16. Ἡ λεγομένη κεφαλαία χρόνιός
17. τε καὶ δύσλυτός ἐστι κεφαλαλγία, ἐπὶ μικραῖς προφάσεσι
18. μεγίστους ἔχουσα παροξυσμοὺς, ὥστε μήτε ψόφων ἀνέχεσθαι
1. μήτε φωνῆς σφοδροτέρας μήτε λαμπροῦ φωτὸς μήτε
2. οἰνοποσίας μήτε τῶν τὴν κεφαλὴν πληρούντων ὀσφραντῶν
3. μήτε κινήσεως, ἀλλ’ ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι
4. διὰ τὸ μέγεθος τῶν ἀλγημάτων· ὡς ὑπὸ σφυρᾶς γὰρ
5. πλήττεσθαι δοκοῦσιν. ἔνιοι γὰρ ὡς θλωμένων ἢ διατεινομένων
6. αἰσθάνονται τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δὲ
7. εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. φέρει δὲ τὸ
8. πάθος ποτὲ μὲν διηνεκῆ ἀλγήματα, ποτὲ δὲ παροξυσμοὺς
9. καὶ διαλείμματα ἤτοι τεταγμένα ἢ ἄτακτα. διαλείπουσι γὰρ
10. ἐνίοτε οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ τοῖς ἐπιληπτικοῖς,
11. καί τις χρόνος ἐπιγίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον
12. οὖν ὅτι τὸ πάθος τοῦτο τὴν εὐπάθειαν μὲν ἔχει τῆς κεφαλῆς
13. ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ δὲ μᾶλλον ἐκείνων ἀσθενείας
14. ἥκει τὰ κατὰ τὴν κεφαλὴν πάσχοντα μόρια, καί τινες
15. αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνῶνται μήνιγγας, ἔνιοι δὲ
16. καὶ τὸν περικράνιον ὑμένα μόνον. τὰ μὲν οὖν μετὰ βάρους
17. ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ χυμῶν ἢ
1. ἀτμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονὴν, τὰ δὲ
2. μετὰ τάσεων, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ γένοιτο, πνεύματος
3. λεπτοῦ καὶ φυσώδους πλῆθος δηλοῖ, εἰ δὲ μετὰ σφυγμοῦ,
4. φλεγμονὴν ὑμενώδους σώματος. εἰ δὲ μετὰ βάρους
5. γένοιτο ἡ διάτασις, πλῆθος ἐντὸς τῶν ὑμένων ἰσχόμενον καὶ
6. τὰ μὲν ἐπιπολῆς ἀλγήματα τοῦ περιοστίου ὑμένος τὸ πάθος
7. δηλοῖ, τὰ δὲ ἐν βάθει τῶν μηνίγγων. οἷς γὰρ ἡ διάθεσις
8. ἔνδον τοῦ κρανίου ἐστὶν, τούτοις εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν
9. ἀφικνοῦνται οἱ πόνοι, διὰ τὸ τοὺς χιτῶνας τῶν ὀφθαλμῶν
10. ἀπὸ τῶν μηνίγγων ἔχειν τὴν γένεσιν. εἰ δὲ καὶ σαπεὶς
11. ὁ χυμὸς θερμότερος γένηται, σὺν πυρετῷ κεφαλαλγοῦσι.
12. πυρέττουσι δὲ τοὐπίπαν καὶ οἱ διὰ φλεγμονὴν ὀδυνώμενοι.
13. εἰ μὲν οὖν πλῆθος χυμῶν ἢ ἀτμῶν εὕροις αἴτιον, εἰ
14. μὲν διὰ τὴν τοῦ παντὸς σώματος πλησμονὴν ἐγένετο, τὸ
15. πᾶν σῶμα κενώσας ἰάσῃ τὴν κεφαλαλγίαν. εἰ δ’ ὡς ἀσθενὴς
16. ὑπάρχουσα ἡ κεφαλὴ δέχεται τὰ ἀναφερόμενα, ἀντισπᾷν
17. δεῖ τὴν ὕλην εἰς ὅλον τὸ σῶμα καὶ οὕτως ἰᾶσθαι τὸ μόριον.
1. κλυστῆρσι μὲν οὖν ἡ ἀντίσπασις γίνεται καὶ διαδέσεσι
2. τῶν ἄκρων καὶ τρίψεσι πλείοσι τῶν κάτω μερῶν, ἐνίοτε δὲ
3. καὶ αἵματος κενώσει ἀπ’ ἀγκῶνος. εἰ δὲ πλεονάζον ἔτι τὸ
4. αἷμα φαίνοιτο, καὶ διὰ ῥινῶν ἀναστομώσαντας φλέβα καὶ
5. κενοῦντας ὅσον αὔταρκες εἶναι δόξει, εἶτα τὴν ἱερὰν ὀξύναντας,
6. δοτέον, κᾄπειτα τοῖς ἀποφλεγματισμοῖς χρηστέον
7. καὶ τοῖς ἐῤῥίνοις, οἷά ἐστι τὰ διὰ τοῦ ἐλατηρίου καὶ τῆς
8. κυκλαμίνου μετὰ γάλακτος καὶ πράσου σκευαζόμενα. τὴν δὲ
9. κεφαλὴν θεραπεύσεις, ἡνίκα μὲν δεῖ κεχρῆσθαι ἀντισπαστικοῖς,
10. διὰ τῶν ἀποκρουστικῶν ἐμβροχῶν, μετὰ δὲ τὴν τοῦ
11. παντὸς σώματος κένωσιν ἤδη τοῖς κενοῦσι τὴν κεφαλὴν κεχρῆσθαι,
12. εἶτα τοῖς ῥωννύναι δυναμένοις. ἀποκρούεται μὲν
13. οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ τὸ ῥόδινον καθ’ ἑαυτὸ καὶ
14. σὺν ὄξει καὶ τὸ διὰ τῶν κωδειῶν καὶ θαλλῶν ἁπαλῶν
15. ἐλαίας καὶ κισσοῦ κορύμβων, καὶ ἡδυόσμου χλωροῦ
16. σκευαζόμενον. προσάγει δὲ καὶ τὰ βοηθήματα, χλιαρὰ μὲν
17. ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθους ὄντος, ψυχρὰ δὲ
18. θερμοτέρου καὶ χολωδεστέρου. διαφορεῖ δὲ τὸ γλυκύτατον
1. ἔλαιον θερμὸν καὶ μᾶλλον παλαιούμενον τοῦτο καὶ τὸ σικυώνιον.
2. εἰ δὲ παχύτερον εἴη τὸ πλῆθος τῶν χυμῶν, σπονδύλιον
3. ἢ ἕρπυλλον ἐνεψῶν τῷ ἐλαίῳ ἢ γλήχωνος κόμην ἢ
4. καλαμίνθην ἢ ἡδύοσμον κενώσεις τὸ πλῆθος. αὐτὰ δὲ ταῦτα
5. καὶ τόνον ἐντίθησι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦς ἰάσεως
6. χρῆσθαι αὐτοῖς προσήκει. πλέον δὲ πάντων διαφορεῖ
7. καὶ ῥωννύουσι παντελῶς περιστερεὼν ὁ ὀρθὸς, μάλιστα μὲν
8. χλωρὸς, ἤδη δὲ καὶ ξηρὸς, σὺν ταῖς ῥίζαις ἅμα ἑρπύλλῳ
9. ἑψόμενα τῷ ἐλαίῳ. συνεμβλητέον δὲ αὐτοῖς καὶ ῥίζαν τῆς
10. παρὰ τὰ ὕδατα φυομένης κροκοδειλιάδος τῆς μεγίστης. καὶ
11. αὐτὸν δὲ τὸν περιστερεῶνα καθ’ ἑαυτὸν, εἰ ἀφεψήσας τῷ
12. ἐλαίῳ ἐμβρέχοις τὴν κεφαλὴν, ἰάσῃ πᾶσαν κεφαλαλγίαν χρονίαν
13. ἐπὶ ψύξει γινομένην ἢ ὑπὸ παχέων χυμῶν. τὰ μέγιστα
14. δὲ ὠφελοῦσι καὶ οἱ ὑπὸ τὰς ὑδρίας ὄνοι σὺν τῷ ἐλαίῳ
15. ἑψόμενοι.
16. Μετὰ ταῦτα δὲ
17. ἀποφλεγματισμοὶ διὰ νάπυος ἢ ὑσσώπου μετὰ γλυκέος καθεψημένου
18. ἢ σταφίδος ἀγρίας μετὰ πεπέρεως τετριμμένης
1. καὶ μετὰ μέλιτος ἢ ἐλαίου μεμιγμένου μέλιτι ἢ σταφίδος
2. ἀγρίας καὶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος τριβομένης. τὴν μὲν
3. τῶν ὀνομαζομένων συνήθως τοῖς ἰατροῖς ἀποφλεγματιζόντων
4. φαρμάκων ὕλην ὕστερον ἐρῶ, νυνὶ δὲ τοσοῦτον ἐπισημήνασθαι
5. χρήσιμον, ὡς τὸ βοήθημα τοῦτο φλέγματος ἐνοχλοῦντός
6. ἐστιν ἴαμα, καθάπερ δὴ καὶ αὐτὸ τοὔνομα αὐτοῦ
7. δηλοῖ. ὁ δὲ Ἀρχιγένης θερμὴν καὶ πνευματώδη διάθεσιν
8. ὑπέσχετο θεραπεύειν, οὐ ψυχρὰν καὶ φλεγματώδη. ὠφελοῦνται
9. δὲ ἱκανῶς καταντλούμενοι δάφνης ἀφεψήματι ἢ πηγάνου
10. ἢ πάνακος ἢ κωδειῶν ἢ δαφνίδων. ἰσχυρῶς θερμαίνουσι
11. φαρμάκοις οὐκ οἶδα πῶς κατέλεξε κωδείας ψυχούσας
12. οὐκ ἀγεννῶς, ἐνδειξάμενος ἐν τῇ τοῦ λόγου λέξει τῶν εἰρημένων
13. ἑκάστῳ δύνασθαί τινα χρῆσθαι καθ’ ἑαυτὸ, τάχα δ’
14. ἄν ποτε καὶ μιχθεῖσιν, οὐ μὴν δηλώσας, εἴπερ ἐμβαλεῖν αὐτοῖς
15. τι κελεύει κωδειῶν, ἕνεκα τοῦ μειῶσαί τε καὶ
16. πραῧναι τὴν σφοδρότητα τῶν φαρμάκων ἢ καὶ μόναις ποτὲ
17. χρῆσθαι, ὅπερ ἀρχομένης τε καὶ αὐξανομένης διαθέσεως εὐκαιρότερον
1. ἂν ἐγένετο. χρονιζούσης δὲ οὐ μόνον οὐδὲν ὄφελος,
2. ἀλλὰ καὶ βλαβερώτεραι αἱ κώδιαι τυγχάνουσιν οὖσαι.
3. ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν ἁλῶν πυρία. συνέχεεν ἐνταῦθα πάντα
4. τὸν λόγον ὁ Ἀρχιγένης πυρίας μνημονεύσας διὰ φαρμάκου
5. ξηραίνοντος μὲν οὐ γενναίως, ἔχοντος δέ τι καὶ θερμαντικόν.
6. ἐχρῆν γὰρ αὐτὸν ἐπιστάμενον ὅτι διάθεσιν θερμὴν ὑπετίθετο
7. θεραπεύειν, ἤτοι φυλάττειν ἀεὶ τὴν ἀπ’ αὐτῆς ἔνδειξιν
8. ἢ περὶ τῆς μεταπτώσεως εἰρηκέναι τι καθ’ ἣν ἐν τῷ
9. χρόνῳ τῆς θερμότητος παυσαμένης ἔμφραξις ἢ ἔντασις ἤ
10. τι τοιοῦτον ἐγένετο, τῆς ἐναντίας θεραπείας δεόμενον τῆς
11. καταρχὰς ὁρισθείσης. μετὰ δὲ τὰς καταντλήσεις ἢ πυρίας
12. ὠφελοῦνται, ἐὰν λίνου σπέρμα ῥοδίνῳ ἐπιπάσας ἔρια ῥυπαρὰ
13. ἐξ ὀξυροδίνου θερμὰ περιθεὶς ἐπιδήσῃς. τοῦτο παρηγορικόν
14. ἐστι τὸ βοήθημα, σφοδρῶς ἐνοχλούσης τῆς ὀδύνης
15. μετὰ τοῦ καὶ τὴν ὑποκειμένην διάθεσιν ὠφελεῖν, ὥσθ’ ὅπου
16. βοηθήματα τῆς ἐπιτεταμένης κεφαλαλγίας ἔγραψεν, ἐκεῖ βέλτιον
17. ἦν αὐτῷ καὶ περὶ τῆς πυρίας εἰρῆσθαι. κατὰ δὲ τὸν
1. καιρὸν τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐνέστηκεν, εἰ πυρίαις
2. ἢ καταπλάσμασι χρῆσθαι δόξειεν ἂν, αἱ μὲν πυρίαι διὰ τῶν
3. κέγχρων ἀμείνους· ὡς γὰρ Ἱπποκράτης ἔφη, καὶ κοῦφος καὶ
4. προσηνὴς ὁ κέγχρος ἐστίν· οἱ δ’ ἅλες ἀνιαροὶ διὰ τὸ βάρος
5. εἰσὶ καὶ μάλιστα ἐπὶ τῆς κεφαλῆς.
6. Καταπλάσμασι
7. δὲ χρῶ κριθίνῃ ὠμηλύσει, ἐχούσῃ ἴριν κεκομμένην, ἢ πηγάνου
8. σπέρματι ὁμοίως, ἢ μαράθρου ῥίζῃ ὁμοίως, ἢ τῇ
9. ὠμηλύσει δι’ ὀξυμέλιτος γενομένῃ, ἢ μιγέντος ἀλφίτου καὶ
10. γλήχωνος. καὶ ταῦτα τὰ καταπλάσματα τοῦ δευτέρου καιροῦ
11. τῶν ὑπ’ αὐτοῦ διωρισμένων ἐστὶν, ὃν ἐπιτεινομένης τῆς
12. κεφαλαίας ἔθετο. παρηγορήσει τε γὰρ ἐκείνην καὶ τὴν διάθεσιν
13. ὠφελήσει. ἢ τῷ Νειλέως προσμίξας, καστορίου καὶ
14. ἴριδος δέκατον, σὺν ὄξει καὶ ῥοδίνῳ ἐπιτίθει. τὸ μὲν οὖν
15. τοῦ Νειλέως φάρμακον ἐμπλαστῶδες ἔνδοξον ἱκανῶς ἐστιν
16. ἐκ παλαιοῦ, καὶ διὰ τοῦτο πᾶσι γνώριμον. ἐπαγγέλλεται δὲ
17. τὰ χρονίζοντα λείψανα τῶν ἐν ὑποχονδρίοις φλεγμονῶν ἐκθεραπεύειν.
1. ἀσαφῶς δὲ τὴν πρὸς αὐτῷ μίξιν ὁ Ἀρχιγένης
2. ἔγραψε, τοῦ τε καστορίου καὶ τῆς ἴρεως. ἄδηλον γὰρ εἴτε
3. καθ’ ἕτερον αὐτῶν δέκατον μέρος εἶναι βούλεται τοῦ Νειλιακοῦ
4. μαλάγματος εἴτε συναμφοτέρων. ἄμεινον δέ μοι δοκεῖ
5. μιγνύνειν ἑκατέρου τὸ δέκατον. εἶναι δὲ χρὴ δηλονότι
6. τὸ μὲν καστόριον καὶ τὴν ἴριν ἀκριβῶς λεῖα, μαλαχθέντι
7. δὲ ἐπιμελῶς τοῦ Νειλέως φαρμάκῳ κατὰ βραχὺ μίγνυσθαι
8. διὰ τῶν χειρῶν ταῦτα, μετὰ καὶ τοῦ βρέχειν ἐν μέρει τῷ
9. ῥοδίνῳ καὶ τῷ ὄξει τὰς χεῖρας. ἢ κάρυα πικρὰ λελεπισμένα
10. καὶ πήγανον, ἴριδός τε ὀλίγον μίξας σὺν ὄξει καὶ ῥοδίνῳ
11. μαλαγματῶδες ἐπιτίθει. τὰ τοιαῦτα φάρμακα πολλὰ κατὰ
12. τὸν δεύτερον καιρὸν τῆς προκειμένης διαθέσεως γεγραφότος
13. αὐτοῦ τὴν τῆς δυνάμεως ἐξήγησιν ἐπ’ ἐκείνων ἐποιησάμην.
14. ἢ ἄγνου σπέρμα, Περσαίας χλωρὰ φύλλα καὶ σμύρνης ἴσα
15. σὺν μύρῳ Αἰγυπτίῳ κατάπλασσε τὸ μέτωπον. ἐν Ἀλεξανδρείᾳ
16. μόνῃ τὸ τῆς Περσαίας δένδρον εἶδον, οὐ μὴν ἐν ἄλλῳ
17. γέ τινι τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν. ἔνιοι δὲ Πέρσιον ὀνομάζουσιν
18. αὐτὸ καί φασιν ἐν Πέρσαις ὀλέθριον εἶναι τὸν
1. καρπὸν τοῦ δένδρου τούτου. κατὰ δὲ τὴν τῶν Αἰγυπτίων
2. χώραν ἀβλαβὲς ὑπάρχον. τὸ δὲ Αἰγύπτιον μύρον οὐχ
3. οὕτω μόνον, ἀλλὰ καὶ Μενδήσιον ὀνομάζεται. τινὲς δὲ αὐτὸ
4. καὶ μεγαλεῖον καλεῖσθαί φασιν, ἀπὸ τοῦ συντεθέντος αὐτὸ
5. Μεγάλου τὴν ἐπωνυμίαν ἑκατέραν λαβὸν, ἀπὸ μὲν αὐτοῦ
6. τοῦ κατ’ ἐκεῖνον ὀνόματος ἐν τῇ τῶν καλουμένων παρωνύμων
7. ἰδέᾳ, ἀπὸ δὲ τῆς πατρίδος αὐτοῦ Μενδήσιον. ἔστι δὲ
8. χαλαστικόν τε καὶ ἀνώδυνον. ἢ θεῖον, καστόριον, δάφνιδος
9. ἴσα, μετὰ κηρωτῆς ῥοδίνης ἐμπλάσας ἐπιτίθει κροτάφοις
10. καὶ μετώπῳ. θερμαντικὸν ἱκανῶς ἐστι τὸ φάρμακον τοῦτο
11. ψυχρὰς διαθέσεις ἀνῆναι δυνάμενον. ἢ καστόριον καὶ πευκέδανον
12. ἴσα. παραπλήσιός ἐστι καὶ ἡ τοῦδε τοῦ φαρμάκου
13. δύναμις τῇ προγεγραμμένῃ. ἐπιμενόντων δὲ φλεβοτομίᾳ ἀπὸ
14. ῥινὸς ἢ μετώπου ἢ σικύαις κατὰ τοῦ ἰνίου χρῶ. αἱ μὲν ἀπὸ
15. τῶν πεπονθότων μορίων ἀφαιρέσεις τοῦ αἵματος ἐπὶ τῶν
16. χρονιζόντων παθῶν ἁρμόττειν ὡμολόγηνται σχεδὸν ἅπασι
17. τοῖς ἰατροῖς. αἱ δὲ κατ’ ἰνίου σικύαι τῶν ἀντισπαστικῶν
18. εἰσι βοηθημάτων, ἐφ’ ὧν ἀποτρέψαι τοὺς ἐπ’ ὀφθαλμοὺς
1. ἢ ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς εἰθισμένους χυμοὺς
2. φέρεσθαι ἐγχειροῦμεν. ἢ πταρμικῷ τινι διάσεισον, στραγγάλην
3. περιθεὶς καὶ τὸ πνεῦμα κελεύσας κατασχεῖν. τὴν ἐκ τοῦδε
4. τοῦ βοηθήματος ὠφέλειαν ἐδήλωσε προσθεὶς τῷ λόγῳ τὸ
5. διάσεισον. ἐκ δὲ τοῦ βρόχον περιθεῖναι τῷ τραχήλῳ νομίζει
6. σφοδροτέραν ἔσεσθαι τὴν διάθεσιν. ἢ διὰ ῥινὸς κάθηρον.
7. τοῦτο προειπὼν ἐφεξῆς καταλέγει τὰ διὰ ῥινῶν καθαίροντα,
8. περὶ ὧν ἐγὼ ποιήσομαι τὸν λόγον, ὥσπερ καὶ περὶ τῶν
9. ἀποφλεγματιζόντων, ὅταν ὁ τῶν τῇ κεφαλῇ προσφερομένων
10. φαρμάκων λόγος συμπληρωθῇ. σφόδρα δὲ χρονισάντων σινάπιζε
11. τὴν κεφαλὴν, ὡς ἔθος, καὶ διάκαιε πάντων τῶν ἐπιπλεῖστον
12. χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα,
13. τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην
14. θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι, τῶν μὲν
15. πρώτων ἐπ’ αὐτὴν ἀφικομένων ἰατρῶν οὐκ οἶδα τίνι λογισμῷ
16. χρησαμένων. ἐγὼ δὲ ἐφ’ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ
17. καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶν αὐτὴ καθ’ ἑαυτὴν
1. ἢ διὰ ψυχρότητα χυμῶν τοιούτων γεγενημένη, τὰ διὰ νάπυος
2. καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα.
3. ταῖς δὲ θερμαῖς καὶ ξηραῖς οὐ προσφέρω. τοῖς μέντοι μὴ
4. δυναμένοις γνωρίζειν τὰς διαθέσεις ἡ καταφυγὴ, καθάπερ
5. ἐπὶ τὴν καλουμένην ἱερὰν ἄγκυραν, εἰς τὰ τοιαῦτα γίνεται
6. φάρμακα καὶ διὰ τοῦτο πολλάκις ἀνύουσι τὸ δέον, ὅτι τοῖς
7. πλείστοις τῶν ἀνθρώπων αἱ τοιαῦται διαθέσεις ἐνοχλοῦσι
8. μοχθηρῶς διαιτωμένοις.
9.
10. Ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων ἴριδι ξηρᾷ καὶ
11. ἄγνου φύλλοις, ἐν ὄξει καὶ ῥοδίνῳ χρῶ. ἢ σελίνου κόμαις
12. ἑφθαῖς ἐν οἴνῳ κατάπλασσε· ἢ γλήχωνι μετ’ οἴνου ὁμοίως·
13. ἢ Μενδησίῳ μύρῳ κατάβρεχε ἰδίᾳ ἢ μετὰ χηνείου στέατος·
14. ἢ σμύρνῃ μετὰ οἴνου Μενδησίου ἔμπλασσε· ἢ πηγάνου φύλλα,
15. δαφνίδας, ἄγνον, λεύκης καρπὸν, ἴσα λεῖα μετ’ ὀξελαίου
16. χλιάνας ἔμβρεχε. τὰ δὲ ἀμέθυστα τοιαῦτα ἂν εἴη, ἀψίνθιον
17. πρωῒ νῆστιν πότιζε. ἢ μυρσίνης ἄνθος καὶ σμύρναν καὶ πήγανον
18. λεῖα μεθ’ ὕδατος. ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων
1. αὐτάρκως εἴρηταί μοι τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα
2. σκοπουμένῳ. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν
3. ἄλλη ῥῆσίς ἐστι τῶν ἀπὸ στομάχου κεφαλαλγούντων, ὑπὲρ
4. ἧς ἤδη λέλεκται.
5. [Τοῦ αὐτοῦ Ἀρχιγένους περίαπτα πρὸς κεφαλαλγίαν.
6. Ἐπειδὴ δὲ καὶ περίαπτα τοῖς κεφαλαλγοῦσιν ἔγραψεν
7. ὁ Ἀρχιγένης, ὅσα μὲν οὐδένα λόγον ἰατρικὸν ἔχει τοῖς
8. πείρᾳ κεκρικόσι, ταῦτα παραλείπω, κατά τινα θαυμαστὴν
9. ἀντιπάθειαν ἄγνωστον ἀνθρώπῳ φάσκουσιν ἐνεργεῖν, ὅσα δὲ
10. λόγον ἰατρικὸν ἔχει τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐκλέξας
11. ἐρῶ μόνα, κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, καθάπερ ἄχρι
12. δεῦρο περὶ τῶν φαρμάκων ἔπραξα. πολυγόνου πλέξας δύο
13. κλωνία στεφάνωσον. ὅτι τὸ πολύγονον ἁρμόττει ταῖς θερμαῖς
14. καὶ πνευματώδεσι κεφαλαλγίαις αὐτὸς ἔμπροσθεν εἶπεν.
15. οὐδὲν οὖν θαυμαστὸν ἐπὶ τοιούτων αὐτὸ πολλάκις
16. ὠφεληκέναι. καὶ γὰρ συνεχῶς αὗται συμβαίνουσι δι’ ἔγκαυσίν
17. τε καὶ μέθην. τὸ δὲ δύο δεῖν εἶναι πάντως τὰ κλωνία
1. προσέῤῥιπται τοῖς βουλομένοις τὴν ὠφέλειαν ἀπὸ τοῦ πολυγόνου
2. κατὰ ἀντιπάθειαν ἄγνωστον, οὐ κατὰ τὴν κρᾶσιν
3. αὐτοῦ γίνεσθαι. ἢ κιχώριον, τὸ Ῥωμαϊστὶ καλούμενον ἴντυβον
4. λάχανον, ἐπιτίθει τῇ τοῦ πάσχοντος κεφαλῇ, καὶ μάλιστα
5. ἐὰν ἀπὸ ἐγκαύσεως ἀλγῇ. ἐγὼ δὲ καὶ προσθήσω, κᾄν ἀπὸ
6. μέθης. οὕτω γὰρ ὠφελοῦσι καὶ οἱ ῥόδινοι στέφανοι καὶ τούτους
7. οὖν ἔξεστι γράφειν τῷ βουληθέντι καὶ προστιθέντι
8. τὸν ἀριθμὸν οὗ ἂν βουληθῇ καὶ φάσκοντι τὸν ἐκ τοσῶνδε
9. ῥόδων πεπλεγμένον στέφανον ἰᾶσθαι τὴν κεφαλήν. ἐφεξῆς
10. καλλιτρίχῳ στέφειν ἀξιοῖ τὴν κεφαλὴν, ὅ τινες ὀνομάζουσι,
11. φησὶ, τριχομανές. ἐγὼ δὲ οἶδα τοὺς περὶ βοτανῶν γράψαντας
12. ἀδίαντον μᾶλλον ὀνομάζοντας τὸ καλλίτριχον τοῦ τριχομανοῦς.
13. εἶτα μετ’ ὀλίγον τῇ φιλανθρωπείῳ βοτάνῃ στέφεσθαι
14. κελεύει καὶ φοίνικος ἄῤῥενος σεβενίῳ. καὶ μετὰ ταῦτα
15. κατὰ λέξιν οὕτω γράφει· ἢ ἀντικρὺς τοῦ ἡλίου στήσας τὸν
16. κεφαλαλγοῦντα ἔα μέχρι παύσεται τοῦ πόνου. ἐν τῷ τῶν
17. περιάπτων καταλόγῳ καὶ τοῦτο ὑπ’ αὐτοῦ γέγραπται, τὴν
18. μὲν ἐκ καταψύξεως ἀλγοῦσαν κεφαλὴν ὠφελῆσαι δυνάμενον,
1. ἐὰν μήτε πληθωρικὸς εἴη ὁ ἄνθρωπος μήτε ἠπεπτηκὼς ἤ
2. τινα χυμὸν μοχθηρὸν ἐν τῇ γαστρὶ καὶ μάλιστα κατὰ τὸ
3. κύτος αὐτῆς ἔχοι. τὰς δὲ θερμὰς κεφαλαλγίας, ὧν εἰσι καὶ
4. αἱ δι’ ἔγκαυσιν καὶ μέθην, οὐ μικρὰ βλάψει. παραπλήσια
5. τούτοις ἐφεξῆς γράψας ἐπὶ χαμαίμηλον ἧκεν, οὗ πεῖραν ἔχομεν
6. ὠφελοῦντος κεφαλαλγίαν, ἐὰν αὐτῷ τις, ὡς ἔμπροσθεν
7. ἐῤῥέθη, δύναιτο χρῆσθαι. καλεῖ δὲ ὁ Ἀρχιγένης ἀνθεμίδα τὴν
8. πόαν, ὥσπερ καὶ ἄλλοι πολλοὶ, καί φησι τὸ μὲν ἄνθος αὐτῆς
9. τριβόμενον καὶ ὀσφραινόμενον ὠφελεῖν, τὰ δὲ φύλλα
10. βλάπτειν ἄκρως. ἀπαλλάσσει κεφαλαλγίαν περιστερεὼν βοτάνη,
11. ἥν τινες ἱερὰν καλοῦσι, καὶ στεφομένη καὶ καταχριομένη
12. μετ’ ὄξους καὶ ῥοδίνου. τοῦτο ἐχρῆν αὐτὸν βοήθημα
13. μὴ νῦν ἐν τοῖς περιάπτοις, ἀλλ’ ἔμπροσθεν ἐν τοῖς φαρμακευτικοῖς,
14. εἴπερ οὕτως αὐτὸ θαῤῥεῖ διὰ μακρᾶς πείρας ἐξητακὼς
15. γεγραφέναι. ἢ χελώνης λιμναίας, ἥν τινες ἀμύδα καλοῦσιν,
16. αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα. καὶ τοῦτο εἴπερ ἀληθές
17. ἐστιν, ἐχρῆν ἐν τοῖς φαρμάκοις αὐτὸ μετὰ διορισμοῦ
1. γεγράφθαι, πλὴν εἰ μὴ τοῦτό φησιν, ὡς ἅπασαν ὀνίνησι
2. κεφαλαλγίαν κατὰ πάντα καιρόν. οὕτω γὰρ αὐτῷ καὶ ἡμεῖς
3. ἀντιπάθειαν αὐτῷ μαρτυρήσομεν, οὐκ ἐνέργειαν ἧς ἔχει κράσεως.
4. ὁπότε οὖν ἐπλήρωσε τὸν περὶ τῶν περιάπτων λόγον,
5. ἐφεξῆς ἔγραψε ταῦτα.
6. Περὶ δὲ τῶν ἐπὶ τῇ κεφαλῇ γινομένων
8. τραυμάτων ἐφεξῆς ῥηθήσεται. μικρᾶς δὲ διαιρέσεως
9. γινομένης, ἔνιοι σμύρναν ὄξει τρίψαντες ἢ ἀλόην μετὰ μοτῶν
10. ἐπιτιθέασι, καὶ κολλᾷ καὶ ἀφλέγμαντα τηρεῖ θαυμαστῶς.
11. ἐπὶ δὲ τῶν δίχα διαιρέσεως γινομένων περὶ τὴν κεφαλὴν
12. θλασμάτων, ποιεῖ καὶ ἄλφιτα ἐπιτιθέμενα. ἔτι δὲ
13. οἴσυπος καὶ τὰ οἰσυπηρὰ ἔρια ὁμοίως. ἄλλο. ἰδιαίτερον δὲ
14. σεμίδαλιν μεθ’ ὕδατος κατάπλασσε. ἄλλο. ἢ ὀρίγανον μετὰ
15. ἀλφίτου. ταῦτα δὲ ὅτι μέν ἐστι χρήσιμα ἐγνῶσθαι τί δεῖ
16. καὶ λέγειν. ἑτέρας δὲ πραγματείας ἐστὶν οἰκεῖα, πλὴν ἢ τοῖς
17. διὰ τοιαύτην αἰτίαν κεφαλαλγοῦσιν ἐπιτήδεια νομίζων ὑπάρχειν
1. αὐτὰ γέγραφεν, ἢ ὡς θεραπεῦσαι τὰς ἐπιγινομένας φλεγμονὰς
2. ἢ ὡς κωλῦσαι δυνάμενα. καὶ μέντοι καὶ κατὰ ἔνια
3. τῶν ἀντιγράφων οὐδ’ ὅλως φέρεται ταῦτα, καθάπερ
4. ἐν ἄλλοις, ἔτι καὶ πλείω τούτων ὡδί πως ἔχοντα. ἐπὶ δὲ
5. τῶν γενομένων περὶ τὴν κεφαλὴν τραυμάτων ἐπί τε τῶν
6. συμμέτρων ἢ μὴ πάντως ἰατροῦ νομίμου δεομένων, ἐφ’ ὧν
7. μὲν οὐκ ἔστι ψίλωσις αὐτόθεν, ξυρήσαντες καὶ ἀγκτηριάσαντες,
8. κολλητικαῖς ταῖς διὰ πείρας χρησόμεθα. καλῶς κολλᾷ
9. μήνιγγα τετρωμένην καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευρον
10. κέγχρινον ξηρὸν ἐπιπασσόμενον. ἔπειτα βούτυρον καὶ
11. ῥόδινον καὶ στέαρ ὕειον παλαιὸν μίξαντα καὶ χλιάναντα
12. ἐπιχεῖν αὐτό. ἐφ’ ὧν δὲ γύμνωσίς ἐστιν ὀστέου, ἐπιδιελόντες
13. τὸ περικράνιον ξύσομεν τὸ ὀστέον καὶ κατὰ θῆξιν, ὡς εἰ
14. μηδὲ ἐψίλωτο θεραπεύσομεν. εἰ δὲ μὴ κρατήσαιεν αἱ ῥαφαὶ
15. τό τε κατὰ συσσάρκωσιν, ὥσπερ καὶ τῶν λοιπῶν τραυμάτων
16. ἐπιμελησόμεθα. τεθήσεται δὲ ἡ ἀγωγὴ ἐν ἰδίῳ τόπῳ. ἐφ’ ὧν
17. δὲ τραυμάτων ἢ διὰ μικρότητα ἢ ἄλλως οὐκ ἔνεστι ῥαφαῖς
1. χρῆσθαι, τιλμάτιον μετ’ ὀξελαίου ἐπιτίθει ἢ μετὰ χυλοῦ μυρσίνης
2. ἢ σχίνου ἢ βάτου ἢ κονύζης τῆς λεπτοφύλλου, μίσγων
3. τινὶ αὐτῶν μέλιτος ὀλίγον, βρέχων τὸ τίλμα ἐπιτίθει. κατάπλασσε
4. δὲ τῶν εἰρημένων τινὰ φύλλοις, ἢ σπόγγον καινὸν
5. ἐν ὀξελαίῳ δεύσας ἐπίθες, ἢ ῥυπαρὸν ἔριον ὁμοίως. προστίθει
6. δὲ ἐπ’ αὐτὸ τὸ τραῦμα κράμβης φύλλα. ἢ ἄλφιτα ὄξει
7. πεφυρημένα ἰδίᾳ κατάπλασσε ἢ μετὰ κράμβης φύλλων τετριμμένων.
8. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε περὶ κεφαλαλγίας
9. ἅμα διορισμοῖς τισιν, ὡς καὶ ὁ Ἀπολλώνιος. Ἀσκληπιάδης
10. δὲ ποικίλα μὲν ἔγραψε φάρμακα, διορισμοὺς δὲ αὐτοῖς οὐ
11. πάνυ τι προσέθηκεν ἀπὸ τῶν διαθέσεων ἀλλ’ ἢ μόνον ἐπὶ
12. τῶν ἀρχομένων τε καὶ χρονίων καὶ τοῦτ’ ἐποίησεν, οὐκ ἐπὶ
13. πολλῶν, ἀλλ’ ἐπί τε τοῦ πρώτου καὶ τῶν τελευταίων δυοῖν.
14. τὰ μὲν οὖν τελευταῖα πιστεύσειεν ἄν τις ἐπὶ τῶν χρονίων
15. ἐνεργεῖν, ἐξ ἰσχυρῶν τῶν ἁπλῶν φαρμάκων συγκείμενα. τὸ
16. δὲ πρῶτον ἴσως διὰ τοῦτο μόνον ἄν τις εἰς χρείαν ἀγάγοι
17. τοιαύτην, ὅτι τὸν τῆς μήκωνος ὀπὸν οὐκ ὀλίγον ἔχει. τὰ δὲ
1. τοιαῦτα μεμαθήκαμεν οὐ τῷ τὰς διαθέσεις ὠφελεῖν, ἀλλὰ
2. τῷ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦν, τὰς ὀδύνας εἰωθότα
3. πραΰνειν. ἐφεξῆς οὖν καὶ ταῦτα πάντα γραφήσεται.
4. Πρὸς τὰς προσφάτους
6. κεφαλαλγίας ἐμβροχὴ, ᾗ ἐχρήσατο Νικομήδης. ♃ πηγάνου
7. τῶν φύλλων 𐅻 β΄. ἡδυόσμου 𐅻 β΄. πευκεδάνου 𐅻 δ΄.
8. ἴρεως 𐅻 β΄. ὠκίμου σπέρματος 𐅻 η΄. μήκωνος μελαίνης
9. σπέρματος 𐅻 α΄, οἱ δὲ 𐅻 η΄. ὀξυκράτου 𐆂ο β΄. ἕψε εἰς
10. τὸ ἥμισυ καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ συνεχῶς
11. ἔμβρεχε τὴν κεφαλήν. ἄλλο ᾧ ἐχρήσατο Χαρικλῆς.
12. ♃ ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 β΄. λύγου ἄνθους
13. 𐅻 β΄. πευκεδάνου ῥίζης 𐅻 β΄. ἡδυόσμου χλωρᾶς ἢ ξηρᾶς
14. 𐅻 β΄. πηγάνου ἀκρεμόνων 𐅻 β΄. δαφνίδων κεκαθαρμένων
15. 𐅻 β΄. ἑρπύλλου 𐅻 β΄. σφονδυλίου 𐅻 β΄. καστορίου δραχμὰς
16. β΄. ῥόδων χλωρῶν ἢ ξηρῶν δραχμὰς δ΄. ὄξους 𐆂ο β΄.
17. ῥοδίνου τὸ ἀρκοῦν, σκεύαζε καὶ χρῶ καθὰ προείρηται.
1. ♃ Ὀποῦ
3. πευκεδάνου 𐅻 στ΄. ὀποῦ μήκωνος 𐅻 δ΄. κρόκου 𐅻 δ΄.
4. σμύρνης 𐅻 δ΄. σκαμμωνίας 𐅻 δ΄. ἅπαντα λεάνας μετ’ ὄξους
5. ἀνάπλαττε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει
6. ἀνιὼν μετ’ ὄξους ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου
7. ἀρξάμενος καὶ ἐπὶ τὸν ἕτερον καταλήγων. ἐπὶ δὲ τῶν πυρεσσόντων
8. ὕδατι χρώμενος κατάχριε. ὡς δὲ Ἀλέξανδρος ἐχρήσατο,
9. ἔχει οὕτως. ♃ πευκεδάνου ῥίζης ἢ τοῦ ὀποῦ 𐅻 α΄.
10. κρόκου 𐅻 α΄. σμύρνης 𐅻 α΄. ὀπίου 𐅻 α΄. ὄξει ἀναλάμβανε
11. καὶ ποίει τροχίσκους, ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε
12. τοὺς ἐν αἰσθήσει τόπους. ἄλλο. Ἀντιγόνου ἐν στρατοπέδῳ
13. ἐπισήμως ἰατρεύσαντος. ♃ δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων
14. 𐅻 δ΄. σκαμμωνίας 𐅻 δ΄. ὀποῦ μήκωνος 𐅻 δ΄. σελίνου
15. σπέρματος 𐅻 η΄. κρόκου 𐅻 η΄. σμύρνης 𐅻 δ΄. ὀμφακίνου
16. 𐅻 δ΄. ἑρπύλλου 𐅻 η΄. ὄξους τὸ αὔταρκες. σκεύαζε
17. καὶ χρῶ καθὰ προείρηται.
1.
2. ♃ Ἰρίνου μύρου πιέσματος, πευκεδάνου, καστορίου
3. ἀνὰ μέρος α΄. δαφνίδων μέρη β΄. ἄγνου σπέρματος μέρη β΄.
4. ῥόδων ξηρῶν μέρη β΄. πηγάνου ἀκρεμόνων μέρη δ΄. ὄξει
5. ἀναλύσας, ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.
6. ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας καὶ ξυρήσας τὰς τρίχας ἐπιτίθει
7. καθ’ ὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας φύλαττε
8. μέχρι τῆς ἐπιούσης ἡμέρας καὶ πάλιν ἐπιτίθει. ἄλλο
9. σφόδρα καλόν. ♃ ἀμυγδάλων πικρῶν, λύγου ἄνθους, πευκεδάνου
10. ῥίζης, ἡδυόσμου χλωροῦ, πηγάνου ἀκρεμόνων, δαφνίδων,
11. ἑρπύλλου, σφονδυλίου, καστορίου, ἀνὰ μέρος α΄.
12. ῥόδων μέρη δύο, σκεύαζε καὶ χρῶ, καθάπερ εἴρηται. ἐφεξῆς
13. τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀρχιγένης καὶ ὁ Ἀπολλώνιος
14. καὶ ὁ Ἀσκληπιάδης φάρμακα τὰ μὲν διὰ στόματος,
15. τὰ δὲ διὰ ῥινὸς καθαίροντα τὴν κεφαλήν. ἔστι δὲ τὰ μὲν
16. ὑπ’ Ἀρχιγένους γεγραμμένα κατ’ αὐτὴν τὴν ἐκείνου λέξιν
17. τάδε.
1.
2. Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ἢ
3. ὑσσώπου, μετὰ γλυκέος καθεψημένου, ἢ σταφίδος μετὰ πεπέρεως
4. τετριμμένης, ἢ μέλιτος ἐλαίῳ μεμιγμένου, ἢ σταφίδος
5. ἀγρίας κατ’ ἰδίαν ἢ μετὰ μέλιτος τετριμμένης. ταῦτα μὲν
6. ὁ Ἀρχιγένης ἔγραψεν ἐν τοῖς τῶν κεφαλαλγικῶν ἰάμασιν· ὁ
7. δὲ Ἀπολλώνιος ἐν τοῖς πρὸς τὰ τῶν ὀδόντων ἀλγήματα
8. κατὰ τὸ πρῶτον τῶν εὐπορίστων ὡδί πως ἔγραψεν αὐτῇ
9. λέξει. πρὸς ὀδονταλγίαν ἔγχυτα εἰς τὴν ῥῖνα. τεύτλου ῥίζης
10. τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα καὶ
11. λύει τοὺς πόνους τῶν ὀδόντων. ἄλλο. ♃ κυμίνου ὅσον τοῖς
12. τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου ἀγρίου
13. τὸ ἐντὸς ὅσον διπλάσιον τρίψας καὶ γάλακτι γυναικείῳ μίξας
14. ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυκτήρων,
15. εἶθ’ οὕτω κέλευσον ἀνασπᾷν, ἐφ’ ὅσον ἄν τις διέλθοι
16. στάδια ε΄. εἶτα ἐκμύξασθαι. τὸ φάρμακον τοῦτο καὶ
17. πρὸς ὠταλγίαν ποιεῖ. ὁ δ’ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν
18. ἐκτὸς οὕτως ἔγραψε κατὰ λέξιν· Ἀσκληπιάδης περὶ ἐῤῥίνων
1. καὶ πταρμικῶν καὶ ἀποφλεγματισμῶν. κεφαλῆς καθαρτικὰ
2. ἔῤῥινα. ποιεῖ δὲ καὶ τοῖς ὑπὸ χρονίου ὀφθαλμίας ἐνοχλουμένοις,
3. ποιεῖ καὶ τοῖς ἐπιληπτικοῖς καὶ ἄγει πολλὴν ὑγρασίαν.
4. ♃ μελανθίου 𐅻 η΄. ἁλὸς ἀμμωνιακοῦ 𐅻 α΄.
5. ἐλατηρίου 𐅻 α΄. τρίψας καὶ λειότατα ποιήσας ἀναλάμβανε
6. σικυωνίῳ ἐλαίῳ ἢ μύρῳ ἰρίνῳ ἢ κυπρίνῳ, ὥστε κηρωτῆς
7. ὑγρᾶς ἔχειν τὸ πάχος καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην
8. χρῶ, ὑποχρίων τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο
9. ὥστε ἀλύπως καθαίρειν ἄπονον ποιεῖ παραχρῆμα. ♃ κυκλαμίνου
10. ξηρᾶς δραχμὰς η΄. ἴρεως ξηρᾶς 𐅻 β΄. νίτρου ἐρυθροῦ
11. δραχμὴν μίαν, αὐτὸς ἐλατηρίῳ ἐχρησάμην, τρίψας ἐπιμελῶς,
12. ἐμφύσας διὰ καλαμίδος παραινῶν ἄνω ἀνασπᾷν, ἔπειτα δὲ
13. κάτω νεύειν, ὥστε τὸ συναγόμενον ὑγρὸν ἀποῤῥεῖν. τούτων
14. ἐφεξῆς ὁ Ἀσκληπιάδης ἔγραψεν αὐτοῖς ὀνόμασι τάδε. περὶ
15. πταρμικῶν. πταρμικὰ κεφαλὴν καθαίροντα Ἡρακλείδου Ταραντίνου.
16. ♃ κυμίνου Αἰθιοπικοῦ, πεπέρεως λευκοῦ, στρουθίου,
17. καστορίου, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου
1. εἰς πυξίδα χαλκῆν, ἐν δὲ τῇ χρήσει σαλεύων τὴν πυξίδα,
2. ἀναπωμάσας πρόσφερε τῇ ῥινὶ καὶ ἢ τῷ δακτύλῳ παράπτου
3. ἢ διὰ καλαμίδος ἐμφύσα. ἄλλο. ♃ ζιγγιβέρεως δραχμὰς
4. β΄. στρουθίου 𐅻 β΄. πεπέρεως λευκοῦ δραχμὴν μίαν,
5. κασσίας δραχμὴν μίαν, χρῶ καθὰ προείρηται. χρονικῆς κεφαλαλγίας
6. πταρμικὰ Πτολεμαίου ποιεῖ σκοτωματικοῖς, ἐπιληπτικοῖς.
7. ♃ ἐλλεβόρου λευκοῦ δραχμὰς δ΄. ἐν ἄλλῳ α΄. σικύου
8. ἀγρίου ῥίζης δραχμὴν μίαν, στρουθίου 𐅻 α΄. νίτρου ἐρυθροῦ
9. δραχμὴν μίαν, καστορίου 𐅻 α΄. πεπέρεως λευκοῦ 𐅻 α΄.
10. χρῶ καθὰ προείρηται. ἄλλο. ♃ ἐλλεβόρου λευκοῦ, σικύου
11. ἀγρίου ῥίζης, στρουθίου ἀνὰ μέρη β΄. καστορίου, ἀκόρου,
12. νίτρου ἐρυθροῦ, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ μέρος α΄. εὐφορβίου
13. μέρος α΄. λείοις χρῶ καθὰ προείρηται. μετὰ τὴν τῶν
14. πταρμικῶν γραφὴν προγεγραμμένων ὁ Ἀσκληπιάδης ἔγραψεν
15. ὡδί πως. διαμασήματα κεφαλῆς καθαρτικὰ ἄγει πολλὴν
16. ὑγρασίαν. ♃ πεπέρεως λευκοῦ δραχμὰς β΄. σταφίδος
17. ἀγρίας δραχμὰς β΄. κασσίας 𐅻 β΄. ἀναλάμβανε σταφίδι χωρὶς
18. τῶν γιγάρτων ἢ σύκων λιπαρῶν τῇ σαρκὶ καὶ δίδου διαμασᾶσθαι.
1. δεῖ δὲ διαμασώμενον κάτω νεύειν καὶ κεχηνέναι
2. ἐκ διαλειμμάτων, ὥστε τὸ συλλεγόμενον ὑγρὸν ἀποῤῥεῖν.
3. δεῖ δὲ μετὰ ταῦτα ἐν τῷ στόματι ὕδωρ θερμὸν διακρατεῖν.
4. δήξεως δὲ πολλῆς γενομένης δοτέον διακατέχειν.
5. ἄλλο. ♃ σταφίδος ἀγρίας, πυρέθρου, πεπέρεως λευκοῦ, ὑσσώπου,
6. καρδαμώμου, ἑκάστου τὸ ἴσον, ἀλφίτων τὸ διπλοῦν,
7. ὕδατι φυράσας, χρῶ καθὰ προείρηται. τῶν ἐφεξῆς γεγραμμένων
8. φαρμάκων ἐνίοις μὲν εἶδον τοὺς διδασκάλους χρωμένους,
9. ἐνίοις δὲ φίλους, ἔνια δὲ καὶ αὐτὸς εἰς χρῆσιν ἤγαγον,
10. ὡς διὰ πείρας πολλῆς βασανίσαι τὴν ἐπαγγελίαν αὐτῶν. ἔστι
11. δὲ τὰ ὑπογεγραμμένα. σικύων ἀγρίων φύλλων χυλὸς ἐγχεῖται
12. ταῖς ῥισὶν, αὐτός τε καθ’ ἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψήματος
13. ἢ χυλοῦ. ἄλλο. σμύρναν μέλιτι ἑψήσας ἔγχει ταῖς
14. ῥισίν. ἄλλο. ♃ ἀλόης, νίτρου, μελανθίου ἴσα μετ’ ἐλαίου
15. παλαιοῦ, ὥστε γενέσθαι γλοιῶδες. ἄλλο διαμασώμενον. ♃
16. νίτρου γο στ΄. ἀνίσου γο δ΄. σταφίδος ἀγρίας γο γ΄. δάφνης
17. φύλλα χλωρὰ καὶ σταφίδος ἡμέρου ἐκγιγαρτισμένης ἴσα ἀναλάμβανε,
1. ἐκ τούτου τοῦ μίγματος ποίει τροχίσκους ἐκ τριῶν
2. δραχμῶν, ὡς ἕκαστον αὐτῶν μασᾶσθαι τῆς χρείας καλούσης.
3. ἄλλο ἔῤῥινον. ♃ εὐφορβίου 𐅻 S". θαψίας 𐅻 α΄.
4. ἴρεως 𐅻 α΄. μέλιτος ἑφθοῦ 𐅻 α΄ S". τεύτλου ῥίζης χυλοῦ
5. τὸ ἀρκοῦν. ἐκ τούτου λαμβάνων κέγχρου μέγεθος ἀνιεὶς
6. ὕδατι, μήλῃ ἀναλαμβάνων ἔγχει τοῖς μυκτῆρσιν. ἄλλο ἔῤῥινον.
7. κυκλαμίνου χυλοῦ κύαθοι β΄. κισσοῦ φύλλων χυλοῦ κύαθος
8. εἷς, πευκεδάνου ὀβολὸς α΄. ἐλατηρίου ὀβολὸς α΄. ἐν ὑελίνῳ
9. ἀγγείῳ ἀποτίθενται, ἀναλυομένων ἐπὶ τῆς χρείας γάλακτι
10. γυναικείῳ, ἔγχει ταῖς ῥισίν. ἄλλο. ♃ σμύρνης γο δ΄. εὐφορβίου
11. γο δ΄. πεπέρεως λευκοῦ κόκκους κε΄. προδιαλύσας ὕδατι
12. τὴν σμύρναν καὶ τὸ εὐφόρβιον μῖξον λεῖον τὸ πέπερι καὶ
13. πρόσβαλλε ἐλαίῳ γλευκίνῳ γο στ΄. καὶ οὕτω χρῶ. ἄλλο ἔῤῥινον
14. ἀποφλεγματίζον διὰ στόματος ἱκανῶς. ♃ ἐλαίου κοινοῦ
15. 𐆅 β΄. σάπωνος λίτραν α΄. φρυκτῆς λίτραν α΄ S". ὀποπάνακος
16. γο α΄. ἀγχούσῃ χρῶσον, καὶ χρῶ προπληρώσας ὕδατι
17. τὸ στόμα. ἄλλο διάχριστον στόματος. σάπωνα διεὶς τεύτλου
1. χυλῷ, χρῖσον τὰ κατὰ τὸν οὐρανίσκον καὶ τὸν κίονα τοῦ
2. στόματος. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἔῤῥινόν ἐστι.
3. ἀποφλεγματισμοί. Σταφὶς
5. ἀγρία διαμασωμένη καὶ ἰδίᾳ καὶ μετὰ γλήχωνος. ἄλλο. ♃
6. σταφίδος ἀγρίας καὶ ὀριγάνου ἀνὰ ὀξύβαφον, νίτρου 𐅻 β΄.
7. λεῖα δίδου κοχλιαρίου πλῆθος διαμασᾶσθαι ἕως ἂν πληρωθῇ
8. τὸ στόμα, εἶτα χανὼν ἐάτω ῥεῖν. ἄλλο. ♃ ὀριγάνου
9. γο δ΄. ὑσσώπου 𐅻 δ΄. σταφίδος ἀγρίας 𐅻 δ΄. ἀφρονίτρου
10. 𐅻 β΄. σινήπεως 𐅻 β΄. πυρέθρου 𐅻 γ΄. λεάνας χρῶ. ἄλλο.
11. ♃ σινήπεως μέρος α΄. σταφίδος ἀγρίας μέρος α΄. κόψας χρῶ.
12. τούτῳ οἱ φαρμακοπῶλαι χρῶνται. ἄλλο. ♃ ὑσσώπου, θύμου,
13. ὀριγάνου καὶ ἰδίᾳ καὶ ὁμοῦ χρῶ. ἄλλο. κολοκυνθίδος
14. τὸ ἐντὸς ἐν ὄξει ἑψημένον πλείονα χρόνον ἐν τῷ στόματι
15. κρατουμένου τοῦ ὑγροῦ ἢ ἐν οἴνῳ ἀποβραχείσης κολοκυνθίδος
16. πλείονα χρόνον. ἄλλο. σκόροδα μετ’ εὐζώμου σπέρματος
17. καὶ νίτρου. ἄλλο. ♃ σταφίδος ἀγρίας 𐅻 ζ΄. πυρέθρου
1. 𐅻 δ΄. ὑσσώπου 𐅻 α΄. κόψας, ἀνάπλασσε κυκλίσκους
2. ἀνὰ 𐅻 α΄. καὶ δίδου διαμασᾶσθαι.
3. Ἔῤῥινον ἐκκρίνει διὰ ῥινῶν καὶ
5. στόματος. μὴ ξενισθῇς δὲ ἐὰν ἀναθερμάνῃ ἢ τραχύνῃ τὴν
6. ὑπερώαν· μετασυγκρίνει γάρ. ♃ σταφίδος ἀγρίας 𐅻 α΄. μελανθίου
7. 𐅻 γ΄. λεάνας μετ’ ὄξους, ὡς γλοιοῦ ὑγρότερον εἶναι,
8. ἐγχυμάτιζε τὰς ῥῖνας ἐπὶ ἡμέρας ε΄, ἕως ἐκκαθαρθῇ. ποίει
9. δὲ παρ’ ἡμέραν. ἄλλο. ♃ κισσοῦ φύλλα δέκα, δάφνης φύλλα
10. δέκα, τρῖβε μετ’ ἐλαίου ἕως γλοιῶδες γένηται καὶ παράσταζε
11. ταῖς ῥισὶν ὁμοίως. ἄλλο. ἄκρως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ
12. ἐλατήριον ἐμφυσώμενον εἰς τὰς ῥῖνας. δεῖ μέντοι ἀβλαβῶς
13. αὐτὸ βουλόμενον ποιεῖν ἐμβιβάζειν εἰς ἔμβασιν θερμοῦ καὶ
14. οὕτως ὅλου βαπτιζομένου τοῦ σώματος, πλὴν τοῦ προσώπου,
15. ἐμφυσᾷν τὸ ἐλατήριον. ἄγει γὰρ χολὴν δαψιλῆ διὰ μυξωτήρων.
16. ἄλλο. ἐλατηρίου ἡλίκον ὄροβον διεὶς γυναικείῳ
17. γάλακτι, ἔγχεον εἰς τοὺς μυκτῆρας, καὶ ἐπὰν· γένηται ἡ κάθαρσις,
1. κάθιζε εἰς μακρὰν καὶ ἀπόνιπτε καὶ διαίτῃ
2. ἀναλάμβανε.
3.
4. Ὧν πεῖραν ἔχον Αἰνείου χρωμένου, παρ’ οὗ
5. καὶ τὰς γραφὰς ἔλαβον. ἔῤῥινον ἀποφλεγματίζον. ♃ σάπωνος
6. λίτρας στ΄. στέατος αἰγείου λίτραν α΄. κηροῦ λίτρας γ΄.
7. πίσσης ξηρᾶς γο δ΄. οἱ δὲ γο γ΄. νίτρου τὸ ἴσον. κονίας στακτῆς
8. δριμείας κύαθοι δύο, ἄνιε ὕδατι καὶ χρῶ μήλῃ
9. ἐγχέων καὶ κέλευε ἀνασπᾷν. προσέμβρεχε τὴν κεφαλὴν ἰρίνῳ
10. καὶ μετὰ τὴν χρῆσιν μελικράτῳ πολλάκις ἀνακογχυλιζέσθω.
11. ἄλλο. ♃ εὐφορβίου 𐅻 στ΄. λυκίου Ἰνδικοῦ 𐅻 δ΄. ἀναλάμβανε
12. τεύτλου χυλῷ καὶ μέλιτι καὶ ἄνιε ὕδατι ἢ γάλακτι.
13. ἄλλο. κυκλαμίνου χυλοῦ κύαθοι δύο, κισσοῦ κορύμβων χυλοῦ
14. κύαθος εἷς, πευκεδάνου ὀποῦ ὀβολὸς εἷς, ἐλατηρίου ὀβολὸς
15. εἷς, χρῶ ἐν βαλανείῳ μετὰ γάλακτος γυναικείου. ἄλλο.
16. ♃ πυρέθρου, πεπέρεως, ὑσσώπου, σταφίδος ἀγρίας ἴσον
17. ποίει τροχίσκους δραχμιαίους, ὧν ἕνεκα διαμασάσθω καὶ
1. μετὰ τὴν ὑπ’ αὐτοῦ κάθαρσιν ἁλσὶ καὶ μέλιτι ἀποθεραπευέσθω.
2. πταρμικά. ♃ πεπέρεως λευκοῦ, ἐλλεβόρου λευκοῦ, καστορίου,
3. εὐφορβίου, στρουθίου, κυκλαμίνου χυλοῦ ξηροῦ ἴσα
4. προερεθίσας πτερῷ ἐμφύσα.
5.
6. Ὃν ἂν περὶ τῶν προειρημένων φαρμάκων εἴπω λόγον τῆς
7. χρήσεως, τοῦτον ἐπὶ πάντα τὰ ἄλλα ὅσα δύναμιν ἰσχυρὰν
8. ἔχει μεταλαβεῖν χρή. προσήκει γὰρ οὐκ εὐθέως ἐξ ἀρχῆς τὰ
9. δραστικώτατα προσφέρειν, ἀλλ’ ἀπὸ τῶν ἀσθενεστέρων ἄρχεσθαι,
10. καὶ μέντοι καὶ αὐτὰ τὰ ἰσχυρὰ φάρμακα πραϋνόμενα
11. τῇ μίξει τῶν παρηγορικῶν γίνεται μέτρια. καὶ διὰ τοῦτο
12. ἐγὼ γάλακτι γυναικείῳ προσφάτῳ λειῶν αὐτῶν ἔνια καὶ
13. ὕδατι καὶ μετὰ ταῦτα ἐλαίῳ γλυκεῖ, κᾄπειτα χυλοῦ τεύτλου
14. καὶ ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης, οὕτως ἐκ
15. προσαγωγῆς χρῶμαι, καὶ τὸ τελευταῖόν γε καὶ δι’ ὀποβαλσάμου
16. λειῶν ταῦτα προσφέρω τὴν μὲν πρώτην γάλα μιγνὺς,
17. ἐπειδὰν δὲ ῥᾳδίως φέρῃ τοῦτο καὶ χωρὶς τοῦ γάλακτος.
18. εὐπορίστῳ δὲ πολλάκις ἐχρησάμην φαρμάκῳ ἐγχεομένῳ
1. τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων
2. πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν
3. καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων ἢ τὸν κάμνοντα
4. κελεύων ἀναῤῥοφεῖν αὐτό. ἐνίοτε δὲ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ
5. μελάνθιον λειῶν καὶ ὁμοίως χρώμενος. οὕτω μὲν οὖν αὐτῷ
6. χρῆται καὶ ὁ Ἀρχιγένης ἐπὶ ἐμφράξεως μυκτήρων. τῷ δὲ
7. πρώτῳ μετὰ ὄξους ὁ Κρίτων ἐπὶ τῶν ἰκτεριώντων.