλανος τεύτλου
10. χυλῷ βεβρεγμένῃ, ἐκκλυζέσθω ἡ κεφαλὴ ἢ τεύτλου ἀφεψήματι
11. ἢ γῇ κιμωλίᾳ βεβρεγμένῃ τούτοις ἐκκλυσαμένῃ, καταχριέσθω
12. μυρσίνῃ λείᾳ μετ’ οἰνελαίου, ἄνωθεν δὲ ἐπιτιθέσθω
13. φύλλα τεύτλου. ἄλλο πρὸς τοὺς λίαν ἑλκώδεις. ♃ ψιμμυθίου
14. πεφρυγμένου 𐅻 β΄. λιβάνου 𐅻 β΄. θείου 𐅻 α΄.
15. λεῖα ποιήσας μετ’ ἐλαίου κατάχριε. ἄλλο καὶ πρὸς πίτυρα
16. ποιοῦν. ♃ νίτρου, χαλκάνθου ἀνὰ 𐅻 α΄. λειώσας ἔλαιον
17. κατάχριε καὶ ἔγχριε. ἄλλο πρὸς ἀχῶρας. σμύρναν καὶ μυρσίνης
18. λευκῆς χλωρὰ φύλλα λεῖα, ἐν οἴνῳ λειώσας κατάχριε.
1. ἢ γῇ κιμωλίᾳ φωσθείσῃ σὺν οἴνῳ μέλανι κατάχριε. ἢ ψιμμυθίου
2. καὶ μολυβδαίνης ἴσον ἑκάστου, σὺν μυρσίνῳ λειώσας
3. κατάχριε. ἢ θείου ἀπύρου 𐅻 στ΄. λιβάνου ἄῤῥενος
4. 𐅻 α΄. στυπτηρίας σχιστῆς, σταφίδος ἀγρίας, εὐζώμου, νίτρου
5. ἀφροῦ ἀνὰ 𐅻 α΄. χαλκάνθους 𐅻 α΄. πηγάνου κλωνία
6. τρία, λειώσας, ὄξος βάλε σύμμετρον καὶ δάφνινον ἔλαιον
7. ἢ μύρσινον ἢ κρόκινον ἢ παλαιὸν ἔλαιον καὶ ποιήσας λιπαρὰν
8. κατάχριε, προαποσμήξας τῷ σμήγματι τούτῳ. σμῆγμα.
9. ♃ ὑσσώπου χοίνικα α΄. θέρμων χοίνικας β΄. πτισάνης
10. χοίνικα α΄. ἐρεγμοῦ χοίνικα α΄. σικύου ἀγρίου ῥίζης δραχμὰς
11. δ΄. ταῦτα λειώσας μῖξον καὶ δίδου σμήχεσθαι. τὸ δ’
12. αὐτὸ ποιεῖ καὶ πρὸς λέπραν καὶ πρὸς ἰόνθους.
13. Ἐπειδὴ καὶ ὁ Σωρανὸς ἔγραψε περί γε τῶν ἀχώρων
15. ἔν τε τῷ τετάρτῳ περὶ φαρμακείας καὶ ἐν τῷ μονοβίβλῳ
16. φαρμακευτικῷ φάρμακά τινα καὶ ἡμῖν διὰ τῆς πείρας
17. ἐγνωσμένα, τὰ μὲν αὐτοῖς χρησαμένοις, τὰ δὲ παρὰ τοῖς
1. διδασκάλοις ἑωρακόσιν ἢ φίλοις ἰατροῖς καὶ ταῦτα προσθήσομεν,
2. κατὰ λέξιν οὕτω γεγραμμένα. πολλῆς δὲ τῆς τῶν ἰχώρων
3. ἀποκρίσεως ὑπαρχούσης, τῆς δὲ περιωδυνίας σφοδρῶς
4. ἐγκειμένης, καταπλάττειν ἑφθῷ φακῷ λείῳ μετ’ ὀλίγου μέλιτος,
5. ἢ ἄρτῳ μετὰ κοριάννου ἢ ἀρνογλώσσου ἢ στρύχνου ἢ
6. στέρεως ἢ πολυγόνου ἢ περδικίου βοτάνης. ὁ μὲν οὖν Σωρανὸς,
7. ὡς ἐπὶ πεπληγμένῳ τῷ πάθει τούτῳ τὰ τοιαῦτα
8. βοηθήματα προσφέρει κατὰ τὴν ἰδίαν αἵρεσιν αἰτιολογῶν,
9. φαίνεται δὲ ὄντως ὠφελοῦντα κατὰ τὰς ἀρχὰς καὶ τὰς γενέσεις,
10. τῷ κοινῷ λόγῳ τῆς ἀποκρούσεως. ἐφεξῆς δέ φησι, τῶν
11. δὲ παροξυσμῶν παρενδιδόντων, ξυρᾷν τοὺς τόπους καὶ σμήχειν
12. τῷ τῆς τήλεως ἀφεψήματι καὶ τῷ τοῦ τεύτλου καὶ
13. τῶν ὁμοίων δι’ ὕδατος, οὐ δι’ οὔρου, ὡς καὶ ἡμεῖς ἔμπροσθεν
14. ἐμεμψάμεθα τοὺς δι’ οὔρου τὰς μίξεις ποιουμένους. εἶθ’
15. ἑξῆς γράφει φάρμακα καὶ ἡμῖν, ὡς ἔφην, ἐγνωσμένα. ♃ μολυβδαίνης,
16. θείου ἀπύρου τὸ ἴσον, λειώσας δὲ παράχει ῥόδινον
17. ἢ μύρσινον ἢ σχίνινον, ἄχρι τοῦ γλοιῶδες ποιήσαντα
1. κατάχριε. ἄλλο. θείου ἀπύρου, λιθαργύρου, ψιμμυθίου, ἑκάστου
2. τὸ ἴσον, κρόκου τὸ ἥμισυ λειώσας μετὰ γλυκέος Κρητικοῦ
3. κατάχριε. ἄλλο. ♃ πηγάνου λείου δραχμὰς δ΄. λιθαργύρου
4. 𐅻 η΄. ὄξος καὶ ἔλαιον ῥόδινον μίξας κατάχριε. ἄλλο.
5. ♃ λιθαργύρου 𐅻 κ΄. ἀσβέστου 𐅻 κ΄. ὄξους καὶ ἐλαίου
6. ἀνὰ κοτύλην μίαν λεάνας ὡς τὴν λιπαρὰν κατάχριε.
7. ἄλλο. ♃ χαλκίτεως δραχμὰς β΄. σανδαράχης 𐅻 δ΄. λιθαργύρου
8. δραχμὴν α΄. οἴνῳ αὐστηρῷ καὶ μυρσίνῳ συλλεάνας
9. ἐπίχριε. ἐφεξῆς δὲ τούτῳ ὁ Σωρανὸς ἔγραψεν ἄλλο φάρμακον
10. ἰσχυρὸν, ὃ κατὰ τὴν ἑαυτοῦ τῆς αἱρέσεως ἀγωγὴν
11. ὠνόμασε μετασυγκριτικόν. ἔστι δὲ ἐπὶ τῶν χρονίων καὶ δυσλύτων
12. ἁρμόζον, ᾧ καὶ χρώμενός τις τῶν φίλων ἰατρῶν
13. εὐδοκίμει. ♃ ἐλαίου κεδρίνου 𐆅 α΄. ὄξους δριμέος 𐆅 γ΄.
14. ἕψε ἄχρις ἂν ἐξατμισθῇ τὸ ὄξος, εἶτα ἐπίβαλε στέατος χοιρείου
15. τεταριχευμένου παλαιοῦ λίτρας β΄. τακέντος δὲ τούτου
16. βαστάσας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, προσεπίπλασσε
17. νίτρου λείου γο η΄. θείου ἀπύρου γο στ΄. σανδαράχης γο α΄.
1. μετὰ δὲ τὸ ξηρανθῆναι τὸ καταχρισθὲν φάρμακον κέλευε
2. σμήχεσθαι κατὰ τὸ βαλανεῖον, διά τε τῶν εἰρημένων καὶ δι’
3. οἴνου καὶ δι’ ὠῶν καὶ διὰ νίτρου καὶ δι’ ἀφεψήματος
4. τῶν τοῦ ἀγρίου σικύου ῥιζῶν ἢ τρυγὶ ῥοδίᾳ καὶ κισσήρει
5. μετὰ θερμοῦ ὕδατος.