Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 2.1, ed. Kühn, 1826, vol. 12, p. 498-561. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Β.

1. Ὅσοι μὲν ἔγραψαν ἄνευ διορισμοῦ κεφαλαλγίας
2. βοηθήματα, πλείονα βλάβην ἢ ὠφέλειαν εἰργάσαντο
3. τοῖς πιστεύσασιν. οὐ γὰρ ἐπὶ μιᾷ διαθέσει πάντες ἀλγοῦσι
4. κεφαλὴν, ἀλλ’ αὗταί τε πλείους εἰσὶν αἱ διαθέσεις, ἥ τε ἴασις
5. ἑκάστης αὐτῶν ἰδία. μία μὲν γὰρ διάθεσίς ἐστι κατὰ δυσκρασίαν
6. ἁπλῆν ἄνευ χυμῶν, ἑτέρα δὲ ἐπὶ τῇ τούτων ποιότητι,
7. καθάπερ γε καὶ τρίτη τις ἄλλη διὰ τὸ πλῆθος αὐτῶν
1. μόνον γιγνομένη καὶ πρὸς αὐταῖς, ὅταν ἐμφράξωσιν οὗτοι
2. τὰς διεξόδους τῶν ὑγρῶν τε καὶ τῶν ἀτμῶν καὶ πρὸς ταύταις
3. ἄλλη. ὅταν δι’ ἀσθένειαν ἔν τισι τῶν κατὰ τὴν κεφαλὴν
4. μορίων πνεῦμα φυσῶδες ἐγγεννηθῇ, ἔσθ’ ὅτε καὶ διὰ
5. προκαταρκτικήν τινα αἰτίαν, οἷον ἔγκαυσιν ἔξωθεν ἢ ψύξιν
6. ἢ μέθην ἢ πληγήν. σφοδρόταται μὲν οὖν κεφαλαλγίαι γίγνονται
7. κατὰ θερμότητα καὶ ψυχρότητα καὶ μάλισθ’ ὅταν
8. ἀνώμαλοι τύχωσιν, μέτριαι δὲ αἱ κατὰ ξηρότητα. ταῖς δὲ
9. ὑγρότησιν οὐδεὶς ἕπεται πόνος. ὡσαύτως δὲ κᾂν ἐπὶ χυμοῖς
10. πλεονάσασιν, ἤτοι κατὰ πάντα τὰ μόρια τῆς κεφαλῆς ἢ καθ’
11. ἓν ὁτιοῦν ἢ δύο συμβαίνει τὸ ἄλγημα. σφοδρότερον μὲν ἐγγίνεται
12. διὰ τοὺς θερμούς τε καὶ ψυχροὺς, μέτριον δὲ ἐπὶ
13. τοῖς ξηραίνουσιν ἄνευ θερμότητος ἢ ψύξεως ἐπιφανοῦς. οἱ
14. δὲ ὑγραίνοντες ἀνώδυνοι τελέως εἰσὶν, ὅσον ἐπὶ τῇ ποιότητι·
15. διὰ γάρ τοι τὸ πλῆθος ὀργανικὰ νοσήματα ποιοῦσιν,
16. οὔτι τῶν ὁμοιομερῶν, ἐφ’ ὧν μόνων αἱ κατὰ δυσκρασίαν
1. ἁπλῆν γίγνονται διαθέσεις. αἱ δὲ διὰ πλῆθος ἄνευ μὲν
2. ἐμφράξεως βαρύνουσι τὴν κεφαλὴν, σὺν ἐμφράξει δὲ μετρίως
3. μὲν ὀδυνώδεις ἐπὶ ταῖς μετρίαις ἐμφράξεσιν, ἰσχυρῶς δὲ ἐπὶ
4. ταῖς ἰσχυραῖς συμβαίνουσιν. ἐὰν δὲ καὶ δακνώδη ποιότητα
5. τὸ πλῆθος ἔχει τοῦ χυμοῦ, καὶ κατὰ τοῦτο τὴν ὀδύνην αὐξήσει.
6. αὗται μὲν αἱ διαφοραὶ τῶν διαθέσεων, ὅσον ἐπὶ τοῖς
7. ποιοῦσιν αἰτίοις, ἕτεραι δὲ παρὰ τὴν τῶν πασχόντων μορίων
8. φύσιν. ἐνίοτε μὲν γὰρ ἔξωθεν τοῦ κρανίου τὸ πάθος
9. ἐστὶν, ἐνίοτε δὲ ἐντὸς, καὶ ποτὲ μὲν ἁπάντων τῶν ἐκτὸς ἢ
10. τῶν ἐντός ἐστιν, ἐνίοτε δὲ οὐ πάντων, ἀλλ’ ἑνὸς γένους
11. σωμάτων ἀρτηριώδους ἢ φλεβώδους ἢ νευρώδους ἢ ὑμενώδους
12. ἢ τοῦ δέρματος ἢ αὐτοῦ τοῦ ἐγκεφάλου. δυσκολώτατον
13. οὖν ἐστι τὸ διαγνῶναι τὸν πεπονθότα τόπον, εἴτε εἷς
14. ἐστιν εἴτε πλείους ὑπάρχουσιν ἑνὸς, ἤ τινες οὗτοι τυγχάνουσιν
15. ὄντες, οὐ μὴν οὐδὲ τὴν διάθεσιν εὑρεῖν ἕτοιμον, ἀλλὰ
16. καὶ τοῦτο γεγυμνασμένου δεῖται, κατά γε τὴν διὰ τοῦ λόγου
17. γυμνασίαν, ἱστορίαν τε πολλὴν καὶ συνεχῆ τῆς τῶν
18. καμνόντων διαθέσεως. ἰδιότητες γὰρ ἔνιαι μὲν ἄῤῥητοι παντάπασιν,
1. ἔνιαι δὲ δύσρητοι γίγνονται περὶ τὰ κάμνοντα
2. σώματα, μόνοις τοῖς πολλάκις ἑωρακόσι γνώριμοι. συνενδείκνυνται
3. δὲ τὴν διάθεσιν οὐ μικρῶς ἔνια τῶν προκαταρξάντων
4. αἰτίων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἰδίως προκαταρκτικὰ,
5. καθάπερ ὅταν ἐναργὴς αἴσθησίς τε καὶ βλάβη
6. τοῖς κάμνουσιν αὐτοῖς ἐγκαύσεως ἢ ψύξεως γένηται. καὶ ῥᾷστόν
7. γε τὰς διαθέσεις ταύτας ἰᾶσθαι προσφάτους, καὶ καλῶς
8. ἀπ’ αὐτῶν ἤρξαντο τῶν ἰατρῶν ὅσοι μετὰ διορισμῶν ἔγραψαν
9. τὰ βοηθήματα. πολλὰ μὲν οὖν τοῖς ἀρχαιοτέροις ἁπλᾶ
10. τε καὶ σύνθετα φάρμακα γέγραπται τῶν τοιούτων διαθέσεων,
11. ἐμοὶ δὲ κᾀνταῦθα τὰ τῶν νεωτέρων εἰπεῖν ἀρκέσει,
12. τά τε τοῖς πρεσβυτέροις εὑρημένα γεγραφότων, αὐτῶν τε
13. προστεθεικότων ἕτερα. τὸν μὲν γὰρ καθόλου τῆς ἰάσεως
14. σκοπὸν ἑκάστου τῶν παθῶν ὁ λόγος ἡμᾶς διδάσκει, τὰς δὲ
15. τῆς ὕλης δυνάμεις ἡ πεῖρα. διὰ ταύτην οὖν αὐξάνεται τὸ
16. πλῆθος τῶν βοηθημάτων ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ ἤδη
17. καιρὸς ἥκει τῷ λόγῳ τὰ καθ’ ἑκάστην διάθεσιν οἰκεῖα βοηθήματα
1. γράφειν, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ μόνος τὰς ποιότητας
2. ἐξισταμένων τοῦ κατὰ φύσιν ἑκάστου μορίου
3. ποιησαμένῳ.

4. Ἀπολλώνιος μὲν οὖν ἐν τῷ πρώτῳ τῶν
6. εὐπορίστων οὕτως ἔγραψε πρὸς κεφαλαλγίαν τὴν δι’ ἔγκαυσιν.
7. ῥοδίνῳ διάβρεχε συνεχῶς τὴν κεφαλὴν ἢ καὶ ἔριον ἢ καὶ
8. ῥάκος εἰς ῥόδινον ἀποβάπτων ἐπιτίθει. ἄλλο. ναρκισσίνῳ
9. μύρῳ ὡσαύτως χρῶ. ἄλλο. μηλίνῳ μύρῳ χρῶ παραπλησίως.
10. ἄλλο. συκαμίνου χυλῷ δι’ ὀθονίου ἐκτεθλιμμένῳ καὶ
11. ῥοδίνῳ ἴσῳ χρῶ. ἄλλο. ἀνδράχνης φύλλα κόψας καὶ καθ’
12. αὑτὰ καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. κυπάρισσον
13. ἁπαλὴν λείαν καὶ καθ’ ἑαυτὴν καὶ μετὰ παιπάλης
14. ἀλφίτων κατάπλασσε. ἄλλο. στρύχνον καὶ καθ’ ἑαυτὸ
15. καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. σήσαμον
16. τρίψας καὶ ῥόδινον παραστάξας ἐπιτίθει. ἄλλο. ἀμπέλου
17. φύλλα ἑψήσας λεῖα ἐν μελικράτῳ λεάνας ἐπιτίθει. ἄλλο.
18. φύλλα κίκεως συγκόψας καὶ ἐμβαλὼν εἰς ὕδατος ὅσον 
1. ὀκτὼ κοτύλας καὶ ἐξαιθριάσας, τούτῳ τὴν κεφαλὴν κατάντλει
2. καὶ μετὰ ταῦτα κατάπλασσε τοῖς πρὸς ταῦτα ἀναγεγραμμένοις.
3. ἄλλο. κονύζης εὐώδους ἐμβαλὼν ὅσον δεσμὸν
4. ἑκκαίδεκα δακτύλων εἰς ὕδατος ὅσον κοτύλας η΄. ἐξαιθριάσας
5. κατάντλει πρᾳέως. χρηστέον δ’ ὑποστολῇ τροφῆς καὶ
6. κοιλίας κενώσει καὶ ὕπνῳ καὶ ἡσυχίᾳ, φυλακτέον δὲ μάλιστα
7. προσφορὰν οἴνου καὶ ἥλιον καὶ λουτρόν. ἔτι δὲ πυρίαν καὶ
8. κραυγὴν καὶ διάτασιν καὶ πᾶσαν ταραχὴν διανοίας καὶ ἔκστασιν
9. καὶ ἐν εὐπνοίᾳ διατριπτέον.

10. Ἰρίνῳ μύρῳ
11. θερμῷ τὴν κεφαλὴν κατάβρεχε, χρῶ δὲ καὶ ἐρίοις καὶ ῥάκεσιν
12. εἰς αὐτὸ ἀποβεβρεγμένοις. ἄλλο. δαφνίνῳ μύρῳ ὡσαύτως.
13. ἄλλο. ἀλεύρῳ ἑφθῷ μετὰ μελικράτου χρῶ. ἄλλο. δάφνης
14. φύλλα ἁπαλὰ μετὰ ἰρίνου μύρου τετριμμένα εἰς τὴν
15. κεφαλὴν ἔγχει. ἄλλο. σαμψύχῳ λείᾳ μετ’ οἴνου ἢ ῥοδίνου
16. παραπλησίως χρῶ. ἄλλο. κύπερον κόψας καὶ χηνείῳ μίξας
17. στέατι τὴν κεφαλὴν κατάχριε. ἄλλο. ἐλάφειον κέρας κατακαύσας
18. καὶ λαβὼν ὅσον ὀξύβαφον, οἶνον εὐώδη μίξας διπλασίονα
1. καὶ τρίψας κατάχριε. ἄλλο. ἁρμόσει δὲ καὶ πυρία διὰ
2. σπόγγων εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων καὶ ἐκπεπιεσμένων,
3. καὶ μάλιστα δάφνης φύλλων ἁπαλῶν ἐναφεψημένων ἢ
4. σαμψύχου ἢ κυπέρου, καὶ πιλήματα μαλακῶν ἐρίων, μύρῳ
5. ἰρίνῳ καὶ οἴνῳ καταρερασμένα, περὶ τὴν κεφαλὴν τιθέμενα,
6. καὶ σκέπη καὶ ἀλέα καὶ ὑποστολὴ σιτίων καὶ κοιλίας κένωσις,
7. ἔτι δὲ ὕπνος καὶ ἡσυχία, σώματος ἀνάπαυσις, εὐθυμία.
8. φυλακτέον δὲ ὁμοίως καὶ κραυγὴν καὶ διάτασιν καὶ οἴνου
9. προσφορὰν καὶ κατάψυξιν. ταῦτα μὲν ὁ Ἀπολλώνιος ἔγραψε
10. βοηθήματα δι’ ἔγκαυσιν κεφαλαλγίας. ὀνομάζουσι δ’
11. ἔγκαυσιν τὴν ἐξ ἡλίου θερινοῦ κατὰ τὴν κεφαλὴν γινομένην
12. θερμότητα μόνιμον. ἅπαντες γὰρ οἱ ἄνθρωποι θερμαίνονται
13. τὴν κεφαλὴν ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἐπὶ πλέον, οὐ
14. μὴν παραμένει γε πᾶσιν ὁμοίως ἡ θερμότης, ἀλλ’ εὐθὺς
15. παύεται. τισὶ μὲν γὰρ καὶ πρὸ τοῦ λουτροῦ, τοῖς πλείστοις
16. δὲ λουσαμένοις. ὅσοις δ’ ἂν παραμείνῃ, διάθεσιν τῆς κεφαλῆς
17. ἤδη κατὰ ἕξιν, οὐ κατὰ σχέσιν ἡγούμενοι γεγονέναι καλοῦσιν
18. ἔγκαυσιν. ἐνίοτε μὲν οὖν μόνη συνίσταται δυσκρασία
1. τῆς ἐπὶ τὸ θερμότερον ἐν τῇ κεφαλῇ γινομένης διαθέσεως,
2. ἐνίοτε δὲ καὶ πλῆθος χυμῶν ἢ ἀτμῶν ἐπ’ αὐτὴν ἀναθεῖ, καὶ
3. μάλιστα ὅταν ἀνατρέφηταί τις ἐν ὅλῳ τῷ σώματι πλεονεξία
4. χυμῶν, ἣν ὀνομάζουσιν οἱ περὶ τὸν Ἐρασίστρατον πληθώραν.
5. γίνεται δὲ αὕτη τῶν τεττάρων χυμῶν ἀνάλογον αὐξηθέντων
6. ἢ τοῦ αἵματος μόνου, ὡς ὅταν γέ τις τῶν ἄλλων
7. αὐξηθείη χυμῶν, οἵπερ εἰσὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα,
8. τὴν τοιαύτην αὔξησιν οὔτε πληθώραν οὔτε ἁπλῶς
9. πλῆθος, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι πλῆθος φλέγματος
10. ἢ χολῆς ξανθῆς ἢ μελαίνης ὑπάρχειν ἐν τῷ σώματι φάσκοντες.
11. τοῖς δ’ ἐξ ἐγκαύσεως ἀλγοῦσι τὴν κεφαλὴν τὸ
12. δέρμα ξηρότερον τῇ ἁφῇ κατὰ τὴν πρώτην ἐπιβολὴν φαίνεται,
13. τούς τε ὀφθαλμοὺς ἐρυθροὺς ἔχουσι. χαίρουσι δὲ καὶ
14. τοῖς ψυχροῖς προσαντλήμασί τε καὶ ἀλείμμασι. καταρχὰς μὲν
15. οὖν ἀποκρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων
16. καὶ στυφόντων γινομένῃ. μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν
17. καὶ πεπτικῶν φαρμάκων τι μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς,
18. εἶτά τι καὶ τῶν διαφορητικῶν προσθετέον, ἀφαιροῦντα
1. κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων. ἄριστα
2. δὲ τῶν προσφερομένων μάλιστα ὅσα λεπτομερῆ ταῖς οὐσίαις
3. ἐστί. διὸ καταρχὰς μὲν ἄμεινόν ἐστι τῷ ῥοδίνῳ καλῶς
4. ἐσκευασμένῳ ψυχροτάτῳ καταντλεῖν τὴν κεφαλὴν, στρόφιον
5. ἐρίου περιθέντας ἐν κύκλῳ, κατὰ μὲν τὸ μέτωπον ἔνθα
6. παύεται τὸ τετριχωμένον αὐτῆς μέρος, ἐφ’ ἑκάτερα δὲ τοῦδε
7. καθὸ τοῖς ὠσὶ συνάπτει τὸ τετριχωμένον καὶ τόδε ἀπὸ
8. τοῦδε μετὰ τὴν κορυφὴν, οὐ μὴν πολλῷ ταύτης κατωτέρω.
9. οὔτε γὰρ ἐκκαίεται ῥᾳδίως τὸ καλούμενον ἰνίον μέρος τῆς
10. κεφαλῆς οὔτε ἀλύπως ἀνέχεται τῶν ψυχόντων διὰ τὸ τὴν
11. ἀρχὴν ἐνταῦθα εἶναι τοῦ νωτιαίου μυελοῦ, στελέχους δίκην
12. εἰς κλάδους πολλοὺς σχιζομένου, περὶ ἑξήκοντά που τὸν
13. ἀριθμὸν νεῦρα. ἡ δὲ κατὰ τὸ βρέγμα καλούμενον χώρα τῆς
14. κεφαλῆς διὰ τὸ χαλαρὸν τῆς κατὰ τὴν στεφανιαίαν ῥαφὴν
15. συναρθρώσεως καὶ τὴν τῶν ὀστῶν λεπτότητά τε καὶ χαυνότητα,
16. ῥᾳδίως τήν τε θερμότητα καὶ τὴν ψύξιν ἁπάντων
17. τῶν ὁμιλούντων φαρμάκων εἴσω διαδίδωσιν, ὥστε κᾂν ψῦξαί
18. ποτε δέοι τὴν ἐξ. ἐγκαύσεως θερμότητα, κᾂν θερμῆναι
1. τὴν ψύξιν, ἐπιτήδειος ἡ κατὰ τὸ βρέγμα χώρα τῆς κεφαλῆς.
2. ἀρίστη δὲ κατὰ τὰς ἀρχὰς ψύξις ἡ διὰ ῥοδίνου ψυχροῦ,
3. θερινῆς τῆς ὥρας οὔσης, ἐν ᾗ μάλιστα φιλεῖ τὸ τῆς ἐγκαύσεως
4. πάθημα γίνεσθαι. λέλεκται δέ μοι περὶ ῥοδίνου πολλάκις,
5. ὡς ἄριστόν ἐστιν ἐξ ἐλαίου μὲν ὠμοτριβοῦς ἢ ὀμφακίνου,
6. διττῶς γὰρ ὀνομάζουσιν αὐτὸ, χωρὶς ἁλῶν ἐσκευασμένου,
7. ῥόδων δὲ ἐναποβεβρεγμένων αὐτῷ πλείστων ἐσκευασμένου.
8. ἔστω δὲ μὴ παλαιὸν τὸ ῥόδινον, ἀλλὰ κατ’ ἐκεῖνο τὸ
9. ἔτος ἐσκευασμένον, ἤτοι κατὰ τὸ ἔαρ ἢ ἀρχομένου τοῦ θέρους.
10. ἐφεξῆς δὲ τῷ ῥοδίνῳ τὸ χαμαιμήλινόν ἐστιν, ἐφ’ ὧν
11. σωμάτων δεδοίκαμεν ἔμψυξιν σφοδρὰν ἐργάσασθαι. ταῦτα
12. δέ ἐστι τά τε τῶν γυναικῶν καὶ τὰ τῶν εὐνούχων καὶ τὰ
13. τῶν παιδίων, ὅσοι τε μαλακὴν ἔχουσι τὴν σάρκα καὶ λευκὴν
14. τὴν χρόαν, ἀήθεις τέ εἰσιν ἡλίου. καὶ τὸ μέτρον καὶ
15. τῆς τοῦ ῥοδίνου καὶ χαμαιμηλίνου ψύξεως, ἔκ τε τῶν εἰρημένων
16. ἕξεων τοῦ σώματος καὶ τοῦ τῆς ἐγκαύσεως μεγέθους
17. εὑρίσκειν χρὴ, καὶ προσεπισκοπούμενον τήν τε ἡλικίαν τοῦ
18. κάμνοντος καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, οὐχ 
1. ἥκιστα δὲ καὶ αὐτοῦ τοῦ οἴκου καθ’ ὃν ὁ κάμνων κατάκειται.
2. ψύξεις δὲ ὅσα προσφέρεις ἐνιστὰς ὕδατι πάνυ ψυχρῷ.
3. μὴ παρόντος δὲ τούτου χιόνι περιπλάσσεις τὸ ἀγγεῖον· ἡ
4. τοιαύτη βοήθεια κᾂν χυμῶν ἢ ἀτμῶν πλῆθος ἐπὶ τὴν κεφαλὴν
5. ὁρμήσῃ, βοηθεῖ γενναίως. ἀποκρούεται γὰρ ταῦτα
6. καὶ ὠθεῖ κάτω τοῦ σώματος, ὥστε ἐγὼ ἐπὶ μυρίων τούτῳ
7. τῆς ἰάσεως τῷ τρόπῳ χρησάμενος οὐκ ἐδεήθην ἑτέρου. καὶ
8. γὰρ εὐπορία ψυχρῶν πηγῶν ἐν Ῥώμῃ πολλὴ καὶ χιόνος,
9. ὥσπερ γε καὶ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὰς πλείστας
10. τῶν ἐν Ἀσίᾳ τε καὶ κατὰ τὴν Ἑλλάδα πόλεων. ἐν δὲ
11. ταῖς θερμαῖς χώραις, οἵα καὶ ἡ τῶν Αἰγυπτίων ἐστὶν, ἐν ᾗ
12. καὶ πηγῶν ψυχρῶν ἀπορία καὶ χιόνος, ἀναγκαῖόν ἐστι προψύξαντα
13. τὸ ῥόδινον ἐκ τοῦ δι’ ὅλης νυκτὸς ὑπαίθριον
14. θεῖναι, πρὸς αὔραν τινὰ μετεστραμμένον οὕτως ἐπεμβάλλειν
15. αὐτῷ χυλὸν ἀειζώου ἢ ἀνδράχνης ἢ θριδακίνης ἢ ψυλλίου
16. ἢ πολυγόνου καί τι καὶ στρύχνου ποτὲ βραχὺ καὶ ἑλίκων
17. ἀμπέλου καὶ ὀμφάκων, ἔτι γὰρ ὄμφακές εἰσι θέρους ὥρᾳ.
18. μήκωνος δὲ καὶ μανδραγόρου φυλάττεσθαι χυλὸν, οὐκ ἀβλαβῶς
1. γὰρ ἐμψύχει. φυλάττεσθαι καὶ τὰ μετὰ τοῦ ψύχειν στύφοντα
2. σαφῶς, ὥστε ἀνάγκης ποτὲ καταλαβούσης ὀλίγον
3. αὐτῶν μιγνύναι χρὴ τοῖς ψύχουσι. διὰ τοῦτο καὶ στρύχνου
4. χυλὸν ἢ οὐδ’ ὅλως μίγνυμεν ἢ βραχὺν παντάπασιν. οὕτω δὲ
5. καὶ ῥοιᾶς καὶ μήλου καὶ μεσπίλου. καλλίων δὲ ὁ χυλὸς
6. τῶν ὀξειῶν ῥοιῶν εἰς τοῦτο, μᾶλλον γὰρ ἐμψύχει. μηδενὸς
7. δὲ τοιούτου παρόντος, ἐν ἀγρῷ ποτε κολοκύνθης ξύσμα
8. χυλίσας ἔμιξα χυλῷ σταφυλῆς ἀώρου· χρήσαιτο δ’ ἄν τις
9. ἐν τοιούτῳ χωρίῳ καὶ στέρεως χυλῷ καὶ θριδακίνης τῆς
10. ἀκηπεύτου τε καὶ ἀγρίας, ἣν ἰδίως ὀνομάζουσιν θριδακίνην,
11. τὴν γὰρ κηπευομένην ὀνομάζουσι θρίδακα. καὶ ὁ τῶν συκαμίνων
12. δὲ χυλὸς ἐπιτήδειος εἰς ἔμψυξιν, ἔστω δὲ μὴ λίαν
13. πέπειρα. φαλακροῦ δὲ τοῦ κάμνοντος ὄντος ἢ βραχείας παντελῶς
14. ἔχοντος τὰς τρίχας, ἡ εὐπορία πλείστη τῶν ἐμψυχόντων
15. ἐστίν. ὅσα γὰρ ἐρυσιπελάτων ἐπιστάμεθα βοηθήματα
16. διὰ καταπλασμάτων τε καὶ κηρωμάτων ὑγρῶν, ταῦτα πάντα
17. τοῖς ἐγκεκαυμένοις ἁρμόττει. Ἀπολλώνιος δὲ καὶ τὰ τοῦ
1. κίκεως ἁπαλὰ φύλλα κοπέντα βαλεῖν εἰς ὕδωρ ἀξιοῖ, κᾄπειτα
2. τῆς νυκτὸς ὅλης ὑπαίθριον θέντας ὅλον τὸ ἀγγεῖον, ἐν ᾧ
3. ταῦτα περιέχεται, κατὰ τὴν ὑστεραίαν χρήσασθαι. ἐγὼ μὲν
4. οὖν οὐ πάνυ τι πεπείραμαι τῆς τοῦ κίκεως δυνάμεως, εἰκὸς
5. δὲ τὸν Ἀπολλώνιον ἐν Ἀλεξανδρείᾳ διατρίψαντα χρόνῳ
6. πολλῷ κεκρικέναι διὰ μακρᾶς ἐμπειρίας τὴν δύναμιν αὐτοῦ·
7. τὸ μέντοι γε γενόμενον ἔλαιον ἐκ τοῦ κίκεως οἶδα σαφῶς
8. θερμότερον ὑπάρχον τῇ δυνάμει τοῦ παρ’ ἡμῖν ἐλαίου, διὸ
9. καὶ μὴ παρόντος αὐτοῦ τῷ παλαιῷ χρώμεθα. νομίζω δὲ
10. καὶ ποταμογείτονα καὶ τὸν Νειλῶον στρατιώτην ἔχειν τι
11. ψυκτικὸν, καὶ θαυμάζω πῶς οὐκ ἐμνημόνευσεν αὐτῶν ὁ
12. Ἀπολλωνίοις, ἀλλὰ καὶ ὁ παρ’ ἡμῖν τρίβολος, ὥσπερ καὶ τὸ
13. πολύγονον, ἔχει τι καὶ αὐτὰ ψυκτικὸν, ἁπαλὰ δηλονότι καὶ
14. οὐδέπω σκληρὰ καὶ ξηρὰ γεγονότα. τὴν δὲ κόνυζαν οὐ μόνον
15. ἀδύνατον ψύχειν, ἀλλὰ καὶ θερμαίνειν μετρίως δυναμένην
16. οἶδα, καὶ θαυμάζω πῶς αὐτὴν ἔγραψεν ὁ Ἀπολλώνιος
17. ἐν τοῖς ψύχουσιν. εἴπερ δὲ καὶ ἀπὸ δενδρὼν ἢ θάμνων ἐπικουρίαν
18. δέοι πορίζεσθαι κεφαλῇ θερμοτέρᾳ τοῦ κατὰ φύσιν,
1. ἄγνος ἐπιτηδειοτέρα πρὸς τοῦτο καὶ ἄμπελος καὶ σχῖνος καὶ
2. πλάτανος, εἴ τις λαβὼν αὐτῶν ἁπαλὰς τὰς βλάστας, εἶτα
3. τρίψας ἐκθλίψειεν αὐτῶν τὸν χυλόν. Ἐρασίστρατος δέ φησι
4. μέγιστον εἶναι προφυλακτικὸν ἐπὶ τῶν θερμαινόντων ἕξεων,
5. ὅταν ἡλιοῦσθαι μέλλωσιν, εἰ σπόγγον πλατὺν καὶ πυκνὸν
6. καὶ κοῖλον βρέξας εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιθήσεις
7. τῇ κεφαλῇ. τοῖς ἐπ’ ἐγκαύσει κεφαλαλγοῦσιν ὑπεναντίως ἔχει
8. τὰ σημεῖα τῶν ἐπὶ ψύξει· καὶ γὰρ καὶ ἀσύμπτωτον καὶ
9. ἄχρουν ἐστὶν αὐτῶν τὸ πρόσωπον καὶ τοῖς ψυχροῖς οὔτε
10. χαίρουσιν οὔτε πρὸς αὐτῶν ὠφελοῦνται. καθάπερ δ’ ἡ ἔγκαυσις
11. οὐκ ἔστι δύσλυτος διάθεσις, οὕτως οὐδὲ ὅτε ψύξις ἐκ
12. τοῦ περιέχοντος γένηται, δυσκόλως θεραπεύεται πρόσφατος,
13. ἀλλ’ ἀρκεῖ πηγάνειον ἔλαιον θερμὸν καταντλήσαντα κατὰ
14. τοῦ βρέγματος, ὡς εἴρηται, τελέως ἀπαλλάξαι τὸν ἄνθρωπον.
15. εἰ δὲ καὶ σφοδροτέρας δεήσοι θερμασίας, ἐπεμβάλλειν
16. εὐφόρβιον τῷ ἐλαίῳ καὶ ὅσα δι’ πεπέρεως σκευάζεται. ἀλείφειν
17. δὲ μύροις τοῖσδε χρὴ τὸ μέτωπον καὶ ῥινῶν τοὺς πόρους,
18. μάλιστα μὲν ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ ναρδίνῳ. καὶ
1. κομμωτικὰ δὲ τῶν θερμαινόντων ἐστὶ καὶ ταῦτα δὴ τὰ πολυτελῆ
2. τῶν πλουσίων γυναικῶν ἀλείμματα. καλοῦσι δὲ αὐτὰ
3. κατὰ τὴν τῶν Ῥωμαίων φωνὴν φουλιάτα τε καὶ σπικάτα.
4. τοῦ δὲ ὀποβαλσάμου πολλάκις ἐπειράθημεν οὐδὲν σαφῶς
5. ὀνήσαντος οὐδεμίαν διάθεσιν θερμαίνεσθαι δεομένην. ὥσπερ
6. δὲ τὸ πηγάνειον ἁρμόττειν ἔφην, οὕτω καὶ τὸ σαμψύχινον
7. καὶ τὸ δάφνινον ἐπαινῶ καὶ τὸ ἑρπύλλινον, πολλάκις καὶ
8. ἐπὶ πολλῶν αὐτοῖς χρησάμενος· διδόναι δὲ καὶ οἶνον λεπτομερῆ
9. καὶ κινήσει κεχρῆσθαι κελεύειν καὶ λουτροῖς θερμοῖς
10. καί ποτε ἀπὸ ῥαφανίδων ἐμέτῳ.

11. Ἐπὶ τῶν χρονιζουσῶν κεφαλαλγικῶν
13. διαθέσεων ἀναγκαῖον γίνεσθαι ξυρὰν τὴν κεφαλὴν, ἢ
14. ἐν χρῷ πάνυ κείραντα φάρμακα προσφέρειν ἐμπλαστρώδη τε
15. καὶ κηρωτοειδῆ καὶ ὑγρά. τὰ μὲν οὖν ἐμπλαστρώδη τε καὶ
16. κηρωτοειδῆ τῇ ξυρηθείσῃ κεφαλῇ, τὰ δὲ ὑγρὰ τῇ βραχυτάτας
17. ἐχούσῃ τρίχας. ἔστι δὲ καὶ ἡ τούτων ὕλη πολυειδὴς, τῶν μὲν 
1. μᾶλλον, τῶν δὲ ἧττον ψυχόντων τε καὶ θερμαινόντων. τὰ
2. μὲν οὖν ψύχοντα μεταφέρειν ἀπὸ τῶν θεραπευόντων τὰ
3. ἐρυσιπέλατα, τὰ δὲ θερμαίνοντα διὰ τῶν θερμαινόντων φαρμάκων
4. συνθετέον, ὧν ἁπλούστατον μέν ἐστι τὸ δι’ εὐφορβίου
5. σκευαζόμενον, ἀρκεῖ δὲ μίαν γο ἐμβάλλειν εὐφορβίου
6. τρισὶ κηροῦ τετηκυίαις ἐν ἐλαίου λίτρᾳ μιᾷ. χρῆσθαι δὲ
7. ἐλαίῳ πρὸς πάντα τὰ θερμαίνεσθαι πάθη δεόμενα μήτε
8. ὀμφακίνῳ μήτε τῷ συνήθως ὑπὸ πάντων ὀνομαζομένῳ Ἱσπανῷ
9. μήθ’ ὅλως ἐσκευασμένῳ μετὰ θαλλῶν, ἀλλ’ οἷόν ἐστι
10. τὸ ἐκ πεπείρων ἐλαιῶν γινόμενον, ἐν πολλοῖς ἔθνεσιν ἄνευ
11. θαλλῶν ἐμβλήσεως. ἄριστον δὲ ὧν οἶδα τὸ Σαβῖνόν ἐστιν,
12. οὐ πόῤῥω Ῥώμης ἐν τῇ Σαβίνων χώρᾳ γεννώμενον. ὅσα δὲ
13. οἱ νεώτεροι τῶν ἰατρῶν, οἱ καλοῦντες ἑαυτοὺς μεθοδικοὺς,
14. ὀνομάζουσι μετασυγκριτικὰ φάρμακα, ταῦτα πάντα χρήσιμα
15. ταῖς τοιαύταις διαθέσεσίν ἐστιν, ὧν τὰ κάλλιστα ἐν τῷ τῆς
16. πραγματείας τῆς πρὸ ταύτης ἑβδόμῳ εἴρηταί μοι. μεταβαίνειν
1. οὖν ἤδη καιρὸς ἐπ’ ἄλλην διάθεσιν κεφαλῆς, παραγράψαντα
2. πρῶτα τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα κατὰ λέξιν
3. οὕτως ἔχοντα.

4. Χρηστέον δὲ πᾶσι τοῖς
6. ἀναγεγραμμένοις βοηθήμασι πρὸς τὰς γινομένας δι’ ἔγκαυσιν
7. κεφαλαλγίας, ἐπιπλεῖστον δὲ τῶν ἀλγημάτων ἰσχυόντων
8. πηγάνου φύλλοις τετριμμένοις μετὰ ὄξους καὶ ῥοδίνου, ὡς
9. γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. καρύοις πικροῖς
10. μετ’ ὄξους καὶ ῥοδίνου τετριμμένοις, ὡς γλοιοῦ πάχος
11. τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. ἴριδι ξηρᾷ καὶ ἄγνῳ ξηρᾷ
12. μετ’ ὄξους τετριμμένοις καὶ ῥοδίνου παραπλησίως χρῶ. ἄλλο.
13. δάφνιδι καὶ πηγάνου φύλλοις μετ’ ὄξους καὶ ῥοδίνου τετριμμένοις
14. χρῶ. συνοίσει δὲ ὕπνος, ἔνδεια, ἡσυχία, σώματος ἀκινησία,
15. πόμα ὕδωρ θερμὸν, μελίκρατον, κένωσις. ταῦτα μὲν
16. Ἀπολλώνιος ἔγραψε, καὶ τούτου γε αὐτοῦ χάριν ἐπαινεῖν
17. χρὴ τὸν ἄνδρα, τοῦ μετὰ διορισμῶν ὑπὲρ ἑκάστου
18. τῶν βοηθημάτων γράψαι, μηδὲ Ἀρχιγένους αὐτὸ πεποιηκότος,
1. ὃν ἐχρῆν ὕστερον Ἀπολλωνίου γεγονότα προστεθεικέναι
2. τι τῇ τῶν ὁρισμῶν ἀκριβείᾳ. ἀλλὰ τὰ μὲν ὑπ’ ἐκείνου
3. κατὰ τὸ πρότερον τῶν φαρμάκων γεγραμμένα μικρὸν ὕστερον
4. εἰρήσεται· τὰ δέ μοι διὰ μακρᾶς πείρας κριθέντα περὶ
5. τῆς ἐξ οἴνου πόσεως κεφαλαλγίας ἤδη διηγήσομαι, τὴν μὲν
6. ἐλπίδα τῆς ἐξ αὐτῶν ὠφελείας ἐκ τῆς διαθέσεως εὑρόντι,
7. τὴν δὲ ἀκριβῆ βάσανον αὐτῶν διὰ πολλῆς πείρας ποιησαμένῳ.
8. τὴν γάρ τοι κεφαλαλγίαν οἱ θερμότεροι τῶν οἴνων
9. ταῖς κράσεσι γεννῶντες ἐνδείκνυνται πληροῦσθαι πάντως
10. μὲν ἀτμῶν τὴν κεφαλὴν, ἔστι δ’ ὅτε καὶ χυμῶν, ὅσοι θερμοὶ
11. ταῖς κράσεσιν. καὶ γὰρ καὶ χωρὶς οἴνου πόσεως οἱ τοιοῦτοι
12. πρὸς τὴν κεφαλὴν ἑτοίμως ἀναφέρονται. χρεία τοίνυν
13. ἐστὶν ἰάσεως ἐχούσης σκοπὸν τὸν μὲν καθόλου πρῶτον
14. ἁπάντων κοινὸν τὸν κενώσεως δεόμενον. ἐπεὶ δὲ θερμοὶ τυγχάνουσιν
15. ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ,
16. καὶ τῆς ἐμψυχούσης αὐτοὺς βοηθείας ἐστὶ χρεία. κελεύειν
17. οὖν πρότερον, εἰ ἄπεπτος ὁ οἶνος μένει, ἐμεῖν τοὺς κεφαλαλγοῦντας,
18. ὕδωρ πεπωκότας χλιαρόν. εἰ δὲ καὶ μετὰ πέψιν
1. κεφαλαλγοῖεν, τοῖς ἐμψύχουσι κεχρῆσθαι καὶ ἀποκρουστικοῖς,
2. οἷόν ἐστι τὸ ῥόδινον, καθ’ ἑαυτό τε καὶ σὺν ὄξει ἢ μετὰ
3. χυλοῦ κισσοῦ ἢ κράμβης. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς κράμβης
4. ἀποβρεχθέντα θερμῷ καὶ περιτεθέντα τῇ κεφαλῇ καὶ
5. δεθέντα φυσικῶς ἀντιπαθεῖ τῇ μέθῃ. φροντιστέον δὲ ὕπνου
6. τε καὶ ἡσυχίας, κᾀπειδὰν ταῦτα πραχθῇ, δι’ ὅλης ἡμέρας
7. εἰς ἑσπέραν χρὴ λούσαντα θρέψαι τροφαῖς εὐχύμοις μὲν, οὐ
8. μέντοι θερμαινούσαις. εἰσὶ δὲ τοιαῦται πτισάνης χυλὸς καὶ
9. ῥόφημα ἐκ χόνδρου καὶ ἄρτος μεθ’ ὕδατος καὶ τὰ ῥοφούμενα
10. τῶν ὠῶν ἄνευ γάρου. μιγνύσθω δὲ αὐτοῖς μέλιτος
11. ὅσον αὔταρκες ἡδῦναι· εἰ δὲ πρὸς τοῦτο ἀνεπιτηδείως ἔχουσιν
12. οἱ λαμβάνοντες, ἁλῶν τῶν ἡδυσμένων. τῶν δὲ λαχάνων
13. θριδακίνη μὲν, ὡς εὔχυλός τε καὶ ψυκτικὴ, κράμβη δὲ ὡς
14. ἀτμῶν ξηραντική. οὕτω δὲ καὶ ὀσπρίων ἡ φακή. ποτῷ δὲ
15. πάντως μὲν ὕδατι χρηστέον. ἀλλ’ ἐπεί τινων ὁ στόμαχος
16. ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν αὐτοῖς ἐπιδοτέον
17. ἢ μόνην καθ’ ἑαυτὴν ἢ μετὰ χόνδρου. τακεροῦ, καλῶς ἑψημένου
18. θερμοῦ. καὶ τὰ κεστιανὰ δὲ καλούμενα μῆλα κατὰ
1. τὴν Ῥωμαίων πόλιν ἄνευ μὲν ἑψήσεώς ἐστιν αὐστηρὰ, μετὰ
2. δὲ τὴν ἕψησιν εὐστόμαχα γίνεται. χρὴ δὲ ἑψεῖν αὐτὰ κατὰ
3. χύτραν καινὴν, ὕδωρ ἐπιχέοντα θερμὸν, εἶτα κρεμάσαντας
4. ἐν τῷ ἀγγείῳ τὸ μῆλον ὑποκαίοντάς τε τὴν χύτραν, ὅπως
5. ἐκ τοῦ ὕδατος ἀναφερόμενος ἀτμὸς θερμὸς τὴν ἕψησιν αὐτοῦ
6. παρασχῇ. καὶ σταφίδες δὲ καὶ ἄπιοι τινὲς μὲν ὠμαὶ,
7. τινὲς δὲ ὡς τὸ μῆλον ἑψημέναι ῥωννύουσι τὸν στόμαχον.
8. ἀπέχεσθαι δὲ βαλάνων φοινίκων, ἔχουσι γὰρ ἰδιότητά τινα
9. κεφαλαλγίας ποιητικήν. εἰ δὲ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς οὐ
10. δυνηθεῖεν, ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν
11. ὅτι τάχιστα, καταχέοντας ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις,
12. εἶθ’ ὑπνώσαντας ἢ πάντως ἡσυχάσαντας ἐν τῷ μεταξὺ,
13. πάλιν ἐπὶ τὸ λουτρὸν ἄγειν τὸ δεύτερον, εἶθ’ οὕτως
14. τρέφειν, ὡς κατὰ τὴν προτεραίαν· εἰ δὲ μετρίως ἔχοιεν,
15. ὑδροποτεῖν τε μὴ δύνηνται, συγχωρεῖν ὑδαρὲς πόμα προσφέρεσθαι
16. τῶν ὑδατωδῶν οἴνων, ὁποῖός ἐστι κατὰ μὲν τὴν
17. Ἰταλίαν ὁ Σαβῖνος, ἐν Ἀσίᾳ δὲ Τιτακαζηνὸς καὶ Ἀρσυήνιος
18. καὶ Ἀριούσιος. αἱ δὲ τροφαὶ μετρίως ἔχουσιν αὐτοῖς 
1. καὶ ὄρχεις ἀλεκτρυόνων καὶ τὰ πτερὰ καὶ τῶν ἰχθύων οἱ
2. πετραῖοι καὶ ἁπαλόσαρκοι δοθήσονται καὶ περιστερᾶς που
3. νεογνός. ἑψήσθω δὲ πάντα ταῦτα χωρὶς γάρου καὶ οἴνου
4. κατὰ τοὺς λευκοὺς καὶ ἁπλοῦς ζωμοὺς, ἐν οἷς ὕδωρ ἐστὶ
5. μόνον μετ’ ἐλαίου καὶ ἀνήθου καὶ βραχέος πράσου, τὴν
6. ἕψησιν παρεσχημένον, ἐπεμβαλλομένων ἁλῶν ὀλίγων, οὐκ
7. εὐθὺς τοῦ ἑψήματος ἐν ἀρχῇ, ἀλλ’ ὅταν ἤδη πως γένωνται
8. τακεροί. εὔδηλον δ’ ὅτι καὶ αὐτοὺς καὶ πάντας τοὺς τὴν
9. κεφαλὴν ἀλγοῦντας αὐξανομένης μὲν ἔτι καὶ ἀκμαζούσης τῆς
10. ὀδύνης ἡσυχάζειν ἄμεινον, ἐνδιδούσης δὲ καὶ παρακμαζούσης,
11. ἐν ἐπιτηδείοις χωρίοις περιπατεῖν. ἐπιτήδεια δὲ τοῖς μὲν θερμαίνεσθαι
12. δεομένοις τὰ θερμότερα τοῖς δὲ ψύχεσθαι τὰ ψυχρότερα,
13. καὶ πρὸ μὲν τῆς τροφῆς πλείοσι περιπάτοις χρηστέον,
14. ἐπὶ δὲ τῇ τροφῇ βραχέσι τε καὶ νωθροῖς. χρὴ δὲ
15. μήτε ἐδηδοκέναι πολλὰ μήτε εὐθέως περιπατεῖν, ἀλλὰ μετὰ
16. δύο που καὶ τρεῖς ὥρας ἢ καὶ πλείονας. ἐὰν δέ ποτε τῶν
17. ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολειφθῇ
18. τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς καὶ διὰ τοῦτο
1. παραμένῃ τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν προσήκει τοῦ
2. ῥοδίνου, χρῆσθαι δὲ πρῶτον μὲν τῷ χαμαιμηλίνῳ συμμέτρως
3. θερμῷ, μετὰ τοῦτο δὲ τῷ ἰρίνῳ, μεγάλως γὰρ ὀνίνησι
4. τὰς τοιαύτας διαθέσεις, ἐν δὲ τῷ βαλανείῳ τὴν κεφαλὴν
5. ὕδατι θερμῷ καταντλητέον, οὐ μόνον ἕνεκα τοῦ διαφορῆσαί
6. τι τῶν κατ’ αὐτὴν, ἀλλὰ καὶ τῶν ὕπνων ἕνεκα.
7. διόπερ καὶ τὸ δεύτερον ἢ τρίτον λουτρὸν ἑσπέρας ποιητέον,
8. ἐσθίοντας ἐπ’ αὐτῷ θριδακίνας δι’ ὄξους, ἐλάχιστον μὲν
9. ἴσχοντος ἢ μηδ’ ὅλως γάρου, πλεῖον δ’ ὕδατος, ὡς ἴσον εἶναι
10. τῷ ὄξει, πλὴν εἰ μὴ παντάπασιν ὑδαρὲς ὑπάρχοι. καὶ γὰρ
11. καὶ δέονται τοιούτου μᾶλλον ἢ τοῦ δριμυτάτου, θερμότητος
12. γὰρ ἔχει τι τὸ τοιοῦτον ὄξος. ἐπὶ δὲ τούτοις κατὰ τὴν
13. ὑστεραίαν τὰ μᾶλλον θερμαίνοντα τὴν κεφαλὴν παραληπτέον,
14. μιγνύντα τῷ ἰρίνῳ ποτὲ μὲν ἀμαρακίνου μύρου, ποτὲ
15. δὲ ναρδίνου, ποτὲ δὲ τῶν πολυτελῶν, οἷς αἱ πλούσιαι γυναῖκες,
16. κᾂν μηδὲν ἔχωσι κακὸν, εἰώθασι κεχρῆσθαι. διὰ ταύτης
17. ἐγὼ τῆς ἀγωγῆς τὰς ἐξ οἴνου κεφαλαλγίαις ἰασάμην
1. διὰ παντὸς, οὐδενὶ τῶν γεγραμμένων Ἀπολλωνίῳ χρησάμενος.
2. ὅπου γὰρ δι’ ὧν εἶπον ἐτύγχανον τοῦ σκοποῦ καὶ τῶν
3. Ἀπολλωνίῳ γεγραμμένων οὐδὲν ἐπέβαλλεν ἐλπίδα μοι καλῶς
4. εἰρῆσθαι, περιττὸν ἦν εἰς πεῖραν ἄγειν ταῦτα. μετὰ δὲ τὰς
5. προγεγραμμένας τρεῖς διαθέσεις κεφαλαλγικὰς ὁ Ἀπολλώνιος
6. ἔγραψε ταύτην τήνδε τετάρτην.

7.
8. Ῥοδίνῳ καὶ ὄξει κεχλιασμένοις τὴν κεφαλὴν κατάβρεχε.
9. ἄλλο. ῥόδοις ξηροῖς μάλιστα μὲν ἑφθοῖς, εἰ δὲ καὶ βεβρεγμένοις
10. ἐν γλυκεῖ ἢ μελικράτῳ, λείοις κατάπλασσε. ἄλλο. μελιλώτῳ
11. παραπλησίως ἐσκευασμένῳ χρῶ. ἄλλο. μυρσίνης λευκῆς
12. φύλλοις ἁπαλοῖς μετ’ οἴνου καὶ σμύρνης τετριμμένοις
13. κατάπλασσε. ἄλλο. ἰρίνῳ μύρῳ καὶ ὄξει κατάχριε. ἄλλο. ἀψινθίῳ
14. λείῳ μετ’ οἴνου καὶ σμύρνης τετριμμένης κατάπλασσε.
15. ἄλλο. γλήχωνι λείᾳ μετ’ οἴνου παραπλησίως χρῶ. ἄλλο. γλήχωνι
16. καὶ σμύρνῃ τετριμμένοις ὁμοίως χρῶ. ἄλλο. σελίνου
17. κόμαις ἑφθαῖς μετ’ οἴνου λείαις κατάπλασσε. ἄλλο. μήλοις
18. κυδωνίοις ἑφθοῖς δι’ οἴνου κατάπλασσε. ἁρμόσει δὲ καὶ πυρία
1. διὰ σπόγγων εἰς ὕδωρ θερμὸν ἀποβεβρεγμένων καὶ πιλήματα
2. μαλακῶν ἐρίων, ὄξει καὶ ῥοδίνῳ καταρερασμένα, πρὸς
3. δὲ τούτοις ἡσυχία, σώματος ἀνάπαυσις, ὑποστολὴ τροφῆς,
4. κένωσις, ἀποχὴ τῶν λυπούντων. ταῦτα δέ ἐστιν ἥλιος,
5. λουτρὸν, οἰνοποσία, κραυγὴ, διάτασις καὶ τῶν ἐν τροφῇ προσφερομένων
6. τά τε ὀξέα καὶ δριμέα καὶ ἁλυκά. ταῦτα μὲν ὁ
7. Ἀπολλώνιος ἔγραψε περὶ τῶν ἐπὶ πληγαῖς προφανέσι κεφαλαλγιῶν.
8. εἰδέναι δὲ καὶ ἡμᾶς χρὴ τὴν τοιαύτην διάθεσιν
9. οὐκ ἄλλην οὖσαν ἢ φλεγμονὴν, ἥτις οὐ μόνον ἐκ πληγῆς
10. ἢ καταπτώσεως, ἀλλὰ καὶ χωρὶς φανερᾶς αἰτίας εἴωθε γίνεσθαι
11. κατὰ πάντα τοῦ σώματος τὰ μόρια δι’ ἐπιῤῥοὴν
12. χυμῶν. ἐὰν μὲν οὖν ἡ πληγὴ τραύματος ἢ θλάσματος αἰτία
13. γένηται, σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως,
14. εἷς μὲν ὁ ἐπὶ τραύματι, ἐφ’ ᾧ δεῖ χρῆσθαι τοῖς κολλητικοῖς
15. καὶ ἀφλεγμάντοις φαρμάκοις, προαγκτηριάσαντας τὰ
16. χείλη τοῦ ἕλκους, δεύτερος δὲ ὁ ἐπὶ τῷ θλάσματι, καὶ τρίτος
17. ὁ ἐπὶ τοῖς ἀλγήμασιν, ἐνίοτε μὲν ἐν αὐτοῖς μόνοις τοῖς πληγεῖσι
1. μορίοις γινομένοις, ὡς τὸ πολὺ δὲ καὶ τοῖς συνεχέσιν
2. ἐπεκτεινομένοις. ὅ τε γὰρ περικράνιος ὑμὴν καὶ τὸ τούτῳ
3. περιτεταμένον ἔξωθεν δέρμα συνεχῆ τὴν οἰκείαν οὐσίαν ἑκάτερον
4. ἔχον, ἐπὶ πᾶσαν ἐκτέταται τὴν κεφαλὴν καὶ κατὰ τοῦτο
5. συμβαίνει πολλάκις αὐτὴν ὀδυνᾶσθαι, μάλιστα εἰ μέχρι τοῦ
6. περιοστίου συγκαταβαίνοι ἡ πληγὴ, ἣν χρὴ ἐπιδιελόντας τὸν
7. περικράνιον ὑμένα καὶ ξύσαντας θεραπεύειν κατὰ συσσάρκωσιν.
8. εἰ δὲ καὶ διὰ τῆς κατὰ τὰς ῥαφὰς κοινωνίας
9. τοῦ περικρανίου πρὸς τὴν σκληρὰν μήνιγγα διαδοθείη τι καὶ
10. εἴσω τοῦ κρανίου τῆς φλεγμονῆς, οὐκ ἀκίνδυνος ἡ τοιαύτη
11. κεφαλαλγία ἐστί. συμβαίνει δὲ οὐκ ὀλιγάκις ἐν ταῖς ἐξ ὑψηλοῦ
12. καταπτώσεσιν ἀποῤῥήγνυσθαί τι τῶν κατὰ τὸν ἐγκέφαλον
13. ἢ τὰς μήνιγγας μορίων, οὗ συμβάντος ἔτι μᾶλλον ἡ
14. κεφαλαλγία σφοδροτέρα γίνεται καὶ ἡ διάθεσις ὅλη δυσιατοτέρα
15. καὶ ὁ κίνδυνος ὀξύτερός τε καὶ σφοδρότερος. ἄριστον
16. οὖν ἐπὶ τούτων, εἰ μή τι τὰ τῆς ἡλικίας κωλύει, μήτε
17. ἡ ζωτικὴ δύναμις ἄῤῥωστος φαίνοιτο, τὴν ἀρχὴν τῆς ἰάσεως 
1. ἀπὸ φλεβοτομίας ποιεῖσθαι καὶ ταῖς καταλλήλαις ἐμβροχαῖς
2. ἐπὶ τῆς κεφαλῆς χρῆσθαι, ἐλαίῳ γλυκεῖ διαβρέχοντας ἔρια
3. καὶ περισκέποντας αὐτήν. κωλυόμενοι δὲ διά τι τούτων, ἢ
4. ἡλικίαν ἢ ἀδυναμίαν ἢ καὶ δι’ ἄμφω τὴν τοῦ αἵματος ἀφαίρεσιν
5. ποιήσασθαι, διὰ κλυστῆρος ἐκκενώσομεν τὴν γαστέρα,
6. καὶ αὐτοῦ μὲν ἕνεκα τοῦ κενωθῆναι τὰ κατὰ ταύτην, ἔτι
7. δὲ μᾶλλον ἀντισπάσεως χάριν τῶν εἰωθότων ἐπὶ τὰ πεπονθότα
8. μέρη φέρεσθαι χυμῶν. ἔπειτα τοῖς πρὸς τὰς φλεγμονὰς
9. χρησόμεθα βοηθήμασιν. εἰ δὲ μῆνιγξ εἴη τετρωμένη, καλῶς
10. ταύτην κολλᾷ, ὥς φησιν Ἀρχιγένης, καλαμίνθης χύλισμα
11. ἐγχεόμενον καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον, εἶτα
12. βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον ἄναλον παλαιὸν μιγνύμενα
13. καὶ κεχλιασμένα ἐπιχεόμενα. ἀπέχεσθαι δὲ χρὴ τοὺς
14. τοιούτους οἴνου καὶ σιτίων ἁδροτέρων, καὶ μάλιστα εἰ πυρέττοιεν.
15. τὴν μέντοι εἰρημένην κένωσιν συμβουλεύει μὲν καὶ
16. Ἀπολλώνιος, ὁποίαν δέ τινα χρὴ γίνεσθαι ταύτην, οὐκ ἐδήλωσεν.
17. ὄξος γε μὴν μιγνύναι τῷ ῥοδίνῳ κελεύει, καθάπερ
18. ἐπὶ τῶν φρενιτικῶν καὶ ληθαργικῶν, ἐν ταῖς ἀρχαῖς τῶν
1. παθῶν εἰώθασιν οἱ πλεῖστοι τῶν ἰατρῶν χρῆσθαι. παρέλιπε
2. δὲ οὐκ ὀρθῶς καὶ τὸ μέτρον ἑκατέρου δηλῶσαι, τῇ τῶν
3. ἐμπειρικῶν ὁμοίᾳ μεταβάσει χρησάμενος, οὐ τῇ τῶν δογματικῶν
4. ἐνδείξει. ἡ μὲν γὰρ διάθεσις ἡμῖν ὑπαγορεύει τὰ βοηθήματα,
5. τὸ δὲ ποσὸν ἑκάστου καὶ τὴν κατὰ μέρος ἐν ταῖς
6. ὕλαις διαφορὰν συνενδείκνυται τὸ πεπονθὸς μόριον ἥ τε
7. κρᾶσις τοῦ κάμνοντος ἀνθρώπου, καὶ πρὸς τούτοις ἡ ζωτικὴ
8. δύναμις, εἶθ’ ἡ ἡλικία καὶ ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις,
9. ἄλλοτε ἄλλη γινομένη παρά τε τὰς χώρας καὶ τὰς ὥρας
10. τοῦ ἔτους, τήν τε κρατοῦσαν τοῦ ἔτους κατάστασιν. ἐπὶ μὲν
11. οὖν τῶν φρενιτικῶν, ἀπαθῶν ὑπαρχόντων ἁπάντων τῶν
12. ἐκτὸς τοῦ κρανίου, κατά τε τὸ δέρμα καὶ τὸν περικράνιον
13. ὑμένα, προσηκόντως ἔμιξαν ὄξος οἱ πρώτως μίξαντες, ἐκείνῳ
14. τῷ λογισμῷ πεισθέντες, ὃν ἐν τοῖς περὶ συνθέσεως φαρμάκων
15. ὑπομνήμασιν ἐπιπλέον διῆλθον, ἡνίκα ταῖς ἐν τῷ βάθει
16. τοῦ σώματος γινομέναις διαθέσεσιν ἔφασκον χρῆναι προσφέρεσθαι
17. φάρμακα τῶν ἐπιπολῆς γινομένων διαθέσεων διαφέροντα.
18. ἐκλύεται γὰρ ἁπάντων αὐτῶν ἡ δύναμις ἐν τῇ
1. πρὸς τὸ βάθος ὁδῷ καὶ διὰ τοῦτο ἐνίοτε τοῖς οἰκείοις τοῦ
2. πάθους βοηθήμασιν μίγνυμεν ἐναντίας τε καὶ βλαβερᾶς δυνάμεως
3. φάρμακα. φλεγμονῆς γὰρ ὀδυνώσης ἐναντιώτατόν
4. ἐστι τοῖς ὠφελοῦσιν ὄξος μιγνύειν, ὡς ἂν μήτε παρηγορικὸν
5. ἔχοντι μήτε χαλαστικόν. ἀλλ’ ὅταν διὰ τοῦ βρέγματος ἢ δι’
6. ἄλλου τινὸς μέρους τῆς κεφαλῆς εἴσω διϊκνεῖσθαι τὴν τοῦ
7. φαρμάκου δύναμιν ἐθελήσωμεν, ἐπιμιγνύναι τι τῶν διὰ τὴν
8. ἑαυτῶν φύσιν βοηθούντων τε καὶ ποδηγησόντων ἐς τὸ βάθος
9. τοῦτο παραγινόμεθα, λεπτομερῆ τινα οὐσίαν εὑρίσκοντες,
10. ἐνίοτε μὲν ψυχρὰν ὡς ὄξος, ἔστι δ’ ὅτε μὲν θερμὴν ὡς
11. εὐφόρβιον, ἐπισκοπούμενοι τὴν θεραπευομένην διάθεσιν,
12. εἴτε τῶν θερμαινόντων δεῖται εἴτε τῶν ψυχόντων. κατὰ τοῦτον
13. οὖν τὸν λογισμὸν, ἐὰν μὲν αὐτῇ παχείᾳ μήνιγγι γυμνῇ
14. προσφέρηται τὸ ῥόδινον, ὡς ἐπὶ τῶν ἐκκοπτομένων τι τοῦ
15. τῆς κεφαλῆς ὀστοῦ γίνεται, μόνον αὐτὸ προσφέρομεν ἀτρέμα
16. χλιαίνοντες. ὅταν δὲ χωρὶς τοῦ γεγυμνῶσθαι διὰ τοῦ κατὰ
1. τὸ βρέγμα τῆς κεφαλῆς μέρους, ὑγιοῦς ὑπάρχοντος τοῦ κρανίου,
2. βουλώμεθα τὸ ῥόδινον ὁδοιπορῆσαι πρὸς τὴν μήνιγγα,
3. μίγνυμεν ὄξος αὐτῷ τὸ ποδηγῆσον, οὗ πάλιν αὐτοῦ τὸ σφοδρὸν
4. τῆς δυνάμεως ἐκλύεται, κατά τε τὴν ὁδοιπορίαν καὶ
5. τὴν τοῦ ῥοδίνου μίξιν. ἀδιορίστως οὖν ὁ Ἀπολλώνιος ὄξος
6. μιγνύναι τῷ ῥοδίνῳ κελεύσας ἥμαρτε· αἱ γὰρ τοῦ δέρματος
7. τῆς κεφαλῆς ἢ τοῦ μετ’ αὐτὸ περικρανίου φλεγμοναὶ χωρὶς
8. μὲν ὀδύνης ἰσχυρᾶς γινόμεναι δύναιντο ἂν ὠφελεῖσθαι μιχθέντος
9. ὄξους ὀλίγου τῷ ῥοδίνῳ, βλαβήσονται δὲ, ὅταν αὗται
10. μεγάλαι τύχωσιν οὖσαι, τό τε ἄλγημα σφοδρὸν ἐπιφέρωσιν.
11. ἥμαρτε δὲ Ἀπολλώνιος κᾀν τῷ μὴ προσθεῖναι τὸν
12. καιρὸν τῆς χρήσεως, ἑκάστῳ τῶν ὑφ’ ἑαυτοῦ γεγραμμένων
13. βοηθημάτων. ἔνια μὲν γὰρ ἀρχομένων τε καὶ γεννωμένων
14. ἔτι τῶν φλεγμονῶν ἐστι βοηθήματα, τινὰ δὲ καὶ ἀκμαζουσῶν
15. ἢ παρακμαζουσῶν ἢ σκιῤῥουμένων. ῥόδινον μὲν οὖν
16. σὺν ὄξει τῶν ἀρχομένων, ἀκμαζουσῶν δὲ μόνον τὸ ῥόδινον,
17. ὥσπερ γε τῶν σκιῤῥουμένων, ἐν οἷς ἀψίνθιόν τε καὶ γλήχωνα
1. μίγνυμεν, ὡς αἵ γε χωρὶς τοῦ σκιῤῥοῦσθαι παρακμάζουσαι
2. τῶν καλουμένων χαλαστικῶν δέονται φαρμάκων. εἴρηται
3. δὲ αὐτῶν ἥ τε ὕλη καὶ ἡ σύνθεσις ἐν τοῖς ἔμπροσθεν
4. ὑπομνήμασιν, πρὶν ἐπὶ ταύτην ἀφικέσθαι, δι’ ἣν οἱ πεπονθότες
5. τόποι πολὺ τοῖς πάθεσιν συνενδείκνυνται τῆς τῶν
6. βοηθημάτων εὑρέσεως. τέτταρας οὖν διαθέσεις γράψαντος
7. τοῦ Ἀπολλωνίου ποιητικὰς ἀλγημάτων κεφαλῆς, ἐπὶ προδήλοις
8. αἰτίοις γινομένας, εἶθ’ ἑξῆς μεταβάντος ἐπὶ τὰς ὑπὸ
9. τῶν ἀδήλων ἀποτελουμένας, μέμψαιτ’ ἄν τις εὐλόγως αὐτῷ
10. μὴ ὅτι δογματικῆς ἀποστάντι διδασκαλίας, ἀλλ’ οὐδὲ ἐμπειρικῇ
11. χρησαμένῳ. διορίζονται γὰρ κᾀκεῖνοι τὰ πάθη ταῖς καλουμέναις
12. ὑπ’ αὐτῶν συνδρομαῖς, αἵτινες ἀθροίσματα συμπτωμάτων
13. εἰσὶν φαινομένων ἐναργῶς ἅπασιν, ἐν αἷς
14. συνδρομαῖς καὶ τὰ προκαταρκτικὰ τῶν αἰτίων αὐτοὶ περιλαμβάνουσιν,
15. ὡς μόρια τῆς ὅλης συνδρομῆς. ἀλλ’ οὐδὲν
16. τοιοῦτον ἄθρισμα συμπτωμάτων τε καὶ σημείων ὁ Ἀπολλώνιος 
1. ἔγραψεν, ὡς μαθησόμεθα προσέχοντες οὐχ ἥκιστα
2. καὶ τῇδε τῇ ῥήσει τοῦ ἀνδρός.

3. Μενδησίῳ μύρῳ
6. τὴν κεφαλὴν κατάχριε. ἄλλο. στέαρ χήνειον διεὶς Μενδησίῳ
7. μύρῳ κατάχριε. ἄλλο. σμύρναν τρίψας οἴνῳ ὡς βελτίστῳ,
8. πάχος ποιῶν χυλοῦ πτισάνης κατάχριε. ἄλλο. σμύρναν τρίψας
9. μύρῳ πολυτελεστάτῳ παραπλησίως χρῶ. ἐπὶ δὲ τῶν
10. παιδίων τῶν τὰ βρέγματα πονούντων σμύρνῃ μετ’ ἐλαίου
11. τετριμμένῃ χρῶ. ἄλλο. ἄγνου σπέρμα τρίψας, καὶ ἐν ὕδατι
12. διεὶς κατάπλασσε ἢ εἰς ὀθόνιον ἀναλείψας ἐπιτίθει. ἄλλο.
13. αἰρῶν ἄλευρον, μετὰ στέατος χηνείου συνεκλειώσας κατάπλασσε,
14. προτήξας τὸ στέαρ. ἄλλο. ἀνδράχνην καθ’ ἑαυτὴν
15. καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ἄλλο. ἐλαίας φύλλα
16. τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος
17. καὶ κατάπλασσε. ἄλλο. τέφραν ἣν ἔχεις ὄξει διεὶς ἢ ὕδατι,
1. κατάβρεχε τὴν κεφαλήν. ἄλλο. στρύχνον καὶ γῆν κεραμικὴν
2. τρίψας λείαν κατάπλασσε. ἄλλο. ἁλικακάβου καρπὸν τρίψας
3. μετὰ στέατος χηνείου ἢ μύρου βαλανίνου χρῶ. ἄλλο. φύλλα
4. σχίνου τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. βλίτον τρίψας
5. σὺν ἐλαίῳ διεὶς χρῶ. ἄλλο. κίκεως καρπὸν τρίψας ἐν ὕδατι
6. κατάπλασσε. ἄλλο. κορίου σπέρμα καὶ ἀνήθου λεάνας καὶ
7. μέλιτι μίξας κατάπλασσε. ἄλλο. μελάνθιον τρίψας καὶ ἐλαίῳ
8. διεὶς κατάπλασσε. ἄλλο. κύμινον καὶ στέαρ χήνειον λεάνας
9. ἐπιτίθει. ἄλλο. μηκωνείου ὅσον κύαμον Αἰγύπτιον καὶ ἁλὸς
10. μέρη δύο καὶ γλήχωνος μέρος α΄. τρίψας μετ’ ὄξους καὶ μύρου
11. ὡς βελτίστου κατάχριε. ἐπιτήδειον δ’ ἂν καὶ τροφῆς
12. ἀφαιρεῖν καὶ τὴν κοιλίαν κενοῦν καὶ τὴν κεφαλὴν σκεπάζειν,
13. ἔτι δ’ ἡσυχίαν ἄγειν καὶ πᾶσαν κίνησιν φυλάττεσθαι. ὅτι
14. μὲν οὖν ἀδιορίστως, ὡς ἔφην, γράψας ὁ Ἀπολλώνιος ἐπὶ
15. τῶν χωρὶς αἰτίας φανερᾶς γενομένων κεφαλαλγιῶν ἔγραψε
16. τὰ βοηθήματα διττῶς ἥμαρτε, μήτε ὡς δογματικὸς ἀνὴρ τὰς
17. διαθέσεις εἰπὼν μήτε ὡς ἐμπειρικὸς τὰς συνδρομὰς, ἐξ αὐτῆς
18. αὐτοῦ τῆς ῥήσεως ἐμάθομεν. ὅτι δὲ καὶ τῶν φαρμάκων
1. αἱ δυνάμεις ἀλλήλων διαφέρουσιν οὐκ ὀλίγον ἔστι
2. μαθεῖν ἀναγνόντας τὰς ὅλας δυνάμεις αὐτῶν. τὸ μὲν γὰρ
3. πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένων ἁπλῆς ἐστι δυνάμεως χαλαστικῆς.
4. τοιαύτη γὰρ ἡ τοῦ Μενδησίου μύρου δύναμις. ἔχεται
5. δὲ τῆς δυνάμεως ἐπιτεταμένης τὸ δεύτερον, ἐν ᾧ μίγνυται
6. τῷ Μενδησίῳ μύρῳ τὸ τοῦ χηνὸς στέαρ. τὸ δὲ τρίτον
7. διὰ μὲν τὴν σμύρνην ξηραντικόν ἐστι μετὰ τοῦ θερμαίνειν,
8. διὰ δὲ τὸν οἶνον στυπτικόν ἐστιν, ἐφ’ ὧν ὑγρότητα πλεονάζουσαν
9. ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν ἡμῖν πρόκειται
10. χρήσιμον ὑπάρχον. ἴσμεν δὲ δή που τὴν ὀσμὴν τῆς σμύρνης
11. τοὺς πλείστους τῶν ὑγιαινόντων κεφαλαλγεῖς ἐργαζομένην,
12. ὥστε τοὺς αὐτοὺς τούτους ὀδυνωμένους τὴν κεφαλὴν
13. οὐ σμικρὰ βλάψει. τῆς δ’ αὐτῆς δυνάμεως τούτῳ τῷ βοηθήματι
14. καὶ τὸ τρίτον ἐστὶ καὶ τὸ τέταρτον. τὸ δὲ πέμπτον
15. οὐκ ἐγγὺς ἥκει τῇ τούτων δυνάμει κατάπλασμα, συντιθέντος
16. αὐτοῦ δι’ ὕδατός τε καὶ ἄγνου σπέρματος, οὐ μόνον
17. ἀπολειπόμενον πολὺ τῶν διὰ τῆς σμύρνης συντιθεμένων κατ’
18. ἀμφοτέρας τὰς δυνάμεις, τήν τε τοῦ θερμαίνειν καὶ τὴν τοῦ
1. ξηραίνειν, ἀλλὰ καὶ τοὐναντίον ἐργάζεσθαι δυνάμενον ἐπὶ
2. τῶν διὰ ψύξιν ἀλγούντων τὴν κεφαλήν. τὸ δ’ ἐπὶ τῷδε γεγραμμένον,
3. ὃ διὰ τοῦ τῶν αἰρῶν ἀλεύρου καὶ ἐπὶ τοῦ χηνείου
4. στέατος συντίθησιν, ἐφ’ ὧν ξηρᾶναι βουλόμεθα χρήσιμόν
5. ἐστιν, οὐκ ἐπὶ μόνης κεφαλῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων
6. μορίων εὐλόγως παραληφθησόμενον. εἴη δ’ ἂν τοῦτο διὰ τὸ
7. τοῦ χηνὸς στέαρ ἀλύπως ξηραῖνον. ἔστι γὰρ περιττῶς ἀνώδυνόν
8. τε καὶ παρηγορικὸν τὸ φάρμακον τοῦτο. ἀλλὰ τό γ’
9. ἐφεξῆς αὐτῷ, περὶ οὗ κατὰ λέξιν οὕτως ἔγραψεν· ἀνδράχνην
10. καθ’ ἑαυτὴν καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει.
11. ψυκτικόν ἐστι φάρμακον, οὐκ ἀγεννῶς ἁρμόζον διαθέσεσι
12. θερμαῖς. τὸ δὲ μετὰ τοῦτο γεγραμμένον ὡδί πως· ἐλαίας
13. φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος
14. καὶ κατάπλασσε, παρηγορικὸν μὲν ὀδύνης οὐκ ἔστι,
15. κενωτικὸν δὲ ὑγρότητος χυμῶν ὑπάρχει. ἰσχυρὸν δὲ τῇ δυνάμει
16. τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ἐστὶν, ἐν ᾧ κελεύει τέφραν
17. ὄξει διέντας ἢ ὕδατι καταβρέχειν τὴν κεφαλήν. ἐὰν μὲν δι’
18. ὄξους σκευασθῇ, χρονίας διαθέσεις σκιῤῥουμένας ἰᾶσθαι δυνάμενον,
1. οὐ μὴν ὀδύνης γε παρηγορικὸν ὑπάρχον. εἰ δὲ δι’
2. ὕδατος ἡ τέφρα διηθῇ, τῇ μὲν ἰσχύϊ πάμπολυ τοῦ δι’ ὄξους
3. ἀπολειφθήσεται, πραϋντικὸν δ’ ὀδύνης οὐδ’ οὕτως ἔσται,
4. καθάπερ οὐδὲ τὸ μετ’ αὐτὸ γεγραμμένον, ὃ διὰ τῆς κεραμικῆς
5. γῆς καὶ στρύχνου συντίθησι. περίεργον δὲ ἐπιδείκνυται
6. τὴν σκευασίαν ὁ Ἀπολλώνιος ἐν τῷ διὰ ἁλικακάβου
7. καρποῦ συντιθεμένῳ μηδὲν ἔχοντι μήτε τῶν προειρημένων
8. μήτε τῶν ἐφεξῆς μελλόντων λεχθήσεσθαι πλέον, ὥσπερ
9. γε καὶ τῶν ἐφεξῆς ἕκαστον, ἄλλης δ’ ἄλλο δυνάμεως ὑπάρχον,
10. οὐκ ὀρθῶς δὲ ἐποίησεν ἀδιορίστως γράψας. τί γὰρ
11. ὅμοιον ἔχει τὸ διὰ βλίτου σύν ἐλαίῳ λελειωμένου κατάπλασμα
12. τῷ διὰ κίκεως σπέρματος ἢ κορίου ἢ μελανθίου
13. συγκειμένῳ; θερμαίνει μὲν γὰρ ταῦτα καὶ ξηραίνει, τὸ δὲ
14. βλίτον ἀσθενῶς ὑγραίνει τε καὶ ψύχει. τὸ δ’ ἐπὶ τῇ τελευτῇ
15. τοῦ λόγου γεγραμμένον τὴν ἀρχὴν οὐδ’ ἐφ’ ἑνὸς χρήσασθαί
16. ποτε πείρας ἕνεκα συμβουλεύσω, μήτοι γε πολλάκις· ὀλιγάκις
17. μὲν ἀναγκαζόμεθα χρήσασθαι τοῖς δι’ ὀπίου φαρμάκοις, 
1. ὅταν ὑπὸ σφοδρότητος ὀδύνης ὁ ἄνθρωπος ἀποθανεῖν κινδυνεύῃ.
2. βλάβη δέ τις καὶ τότε τοῖς στερεοῖς μορίοις γίνεται,
3. δεομένη τῆς μετὰ ταῦτα γενησομένης ἐπανορθώσεως. οὕτω
4. καὶ τὰ δι’ ὀπίου κολλύρια πολλοὺς ἔβλαψεν, ὡς ἀσθενῆ τε
5. τὸν ὀφθαλμὸν ἀποδεῖξαι καὶ τὴν καλουμένην ἀμβλυωπίαν
6. ἐργάσασθαι, καθάπερ γε καὶ βαρυηκοΐαν, ὅσα πρὸς ὠταλγίαν
7. σφοδρὰν συντίθεται δι’ ὀποῦ μήκωνος. ἀλλὰ διὰ κεφαλαλγίαν
8. σφοδρὰν οὔτε τις συγκοπεὶς ἀπέθανεν οὔθ’ ἑαυτὸν
9. ἀπέκτεινεν, ὡς ἔνιοι τῶν κωλικῶν. ὅπως ἂν γὰρ ἀλγῶσιν,
10. ἀπολείπονται τῶν τὸ κῶλον ἀλγούντων ἢ οὖς ἢ ὀφθαλμὸν
11. ἢ ὀδόντα. παρηγοροῦνται δὲ διὰ καταντλημάτων καὶ
12. καταπλασμάτων.

13. Καταλιπόντες οὖν ἤδη τὸν Ἀπολλώνιον
15. ἐπὶ τὸν Ἀρχιγένη μεταβῶμεν, ἐν τῷ προτέρῳ τῶν
16. ἐπιγραφομένων αὐτῷ περὶ τῶν κατὰ γένος φαρμάκων, ᾧδέ
17. πως γράψαντα. Ἀρχιγένους πρὸς τὰς γινομένας κεφαλαλγίας
18. χωρὶς πυρετοῦ. κοινῶς ἐν ἀρχῇ ποιεῖ ὑδροποσία, ὀλιγοσιτία,
1. κοιλίας ἔκλυσις. ταῦτα προειπὼν ἐφεξῆς γράφει
2. φάρμακα πολυειδῆ. βέλτιον οὖν μοι δοκεῖ κατὰ μόνας ἑκάστην
3. τῶν ῥήσεων αὐτοῦ προχειριζομένῳ σκοπῆσαι, καὶ πρῶτόν
4. γε τὴν ἀρχὴν ἐπαινέσαι, σαφῶς εἰπόντος αὐτοῦ τὸν ἀπὸ
5. τοῦ πυρέττειν διορισμόν. ἐγένετο μὲν οὖν καὶ ὁ Ἀρχιγένης
6. οὐ τῶν τυχόντων ἰατρῶν, ὥσπερ γε καὶ Μαντίας καὶ Ἡρακλείδης
7. ὁ ἐμπειρικὸς, ἀλλὰ τῇ περὶ τὴν τέχνην Ἀρχιγένους
8. ἐπιμελείᾳ πρόσκειται καὶ τὸ μετ’ ἐκείνου γεγονέναι. μέγιστον
9. δὲ τοῦτό ἐστι τοῖς ἐκμαθεῖν ἀληθῶς βουλομένοις ἡντιναοῦν
10. τέχνην λογικὴν, ὅταν γε καὶ πεφυκότες ὦσιν ἀγχίνοοί τε καὶ
11. γεγυμνασμένοι κατὰ τὴν τῶν παίδων ἡλικίαν ἐν τοῖς πρώτοις
12. μαθήμασιν. οἱ πολλοὶ δὲ τῶν τὰς τοιαύτας τέχνας μεταχειριζομένων
13. οὐ γενέσθαι σοφοὶ κατ’ αὐτὰς, ἀλλὰ τοῖς
14. πολλοῖς φαίνεσθαι τοιοῦτοι σπουδάζουσιν. ἀλλ’ ὅ γε Ἀρχιγένης
15. εἴπερ τις καὶ ἄλλος ἐκμαθεῖν οὕτω τὰ κατὰ τὴν ἰατρικὴν
16. θεωρίαν σπουδάσας εἰκότως ἀξιόλογα συγγράμματα
17. πάμπολλα κατέλιπεν, οὐ μὴν ἐν ἅπασί γε οἷς εἶπεν ἄμεμπτος
1. εἶναί μοι φαίνεται, ἀλλ’ ὥσπερ αὐτὸς ὑφ’ ὧν ἀνδρῶν
2. ὠφεληθεὶς ἄριστος ἐγένετο, τούτων ἐλέγχει πολλὰ, οὕτω καὶ
3. αὐτὸν εἰκός ἐστιν ἁμαρτάνοντα πρὸς ἡμῶν τῶν μετ’ αὐτὸν
4. γεγονότων ἐξελέγχεσθαι. χαλεπὸν γὰρ ἄνθρωπον ὄντα μὴ
5. διαμαρτάνειν ἐν πολλοῖς, τὰ μὲν ὅλως ἀγνοήσαντα, τὰ δὲ
6. κακῶς κρίναντα, τὰ δὲ ἀμελέστερον γράψαντα, καθάπερ καὶ
7. νῦν μοι δοκεῖ σφαλῆναι τῷ τῶν ἀπυρέτων ἀπὸ τῶν πυρεττόντων
8. διορισμῷ μὴ προσθεὶς τοὺς τῶν ἀπυρέτων ἅπαντας
9. διορισμούς.

10. Εὐθέως
11. οὖν ὁ πρῶτος ἐν αὐτοῖς ἐστιν τῆς ἀπὸ στομάχου κεφαλαλγίας.
12. ἔνιοι γὰρ εἰ καὶ βραχύς τίς ἐστιν ἐν τῇ κοιλίᾳ
13. καὶ μάλιστα κατὰ τὸ στόμα χυμὸς αὐτοῖς ἀθροισθείη δριμὺς,
14. αὐτίκα κεφαλαλγοῦσιν καὶ διὰ τοῦτο βλάπτονται μέχρι
15. πλείονος ἀσιτοῦντες. αὐξάνεται γὰρ αὐτοῖς ἐπὶ ταῖς ἀσιτίαις
16. ἡ τῶν τοιούτων χυμῶν μοχθηρία. χρὴ τοίνυν τοὺς οὕτως
17. ἐνοχλουμένους ἰᾶσθαι μηδὲν μὲν τῇ κεφαλῇ προσφέροντας,
1. εἴ γε οὐδὲ πέπονθεν οὐδὲν ἴδιον πάθος, ἀλλ’ ὑπὸ τῆς ἀνόδου
2. τῶν ἐν τῇ γαστρὶ χυμῶν ἀτμοὺς ἐγειρόντων μοχθηροὺς
3. λυπεῖται, καθάπερ ἄλλοι τοῖς τῶν ὑποχεομένων συμπτώμασι
4. περιπίπτουσιν ἐπὶ τοῖς τοιούτοις χυμοῖς. τίς οὖν ἡ θεραπεία;
5. κενῶσαι τῆς γαστρὸς ὅτι τάχιστα τοὺς λυποῦντας
6. χυμούς. ἐκκενοῦνται δὲ εὐεμέσι ῥᾳδίως ὕδωρ πίνουσι, τοῖς
7. δυσεμέσι δυσχερέστερον. ὡς ἔνιοί γε, κᾂν διὰ τῆς τῶν δακτύλων
8. ἢ πτερῶν καθέσεως εἰς ἔμετον παροξύνωσι τὴν γαστέρα,
9. πλέον αὐτοῖς οὐδὲν γίνεται. τοὺς τοιούτους οὖν ὅτι τάχιστα
10. πειρᾶσθαι τροφὴν εὔχυμόν τε καὶ εὐστόμαχον προσφέρεσθαι,
11. εἰ μὲν ἐγχωροίη, λουσαμένους, εἰ δὲ μὴ, πρὸ τοῦ λουτροῦ
12. τοσοῦτον προσαραμένους τροφῆς ὡς μὴ βλαβῆναι λουομένους.
13. δειπνήσαντες δὲ ὀλίγου πιεῖν ἀψινθίου κατὰ τὴν ὑστεραίαν,
14. οὕτω τε πειρᾶσθαι διαιτᾶσθαι τὸ λοιπὸν, ὡς ἄγαν
15. αὐτοὺς εὐπεπτήσαντας ἄρτου προσφέρεσθαι βραχὺ κατὰ
16. τρίτην ὥραν ἢ τετάρτην ἢ βραχὺ πρωϊαίτερον ἢ ὀψιαίτερον,
17. ὡς διάστημα σχεῖν ἱκανὸν ἐπὶ τὴν εἰθισμένην ὥραν τοῦ λουτροῦ.
1. ὅσοι δὲ οὐ δύνανται τὸν ἄρτον ἐσθίειν χωρὶς ὄψου,
2. τούτοις ἢ ἐλαιῶν ἢ φοινίκων ἢ σταφυλῆς ἤ τινος τοιούτου
3. διδόναι, τῆ πείρᾳ τὸ βέλτιστον αὐτῶν εὑρίσκοντας. ἄλλο
4. γὰρ ἄλλῳ βέλτιόν ἐστιν, κατὰ τὴν ἰδιότητα τῆς φύσεως.
5. εἰς δὲ τὴν τῶν μοχθηρῶν χυμῶν ἐν τῇ γαστρὶ πλεονεξίαν
6. ἥ τε τῆς πεττικῆς δυνάμεως ἀσθένεια καὶ ἡ τοῦ στόματος
7. τῆς κοιλίας ἀτονία τὰ μέγιστα συντελεῖ, καθάπερ γε καὶ ἡ
8. εὐαισθησία καὶ πρὸς τούτοις ἡ κεφαλὴ δέχεσθαι τοὺς ἀτμοὺς
9. τῶν τοιούτων χυμῶν ἐπιτηδείως ἔχουσα, καθάπερ ἐνίοις οἱ
10. ὀφθαλμοί. ἐγὼ μὲν οὖν πολλάκις ἐπὶ πολλῶν ἐπειράθην ἧς
11. διῆλθον ἀγωγῆς, ὠνησάσης τὴν ἀπὸ τῆς κοιλίας γενομένην
12. κεφαλαλγίαν. ὁ δὲ Ἀρχιγένης, ἁπλῶς γράψας ἁπάσης κεφαλαλγίας
13. τῆς ἄνευ πυρετοῦ βοήθημα τὴν ὀλιγοσιτίαν, εὔδηλός
14. ἐστιν οὐδὲν εἰδὼς περὶ τῆς ἐπὶ χολώδει χυμῷ γενομένης.
15. ἔτι δὲ μᾶλλον ἄν τις τούτῳ πεισθείη, τὴν τελευταίαν αὐτοῦ
16. λέξιν ἀναγνοὺς, ἔχουσαν οὕτω· Ἀρχιγένης. ἐπὶ δὲ τῶν
17. ἀπὸ στομάχου κεφαλαλγούντων πνευματικῶς τε καὶ διατεινομένων, 
1. ὄξει κωδείας ἀναφεψημένας ἔχοντι κατάντλει ἢ τοὺς
2. σπόγγους βρέχων ἐπιτίθει, εἶτα κατάπλασσε τὸ μέτωπον
3. ἀλφίτῳ μετὰ ἡδυόσμου καὶ ὄξους ἢ γλήχωνα μετὰ τῶν αὐτῶν
4. ἢ στρύχνου χυλῷ μετὰ ῥοδίνου χρῖε. στόμαχον μὲν γὰρ
5. ὀνομάζει, δηλονότι τῆς κοιλίας τὸ στόμα εἰθικότων οὕτω
6. τῶν ἰατρῶν καλεῖν τὸ μόριον τοῦτο, οἵ γε καὶ στομαχικὰς
7. συγκοπὰς ὀνομάζουσι καὶ στομαχικούς τινας εἶναί φασιν
8. ἀπό τινος τῶν ἐν τῷ τόπῳ τούτῳ γιγνομένων πάθους οὕτως
9. ὀνομάζοντες, ὡς ἡπατικοὺς τοὺς ἀφ’ ἥπατος καὶ κωλικοὺς
10. τοὺς ἀπὸ κώλου καὶ νεφριτικοὺς τοὺς ἀπὸ νεφρῶν καὶ
11. σπληνικοὺς τοὺς ἀπὸ σπληνὸς πάσχοντας. ἓν δὲ ἀπὸ τοῦ
12. στομάχου τούτου πάθος ὀδυνηρὸν ἔγραψε, καταλαμβάνον
13. τὴν κεφαλὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, πνευματικῶς διατεινομένων,
14. ὅπερ ἐξ οἴνου πόσεως πολλῆς οἶδα μᾶλλον γινόμενον.
15. οἱ δὲ διὰ χυμοὺς ἀλγοῦντες τὴν κεφαλὴν δακνώδους
16. ἀλγήματος οὐ διατείνοντος αἰσθάνονται. ἔνδεια μὲν οὖν τροφῆς
17. χρήσιμος ἐπὶ τῶν διατάσεων, οὐ μὴν τοῖς γε δακνώδεις
18. χυμοὺς ἔχουσιν ἐν τῷ στόματι τῆς κοιλίας. ὅταν μὲν οὖν
19. ὁ δακνώδης χυμὸς οὕτως ᾖ πικρὸς, ὠχρά τε καὶ ξανθὴ καλεῖται
1. χολὴ, φύσιν ἔχουσα διὰ κουφότητα πρὸς τὸ στόμα
2. τῆς γαστρὸς ἀναφέρεσθαι. ὅταν δὲ φλεγματώδης ἢ ὀξὺς ἢ
3. ἁλμυρὸς ᾖ, ἐν τῷ κύτει μᾶλλον ὅλης τῆς γαστρὸς ἤπερ ἐν
4. τῷ στόματι στηρίξεται. κάλλιστον δὲ ὡς ἐν τοιούτοις ἐστὶν
5. ἐν τῷ πυθμένι τῆς κοιλίας αὐτὸν περιέχεσθαι. ῥᾳδίως γὰρ
6. εἰς τὸ ἔντερον ἀφικνεῖται καταλιπὼν τὴν γαστέρα. χειρίστη
7. δὲ γίνεται διάθεσις ἐπὶ μοχθηροῖς χυμοῖς ἀναποθεῖσι δυσεκνίπτως
8. εἰς τοὺς χιτῶνας τῆς γαστρὸς, ὧν ἄριστον βοήθημα
9. τὸ δι’ ἀλόης ἐστὶ φάρμακον, ὃ καλοῦσιν ἔνιοι μὲν πικρὰν,
10. ἔνιοι δὲ αὐτὸ τὴν διὰ τῆς ἀλόης ἱεράν. καὶ βάλλουσιν ἑκατὸν
11. μὲν τῆς ἀλόης δραχμὰς, ἓξ δὲ τῶν ἄλλων ἑκάστου, ὄντων
12. καὶ αὐτῶν τῷ ἀριθμῷ ἓξ, κινναμώμου, ναρδοστάχυος,
13. ξυλοβαλσάμου, μαστίχης Χίας, ἀσάρου, κρόκου. κάλλιον δὲ
14. γίνεται τὸ φάρμακον, ἀλόης ἔλαττον λαβών. ἔδοξε γάρ μοι
15. πολὺ τὸ πλῆθος αὐτῆς ἑκατὸν εἶναι δραχμὰς πρὸς τὴν τῶν
16. ἄλλων ἀναλογίαν παραβαλλόμενον, καὶ διὰ τοῦτο καὶ δι’
17. ἐνενήκοντα δραχμῶν αὐτὸ συνέθηκα, καὶ δι’ ὀγδοήκοντα, καὶ
1. μέντοι καὶ δι’ ἐλάττονος ἐνίοτε τοῦ κρόκου, διὰ τό τινας
2. τῶν προσφερομένων αὐτὸ πλήττεσθαι τὴν κεφαλὴν, ὅπερ
3. καὶ διὰ τῆς ὀσμῆς μόνης τοῦ κρόκου πάσχομεν πολλάκις,
4. ὥστε ἀρίστην αὐτοῦ σύνθεσιν κρίνας τὴν διὰ τῶν ἐνενήκοντα
5. δραχμῶν τῆς ἀλόης καὶ τοῦ κρόκου πέντε ταύτῃ χρῶμαι.
6. τοῖς δὲ μηδὲν τὴν ὀσμὴν ἀλύπως τοῦ κρόκου φέρουσιν,
7. ἀλλ’ εὐθέως πληρουμένοις τὴν κεφαλὴν, συντίθημι τὸ
8. φάρμακον, τέτταρας ἐμβαλὼν τοῦ κρόκου δραχμάς. συνεχῶς
9. δὲ ἀναγκάζομεν σκευάζειν αὐτὸ, διὰ τὸ μὴ μόνοις οἷς
10. διῆλθον, ἀλλὰ καὶ τοῖς πάσχουσι τὰ τῶν ὑποχεομένων φαντάσματα
11. ἢ συμπτώματα διὰ πάθος στομάχου διδόναι. καὶ
12. πρὸς τούτοις γε τοῖς ἐπεχομένοις τὴν γαστέρα καὶ γυναιξὶ
13. μὴ καθαιρομέναις καλῶς ἐφ’ ὧν ἐνεργεῖ κάλλιον, ὅταν ὀγδοήκοντα
14. μὲν ἀλόης δραχμὰς, ἓξ δὲ τοῦ κρόκου λάβῃ. καὶ κάλλιον
15. δέ ἐστι τοῦ καρπησίου λαβεῖν ἀντὶ τοῦ ἀσάρου, συνέθηκα
16. δέ αὐτό ποτε καὶ ἀμφοῖν ἐμβαλών. ἔστι δὲ ἡ μὲν
17. τελεία δόσις τοῦ φαρμάκου δραχμὴν μίαν, μεθ’ ὕδατος κυάθων
18. οὐ πλέονος τριῶν, ἡ δὲ ἐλλιπεστάτη κατὰ τὸ ἥμισυ.
1. μεταξὺ δὲ ἀμφοῖν αἱ ἄλλαι, καθ’ ἡλικίαν καὶ μέγεθος σώματος
2. καὶ ἔθος ὑπαλλαττομένης τῆς ποσότητος.

3. Περὶ μὲν οὖν τῶν ἀπὸ στομάχου
5. κεφαλαλγούντων ἱκανὰ ταῦτα. καιρὸς δὲ μεταβαίνειν ἤδη
6. πρὸς τὰς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένας ῥήσεις ἐφεξῆς
7. τῇ πρώτῃ. ποιήσομαι δὲ καθ’ ἑκάστην αὐτῶν ὁμοίαν ἐξέτασιν
8. ᾗ κατὰ τὴν πρώτην ἔπραξα, συνάψας αὐτῇ διὰ τῶν
9. πραγμάτων ἀκολουθίαν καὶ τὴν ὑστάτην. ἀλλὰ νῦν γε ἀπὸ
10. τῆς δευτέρας ἄρξομαι. ἐμβρέγματα δὲ ἐὰν μὲν ἀπὸ χειμῶνος
11. ἢ ἀπὸ περιψύξεως πάσχωσιν, ἔλαιον χλιαρὸν καὶ διάχρισμα
12. ῥινῶν, δαφνίδων ἐκπίεσμα ἢ δάφνινον ἔλαιον ἢ συριακὸν μύρον
13. ἢ κίκινον ἢ στυράκινον ἢ γλεύκινον, ἢ ἄλλο τι τοιοῦτον
14. θερμαντικόν. ἵνα δ’ ἀπὸ τοῦ τελευταίου τὴν ἀρχὴν
15. ποιήσωμαι, λέγειν αὐτὸν ἡγοῦμαι τήν τε καλουμένην αὐτόῤῥυτον
16. ῥητίνην, ἐν Λακεδαίμονι πλείστην γιγνομένην
17. καὶ τὸ καπνέλαιον ἐν Κιλικίᾳ, τό τε ἀμαράκινον καὶ τὸ
1. στυράκινον ἐν Κυζίκῳ, τό τε ἐν Πέργῃ σκευαζόμενον ἴρινον,
2. ἀξιοῖ διαχρίειν τοῖς τοιούτοις μύροις τὰς ῥῖνας, ὡς διὰ τῆς
3. ὀσμῆς αὐτῶν θερμαινομένης τῆς κεφαλῆς. καὶ γὰρ καὶ φαίνεται
4. σαφῶς τοῦτο γινόμενον, ὡς καὶ τοὺς ἰδιώτας αὐτοῖς
5. χρῆσθαι, καὶ μάλιστα τοῖς εὐπορίστοις. εὐπόριστα δέ ἐστιν
6. ἄλλοις ἄλλα τὰ παρ’ ἑκάστοις πλεονάζοντα, καὶ παρ’ ἡμῖν
7. γε κατὰ τὴν Ἀσίαν ἔθος ἐστὶ τοῖς ἀγροίκοις τῷ καλουμένῳ
8. κεδρίνῳ χρῆσθαι, κᾂν ἀπορῶσι δέ ποτε αὐτοῦ, πισσελαίῳ.
9. καλοῦσι δὲ οὕτω τὸ συγκείμενον ἐξ ἐλαίου τε καὶ πίττης
10. ὑγρᾶς. μιγνύουσι δὲ καὶ τούτῳ καὶ τῷ κεδρίνῳ τὸ ἔλαιον
11. οἱ μὲν πλέον, οἱ δὲ ἔλαττον, εἰς ὅσον ἂν ἐκλῦσαι τὸ σφοδρὸν
12. τῆς δυνάμεως αὐτῶν βουληθῶσιν. ἅπασι δ’ οἷς εἶπον
13. εἰώθασι καὶ τὰ τῆς κεφαλῆς χρῆσθαι καὶ μάλιστα, ὡς εἴρηται,
14. κατὰ τὸ βρέγμα. διαχρίουσι δὲ καὶ τὸ μέτωπον αὐτοῖς
15. καὶ τῶν ὤτων τοὺς πόρους, ἔνιοι δὲ καὶ τὰ τῶν ποδῶν
16. ἴχνη καὶ τὴν ἕδραν. ὅταν δὲ ὁ Ἀρχιγένης εἴπῃ δαφνίδων ἐκπίεσμα
17. τὸ καλούμενον ἁπλῶς δάφνινον, ἡγητέον οὕτως ὀνομάζειν
18. αὐτὸν, ὡς τό τε προσλαβὸν ἐλαίου δάφνινον ἔλαιον 
1. ὀνομάζεται. Συριακὸν δὲ μύρον ἡγοῦμαι λέγειν αὐτὸν τὸν
2. Κομμαγηνὸν, ἐπειδὴ κομίζουσιν ἐκ Συρίας ἡμῖν αὐτό. Ἀρχιγένους.
3. θέρους δὲ ἢ καυσωδῶς διατεινομένων δι’ ὄξους καὶ
4. ἐλαίου ἢ ὕδατος καὶ ῥοδίνου, ἔτι δὲ χυλοῦ πολυγόνου ἢ
5. ἀνδράχνης ἢ στρύχνου, ἤ τινος τῶν ψυχόντων, σπόγγους τε
6. ἐξ ὀξυκράτου τίθει τῇ κεφαλῇ. ἐν τούτῳ τῷ λόγῳ δόξει
7. μὲν ἴσως τισὶν ἀμελέστερον ἀναγινώσκουσιν μίαν ἁπλῆν θεραπεύειν
8. θιάθεσιν ὁ Ἀρχιγένης. ἔχει δὲ οὐχ οὕτως. ἐκ μὲν
9. τοῦ φάναι καυσωδῶς τὴν θερμὴν ἐνδείκνυται διάθεσιν, ἐκ
10. δὲ τοῦ διατεινομένων τὴν ὑπὸ πνεύματος φυσώδους τοῦτο
11. πάσχουσαν, ὡς μὴ μόνον ἠλλοιῶσθαι κατὰ τὴν δυσκρασίαν,
12. ἀλλὰ πλεονεξίαν ὑπάρχειν ἀτμώδους πνεύματος. ἐν ἀρχῇ μὲν
13. οὖν ἐπὶ τῶν τοιούτων διαθέσεων ἀμφοτέρων ἡ τῶν ψυχόντων
14. βοηθημάτων δύναμίς ἐστιν ἐπιτήδειος, ἐμψύχουσα μὲν
15. τὴν κατὰ θερμότητα δυσκρασίαν, ἀνακρουομένη δὲ καὶ ἀναστέλλουσα
16. τὴν ἀναφορὰν τοῦ φυσώδους πνεύματος. ἄμεινον
17. δ’ ἂν εἴη κατὰ τὴν ἐμὴν δόξαν ἀκριβέστερον ἐκζητῆσαι πότε
1. μὲν ἐκ τοῦ σώματος ἀναφέρεται τὸ φυσῶδες πνεῦμα, καθάπερ
2. ἐπὶ τῶν ἀπὸ τοῦ στομάχου κεφαλαλγικῶν ἐλέχθη, πότε
3. δὲ ἐν τῇ κεφαλῇ γεννᾶται· καὶ γὰρ ἡ γαστὴρ ἐκφυσᾶται ἐνίοτε
4. δυσλύτως. ἐνίοτε δὲ καὶ τῶν μετ’ αὐτὴν ἐντέρων ποτὲ μὲν
5. ἡ νῆστις ἢ τὸ λεπτὸν ἔντερον, ἔστι δ’ ὅτε τὸ κῶλον. οὐδὲν
6. οὖν θαυμαστὸν οὐδὲ ἀδύνατόν ἐστι τὴν αὐτὴν διάθεσιν ἔν
7. τισι τῶν κατὰ τὴν κεφαλὴν μορίων γινομένην τὸ φυσῶδες
8. πνεῦμα γεννᾷν, οὗ τῆς γενέσεως ἐν τοῖς κατὰ τὴν γαστέρα
9. τόποις τὴν αἰτίαν εὕρομεν, ἔνδειαν θερμασίας τοσαύτης ὡς
10. γεννᾷν ἐκ τῶν σιτίων τε καὶ ποτῶν ἀτμῶδές τε καὶ φυσῶδες
11. πνεῦμα. δι’ ἀῤῥωστίαν δὲ τῆς περισταλτικῆς δυνάμεως
12. ἐκφυσᾶσθαί τε καὶ πληροῦσθαι τὴν ἐντὸς εὐρυχωρίαν τῶν
13. οὕτω παθόντων μορίων, ὥστε διατείνεσθαι μὲν διὰ τὴν
14. πλήρωσιν, ὀδυνᾶσθαι δὲ διὰ τὴν τάσιν. εὑρέθη γὰρ οὖν καὶ
15. τοῦθ’ ἡμῖν, ἐν οἷς περὶ τῶν ἀλγημάτων τὰς κοινὰς καὶ γενικὰς
16. ἐσκοποῦμεν, ὡς ἐν τῷ διαλύεσθαι τὸ συνεχὲς τῶν
17. ὁμοιομερῶν σωμάτων ἡ ὀδύνη γίνοιτο. διαλύει δ’ αὐτὴν τὰ
18. διαβιβρώσκοντα καὶ τὰ τέμνοντα καὶ τὰ διατείνοντα καὶ τὰ
1. σφοδρῶς θερμαίνοντα καὶ ψύχοντα. διὸ κᾀπὶ τῶν κατὰ
2. τὴν κεφαλὴν ἀλγημάτων εἴωθα πυνθάνεσθαι τῶν πασχόντων,
3. ὁποία τίς ἐστιν ἡ ποιότης αὐτῶν. ἔνιοι μὲν γὰρ ὡς
4. διαβιβρωσκομένων τῶν σωμάτων αἰσθάνεσθαί φασι τῆς ὀδύνης,
5. ἔνιοι δὲ ὡς διατεινομένων ἢ βαρυνομένων ἢ θλωμένων
6. ἢ μόνης ἐπικρατούσης σφοδρᾶς θερμότητος ἢ ψύξεως. εἰ μὲν
7. γὰρ ὡς διαβιβρωσκομένων καὶ κεντουμένων, ἤτοι διὰ δριμύτητα
8. χυμῶν ἢ τοιούτου πνεύματος αἰτιατέον· εἰ δὲ διατείνοιντο
9. χωρὶς τοῦ δάκνεσθαι, πλήρωσιν τῶν διατεινομένων
10. μορίων, ἤτοι διὰ πνεῦμα φυσῶδες ἢ χυμὸν ἐπιῤῥυέντα πολὺν,
11. ἐν ᾧ γένει καὶ φλεγμονὴ καὶ τὸ ἐρυσίπελάς ἐστιν· ἡ
12. μὲν φλεγμονὴ θερμὸν αἷμα πολὺ τοῦ φλεγμαίνοντος σώματος
13. ἐν αὑτῷ περιέχοντος, τὸ δὲ ἐρυσίπελας χολώδη χυμόν,
14. εἰ δὲ ἐξ ἀμφοῖν πλεονεκτούντων πληρωθείη τι μόριον, ἤτοι
15. τὴν ἐρυσιπελατώδη φλεγμονὴν ἢ τὸ φλεγμονῶδες ἐρυσίπελας
16. γίνεσθαι. καὶ μή τις δοκείτω μακρὸν ἡμᾶς λόγον ἐφ’ ἑνὶ
17. μορίῳ καθ’ ἓν σύμπτωμα πάσχοντι ποιεῖσθαι. κοινὸς γὰρ
1. ἁπάντων τῶν ὀδυνωμένων ὁ λόγος ἐστὶν καὶ διαρθρώσας τις
2. αὐτὸν ἀκριβῶς, εὐπορώτερος εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν
3. ἐπὶ παντὸς μορίου πάσχοντος ἔσται. τὸ γάρ τοι τῆς τέχνης
4. στοχαστικὸν ἐν τῷ τῶν διαθέσεων διαγνωστικῷ μάλιστά
5. ἐστιν. εὑρισκόμεναι γὰρ αὗται τὴν θεραπείαν οὐ στοχαστικῶς,
6. ἀλλ’ ἐπιστημονικῶς ἐνδείκνυνται μετὰ τοῦ καὶ γινώσκεσθαι
7. τὸ δύσλυτον ἐνίων διαθέσεων, ἐφ’ ὧν εὔλογον χρῆσθαι
8. τοῖς κατὰ τὴν ἔνδειξιν, εἰ καὶ μηδὲν ἀνύειν φαίνοιτο κατὰ
9. τὰς ἀρχάς. καὶ τοῦτ’ ἔστι τὸ κατὰ τὸν ἀφορισμὸν εἰρημένον,
10. ἐν ᾧ φησι, πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων
11. δὲ τῶν κατὰ λόγον μὴ μεταβαίνειν ἐφ’ ἕτερα, μένοντος τοῦ
12. δόξαντος ἐξ ἀρχῆς. ἔσθ’ ὅτε γὰρ οὕτω σφοδρῶς ἐν τοῖς στενοῖς
13. πόροις σφηνοῦται τὸ ἀτμῶδες πνεῦμα, καὶ πολὺ
14. μᾶλλον αὐτοῦ ὁ γλίσχρος χυμὸς ἢ παχὺς, ὡς χρόνου δεῖσθαι
15. πλείονος εἰς τὴν ἴασιν. λεπτῦναί τε γὰρ τὰ οὕτως ἐσφηνωμένα
16. καὶ τοὺς πόρους εὐρῦναι χρὴ, δι’ ὧν ἐκκριθήσεται μετὰ
17. τοῦ προνοεῖσθαι μηκέτι ἐπιῤῥεῖν ἕτερον, ἤτοι χυμὸν ἢ πνεῦμα
1. τοιοῦτον, καὶ πρὸς τούτοις τονῶσαι τὸ πεπονθὸς, ὡς μηδὲ
2. αὐτὸ τὴν τοῦ φυσώδους πνεύματος ἐργάσασθαι γένεσιν. οἱ
3. μὲν οὖν πρῶτοι συνθέντες οἰκεῖα ταῖς τοιαύταις διαθέσεσι
4. φάρμακα ποικίλης ἐδεήθησαν ὕλης εἰκότως· εἴ γε ἀποκρούεσθαι
5. τὴν ἐπιῤῥέουσαν οὐσίαν, εἴτε ἐν χυμοῖς εἴτε ἐν ἀτμοῖς
6. εἴη, τῶν ἀναγκαίων ἐστὶ πέττειν τε καὶ λεπτύνειν τὴν ἐσφηνωμένην,
7. διαφορεῖν τε ταύτην αὐτὴν καὶ τούτων ἁπάντων
8. οὐδενὸς ἧττον, ἀλλ’ ἔτι καὶ μᾶλλον εὐτονίαν ἐργάζεσθαι
9. περὶ τὸ πεπονθὸς μόριον, ὡς μὴ παραδέχοιτο μὲν τὸ ἐπιῤῥέον,
10. ἀποκρίνοι δὲ τὸ λεπτυνθὲν, πέττοι δὲ καὶ λεπτύνοι
11. τὸ ἐσφηνωμένον. ἀλλ’ ἐν τῇ μίξει τῶν τοῦτο δυναμένων
12. ἐργάζεσθαι φαρμάκων ἄλλος ἄλλου στοχαστικώτερος γενόμενος
13. ὁ μὲν ἧττον ὠφελοῦσαν, ὁ δὲ μᾶλλον εἰργάσατο τὴν
14. σύνθεσιν. ὅθεν, ὡς ἴστε, πρὸς γὰρ ὑμᾶς ἐρῶ τοὺς ἑταίρους,
15. οἷς μάλιστα γράφεται ταῦτα, δύο πάντως ὁρᾶτέ μοι παρεσκευασμένα
16. φάρμακα τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων,
17. ἔσθ’ ὅτε καὶ τρία καὶ τέτταρα, κᾀκ τῆς τούτων μίξεως πολλάκις
18. ἐργαζομένῳ τὸ δέον ἐπὶ τῶν δυσιάτων διαθέσεων. 
1. ἐπισκοποῦμαι γὰρ αὐτῶν ἐν τίνι μὲν πλέον ἐστὶ τὸ θερμαῖνον
2. ἁπλοῦν φάρμακον, ἐν τίνι δὲ τὸ ψῦχον, ὥσπερ καὶ
3. τὸ ξηραῖνον ἢ ὑγραῖνον ἢ λεπτομερὲς ἢ παχυμερὲς, εἶθ’ ὁρῶν
4. ὅπως ἐνήργησε τὸ προσενεχθὲν τῷ πάσχοντι τὴν δευτέραν
5. χρῆσιν ἤτοι δι’ ἄλλου τινὸς ἢ δι’ αὐτοῦ τούτου ποιοῦμαι,
6. πολλάκις μὲν ἐφ’ ἕτερόν τι τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων
7. ἀφικνούμενος, ἐνίοτε δὲ μιγνὺς ἀμφότερα, κᾀξ αὐτῶν ἐργαζόμενός
8. τι μέσον. εἴρηται δὲ ἐπὶ πλέον οὐ καθόλου μόνον,
9. ἀλλὰ καὶ κατὰ μέρος, ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
10. γράμμασιν ἅπαντα τὰ τοιαῦτα. καὶ χρὴ γινώσκειν,
11. ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, ἐκείνῃ ταύτην ἑπομένην. ὅμως
12. δὲ ἀναγκάζομαι καὶ νῦν ἀναμιμνήσκειν αὐτῆς, ἕνεκα τοῦ
13. μᾶλλον ἡμᾶς ἀκολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. ἐπὶ
14. γοῦν τῆς προκειμένης διαθέσεως, ὀδυνώδους ἐπικρατούσης
15. θερμότητος, ἅμα φυσώδει πνεύματι κατ’ ἀρχὰς μὲν ἀποκρουστικῇ
16. θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων δυνάμεως
17. γινομένῃ. συμμέτρως δὲ τούτου πραχθέντος ἐκ τῶν
18. παρηγορικῶν τε καὶ πεττικῶν μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς,
1. εἶτα καὶ τῶν διαφορητικῶν τι προσθετέον ἀφαιροῦντα
2. κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων, ἄχρις
3. ἂν εἰς τὴν ἐναντίαν μίξιν ἀφίκηται τὸ φάρμακον ἣν ἐξ ἀρχῆς
4. ἔσχε, τουτέστιν ἵνα πλεῖστον μὲν ᾖ τὸ λεπτυντικόν τε
5. καὶ διαφορητικὸν, ἔλαττον δὲ τὸ πεττικόν τε καὶ παρηγορικὸν,
6. ἐλάχιστον δὲ τὸ ἀποκρουστικόν. ἀνδράχνην μὲν οὖν
7. ἐμάθετε ψυκτικῆς καὶ ὑδατώδους οὖσαν οὐσίας, ἧττον δὲ
8. αὐτῆς τὸ πολύγονον. ἐπὶ δὲ τοῦ στρύχνου τοσοῦτον μεμίχθαι
9. παχυμεροῦς τε καὶ γεώδους, ὅσον καὶ τῆς στύψεως. τὸ
10. δὲ ὄξος ἀποκρουστικήν τε ἅμα καὶ λεπτυντικὴν, ἀλλὰ καὶ
11. διαφορητικὴν ἔχει δύναμιν, ὡς ἂν ἐπικρατούμενον ἐν τῇ κράσει
12. λεπτομερεῖ ψυχρότητι, καθάπερ ὁ ἀκριβῶς αἴθριος ἀὴρ
13. βόρειος. ἐμάθετε δὲ καὶ τὴν τοῦ ῥοδίνου δύναμιν, ὡς ἔχει
14. μέν τι καὶ ἀποκρουστικὸν, ἔχει δὲ καὶ πεττικὸν καὶ παρηγορικὸν,
15. ἔτι δὲ πρὸς τούτοις καὶ διαφορητικόν. εἰκότως οὖν
16. ὁ Ἀρχιγένης ἐν ἀρχῇ τῆς εἰρημένης διαθέσεως τοῖς τοιούτοις
17. χρῆται φαρμάκοις, αὐτὸ μὲν καθ’ ἑαυτὸ μόνον ὄξος
18. οὔτ’ ἄλλοθι προσφέρων οὔτε ἐνταῦθα διὰ τὸ σφοδρὸν τῆς
1. δυνάμεως, μιγνὺς δὲ ἤτοι ῥόδινον ἢ ὕδωρ αὐτῷ. μεταβῶμεν
2. οὖν ἤδη πρὸς τὰς ἐφεξῆς τοῦ Ἀρχιγένους ῥήσεις. ἐὰν δὲ
3. ἐπιτείνοιτο, τελεία τροφῆς ἀποχὴ ἁρμόδιος, εἶτα φλεβοτομία
4. ἀπ’ ἀγκῶνος κένωσίς τε τῆς κοιλίας διὰ κλυστῆρος εὐτόνου.
5. περὶ τούτων τῶν βοηθημάτων εἴρηταί μοι πρότερον, ἡνίκα
6. τὰς Ἀπολλωνίου ῥήσεις ἐσκοπούμην, ἀσιτίαν μὲν ἐπὶ τοῖς
7. χολώδεσιν αἰτίοις ἀπαγορεύοντός μου, φλεβοτομίαν δὲ ἐπὶ
8. παίδων καὶ γερόντων καὶ δυνάμεως ἀσθενοῦς, ἐπαινοῦντος
9. δὲ τὴν διὰ κλυστῆρος κένωσιν, οὐ μόνον τῆς κενώσεως ἕνεκα
10. τῶν περιεχομένων ἐν τοῖς ἐντέροις, ἀλλὰ καὶ τῆς ἀντισπάσεως
11. τῶν ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων. καὶ διὰ τοῦτο
12. καλῶς ἐν οἷς ἔγραψε περὶ αὐτῆς ὁ Ἀρχιγένης, οὐχ ἁπλῶς
13. εἶπεν κένωσίς τε κοιλίας διὰ κλυστῆρος, ἀλλὰ προσέθηκεν
14. εὐτόνου. πολὺ γὰρ ἐν τῷ τοιούτῳ κλυστῆρι τὸ τῆς ἀντισπάσεώς
15. ἐστι, πρὸς τῷ μὴ μόνα τὰ κατὰ τὴν γαστέρα καὶ
16. τὸ μεσάραιον ἐκκενοῦν, ἀλλὰ καὶ τὰ σιμὰ τοῦ ἥπατος. Ἀρχιγένους.
17. ἐμβρέγματα δὲ πήγανον μετ’ ὄξους καὶ ἐλαίου λεαινόμενον.
1. ἀναμνησθέντες ἧς ὑπέθετο διαθέσεως βοηθήματα
2. γράφειν, οὕτω κρίνομεν ἕκαστον ὧν καταλέγειν ἤρξατο. τὴν
3. μὲν οὖν διάθεσιν αὐτὸς οὕτως ἔγραψεν, θέρους δὲ ἢ καυσωδῶς
4. διατεινομένων. ἐφεξῆς δὲ ψυκτικῆς, δυνάμεως ὑπέταξε
5. βοηθήματα καὶ μετὰ ταῦτα ἔφη. ἐὰν δὲ ἐπιτείνηται, τελεία
6. τροφῆς ἀποχὴ καὶ φλεβοτομία καὶ κλυστὴρ εὔτονος προσφερέσθω.
7. καὶ τούτων ἐφεξῆς τὰ κατὰ τὴν προκειμένην ἐγράφη
8. ῥῆσιν, ἐν ᾗ μετ’ ὄξους καὶ ἐλαίου λεανθὲν τὸ πήγανον προσφέρειν
9. ἐκέλευσεν, οὐ προσθεὶς πότερον χλωρὸν ἢ ξηρόν.
10. ἔστι γὰρ οὐ μικρὰ διαφορὰ, παμπόλλῳ δριμυτέρου τε καὶ
11. θερμοτέρου τοῦ ξηροῦ παρὰ τὸ χλωρὸν ὑπάρχοντος. ἐμοὶ
12. μὲν δὴ δοκεῖ τὸ χλωρὸν συμβουλεύειν· οὐ γὰρ ἂν ἀθρόως
13. ἀπὸ τῶν ψυχόντων ἐπὶ τἀναντία μετέβη. τὸ δ’ ὄξος ὅτι
14. πρὸς τῷ ψύχειν καὶ ἀποκρούεσθαι διαφορητικὸν ἔχει
15. τι πρόσθεν εἴρηται, παρηγορικῆς δὲ καὶ χαλαστικῆς δυνάμεως
16. ὑπάρχον τὸ ἔλαιον εἰκότως ἔμιξεν αὐτοῖς. ἄλλο. δαφνίδων
17. ἐκπίεσμα μετ’ ὄξους καὶ πηγάνου. πολὺ τοῦτο τοῦ πρόσθεν
18. ὑπάρχει δραστικώτερον. ἰσχυρῶς γὰρ θερμαίνοντι τῷ τῶν
1. δαφνίδων ἐκπιέσματι τὸ πήγανον ἔμιξε μετ’ ὄξους, ἐλαίου χωρίς.
2. ἄλλο. χύλισμα τῶν τῆς ἴρεως ῥιζῶν μετ’ ὄξους. τοῦτο
3. βοήθημα θερμαντικὸν οὐδὲν ἔχει. βέλτιον οὖν ἦν ἐν τῇ
4. πρὸς τὰ γενναιότερα βοηθήματα μεταβάσει πρῶτον αὐτὸ
5. τετάχθαι, εἶτ’ ἰτέας φύλλα λεῖα μεθ’ ὕδατος. τοῦτο τοῦ
6. προγεγραμμένου τοῦ διὰ τῆς ἴρεως ἀσθενέστερόν ἐστι καὶ
7. τοῖς ἁπάντων πρώτοις γεγραμμένοις ὅμοιον, ὥστε οὐκ ἐν
8. καιρῷ νῦν εἴρηται. ἕρπυλλος τετριμμένος μετ’ ὄξους καὶ
9. ἐλαίου. περὶ μὲν ἐλαίου καὶ ὄξους ἔμπροσθεν εἴρηται· προσέθηκε
10. δ’ αὐτοῖς νῦν ἕρπυλλον, δριμείας ποιότητος φάρμακον,
11. διὰ τοῦτο καὶ θερμαινούσης δυνάμεως. ἀμελῶς δὲ κᾀνταῦθα
12. παρέλιπε μὴ δηλώσας πότερον χλωρὸν ἢ ξηρὸν αὐτὸν
13. εἶναι βούλεται. βέλτιον δ’ ἴσως τὸν χλωρὸν ἀκούειν.
14. ἄλλο. πολύγονον μετὰ πηγάνου διειμένον ἐλαίῳ καὶ ὄξει.
15. τῷ τοῦ πολυγόνου χυλῷ κατὰ τὸν πρῶτον λόγον ὡς ψύχοντι
16. κέχρηται, καὶ γὰρ καὶ ἔστιν ὄντως τοιοῦτος, ὥστε καὶ
17. ἐπὶ τῶν χρονιζόντων ἀλγημάτων, κατὰ τὴν πρώτην μετάβασιν,
18. εὐλόγως ἄν τις αὐτῷ χρήσεται μίξας τὸ πήγανον.
19. ἐπινοεῖν δ’ ἡμᾶς χρὴ καθ’ ἑκάστην τῶν ἐναντίων ταῖς δυνάμεσι 
1. φαρμάκων μίξιν, ἐν ἀρχῇ μὲν ὀλίγον μιγνύναι
2. τοῦ γενναίου, κατὰ δὲ τὴν δευτέραν καὶ τρίτην χρῆσιν αὐξάνειν
3. αὐτοῦ τὸν ὄγκον. ἄλλο. ἀμύγδαλα πικρὰ λεπιζόμενα,
4. λεῖα μετ’ ὄξους καὶ ἐλαίου ἐμβρεχόμενα εἰς κηρωτῆς πάχος
5. δι’ ὀθονίου μετώπῳ ἐπιτιθέμενα. καὶ τοῦτο τῆς πρώτης μεταβάσεώς
6. ἐστιν οἰκεῖον. ἐμάθομεν γὰρ διαφορητικὴν ἀδήκτως
7. δύναμιν ἔχειν τὰ πικρὰ ἀμύγδαλα. ἄλλο. πήγανον ἄγριον μετ’
8. ἐλαίας καὶ ὄξους ὁμοίως· ἀτάκτως καὶ πάλιν τοῦτο παρενέθηκεν,
9. ἰσχυρὸν πάνυ φάρμακον, ἐπὶ τῶν ἱκανῶς χρονιζόντων
10. ἀλγημάτων εἰκότως παραληφθησόμενον. ἄλλο. λεύκης καρπὸς
11. μετ’ ὄξους τριβόμενος. διαφορητικῆς ἐστι δυνάμεως καὶ
12. ὁ τῆς λεύκης καρπός. ἔν τισι δὲ τῶν ἀντιγράφων οὐ μετ’
13. ὄξους, ἀλλὰ μετ’ ὀξυκράτου γέγραπται. ἄλλο. ὠκίμου σπέρμα
14. σὺν ὕδατι. τὸ μὲν τοῦ ὠκίμου σπέρμα θερμαντικῆς τε καὶ
15. λεπτυντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε, δι’ ὕδατος
16. δὲ μόνου, χρονιζούσης τῆς διαθέσεως, οὐκ ἄν τις εὐλόγως
17. αὐτῷ χρῷτο, βέλτιον γὰρ ἦν ἔλαιόν τε καὶ ὄξος ὡς καὶ ἐπὶ
18. τῶν ἄλλων εἶπε, μιγνύναι καὶ τούτῳ. ἄλλο. ποιεῖ καὶ βάλσαμον,
1. πευκέδανον, καστόριον καὶ ὁμοῦ καὶ ἰδίᾳ ἕκαστον
2. σὺν ἐλαίῳ καὶ ὄξει. τοῦτο πάλιν τὸ φάρμακον ἰσχυρόν ἐστι,
3. καὶ μάλιστα ὅταν αὐτὸ μόνον τὸ πευκέδανον προσφέρηται,
4. χωρὶς τοῦ μιχθῆναι τῷ καστορίῳ. βάλσαμον δὲ τί καλεῖ
5. νῦν οὐκ ἔχω φάναι, πότερον τοῦ φυτοῦ τὸν καρπὸν ἢ τὸν
6. ὀπὸν, ὃν ὀποβάλσαμον ὀνομάζουσιν, ἢ τοὺς κλῶνας αὐτοῦ,
7. τοὺς καλουμένους ξυλοβάλσαμον. ἄμεινον δέ μοι δοκεῖ τὸ
8. ὀποβάλσαμον ἀκούειν, λεπτομεροῦς τε καὶ διαφορητικῆς οὐσίας
9. ὑπάρχον, οὐ μὴν ἐπιφανῶς γε θερμῆς. ἄλλο. φύλλα
10. δάφνης καὶ λεύκης καὶ ἄγνου μετ’ ἐλαίου καὶ ὄξους. μικτὸν
11. καὶ τοῦτο τὸ φάρμακον ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν
12. ἁπλῶν συνέθηκε, τὰ μὲν φύλλα τῆς δάφνης θερμότατα, τὰ
13. δὲ τῆς ἄγνου μετρίως ψύχοντα. μέσα δὲ ἀμφοῖν ἐστι τὰ τῆς
14. λεύκης. ἄλλο. πάνακα μετὰ ἐλαίου ἄλειφε. οὐδὲν ἐνταῦθα
15. τῶν ψυχόντων μέμικται καὶ διὰ τοῦτο ταῖς πάνυ κεχρονισμέναις
16. διαθέσεσι καὶ μηδὲν ἔτι θερμότητος ἐχούσαις χρήσιμον
17. ὑπάρχει. διὸ καὶ μέμψαιτο ἄν τις αὐτῷ χωρὶς διορισμῶν
18. τὰ βοηθήματα γράψαντι. πάνακα δὲ ἡγοῦμαι
1. νῦν λέγειν αὐτὸν ἀμελῶς ἀντὶ τοῦ φάναι πάνακος ῥίζαν.
2. οὐ γὰρ δὴ τὸν ὀποπάνακα νομιστέον ὑπ’ αὐτοῦ λελέχθαι
3. πάνακα. διαφέρει δὲ τῆς ῥίζης οὗτος οὐ μικράν τινα θερμότητος
4. ὑπεροχήν. ἄλλο. ἄγνον ἢ ἡδύοσμον, ἀμύγδαλα πικρὰ,
5. ἴριν, ἴσα μίξας σὺν ὄξει καὶ ῥοδίνῳ ἔμβρεχε. τῶν μὲν
6. ἄλλων ἡ δύναμις εἴρηται πρόσθεν. ἡδυόσμου δὲ νῦν πρῶτον
7. ἐμνημόνευσε θερμαντικῆς δυνάμεως φαρμάκου. ἄλλο. συκαμίνου
8. χυλῷ προσμίξας ὄξος κατάβρεχε. προφανῶς τοῦτο τοῦ
9. γένους ἐστὶ τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἀρχομένης τῆς διαθέσεως
10. ἐμψυκτικῶν ἰαμάτων, οὐκ ὀρθῶς νῦν ἀναμεμιγμένον
11. τοῖς πρὸς τὰς αὐξομένας διαθέσεις ἁρμόττουσι φαρμάκοις.
12. χρονιζόντων δὲ ψιλώσας καταχρίσμασι μὲν τοῖς εἰρημένοις
13. ἐμβρέγμασί τε παχύτερα ποιῶν αὐτὰ χρῶ. ἄλλο. ῥητίνην μετὰ
14. μέλιτος κατάχριε κροτάφους καὶ μέτωπον. ἢ μυόχοδα μετ’
15. ὄξους καὶ ῥοδίνου. τρίτος οὗτος αὐτῷ καιρὸς καὶ χρόνος
16. ἐστὶν ἐπὶ τῶν τῆς κεφαλῆς βοηθημάτων. ὁ μὲν γὰρ πρῶτος
17. ἦν ἀρχομένου τοῦ πάθους, ὁ δὲ δεύτερος, ὡς αὐτὸς ἔγραψεν,
1. ἐπιτεινομένου. τρίτος δὲ οὗτος, ἐν ᾧ φησιν χρονιζόντων ὅστις
2. δεῖται σφοδροτέρων βοηθημάτων, ὧν ἔνια τοῖς πρόσθεν
3. ἀνέμιξεν οὐκ ὀρθῶς.

4. Ἐμβροχὴ ᾗ ἐχρήσατο
6. Νικομήδης. Πηγάνου φύλλα 𐅻 β΄. ἡδυόσμου 𐅻 β΄.
7. πευκεδάνου 𐅻 β΄. ἴρεως 𐅻 β΄. ὠκίμου σπέρματος 𐅻 η΄.
8. μήκωνος μελαίνης σπέρματος 𐅻 δ΄. ὀξυκράτου 𐆅 α΄. ἕψε
9. εἰς τὸ ἥμισυ, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ
10. συνεχῶς ἔμβρεχε τὴν κεφαλήν.

11. Ἀμυγδάλων πικρῶν
12. κεκαθαρμένων 𐅻 β΄. λύγου ἄνθους 𐅻 β΄. πευκεδάνου ῥίζης
13. 𐅻 β΄. ἡδυόσμου χλωροῦ ᾒ ξηροῦ 𐅻 β΄. πηγάνου ἀκρεμόνων
14. 𐅻 β΄. δαφνίδων κεκαθαρμένων 𐅻 β΄. σπονδύλου 𐅻 β΄.
15. ἑρπύλλου 𐅻 β΄. καστορίου 𐅻 β΄. ῥόδων χλωρῶν ἢ ξηρῶν
16. 𐅻 δ΄. ὄξει διαλύσας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ
17. ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας, καὶ ξυρήσας τὰς τρίχας,
18. ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας
1. φύλαττε μέχρι τῆς ἐπιούσης ἡμέρας, καὶ πάλιν λύσας,
2. καὶ ἀνανεώσας ἐπιτίθει.

3.
4. Ὀποῦ πευκεδάνου 𐅻 ιστ΄. ὀποῦ μήκωνος 𐅻 α΄. ἀνίσου
5. 𐅻 δ΄. ὑοσκυάμου σπέρματος 𐅻 δ΄. κρόκου, σμύρνης ἀνὰ
6. δραχμὰς δ΄. σκαμμωνίας 𐅻 δ΄. πάντα λεάνας μετ’ ὄξους,
7. ἀνάπλασσε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ, ἐν δὲ τῇ χρήσει
8. ἀνιεὶς μετ’ ὄξους, ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου
9. ἀρξάμενος, καὶ ἐπὶ τὸν ἕτερον κρόταφον καταλήγων. ἐπὶ δὲ
10. τῶν πυρεσσόντων ὕδατι χρώμενος κατάχριε.

11. Πευκεδάνου ῥίζης
12. 𐅻 δ΄. ἢ τοῦ ὀποῦ 𐅻 β΄. κρόκου 𐅻 α΄. σμύρνης 𐅻 α΄.
13. ὀπίου 𐅻 α΄. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐν δὲ
14. τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους,
15. τοῦτο παραχρῆμα λύει τοὺς πόνους.

16.
17. Δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων 𐅻 δ΄. σκαμμωνίας 
1. 𐅻 δ΄. σελίνου σπέρματος 𐅻 η΄. ὀποῦ μήκωνος 𐅻 δ΄.
2. κρόκου 𐅻 η΄. σμύρνης 𐅻 δ΄. ὀμφάκου 𐅻 δ΄. ἑρπύλλου
3. 𐅻 η΄. ὄξους τὸ αὔταρκες σκεύαζε καθὰ προείρηται.

4. Ἰρίνου μύρου πιέσματα, πευκεδάνου, καστορίου,
6. ἀνὰ μέρος α΄. δαφνιδίων μέρη δύο, ἄγνου σπέρματος μέρη
7. δύο, ῥόδων ξηρῶν μέρη δύο, ὄξει διαλύσας, ἀναλάμβανε κηρωτῇ
8. σκευασθέισῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας
9. ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, προξυρήσας τὰς τρίχας
10. καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης,
11. καὶ πάλιν ἐπιτίθει.

12.
13. Τὰ μὲν σημεῖα παραπλήσια τοῖς ἐπ’ ἐγκαύσει, προσέρχεται
14. δὲ αὐτοῖς δῆξίς τε πλείων καὶ ὠχρότης προσώπου, καί ποτε
15. καὶ τοῦ στόματος ἐκπίκρωσις. ἡλικίαις δὲ μᾶλλον ἀκμαστικαῖς
16. καὶ κράσεσι θερμοτέραις καὶ βίῳ φροντιστικῷ καὶ τοῖς
17. χολὴν συνάγουσι ξανθὴν, τοῦτο τὸ πάθος εἴωθε συμβαίνειν.
1. λουτροῖς τε οὖν εὐκράτοις ἐπὶ τούτων καὶ ἀλείμμασι
2. καὶ ὑδαρεῖ πόματι χρηστέον καὶ ἡ σύμπασα δίαιτα ὑγροτέρα
3. τε καὶ εὔχυμος παραλαμβανέσθω. κενωτέον δὲ τὸν χολώδη
4. χυμὸν ἀψινθίου ἀποβρέγματι ἢ διὰ τῆς ἀλόης καὶ αὐτῆς
5. τῆς πικρᾶς ἀντιδότου καθ’ ἑαυτὴν ἢ καὶ σὺν ὀλίγῃ σκαμμωνίᾳ,
6. ἢ διὰ τῶν τῆς ἀλόης καταποτίων. ἐπιχριστέον δὲ τὸ
7. μέτωπον ἢ τῷ κροκώδει τροχίσκῳ ἢ τῷ τριγώνῳ ἤ τινι τῶν
8. παραπλησίων.

9. Εἰ μὲν
10. ὅλῳ τῷ σώματι συμπάσχει ἡ κεφαλὴ, τούτου προνοητέον
11. πρός τε τὴν δυσκρασίαν καὶ πρὸς τὴν κρατοῦσαν ὕλην ἐπισταμένως.
12. καὶ εἰ μὲν εἴη πλῆθος καὶ μάλιστα κατὰ τὰς φλέβας,
13. φλεβοτομήσομεν· εἰ δὲ μᾶλλον ποιότης, καθαρτικῷ χρησόμεθα
14. φαρμάκῳ. εἰ δὲ μορίῳ συμπάσχει, οἷον ἥπατι ἢ
15. γαστρὶ ἢ στομάχω, τούτοις βοηθητέον, θερμῆς μὲν ἐν αὐτοῖς
16. ὑποκειμένης δυσκρασίας, ἄρτον ἐξ ὑδαροῦς οἴνου παρασχόντας
17. καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ τὰς ἔξωθεν μετρίως
18. ἐμψυχούσας τε καὶ τονούσας ἐπιβροχὰς, ὡς ἔμπροσθεν
1. εἴρηται. εἰ δὲ διὰ γλίσχρους τε καὶ παχεῖς χυμοὺς ἐν τῷ
2. στομάχῳ περιεχομένους κεφαλαλγοῖεν, καὶ τούτους ἐκμοχλεύσομεν,
3. ὀξύμελι πίνειν παρέχοντες τό τε ἁπλοῦν καὶ τὸ Ἰουλιάνειον
4. καὶ τοῖς δι’ ὑσσώπου τε καὶ ὀριγάνου. καὶ τοῖς
5. τούτων ἔτι θερμοτέροις τε καὶ τμητικωτέροις καὶ τῷ ἀπὸ
6. ῥαφανίδων ἐμέτῳ χρηστέον, ἐπιβροχαῖς τε θερμοτέραις καὶ
7. καταπλάσμασι.

8. Ἐπὶ δὲ τῶν ἐν
9. πυρετοῖς συνεισβαλλουσῶν ἐξ ἀρχῆς κεφαλαλγιῶν, φλεβοτομεῖν
10. τῇ πρώτῃ ἢ τῇ δευτέρᾳ ἀνέσει, εἰ μή τι κωλύει, καὶ μάλιστα
11. ἐπὶ τῶν εὐεκτῶν καὶ πολυαίμων. προσέχειν δὲ
12. μὴ διὰ τὰς ἀπὸ τῆς γαστρὸς ἀναθυμιάσεις γινομένας ἢ δι’
13. ἐποχὴν κοιλίας συμβαίνει τὰ τῆς κεφαλαλγίας. εἰ δὲ ὕστερον
14. μετὰ τὴν ἑβδόμην εἰσβάλλοι, προκενώσαντες τὴν κοιλίαν διὰ
15. κλυστῆρος ἀξιολόγως, σικυαστέον ἀπὸ ἰνίου ἢ αὐχένος καὶ
16. παρηγορητέον τὴν κεφαλὴν ταῖς δι’ ἐλαίου ἐμβροχαῖς, ῥοδίνῳ
17. μὲν ἐπὶ τῶν θερμοτέρων καὶ ὥρᾳ θερινῇ καὶ μετὰ βραχέος
1. ὄξους, χαμαιμηλίνῳ δὲ ἐπὶ τῶν ψυχροτέρων ἕξεων καὶ ἐν
2. χειμῶνι πέμπτον μέρος ὄξους προσειληφότι. ἐπιχρίειν δὲ τὸ
3. μέτωπον κύφει μὲν ἐπὶ τῶν ψυχροτέρων, κροκομάγματι δὲ
4. ἐπὶ τῶν θερμοτέρων. ἐπὶ μεγέθει δὲ πυρετοῦ γενομένης κεφαλαλγίας
5. ἰάματα προγέγραπται ἐν τῷ περὶ πυρετῶν λόγῳ.
6. δεῖ δὲ παραφυλάττεσθαι ταῦτα, οὐ μόνον ἐπὶ τῶν κατὰ
7. συμπάθειαν τοῦ στομάχου κεφαλαλγούντων, ἀλλὰ καὶ κατὰ
8. πάντων τῶν περὶ κεφαλὴν γενομένων παθῶν. ἔστι δὲ ταῦτα
9. ἄγνου σπέρμα, ἀψινθίου χυλὸς, γάλα πινόμενον, βάλανοι δρύϊνοι
10. ἐσθιόμενα, ἐλαῖαι μέλαιναι μεμαίκυλα, ὄροβοι. οὗτοι δὲ
11. καὶ τὰ ἄρθρα παραλύουσιν, ἐπιπλέον δὲ ἅπτεται σμύρνα,
12. λίβανος, κισσοῦ κόρυμβοι, καὶ ταράττουσι τὴν διάνοιαν σχοίνου
13. καρπὸς, κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ
14. ποθεῖσα. στύραξ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πολὺς
15. δὲ κατασκευάζει ταραχώδεις ὕπνους.

Cliquer un n° de page pour en afficher l’image