17.
18. Ἐκ τοῦ γένους τῆς ἀρθρίτιδος ἥ τε ἰσχιάς ἐστι καὶ ποδάγρα.
1. ὅπερ γὰρ ἐν ἅπασι τοῖς ἄρθροις ἡ ἀρθρῖτις ἐστὶ, τοῦτ’
2. ἐφ’ ἑνὸς μὲν τοῦ κατ’ ἰσχίον ἰσχιάδα καλοῦσιν, ἐπὶ ποδὸς
3. δὲ ποδάγραν. ἄρχεται μὲν οὖν ὡς τὰ πολλὰ καὶ ἡ τῆς ποδάγρας
4. γένεσις ἐξ ἑνὸς ἄρθρου, προέρχεται δὲ ἐπὶ πάντα
5. χρονίζουσα. κοινὸν δὲ τῶν τριῶν παθῶν ἐστι πλεονεξία χυμοῦ,
6. καταλαμβάνουσα τὴν πάσχουσαν διάρθρωσιν, ἧς πληρωθείσης
7. εἰς πάντα συμβαίνει τείνεσθαι τοῖς περικειμένοις
8. νευρώδεσι μορίοις, κᾀκ τούτων γίγνεσθαι τὴν ὀδύνην. ἐνίοτε
9. μὲν οὖν ὁ κατασκήπτων χυμὸς αἱματικός ἐστιν, ὡς τὸ πολὺ
10. δὲ φλεγματώδης ἢ μικτὸς ἐκ φλεγματώδους τε καὶ χολώδους
11. ἢ καὶ σὺν αὐτοῖς αἵματος. ἀκριβέστερον δέ τις ἑρμηνεύων
12. οὐ φλεγματώδη χυμὸν, ἀλλὰ τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν,
13. ἐπικρατεῖν ὡς τὸ πολὺ φαίη κατὰ τὰς ἀρθρίτιδας. ἔστι δὲ
14. παχὺς οὗτος, ὁμοίως τῷ πύῳ τῷ παχεῖ. χρονίζων δὲ ἐν τοῖς
15. ἄρθροις οὐ μόνον παχύτερος, ἀλλὰ καὶ γλισχρότερος γίνεται.
16. τῶν τε οὖν ὀνομαζομένων πώρων ἡ γένεσις ἐκ τούτων, κᾀπειδὰν
17. γένωνται, μηκέτι ἐλπίσῃς εἰς τὴν ἀρχαίαν κατάστασιν
1. ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. εὐφώρατοι δὲ αἱ
2. διαφοραὶ τῶν λυπούντων χυμῶν εἰσι, ταῖς χροιαῖς καὶ τοῖς
3. συμπτώμασι καὶ τῇ πείρᾳ τῶν προσφερομένων φαρμάκων.
4. ἡ μὲν οὖν ἀπὸ τῆς χρόας διάθεσίς τε καὶ διάγνωσις αὐτῶν
5. ἅπασι γνώριμος, ἡ δὲ ἀπὸ τῶν συμπτωμάτων εἰ καὶ μὴ
6. πᾶσι μηδ’ ἐκ προχείρου σαφὴς, ἀλλ’ οὐδὲ χαλεπὴ γνωσθῆναι.
7. τὸ γὰρ χολῶδες αἷμα θερμασίας πολλῆς αἴσθησιν ἐργάζεται
8. τῷ κάμνοντι παροξύνεταί τε τῶν θερμαινόντων ἐπιτιθεμένων,
9. ὥσπερ αὖ πάλιν ὑπὸ ψυχόντων ἀνίεται. πρὸς δὲ
10. τὴν διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει σοι καὶ ἡ
11. προγεγενημένη δίαιτα, διὰ γυμνασίων ἢ ἀργίας γεγονυῖα καὶ
12. λουτρῶν ἐπὶ τροφαῖς ἢ πρὸ τροφῶν, ὥσπερ γε καὶ τούτων
13. τῶν γυμνασίων καὶ ἐδεσμάτων ἥ τε ποσότης καὶ ἡ ποιότης,
14. ἥ θ’ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ χωρίου, ὥσπερ γε
15. καὶ ἡ ἡλικία καὶ ἡ ἕξις τοῦ σώματος, ὧν ἁπάντων ἐν πολλοῖς
16. πολλάκις τὰς δυνάμεις διῆλθον. ἀρχὴ δὲ ἔστω σοι τῆς
17. θεραπείας ἡ τοῦ λυπεῖν εὑρεθέντος χυμοῦ κένωσις. εἰ μὲν
18. πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας πρῶτον ἁπάντων
1. παραλαμβανομένης, εἶτα καθάρσεως ἐφ’ ᾗ ἡ τῶν ῥηθησομένων
2. φαρμάκων ἐν καιρῷ καὶ τάξει προσήκουσα χρῆσις,
3. ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ῥεύματος
4. χρωμένων ἡμῶν φαρμάκοις, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθρώσεως
5. φυλαττομένων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὔσης
6. αὐτῆς, συλλαμβάνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων αἷμα
7. καὶ μυῶν πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ φαρμάκων
8. χρεία, ἐπὶ τῆς κατ’ ἰσχίον ὀδύνης οὔτε ψυχόντων ἱκανῶς
9. οὔτε θερμαινόντων ἰσχυρῶς, ὁποίων ὕστερον δεῖται. παροξύνεται
10. γὰρ ἐπ’ αὐτῶν τὰ ῥεύματα, τῆς θερμασίας ἑλκούσης
11. αὐτὰ μᾶλλον ἢ κωλυούσης. ἐπεὶ δὲ οὐ πρόκειται κατὰ
12. τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν οὔτε περὶ καταπλασμάτων
13. οὔτε περὶ ἐπιβροχῶν τι λέγειν, ἀλλὰ περὶ τῆς μεθόδου τῶν
14. συνθέτων φαρμάκων, ἐπὶ ταύτην ἀφίξομαι μόνην, ἀπὸ τῆς
15. ἰσχιάδος ἀρξάμενος, ὀλιγάκις ὑπὸ πλήθους αἵματος γινομένης
16. καὶ θεραπευομένης γε τάχιστα τῶν κατὰ τὴν ἰγνύαν ἢ
17. κατὰ τὰ σφυρὰ φλεβῶν τεμνομένων. ὥσπερ δὲ πολλάκις μόνη
1. ἡ ἐκ τοῦ αἵματος κένωσις αὐτάρκης γίνεται βοήθεια, κατὰ
2. τοὐναντίον ἐπὶ πάσης ἰσχιάδος, ἐξαιρέτως δὲ ἐπὶ τῆς διὰ
3. πλῆθος, ἄν τις πρὸ τοῦ κενωθῆναι τὸ πᾶν σῶμα δριμέσι
4. φαρμάκοις χρήσεται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην
5. ἐργάσεται τὴν διάθεσιν, σφηνουμένου τοῦ πλήθους
6. αὐτόθι δυσλύτως. πρὸς γὰρ τοῖς ἄλλοις καὶ παχύνεται
7. καὶ γλίσχρον γίγνεται τῇ θερμότητι καὶ ξηρότητι τῶν
8. δριμέων φαρμάκων, ὀπτήσει τι παραπλήσιον πάσχον. ὡς οὖν
9. μεγίστην δύναμιν ἐς θεραπείαν ἐχούσης ἐπὶ τοῦ πάθους τῆς
10. τοῦ παντὸς σώματος κενώσεως, ἀπ’ αὐτῆς ἀρκτέον, οὐ μόνον
11. ἀπὸ τῶν σκελῶν, ἀλλὰ καὶ ἀπ’ ἀγκῶνος ἀφαίρεσιν ποιουμένοις.
12. ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον
13. τῶν διὰ τῆς κάτω γαστρὸς κενώσεων, ἀντισπῶντες τὸν
14. κάτω ῥέποντα χυμόν. ποιητέον δὲ αὐτοὺς ἐν ἀρχῇ μὲν μετὰ
15. τροφῆς, ὕστερον δὲ καὶ διὰ φαρμάκων ἐμετικῶν, ἀρχομένους
16. ἐπὶ τούτων ἀπὸ τῶν μετριωτέρων. ἐφ’ ὧν δὲ σφήνωσις ἐγένετο
17. σφοδρὰ καὶ δύσλυτος ὑπὸ τῶν ἀκαίρως χρησαμένων
18. ἰατρῶν φαρμάκοις δριμέσιν, ἡ σικύα βοήθεια μεγίστη καὶ ἣ
1. διὰ τῶν καθαρτικῶν γίγνεται κλυσμάτων, ὁποῖός ἐστι καὶ
2. ὁ διὰ τῆς κολοκυνθίδος. ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ταῦτα
3. τὰ νῦν εἰρημένα, τοῖς γεγραμμένοις φαρμάκοις ὑπὸ τῶν
4. ἔμπροσθεν ἕξετε χρῆσθαι κατὰ μέθοδον· ἄρξομαι δ’ ἐν αὐτοῖς
5. ὑπὸ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐν ἐκείνῳ τῷ
6. μέρει τῆς τῶν ἐκτὸς φαρμάκων βίβλου, καθὰ προγράψας μαλάγματα
7. πρὸς τοῖς κυρίοις ὀνομαζομένοις, οὕτω καὶ τὰ
8. ἄλλα γράφει πάντα τὰ καθ’ ὁντιναοῦν τρόπον ὠφελοῦντα
9. τὰς χρονιζούσας διαθέσεις, ἐν αἷς ἐστι καὶ ἡ τῶν ἰσχιαδικῶν
10. ὀνομαζομένων.
11. ♃ Πηγάνου
13. ἀγρίου σπέρματος 𐅻 δ. σιλφίου, δαφνίδων ἀνὰ 𐅻 δ΄. ἀφρονίτρου,
14. ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ
15. 𐅻 δ΄. πηγάνου χλωροῦ μνᾶς ὄγδοον, τινὲς τούτων ἀνὰ 𐅻 κ΄.
16. πίσσης τερμινθίνης, ῥητίνης, κηροῦ τὸ ἴσον καὶ στέατος
17. ταυρείου ἴσον, χαλκάνης 𐅻 στ΄. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στ΄.
1. ὀποπάνακος 𐅻 δ΄. θείου ἀπύρου 𐅻 δ΄. ὅτι τοῦτο φάρμακον
2. ἰσχυρῶς ἐστι θερμαντικὸν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν
3. γεγραμμένων πολλάκις ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων
4. δυνάμεως, οὐδὲν ἔτι δεησώμεθα λόγου καινοτέρου. σφοδρότατον
5. γὰρ καὶ θερμαντικώτατόν ἐστι τὸ φάρμακον ἀγρίου
6. πηγάνου σπέρμα, σὺν τούτῳ δὲ σίλφιον καὶ δαφνίδες, εἶτα
7. τὸ ἀφρόνιτρον, μετὰ ταῦτα καὶ ἀβρότονον, ἐφ’ οἷς ἡ κολοκυνθὶς
8. καὶ τὸ καρδάμωμον καὶ τὸ καλούμενον ἄμμι καὶ τὸ
9. χλωρὸν δὲ πήγανον, ἧττον μὲν τούτων, οὐ μὴν εὐκαταφρόνητον
10. ἔχει τὴν θερμασίαν, ὥσπερ οὐδὲ τὸ θεῖον ἄπυρον.
11. ἐκ βάθους οὖν ἕλκειν πάντα ταῦτα δύναται, τοὺς λυποῦντας
12. τὸ κατ’ ἰσχίον ἄρθρον χυμούς. ὅπως δὲ ἔμπλαστρος ἐξ
13. αὐτῶν γένηται, πίττης τε τερμινθίνης καὶ ῥητίνης καὶ κηροῦ
14. καὶ στέατος ἔμιξε, συνθεὶς τὸ φάρμακον. ἀμμωνιακὸν δὲ θυμίαμα
15. καὶ χαλβάνη πρὸς τῷ συντελεῖν εἰς ἐμπλάστρου σύνθεσιν,
16. ἔτι καὶ μαλακτικὸν ἔχει τι καὶ παρηγορικόν. ὁ δὲ
17. ὀποπάναξ ἐκ ταὐτοῦ μὲν αὐτοῖς ἐστι γένους, ἰσχυροτέραν
18. δὲ δύναμιν ἔχει. ἑτέραν δὲ δύναμιν πρὸς αὐτὸ τὸ πάθος
1. ὁ Ἀνδρόμαχος οὕτως ἔγραψεν. ἄλλο μάλαγμα πρὸς ἰσχιαδικοὺς
2. καὶ ἄλλα πολλά. ♃ κηροῦ 𐅻 οβ΄. τερμινθίνης 𐅻 μη΄.
3. ἀμμωνιακοῦ θυμιάματος 𐅻 λγ΄. προπόλεως 𐅻 μγ΄. χαλβάνης
4. 𐅻 λστ΄. βδελλίου 𐅻 κε΄. κρόκου 𐅻 ε΄. ὀποπάνακος 𐅻 ιβ΄.
5. νίτρου ἀφροῦ 𐅻 λ΄. μύρῳ ἰρίνῳ κόπτων παράπτου. ἄλλο
6. Πρωτᾶ Πηλουσιώτου πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς
7. καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα δυνάμενον ἁρμόττειν
8. τόδε. ♃ κηροῦ 𐅻 κδ΄. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ζ΄.
9. τερμινθίνης 𐅻 ζ΄. θαψίας χυλοῦ 𐅻 η΄. ἐλαίου κύαθον ἕνα.
10. καὶ ἄλλην δὲ δύναμιν ἐν τοῖς μαλάγμασιν ὁ Ἀνδρόμαχος
11. ἔγραψεν ὡδί πως. πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδοκος.
12. ♃ πίσσης ὑγρᾶς κο. γ΄ ἢ β΄ S". κηροῦ λίτραν α΄. πιτυΐνης
13. λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. νίτρου λίτραν
14. μίαν S". σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτρας S". οἴνου
15. τρυγὸς κεκαυμένης λίτρας β΄. καρδαμώμου ξε. α΄. χαλβάνης
16. λίτρας S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τοῦτο τὸ φάρμακον
17. καὶ αὐτὸς ὁ Ἥρας ἐν τῷ ἰδίῳ βιβλίῳ τῆς τελευτῆς πλησίον
18. ἔγραψεν. οὐ πρόσκειται δὲ ἐν αὐτῷ ἐπὶ τῆς πίσσης τὸ β΄.
1. ἢ S". ἀλλ’ ἁπλῶς γέγραπται κο. γ΄. προέγραψε δὲ αὐτῆς
2. κατὰ λέξιν οὕτως. κηρωτὴ πρὸς ἰσχιαδικοὺς, ἀνασκευάζουσα
3. καὶ τὰς λίαν κεχρονισμένας διαθέσεις, ταύτῃ ἐχρησάμην πρὸς
4. ἀνασκευὴν ἐπὶ Φροντίνου. ♃ πίσσης ὑγρᾶς κοτύλας γ΄. κηροῦ
5. λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄.
6. νίτρου λίτραν α΄. σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτρας
7. S". οἴνου τρυγὸς κεκαυμένης λίτρας β΄. καρδαμώμου ξε. α΄.
8. χαλβάνης λίτρας S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἔγραψε δὲ
9. καὶ ἄλλας ἰσχιαδικὰς ὁ Ἥρας δύο δυνάμεις, ὧν ἡ μὲν ἑτέρα
10. τόνδε τὸν τρόπον ἔχει. πρὸς ἰσχιαδικοὺς παρηγορικὴ λίαν.
11. ♃ πίσσης μέρη δύο, θείου ἀπύρου μέρος ἓν, λεῖα ἀμφότερα
12. μίξας, σύμπλασσε τὸν ἀλγοῦντα τόπον, προλούσας δὲ τὸν
13. πάσχοντα χρῶ ἵνα κολληθῇ τὸ φάρμακον, καὶ ἄνωθεν ἐπίῤῥιπτε
14. χάρτην καὶ ἔα μέχρις ἀφ’ ἑαυτοῦ ἀποστῇ, ἐνδέχεται
15. δὲ λούεσθαι ἔχοντα τὴν χάρτην. ἔν τισι τῶν ἀντιγράφων
16. πίσσης μέρος ἓν, καὶ δυνατόν ἐστι καὶ οὕτως αὐτὸ σκευασθῆναι,
17. γιγνωσκόντων ἡμῶν ὅτι πρακτικώτερόν ἐστι τὸ ἴσα
18. μιγνύναι ἀμφότερα, τὴν πίσσαν καὶ τὸ θεῖον ἄπυρον. ἀσθενέστερον
1. δὲ ἐφ’ οὗ ἡ πίσσα διπλασία τοῦ θείου βάλλεται.
2. ἡ δὲ λοιπὴ, καὶ ταύτῃ τῶν ἰσχιαδικῶν δυνάμεων, οὕτως ὑπὸ
3. τοῦ Ἥρα γέγραπται.
4. ♃ Κηροῦ 𐅻 ρ΄. ἰξοῦ δρυΐνου
6. 𐅻 ιστ΄. σμύρνης 𐅻 στ΄. τερμινθίνης 𐅻 κε΄. χαλβάνης 𐅻 στ΄.
7. ἴρεως Ἰλλυρικῆς 𐅻 στ΄. κεδρίας κοτύλης τὸ ἥμισυ, κυπρίνου,
8. κοτύλης S". τὸν κηρὸν καὶ τὴν κεδρίαν μετὰ τοῦ κυπρίνου
9. τῆξον, εἶτα τὴν ῥητίνην καὶ τὴν χαλβάνην. ὅταν δὲ μέλλῃς
10. αἴρειν, ἐπίπασσε τὴν ἴριν καὶ τὸν ἰξόν. ᾐρμένης δὲ τῆς λοπάδος,
11. ἔστω λελειωμένη ἡ σμύρνα, εἶτα τὰ τηκτὰ κατάχει
12. καὶ μίξας χρῶ. ἔνιοι καὶ νίτρου προσέβαλλον 𐅻 ε΄.
13. Ὀνομάζει μὲν καὶ οὗτος
15. ἅπαντα τὰ τοιαῦτα μαλάγματα. προστίθησι δὲ τοῖς μὲν ὅτι
16. πρὸς ἰσχιάδα, τοῖς δὲ ὅτι πρὸς σπλῆνα, τοῖς δὲ πρὸς πλευρὰν
17. ἢ ἄλλο τι μέρος. ἔνια δὲ καὶ πολύχρηστά φησιν εἶναι,
1. καθάπερ καὶ τόδε γεγραμμένον ὑπ’ αὐτοῦ κατὰ λέξιν οὕτως.
2. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς,
3. ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ Λιβυκῇ. ♃ κηροῦ λίτρας
4. τρεῖς, δρυΐνου ἰξοῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄.
5. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄
6. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ
7. θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας τρεῖς, ὄξους
8. ὡς τὸ ἀμμωνιακὸν διαλῦσαι. μετὰ τοῦτο γράφει ἐφεξῆς
9. πάλιν οὕτως. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον
10. πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σμύρνης στακτῆς λίτρας β΄.
11. βδέλλης ὄνυχος λίτρας β΄. μυελοῦ ἐλαφείου λίτρας β΄. ἀμμωνιακοῦ
12. θυμιάματος λίτρας β΄. ἴρεως ξηρᾶς λίτρας δύο, ὀποπάνακος
13. λίτραν μίαν, χαλβάνης, στύρακος ἀνὰ λίτραν α΄.
14. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄.
15. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρυος λίτραν α΄. πεπέρεως
16. λευκοῦ λίτραν α΄. κηροῦ, τερμινθίνης ἀνὰ λίτρας ε΄. κοπτέον
17. ἐστὶ τὸ φάρμακον καὶ δεῖ κόπτοντα παράπτεσθαι ἰρίνου
18. μύρου τῇ ὑποστάθμῃ, ἕως ἂν εὐαφέστερον γένηται τὸ φάρμακον.
19. ἕτερον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης οὕτως. μάλαγμα
1. ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ ἀρσενικοῦ χρυσίζοντος,
2. ἀσβέστου ἀνὰ γο β΄. στυπτηρίας ὑγρᾶς γο β΄. στυπτηρίας
3. σχιστῆς γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς
4. θυείαν βάλλοντες, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄.
5. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι
6. δὲ ταῦτα. ♃ κηροῦ, ῥητίνης φρυκτῆς καὶ πιτυΐνης ἀνὰ λίτρας
7. β΄. ἐλαίου κοινοῦ κυάθους η΄. ταῦτα τήξαντες ἐῶμεν
8. ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς
9. προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄.
10. καὶ ἕτεροι δὲ προστιθέασι καὶ σανδαράχης γο β΄. ὑφαιροῦντες
11. τὰς δύο γο τῆς ὑγρᾶς στυπτηρίας. ἡμεῖς δὲ ἐμβάλλοντες
12. πάντα τὰ ὑπογεγραμμένα σκευάζομεν, καὶ γίνεται δραστικώτερον.
13. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν οὕτως.
14. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς
15. καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς,
16. ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ κηροῦ,
17. πίσσης Βρυτίας ἀνὰ λίτραν α΄. ἀντὶ τῆς πίσσης ῥητίνην
18. φρυκτὴν βάλλομεν, ῥητίνης πιτυΐνης λίτραν α΄. ἐλαίου κυάθους
1. η΄. ἀρσενικοῦ χρυσίζοντος, στυπτηρίας σχιστῆς, ἀσβέστου
2. ἀνὰ γο β΄. σκεύαζε καθὰ προείρηται, ἡμεῖς προσεθήκαμεν
3. τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄. μετὰ
4. τὰ προειρημένα διελθὼν ἕτερά τινα πρὸς ὑδρωπικοὺς καὶ
5. σπληνικούς· αὖθις ἔγραψε πολύχρηστον δύναμιν, ἣν καὶ τοῖς
6. ἰσχιαδικοῖς ἁρμόττειν φησὶν ὡδί πως. Ἀνδρέου μάλαγμα.
7. δύναμις θαυμαστὴ πρὸς ἃ βούλει κατατρῆσαι, διαλῦσαι, ἐξισῶσαι
8. ἀνάγει ὀστᾶ ἐφθορότα, σκόλοπας, ἀκίδας. ἀναγέγραπται
9. δὲ καὶ Σεραπίωνι τῷ ἐμπειρικῷ. ποιεῖ καὶ πρὸς ἰσχιαδικοὺς,
10. χρήσιμόν ἐστι καὶ τοῖς ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς
11. σκιῤῥώδεις τῶν σπλάγχνων διαθέσεις. ἔστι δὲ καὶ ἄκοπος
12. ἀγαθὴ παρειμένοις χρονίοις, διεστραμμένοις μέρος τι τοῦ
13. σώματος. ποιεῖ καὶ πρὸς τὰ λιπανθέντα, ὥστε ἀνάγειν τὰ
14. ἀλλότρια καὶ τὸ ἕλκος εἰς οὐλὴν ἄγειν. ♃ κόκκου κνιδίου
15. κεκαθαρμένου, νίτρου ἐρυθροῦ, ἁλὸς ἀμμωνιακοῦ, ἀριστολοχίας
16. Κρητικῆς, σικύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ 𐅻 κ΄.
17. πεπέρεως στρογγύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος,
18. τινὲς καὶ τοῦ ἀμώμου καὶ τοῦ ξυλοβαλσάμου ἀνὰ 𐅻 ι΄.
1. λιβάνου ἄῤῥενος, σμύρνης, ῥητίνης ξηρᾶς, ἰξοῦ εἰργασμένου
2. ἀνὰ 𐅻 ι΄. συκαμίνου ὀποῦ 𐅻 ι΄. κηροῦ 𐅻λ΄. στέατος αἰγείου
3. 𐅻 ιε΄. ἰρίνου μύρου ὑποστάθμης εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ.
4. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ καὶ
5. τὰ τηκτὰ κόπτεται καθ’ ἕκαστον φιλοπόνως, εἶθ’ ὁμοῦ πάντα
6. μίγνυται καὶ πάλιν κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ
7. παραπτομένου ἰρίνου ὑποστάθμῃ. εἶθ’ ὅταν καλῶς
8. ἑνωθῇ, μαλάξαντες ἀποτιθέμεθα, ὁπότε δὲ βούλει καὶ ἀκόπῳ
9. χρῆσθαι, λάμβανε τοῦ φαρμάκου γο γ΄. στέατος χηνείου
10. γο γ΄. ἐλαίου κυπρίνου γο γ΄. μίξας χρῶ. καὶ τούτου δ’ ἐφεξῆς
11. οὕτως ἔγραψεν. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ πυρέθρου 𐅻 κ΄.
12. κόκκου κνιδίου καὶ ἀφρονίτρου ἀνὰ 𐅻 κ΄. ἁλὸς
13. ἀμμωνιακοῦ, ἀριστολοχίας Κρητικῆς λεπτῆς τοῦ φλοιοῦ, σικύου
14. ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ 𐅻 κ΄. πεπέρεως στρογγύλου
15. καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου, ξυλοβαλσάμου,
16. λιβάνου, σμύρνης, καρδαμώμου, ἀμώμου, στέατος
17. αἰγείου, ῥητίνης ξηρᾶς ἀνὰ 𐅻 ι΄. κηροῦ 𐅻 λ΄. ἰξοῦ εἰργασμένου 𐅻 η΄.
18. συκαμίνου ὀποῦ 𐅻 η΄. ἰρίνου μύρου τῆς ὑποστάθμης
1. εἰς ἀνάληψιν, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, διαβρέξας
2. ὅσα χρὴ διαλύειν, σκεύαζε κατὰ τρόπον. ἐν ἄλλῳ οὔτε
3. τὸ ξυλοβάλσαμον οὔτε τὸ καρδάμωμον εὗρον οὔτε ἄμωμον.
4. μετὰ τὰ γεγραμμένα γράψας ἕτερα φάρμακα, πάλιν ἐμνημόνευσε
5. τῶν ἰσχιαδικῶν οὕτω γράψας. ἄλλο τοῦ αὐτοῦ ἐπίθεμα
6. ἰσχιαδικοῖς, ἀρθριτικοῖς παραχρῆμα ὠφελεῖ. τῆλιν βαλὼν
7. εἰς ἄγγος κεραμοῦν καὶ ταύτῃ ἐπιβαλὼν ὀξυκράτου ὅσον
8. ἐξαρκεῖ, ἕψε θεὶς ἐπ’ ἀνθράκων μέχρι διαλύσεως. ὅταν δὲ
9. διαλυθῇ, ἐπίβαλλε μέλιτος ὅσον ἐξαρκεῖ καὶ πάλιν ἕψε, εἶτα
10. ἐξελὼν τρῖβε φιλοπόνως καὶ εἰς ὀθόνιον ἐπιπλάσας ἐπιτίθει
11. κατὰ τῶν πονούντων τόπων καὶ ταινιδίῳ περιειλήσαντες
12. ἐῶμεν καὶ τοῦτο πράττομεν ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. ἐν
13. δὲ τῷ τρίβεσθαι, ὅταν σκληρανθῇ τὸ φάρμακον, ἐπιβάλλομεν
14. τοῦ ὑγροῦ ὅσον ἐξαρκεῖ. τὸ δὲ ἐπιβαλλόμενον τοσοῦτον
15. ἔστω ὥστε τὸ κατάπλασμα γενέσθαι ἀλκιμώτερον. ἄλλο τοῦ
16. αὐτοῦ. τῶν προγεγραμμένων συνεχὲς ἔγραψε φάρμακον οὕτω.
17. συμφύτου λίτραν α΄ S". ξύσας καὶ εἰς λεπτὰ τεμὼν καὶ βαλὼν
18. εἰς θυίαν ὀστρακίνην, φιλοπόνως τρῖβε, καὶ ὅταν λειωθῇ,
1. ἐπίβαλλε μάννης γο γ΄. καὶ ὠῶν τριῶν προσφάτων ὠμῶν
2. τὸ λευκὸν σὺν ταῖς λεκίθοις καὶ πάλιν τρῖβε, καὶ ὅταν ἑνωθῇ,
3. ἐπίβαλλε τούτοις στέατος ὑείου παλαιοῦ λίτραν μίαν, καὶ
4. ἀνακόψας ἐπιμελῶς ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, παρηγορεῖ
5. παραχρῆμα. μετὰ τὸ γεγραμμένον ἐφεξῆς ἕτερον ἔγραψεν
6. οὕτως. ἄλλο τοῦ αὐτοῦ. μάλαγμα ἰσχιαδικοῖς ἐπὶ τῶν παροξυσμῶν
7. εὐθὺς ἐπιτιθέμενον, διδυμαία λεγόμενον. ποιεῖ καὶ
8. πρὸς τὰ συντρίμματα καὶ πρὸς πᾶσαν νευριτικὴν συμπάθειαν.
9. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ καὶ
10. πρὸς τὰς ἄλλας φλεγμονὰς, καθαίρει καὶ τὰς οὐλὰς τὰς πονηρὰς,
11. ποιεῖ πρὸς τὰ στρέμματα καὶ λυγίσματα, ποιεῖ καὶ
12. πρὸς τὰς τῶν μασθῶν διαθέσεις κακοήθεις. ♃ κηροῦ, ἰξοῦ
13. δρυΐνου, τερμινθίνης, ἴριδος ξηρᾶς, σμύρνης, χαλβάνης ἀνὰ
14. 𐅻 μη΄. ἐλαίου κυπρίνου ἢ μύρου Αἰγυπτίου ὅσον ἐξαρκεῖ,
15. τὴν χαλβάνην βαλόντες εἰς τὸ κύπρινον ἢ εἰς τὸ μύρον τὸ
16. Αἰγύπτιον καὶ θέντες ἐπὶ τὸ πῦρ διαλύομεν καὶ τὸν κηρὸν
17. μαλάσσομεν καὶ τοῖς λοιποῖς μίξαντες κόπτομεν φιλοπόνως
18. καὶ τούτοις ἐμβαλόντες τακεῖσαν τὴν χαλβάνην μετὰ τοῦ
1. κυπρίνου πάλιν κόπτομεν, καὶ ποιήσαντες ἁφέστατον μάλαγμα
2. ἀνελόμενοι χρώμεθα. ἐφεξῆς τῶν προγεγραμμένων καὶ
3. τοῦτο ἔγραψεν ὁ Ἀσκληπιάδης. ἄλλο τοῦ αὐτοῦ ἐκ τοῦ
4. Ἀρείου. ποιεῖ κωλικοῖς ἀφάτως, ἐν αὐτοῖς παροξυσμοῖς ἐπιτιθέμενον
5. καὶ ψώρας θεραπεύσει χωρὶς ἑλκώσεως. ♃ κηροῦ,
6. πίσσης ὑγρᾶς ἀνὰ λίτραν α΄. πίσσης ξηρᾶς λίτραν α΄. θείου
7. ἀπύρου, στυπτηρίας σχιστῆς, νίτρου ἐρυθροῦ ἀνὰ λίτρας S".
8. τὰ τηκτὰ τῆκε, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ,
9. καὶ ὅταν τὰ τηκτὰ συστρέφηται, ἐπίβαλλε τὰ ξηρὰ
10. κατ’ ὀλίγον ἐπιπάσσων καὶ κινῶν συνεχῶς καὶ εἰς
11. θυίαν κατεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ. μετὰ τὸ
12. προγεγραμμένον ἕτερον ἔγραψεν ὡδί πως.
13. ♃ Ἄμμεως 𐅻 ιβ΄. σιλφίου,
15. πηγάνου ἀγρίου σπέρματος, δαφνίδων κεκαθαρμένων
16. ἀνὰ 𐅻 ιδ΄. κολοκυνθίδος τοῦ ἐντὸς 𐅻 β΄. νίτρου δραχμὰς δ΄.
17. ἀβροτόνου Θηβαϊκοῦ 𐅻 δ΄. καρδαμώμου 𐅻 δ΄. κηροῦ Ποντικοῦ
18. μνᾶς ὄγδοον, πίσσης, ῥητίνης, στέατος χηνείου, ἀμμωνιακοῦ
1. θυμιάματος ἀνὰ μνᾶς ὄγδοον, τὰ τηκτὰ κατὰ τῶν
2. ξηρῶν. ἐφεξῆς τῷ προγεγραμμένῳ καὶ τόδε γέγραπται ὑπὸ
3. Ἀσκληπιάδου κατὰ λέξιν οὕτως.
4. ♃ Σιλφίου,
5. πηγάνου ἀγρίου ξηροῦ, δαφνίδων ξηρῶν, ἀφρονίτρου,
6. κολοκυνθίδος τοῦ ἐντὸς, ἀβροτόνου Θηβαϊκοῦ, ἄμμεως, καρδαμώμου,
7. ἑκάστου 𐅻 δ΄. πηγάνου ἡμέρου χλωροῦ, πίσσης
8. ξηρᾶς, ῥητίνης τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, στέατος
9. μοσχείου, ἑκάστου μνᾶς ὄγδοον, χαλβάνου 𐅻 ιστ΄. ὀποπάνακος
10. 𐅻 δ΄. θείου ἀπύρου 𐅻 δ΄. ἐλαίου κυπρίνου κοτύλας
11. δ΄. ἐν δὲ τῇ χρήσει πρότερον χρὴ κορίαννον ξηρὸν καύσαντα
12. ἀναλαμβάνειν κυπρίνῳ καὶ οὕτως ἐπιχρίειν τὸ ἰσχίον καὶ
13. μετὰ τὴν τούτου χρῆσιν ἐπιθεῖναι τὸ μάλαγμα. μετὰ τοῦτο
14. δὲ πάλιν ἕτερον ἔγραψεν ὡδί πως.
15. ♃ Πίσσης
18. ὑγρᾶς Βρυτίας λίτρας γ΄. τρυγὸς ξηρᾶς κεκαυμένης λίτρας β΄.
1. νίτρου ἐρυθροῦ λίτραν α΄ S". ῥητίνης πιτυΐνης λίτραν α΄.
2. κηροῦ λίτραν α΄. σταφίδος ἀγρίας λίτραν α΄. θείου ἀπύρου
3. λίτραν α΄. πυρέθρου λίτρας S". καρδαμώμου ξε. α΄. ἕψε
4. πίσσαν, κηρὸν, ῥητίνην, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ
5. κοσκίνῳ καὶ τοῖς τηκτοῖς ἀναλαβὼν χρῶ. μετὰ τὸ προγεγραμμένον
6. ἕτερον φάρμακον ἔγραψεν ὡδί πως.
7. ♃ Νάπυος,
8. τήλεως ἀληλεσμένης ἑκάστου ξε. S". πυρέθρου, σταφίδος
9. ἀγρίας, νίτρου ἐρυθροῦ ἀνὰ 𐅻 δ΄. ὀποπάνακος 𐅻 β΄.
10. χαλβάνης 𐅻 β΄. ῥητίνης τερμινθίνης λίτραν α΄. κηροῦ λίτραν
11. μίαν, ἐλαίου κυπρίνου λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.
12. ♃ Ἐπιγράφεται βιβλίον Δαμοκράτους
14. κλίνικος, ἐν ᾧ διὰ μέτρων ἰαμβικῶν, ὡς εἴωθε, περὶ
15. τῶν τριῶν διαλέγεται φαρμάκων, πρώτου μὲν τοῦ διὰ τῆς
16. βοτάνης, ἣν καὶ αὐτὸς Ἰβηρίδα καλεῖ, τοῦ δευτέρου δὲ τοῦ
17. διὰ σπέρματος ἀνωδύνου, τρίτου δὲ τοῦ καθαρτικοῦ καλουμένου
1. ὑπ’ αὐτοῦ ἱερᾶς. περὶ πρώτης οὖν τῆς τῶν ἰσχιαδικῶν
2. θεραπείας ἔγραψεν ἐν τῷ βιβλιδίῳ ταῦτα. ἐν Ἰβηρίδι,
3. φησὶν, ἰατρόν τινα φίλον ἑαυτοῦ θεραπευθῆναι διὰ τῆς βοτάνης,
4. ἣν, ὡς ἔφην, αὐτὸς ὁ Δαμοκράτης Ἰβηρίδα καλεῖ, μαθὼν
5. μὲν αὐτοπτικῶς τὴν βοτάνην, ὄνομα δὲ οὐδὲν ἀκούσας
6. αὐτῆς, ὅτι μηδ’ ὁ διδάσκων ἠπίστατο. δι’ ὧν δὲ γράφει γνωρισμάτων,
7. ἔοικε τὴν ὑπὸ τῶν Ἑλλήνων ὀνομαζομένην λεπίδιον
8. Ἰβηρίδα καλεῖν, ἀπὸ τῆς χώρας ἐν ᾗ θεραπευθεὶς ἔτυχεν
9. ὁ φίλος αὐτοῦ. γράφει δὲ αὐτοῦ τὰ γνωρίσματα διὰ τῶν ἰάμβων.
11. Διὰ τούτων μὲν ἐδήλωσε τὴν ἰδέαν τῆς βοτάνης, ἐφεξῆς
12. δὲ τὴν χρῆσιν αὐτῆς διὰ τῶνδε.
6. Τούτῳ τῷ τρόπῳ τῆς χρήσεως καὶ κεφαλαλγίας χρονίας
7. καὶ ἄλλα πάντα καθ’ ὅ τι ἂν ᾖ μέρος ἀλγήματα χρόνια
8. καὶ δυσλύτους διαθέσεις καὶ παραλύσεις τεθεραπευκέναι φησί.
9. καὶ ὅλως ἐφ’ ὧν οἱ ἄλλοι χρῶνται τῷ καλουμένῳ σιναπισμῷ
10. καὶ τῷ διὰ θαψίας βοηθήματι, διὰ τῆς βοτάνης ταύτης
11. ἐξιᾶσθαί φησί. περὶ τῆς Ἰβηρίδος ταύτης καὶ ὁ Ἀρχιγένης
12. λέγει, ὀνομάζων αὐτὴν λεπίδιον ἐν τῷ β΄. τῶν κατὰ γένος
13. φαρμάκων, ἁρμόζειν δὲ αὐτὴν σπληνικοῖς καὶ ἰσχιαδικοῖς
14. λέγει. πρὸς ἰσχιάδας καὶ ψυγμοὺς Ὑγιεινοῦ Ἱππάρχου·
15. βοτάνην Ἰβηρίδα, ἥν τινες καλοῦσι λεπίδιον ἢ ἀγριοκάρδαμον,
16. ἀνελόμενος τὴν ῥίζαν αὐτῆς κόψον καὶ στέατι
17. χοιρείῳ συμμαλάξας εἰς τρόπον ἐμπλάσματος ἐπιτίθει κατὰ
18. τοῦ ἀλγοῦντος τόπου ἐπὶ ὥρας τρεῖς, εἶτα πέμπε εἰς βαλανεῖον.
1. τὸ αὐτὸ ἀπαλλάττει καὶ παλαιὰς κεφαλαλγίας ἐν
2. ὁμοίᾳ χρήσει, ἣν Δαμοκράτης ὁ ἰατρὸς διὰ στίχων ἔγραψεν.