Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 2.3, ed. Kühn, 1826, vol. 12, p. 591-598. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:2.3

8. Πάθος ὀδυνηρὸν γίνεται
9. κατὰ τὸ ἥμισυ μέρος τῆς κεφαλῆς ἐνίοτε μὲν τὸ δεξιὸν, ἔστι
10. δ’ ὅτε καὶ κατὰ θάτερον, ὁριζόμενον τῇ κατὰ τὸ μῆκος αὐτῆς
11. ἐκτεταμένῃ ῥαφῇ. καὶ τὰ πολλά γε κατὰ περίοδον παροξύνεται
12. τῆς ὀδύνης αἰτίαν ἐχούσης, ἐπιῤῥοὴν ἀτμῶν ἢ χυμῶν
13. ἤτοι πολλῶν ἢ θερμῶν ἢ ψυχρῶν. ἔνιοι μὲν οὖν αὐτῶν
14. κατὰ τοὺς κροταφίτας μῦς ἀλγοῦσι σφοδρῶς καὶ πλείους
15. γέ εἰσιν οἱ οὕτως ἀλγοῦντες. ἔνιοι δὲ καὶ μέχρι πλείστου τὴν
16. ὀδύνην ἐπαναβαίνουσαν ἔχουσι, καί τινές γε οὕτω σφοδρῶς
17. ἀλγοῦσιν, ὡς μηδὲ τὰς ἐπιβολὰς τῶν χειρῶν εὐκόλως φέρειν.
1. ἐφ’ ὧν εὔδηλός ἐστιν ὁ περικράνιος ὑμὴν πάσχων, οὐκ ἀπαθοῦς
2. τὸ πάμπαν οὐδὲ τοῦ δέρματος ὑπάρχοντος. εὔδηλον
3. οὖν ἐστι τὴν ἐπιῤῥοὴν τῶν λυπούντων ἀτμῶν ἢ χυμῶν ἢ
4. ἀμφοτέρων ἤτοι διὰ τῶν φλεβῶν ἢ ἀρτηριῶν ἢ δι’ ἀμφοῖν
5. γίνεσθαι, ποτὲ μὲν αὐτῶν μόνων τῶν ἔνδον τοῦ κρανίου,
6. τουτέστιν ἐγκεφάλου τε καὶ μηνίγγων τὸ περιττεῦον ἐν αὐτοῖς
7. ἀπωθουμένων ἐκτὸς, ποτὲ δὲ τοῦ κάτω τῆς κεφαλῆς
8. σώματος ἀναπέμποντος ἀτμοὺς ἢ χυμοὺς μοχθηρούς. διὸ
9. καὶ θεραπεύειν τις ἐγχειρῶν ἡμικρανίαν ἐπισκεψάσθω πρότερον
10. ὁποίας δεῖται καθάρσεως ἢ φλεβοτομίας ὁ κάμνων,
11. εἶθ’ οὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικνούμενος βοηθήματα
12. διά τε τῶν δακτύλων τῆς ἑαυτοῦ χειρὸς καὶ διὰ σινδόνος
13. ἀνατρίβων τὸ ἥμισυ μέρος τοῦ μετώπου, καὶ μάλιστα
14. τὸ κατὰ τὸν κροταφίτην μῦν, ἐκθερμαινέτω, πρὸ τῶν παροξυντικῶν
15. ὡρῶν πράττων τοῦτο. μετὰ δὲ τὸν παροξυσμὸν
16. τοῖς καλουμένοις ὑπὸ τῶν ἰατρῶν ἡμικρανικοῖς φαρμάκοις
17. χρήσθω. θερμασίας μὲν πολλῆς ἐν ταῖς ὀδύναις αἰσθανομένης
18. τοῖς ἔχουσί τι ψυκτικὸν, ἄνευ δὲ ταύτης τοῖς ἱκανῶς 
1. θερμαίνουσι. μεμίχθω δὲ ἑκατέροις τῶν τονούντων τι στυπτικὴν
2. ἔχον τὴν δύναμιν δηλονότι. θαυμάζω δὲ ὅπως οὔθ’
3. ὁ Ἀπολλώνιος οὔθ’ ὁ Ἀρχιγένης οὔτ’ Ἀσκληπιάδης ἐφεξῆς
4. τοῖς πρὸς τὰς κεφαλαλγίας φαρμάκοις ἔγραψάν τι καὶ
5. περὶ τῶν ἡμικρανικῶν ὀνομαζομένων. ἐχρῆν γὰρ αὐτοὺς, εἰ
6. καὶ μηδὲν ἴδιον ἐπ’ αὐτῶν ἐστι, διὰ τὸ περιέχεσθαι κατὰ
7. τὸ τῆς κεφαλαλγίας, αὐτό τε τοῦτο ἐπισημαίνεσθαι. παραπλησίως
8. δὲ καὶ τῷ Ἥρᾳ καὶ τῷ Κρίτωνι τὸ περὶ τοῦ πάθους
9. τούτου διελθεῖν ἐπὶ πλέον ἠμέλουν. δι’ ὧν δὲ τοῖς
10. κεχρονισμένοις ἀλγοῦσι τὴν κεφαλὴν βοηθοῦσι φαρμάκων,
11. ἐνδείκνυται καὶ τοῖς ἡμικρανικοῖς τὴν αὐτὴν εἶναι βοήθειαν.
12. ὁ μὲν οὖν Ἥρας ἐν τῇ φαρμακίτιδι βίβλῳ κατ’ ἀρχὴν εὐθέως
13. ὡδί πως ἔγραψε πρὸς κεφαλαλγίαν.

14. ♃ Κροκομάγματος
15. μέρος α΄. κηκίδος μέρος α΄. λεάνας μετ’ οἴνου
16. κατάχριε τὸ μέτωπον καὶ τοὺς κροτάφους. τροχίσκος πρὸς
17. κεφαλαλγίαν ἄκρως ποιῶν, δὶς ἢ τρὶς ἐπιχριόμενος ἀπὸ κροτάφου
1. ἕως κροτάφου. ♃ κρόκου 𐅻 ιε΄. χαλκάνθου 𐅻 ι΄.
2. στυπτηρίας σχιστῆς 𐅻 ιγ΄. σμύρνης 𐅻 γ΄. ὀπίου 𐅻 γ΄. ὀμφακίου
3. 𐅻 γ΄. χαλκίτεως 𐅻 γ΄. κόμμεως δραχμὰς ιε΄. λεάνας
4. ταῦτα πρόσβαλλε οἴνου αὐστηροῦ φαλερίνου τὸ αὔταρκες
5. καὶ τρῖβε ὡς κολλύριον, εἶτα ποιήσας τροχίσκους, ἐπὶ τῆς
6. χρείας ἀνιεὶς ὀξυκράτῳ ἢ ὄξει χρῶ. μάλαγμα πρὸς κεφαλαλγίαν.
7. ♃ ἰοῦ ξυστοῦ 𐅻 δ΄. χαλκοῦ κεκαυμένου 𐅻 β΄. λεπίδος
8. στομώματος δραχμὰς β΄. κιμωλίας δραχμὰς δ΄. χαλκίτεως
9. δραχμὰς δ΄. κισσήρεως ὠμῆς δραχμὰς δ΄. τερμινθίνης
10. γο α΄. κηροῦ 𐅻 λζ΄ S". ἐλαίου παλαιοῦ κυάθους β΄. τοῖς
11. ξηροῖς λειοτάτοις τὰ τηκτὰ ἐπικαταχέων μάλασσε καὶ χρῶ.
12. ἐὰν δὲ σκληρότερον δοκῇ εἶναι τὸ φάρμακον, ἐλαίῳ ἀμυγδαλίνῳ
13. ἀναμάλασσε. ταῦτα μὲν ὁ Ἥρας πρὸς κεφαλαλγίαν
14. ἔγραψε. χρῶνται δὲ αὐτοῖς ἔνιοι καὶ κατὰ τῶν ἡμικρανικῶν
15. ἀλγημάτων, ὥσπερ καὶ τοῖς ἄλλοις φαρμάκοις, ὅσα γέγραπται
16. τοῖς προγεγραμμένοις ἀνδράσι πρὸς τὰς χρονιζούσας
17. κεφαλαλγίας. οὐ μέντοι κατὰ παντὸς ἐκτείνουσι τοῦ μετώπου
18. τὸ φάρμακον, ἀλλὰ κατὰ τοῦ πεπονθότος μορίου μόνον.
1. ἑνὶ δὲ τῶν ἡμετέρων διδασκάλων ἔθος ἦν χρήσασθαι πρὸς
2. τὰς κεχρονισμένας ἡμικρανίας τῷδε τῷ φαρμάκῳ. ♃ πεπέρεως
3. λευκοῦ δραχμὰς β΄. κροκομάγματος δραχμὰς β΄. εὐφορβίου
4. 𐅻 S". χρῶ. λέλεκται δὲ περὶ τῆς εὐφορβίου δυνάμεως
5. ἤδη μοι, διότι ταχέως ἐκλύεται. χρὴ τοίνυν ἐμβάλλειν εἰς τὰ
6. τοιαῦτα φάρμακα τοῦ μὴ παλαιοῦ. λέλεκται δὲ καὶ ὡς τὸ
7. μὲν πρόσφατον λευκότερόν ἐστιν, ἐπὶ δὲ τὸ ξανθότερον ἢ
8. ὠχρότερον χρῶμα τρέπεται παλαιούμενον. ἐὰν δὲ μὴ πάνυ
9. παλαιὸν ᾖ τὸ εὐφόρβιον, ἀλλὰ δυοῖν ἢ τριῶν ἐτῶν, διπλάσιον
10. αὐτοῦ βάλλοις, τουτέστιν δραχμὴν μίαν. ὥσπερ δὲ τὸ
11. εὐφόρβιον πρόσφατον χρὴ βάλλειν, οὕτω καὶ κόπρου περιστερᾶς
12. 𐅻 S" τῶν ὀρεινῶν περιστερῶν, ἃς ἐν πύργοις τρέφουσιν
13. ἑαυταῖς τὴν τροφὴν ποριζούσας, οὐχ ὡς ἐν
14. ταῖς πόλεσιν αἱ κατὰ τὴν οἰκίαν τρεφόμεναι. καὶ μέντοι καὶ
15. τοῦ μέλανος τοῦ γραφικοῦ τὸ ἴσον ἐμβάλλεται τῇ τῶν περιστερῶν
16. κόπρῳ, τουτέστιν 𐅻 S" τοῦ μέλανος΄, κᾀνταῦθα
17. τοῦ ἡμετέρου τοῦ Περγαμηνοῦ βαλλομένου, τούτῳ γὰρ ἐχρήσατο
18. διὰ παντὸς ὁ διδάσκαλος. ἢ οὖν αὐτὸ ἐκεῖνο χρὴ βάλλειν
1. τὸ ἐκ Περγάμου μέλαν, ἤ τι τῶν ἄριστα κατεσκευασμένων,
2. καὶ μίξαντας ταῦτα πάντα φυρᾷν καὶ ἀναδεύειν ὄξει δριμυτάτῳ
3. καὶ λειώσαντας ἐπαλείφειν τὸν κροταφίτην μῦν καὶ
4. ὅλον τὸ ἥμισυ τοῦ μετώπου καὶ τὸ πεπονθὸς μέρος τῆς
5. κεφαλῆς. ἕτερον φάρμακον οὐ μόνον ἡμικρανίας, ἀλλὰ καὶ
6. πάσης κεφαλαλγίας κεχρονισμένης ἐπιχριόμενον, ἐν μὲν ταῖς
7. κεφαλαλγίαις κατὰ τοῦ μετώπου παντὸς, ἐν δὲ ταῖς ἡμικρανίαις
8. κατὰ τοῦ ἡμίσεως μέρους τῆς κεφαλῆς τοῦ πεπονθότος.
9. ♃ κρόκου δραχμὰς ε΄. χαλκάνθους 𐅻 ι΄. στυπτηρίας σχιστῆς
10. δραχμὰς γ΄. σμύρνης δραχμὰς γ΄. ὀπίου δραχμὰς γ΄.
11. ὀμφακίου δραχμὰς γ΄. κόμμεως δραχμὰς ιε΄. λειώσας πάντα
12. πρόσβαλλε οἴνου φαλερίνου καὶ λείου πάλιν ὡς κολλύριον,
13. εἶτα ἀναπλάσας τροχίσκους ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ
14. ἢ ὄξει κατάχριε. ἕτερον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σκαμμωνίας
15. 𐅻 στ΄. κρόκου δραχμὰς β΄. κισσοῦ κόμης δραχμὰς στ΄.
16. θείου ἀπύρου δραχμὰς δ΄. ἀνίσου σπέρματος δραχμὰς η΄. σελίνου
17. σπέρματος δραχμὰς η΄. λειώσας ἐπιμελῶς ὠκίμου χυλῷ
18. ἀνάπλασον. τοῦτο πλείονι ῥοδίνῳ λυθὲν ἐπιβροχὴ
1. τῆς κεφαλῆς γίνεται τοὺς ληθαργικοὺς ὠφελοῦσα. ἕτερον
2. φάρμακον οὐ μόνον ἐπὶ τῶν αὐτῶν ἁρμόττον, ἀλλὰ καὶ
3. τοὺς σκοτωματικοὺς ὠφελοῦν. ♃ πευκεδάνου ῥίζης 𐅻 δ΄.
4. ἴρεως Ἰλλυρικῆς 𐅻 β΄. ἰοῦ 𐅻 α΄. ἀκόρου 𐅻 α΄. σφονδυλίου
5. δραχμὰς δ΄. πεπέρεως μέλανος 𐅻 β΄ S". καστορίου 𐅻 β΄ S".
6. ἑρπύλλου 𐅻 δ΄ S". σμύρνης δραχμὰς β΄. δαφνίδων ἀριθμὸν
7. λε΄. πηγάνου χλωροῦ 𐅻 η΄. ἡδυόσμου χλωροῦ δραχμὰς δ΄.
8. ὀπίου 𐅻 α΄. ὄξει ἀναλαβὼν ποίει τροχίσκους. ἐπὶ δὲ τῆς
9. χρείας ὄξει καὶ ῥοδίνῳ διεὶς κατάχριε, ἀναληφθὲν δὲ κηρωτῇ
10. διὰ ῥοδίνου ὡς μάλαγμα ἐπιτίθεται. τροχίσκος οὐ μόνον
11. τοὺς ἡμικρανίᾳ κάμνοντας ὠφελῶν, ἀλλὰ καὶ τοὺς ἰσχιαδικούς.
12. ♃ θαψίας 𐅻 γ΄. εὐφορβίου 𐅻 δ΄. ὀποῦ Μηδικοῦ
13. 𐅻 γ΄. σμύρνης 𐅻 α΄. ὀποπάνακος 𐅻 α΄. ὁμοῦ κόψας ἐπίπλασον,
14. εἶτα ἐπὶ τῆς χρείας ὄξει ἀποτρίβων κατάχριε. ταῦτα
15. μὲν σύνθετα φάρμακα. πολλάκις δὲ ἐχρησάμην αὐτοῖς, σχεδιάσας
16. ἁπλῶς δι’ εὐφορβίου χρίσμα τι προσλαβὸν ὀλίγου
17. κηροῦ, συστάσεως ἕνεκα. ἀρκεῖ δὲ εἰς λίτραν ἐλαίου ἤτοι
18. Σαβίνου ἤ τινος αὐτῷ παραπλησίου γο γ΄. ἐμβάλλειν κηροῦ
1. καὶ μίαν τοῦ εὐφορβίου καὶ τούτῳ καταχρίειν τὸ ἥμισυ μέρος
2. τοῦ μετώπου, μετὰ τοῦ κροταφίτου δηλονότι μυός. ἐφ’
3. ὧν δ’ ἂν ὑπονοήσης ὑπὸ θερμῶν ἀτμῶν ἢ χυμῶν γίνεσθαι
4. τὸ κατὰ τὴν ἡμικρανίαν ἄλγημα, μὴ πρόσφερε τὸ φάρμακον
5. τοῦτο. τοῖς δὲ ὑπὸ ψυχρῶν αἰτίων ἐνοχλουμένοις
6. ὠφελιμώτατόν ἐστιν, ὥσπερ πολλάκις ἅπαξ καταχρισθὲν πρὸ
7. τοῦ βαλανείου ταχέως ἐξιᾶσθαι τὸ πάθος, ὡς μετὰ λουτρὸν
8. ὑγιεῖς γίνεσθαι παντελῶς τοὺς κάμνοντας. ὀνίνησι δὲ τούτους
9. καὶ εἰς τὸ οὖς ἐγχεόμενον ἔλαιον χλιαρὸν, ἐμβεβλημένου βραχέος
10. εὐφορβίου εἰς λίτραν μίαν. τὸ βραχὺ τοῦτο ἥμισύ ἐστι
11. γο, ὅταν εὔτονον τὸ εὐφόρβιον ᾖ. εἰ δὲ μὴ καὶ πλέον
12. ἐμβάλλειν προσήκει. ἐπὶ δὲ τῶν εὐαισθήτων σωμάτων, κᾂν
13. ἔλασσον ἡμίσεως γο. βάλῃς ἄμεινον ποιήσεις.

Cliquer un n° de page pour en afficher l’image