Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 3.1, ed. Kühn, 1826, vol. 12, p. 599-664. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Γ.

1. Ὤτων πόνοι γίνονται τινὲς μὲν διὰ ψύξιν,
2. οὓς ἐν ὁδοιπορίαις καταπνευσθέντες ὑπὸ ἀνέμων ψυχρῶν
3. ἴσχουσιν, ἔνιοι δὲ καὶ διὰ λουτρὰ ψυχρὰ καὶ διά τινα τῶν
4. φαρμακωδῶν ὑδάτων, ἐν οἷς λούονται πολλάκις ἔνιοι τρυφῶντες,
5. εἰσὶ δ’ οἳ καὶ δι’ ὠφέλειαν. γίνονται δὲ ὠτὸς ὀδύναι
6. καὶ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κατὰ
7. τὸν πόρον δέρματος, ποτὲ δὲ καὶ διὰ βάθους, ἡνίκα τὸ
1. νεῦρον τὸ ἀκουστικὸν εἰς φλεγμονώδη διάθεσιν ἀφίκηται.
2. καθ’ ὃν δὲ λόγον ἡ φλεγμονὴ τείνουσα τὰ φλεγμαίνοντα
3. μόρια τὴν ὀδύνην ἐργάζεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ
4. πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον ὀδυνηρὸν γίνεται. τῇ δὲ
5. ἐκ τῶν ἔξωθεν ὑγρῶν δακνωδῶν ἐκπτώσει παραπλησίως ὀδυνῶσιν
6. οἱ ὲν αὐτῷ τῷ σώματι γεννηθέντες ἰχῶρες.

7. Τὰς μὲν οὖν ὑπὸ
8. ψύξεως μόνης γινομένας ὀδύνας τὰ θερμαίνοντα θεραπεύει
9. τάχιστα. καί τινας τῶν ἀγροίκων οἶδα διαγλύφοντάς τι τῶν
10. μεγάλων κρομμύων, εἶτα πληροῦντας ἐλαίου καὶ θερμαίνοντας
11. ἐν σποδιᾷ συμμέτρως, ἐγχέοντας τοῖς ὠσί. τινὰς δὲ ἐν
12. ἐλαίῳ ζέοντας οὐ κρόμμυον μόνον, ἀλλὰ σκόροδον, εἶθ’ οὕτως
13. ἐγχέοντας. ἐγὼ δὲ εὐφορβίου παντελῶς ὀλίγον
14. ἐλαίῳ παλαιῷ πολλῷ μιγνὺς χρῶμαι, καθάπερ γε καὶ πεπέρεως
15. ἀκριβέστατα λελειωμένου. τὰς γὰρ κατὰ ψύξιν ὠταλγίας
16. τὰ οὕτω θερμαίνοντα μεγάλως ὀνίνησιν. ὠφελεῖ δὲ
1. αὐτοὺς καὶ τὸ ἀμαράκινον ἔλαιον ἐγχεόμενον καὶ ἡ ἀρίστη
2. νάρδος καὶ τὸ καλούμενον Ῥωμαϊστὶ φουλίατόν τε καὶ σπικάτον.
3. ὠφελεῖ δὲ καὶ τὸ Κομμαγηνόν. εἰ δὲ καὶ πήγανον
4. ἑψήσεις ἐλαίῳ μὴ στύφοντι καὶ προσέτι λεπτομερεῖ, καθάπερ
5. ἐστὶ τὸ Σαβῖνον, ὀνήσεις μεγάλως.

6. Ὅταν
7. δὲ ἐξ ὕδατος φαρμακώδους περιέχηταί τι κατὰ τὸν ἀκουστικὸν
8. πόρον, συνεχῶς ἐγχεῖν ἔλαιον προσήκει, ἐκκλύζοντας
9. αὐτὸ καὶ δι’ ἐρίου μαλακοῦ σπογγίζοντας καὶ αὖθις ἐγχέοντας.
10. παρηγορεῖ δὲ αὐτοὺς μεγάλως καὶ ὠοῦ τὸ λευκὸν, ᾧ
11. καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, καὶ γάλα γυναικεῖον. εὔδηλον
12. δὲ ὅτι πᾶν ὅ τι ἂν προσφέρηται θερμὸν εἶναι χρὴ
13. μετρίως. ὠφελεῖ δὲ αὐτοὺς καὶ τὸ χήνειον στέαρ ἱκανῶς·
14. ὠφελεῖ δὲ καὶ τὸ τῶν ἀλωπέκων.

15. Εἰ δὲ
16. φλεγμονή τις εἴη, κάλλιστον πρὸς αὐτὴν φάρμακον ἐγχεόμενον
17. νάρδινον μύρον μετὰ βραχυτάτου βασιλικοῦ καλουμένου
18. φαρμάκου. προσαγορεύεται δὲ τοῦτο καὶ τετραφάρμακον·
1. καὶ τὸ Κομμαγηνὸν δὲ ἐπιτήδειόν ἐστι. καὶ τὸ διὰ
2. τῶν στεάτων φάρμακον, οὗ τὴν σύνθεσιν ὀλίγον ὕστερον
3. γράψω. βιαζομένης δὲ τῆς ὀδύνης ἀναγκαῖόν ἐστι χρῆσθαι
4. καὶ τοῖς ναρκῶσι μὲν αἴσθησιν, ὥσπερ καὶ τοῖς ἐπὶ κώλῳ
5. καὶ νεφροῖς καὶ ὅλως ἅπαντα πάσχοντι μορίῳ σφοδρῶς ἀλγοῦσι.
6. μίγνυται δὲ τοῦτο τῷ γυναικείῳ γάλακτι καὶ τῷ
7. λευκῷ τοῦ ὠοῦ, ἃ καὶ καθ’ ἑαυτὰ πολλάκις ἥρμοσεν
8. ὤτων φλεγμοναῖς. μίγνυται δὲ καὶ καστορίῳ τὸ ὄπιον καὶ
9. χρὴ παρεσκευάσθαι τοῦτο πρὸ πολλοῦ μεμιγμένον, ἤτοι γε
10. ἴσῳ κατὰ τὸν σταθμὸν ἢ διπλασίῳ τῷ καστορίῳ, πρὸς μὲν
11. τὰς σφοδροτάτας ὀδύνας ἴσῳ, πρὸς δὲ τὰς ἐλάττονας διπλασίῳ.
12. τὸ δὲ ὑγρὸν ἔστω τὸ ἐκ τοῦ γλεύκους ἕψημα, πολὺ
13. γὰρ ἀνωδυνώτερον τοῦτο τῶν γλυκέων ἐστὶν οἴνων. εὐθέως
14. οὖν ἀπ’ ἀρχῆς ἀκριβῶς λεῖα τὰ εἰρημένα φάρμακα τούτῳ
15. μιγνύσθω, τὸ μὲν καστόριον προλελειωμένον ἀκριβῶς, ὁ δὲ
16. τῆς μήκωνος ὀπὸς ἐν αὐτῷ τῷ ἑψήματι λελυμένος καὶ οὕτω
17. μιχθέντα τὰ τρία λειούσθω καλῶς. εἶτα ἐπὶ τῆς χρήσεως
18. ἀνιέσθω πάλιν ἑψήματι μέχρι τοσαύτης συστάσεως, ὡς ἐγχεῖσθαι
1. δύνασθαι διὰ τῶν καλουμένων ὠτεγχύτων, ἐπὶ λύχνῳ
2. χλιανθέντων. ἐγὼ δὲ οὐκ ἐγχέω τοῖς περιωδυνοῦσιν
3. οὐδὲν φάρμακον, οὐδ’ ἐκμάττω δι’ ἐρίου, τῇ πείρᾳ τοῦτο
4. διδαχθεὶς, ὡς ἄμεινόν ἐστι μηδ’ ὅλως ψαύειν τοῦ πόρου
5. τοῦ ἀκουστικοῦ κατὰ τὸν καιρὸν τῆς ὀδύνης. ἀλλὰ διὰ μηλωτίδος
6. ἀμφιεσθείσης ἐρίῳ μαλακωτάτῳ πυριῶ τε τοὺς περιωδυνῶντας,
7. ἐμβάλλω τε τὸ φάρμακον ὡδί πως ἑτοιμασθὲν,
8. κεχλιασμένον ἐν ὠτεγχύτῃ μετρίως οὕτως, ὡς πυνθανομένων
9. ἡμῶν τοῦ κάμνοντος, εἰ χλιαρὸν αὐτῷ φαίνοιτο καὶ εἰ ἔτι
10. δύναται φέρειν αὐτὸ, θερμότερον γενόμενον μέχρι τοσούτου
11. προσάγειν τὴν θερμασίαν, ὡς μηδέπω λυπεῖν. βάπτων οὖν
12. εἰς τὸ οὕτω παρεσκευασμένον φάρμακον τὴν μηλωτίδα κατὰ
13. τὴν ἀρχὴν τοῦ πόρου μετρίως ἐπιτιθεὶς, ἀποῤῥεῖν εἰς τὸ βάθος
14. ἐπίτρεπε καὶ μετὰ ταῦτα πάλιν αὖθις καὶ αὖθις καὶ
15. πολλάκις βάπτων τὸ αὐτὸ τοῦτο ποίει, μηδένα διαλείπων
16. χρόνον. εὔδηλον δ’ ὅτι τούτου γινομένου πάντως τι καὶ
17. ἀποῤῥυήσεται πρὸς τοὐκτὸς πληρωθέντος ὅλου τοῦ
18. ἀκουστικοῦ πόρου. τοῦτο τοίνυν δέχου μετρίως, καθ’ ὅσον 
1. οἷόν τε μὴ ψαύων τοῦ ὠτός. ἐπειδὰν δὲ καλῶς πυριάσῃς,
2. ἐάσας τὸν πόρον, ὃς ἐπληρώθη τοῦ φαρμάκου, μαλακὸν ἐπίθες
3. ἔξωθεν ἔριον αὐτῷ τε τῷ στόματι τοῦ πόρου καὶ μετὰ
4. τοῦτο παντὶ τῷ ὠτί. καὶ ἐὰν δεήσῃ πυριάσαι πάλιν, ἀτρέμα
5. βαστάξας τὸ ἀντεπικείμενον ἔξωθεν ἔριον αὖθις ὁμοίως πυρία
6. φυλαττόμενος ὡς οἷόν τε μηδ’ ἄλλου τινὸς μέρους τοῦ
7. ὠτὸς ἅψασθαι. καὶ τούτῳ γε πρόσεχε τὸν νοῦν ὡς μεγίστῳ
8. παραγγέλματι τῆς τῶν ὤτων ἐπιμελείας. ἡ πυρία δέ σοι γινέσθω,
9. καθὰ προείρηται, διὰ τῶν ἀνωδύνων, ἅπερ ἐστὶ τό
10. τε κάλλιστον νάρδινον μύρον, ἔχον ὀλίγιστον ἐν αὑτῷ τοῦ
11. τετραφαρμάκου, καὶ μετὰ τοῦτο τὸ Κομμαγηνόν τε καὶ Σούσινον
12. καὶ τὰ πολυτελῆ μύρα τῶν πλουσίων γυναικῶν, ἃ
13. καλοῦσιν αὗται σπικάτα καὶ φουλιάτα. ἔστι δὲ παχύτερα ἢ
14. ὥστε ἐγχεῖσθαι. λύειν οὖν αὐτὰ διά τε τοῦ ναρδίνου μύρου
15. καὶ, εἰ θέρος εἴη καὶ θερμασίας αἴσθησις τῷ κάμνοντι, κατὰ
16. τὸ φλεγμαῖνον οὖς διὰ ῥοδίνου καλοῦ, μὴ παρόντος δὲ
17. τούτου, δι’ ἀμυγδαλίνου. μέμνησο δ’ ὅτι καλὸν ἀεὶ λέγω
1. ῥόδινον, ἐν ᾧ πλεῖστα μὲν ἀποβέβρεκται ῥόδα, τὸ δὲ ἔλαιον,
2. ἐν ᾧ ταῦτα ἀποβέβρεκται τῶν ὠμοτριβῶν καλουμένων ἔστω,
3. εἰ οἷόν τε, χωρὶς ἁλῶν ἐσκευασμένον, οὐδενὸς ἄλλου προσεμβεβλημένου
4. τοῖς ῥόδοις, καθάπερ οἱ τὰ στύμματα προσεμβάλλοντες
5. ποιοῦσιν, ἕνεκα τοῦ πολλῷ χρόνῳ διαμεῖναι τὸ
6. ῥόδινον εὐῶδες.

7. Εἰ δὲ καὶ πνεῦμα φυσῶδες ἤ τινα
9. παχὺν ἢ γλίσχρον χυμὸν, οὐκ ἔχοντα διέξοδον, ἐγκατακεκλεῖσθαι
10. στοχάσαιο καὶ τῶν ἐκφραττόντων τι φαρμάκων μίγνυε.
11. τεχνικὸς γὰρ στοχασμός σοι γένοιτο τῶν τοιούτων αἰτίων
12. τοῦ πόνου τά τε προηγησάμενα καὶ τὰ παρόντα πυθομένῳ.
13. ψύξεως μὲν γὰρ προηγησαμένης τὸ φυσῶδες ἀθροίζεται
14. πνεῦμα, βάρους δὲ κεφαλῆς ἐδεσμάτων τε φλεγματωδῶν καὶ
15. κακοχύμων οἱ ψυχροὶ καὶ παχεῖς χυμοί. τούτοις γὰρ ἐπιγενομένης
16. ψύξεως αἱ ὀδύναι συμβαίνουσι τῶν πρότερον διαπνεομένων
17. ἐπισχεθέντων διὰ τὴν πύκνωσιν. ἐπὶ τούτων οὖν
1. ὁ ἀφρὸς τοῦ νίτρου καὶ τὸ νίτρον αὐτὸ τὸ μαλακὸν, ἀφρόνιτρόν
2. τε τὸ τοιοῦτον καὶ τὸ καλούμενον ἀμυγδάλινον ἔλαιον
3. εὐλόγως μίγνυται τοῖς ὠτικοῖς φαρμάκοις. ἐκ τούτου τοῦ
4. γένους ἐστὶν ὅ τε λευκὸς καὶ ὁ μέλας ἐλλέβορος καὶ τὸ
5. στρουθίον, ἀμύγδαλά τε τὰ πικρὰ καὶ τῶν τριῶν ἀριστολοχιῶν
6. ἣν ἂν ἔχοις, ἥ τε Ἰλλυρικὴ ἴρις. εἰ δὲ καὶ τὸ κιννάμωμον
7. ἔχοις, ἐμβαλεῖς καὶ τούτου, μὴ παρόντος δὲ αὐτοῦ,
8. κασσίαν τήν τε ζίγιρ καλουμένην καὶ τὴν μοτώδη καὶ τὸ
9. καρπήσιον, ὃ πλεῖστον μέν ἐστιν ἐν Σίδῃ τῆς Παμφυλίας
10. καὶ διὰ τοῦτο εὐωνότατον πιπράσκεται. Κόϊντος δὲ ὁπότε
11. ἀποροίη κινναμώμου, τοῦτο ἐπέβαλλεν ἀντ’ αὐτοῦ διπλάσιον,
12. ὥσπερ ἔνιοι τὴν κασσίαν. ἐκφρακτικὰ δὲ τῶν ἐν τοῖς
13. ὠσὶ πόρων εἰσὶ καὶ τὰ τοὺς ἐν τοῖς νεφροῖς λίθους θρύπτοντα
14. καὶ πᾶν εἴ τι λεπτομερὲς ἄνευ δήξεως, ὅπως μὴ
15. παροξύνῃ τὴν ὀδύνην. ἐν οἷς ἐστι καὶ σικύου τοῦ ἀγρίου ἡ
16. ῥίζα καὶ βρυωνίας καὶ ἄρου καὶ δρακοντίου καὶ κενταυρίου
17. καὶ πολίου καὶ ὅλως τῶν πικρῶν ἁπάντων. ἀδήκτως γὰρ
18. καὶ ἀλύπως ἐκκαθαίρει ταῦτα τοὺς πόρους, διαῤῥύπτει τε
1. καὶ διατέμνει τὰ ἐμπεφραγμένα. διὰ τοῦτο δὲ γράφω πολλὰ
2. παραδείγματα τῶν τοιούτων, καίτοι γε ἐν τοῖς περὶ τῶν
3. ἁπλῶν φαρμάκων τῆς δυνάμεως εἰρηκὼς πάντα, διότι βούλομαι
4. κατὰ πάντα τόπον τῆς γῆς εὐπορεῖν ἡμᾶς βοηθημάτων,
5. ἔχοντας πρόχειρον αὐτῶν τὴν μνήμην. ἄλλα γὰρ
6. ἐν ἄλλοις χωρίοις πλεονάζει τε καὶ βελτίω τῶν ἐν ἑτέροις
7. γινομένων ἐστίν. ἐπεί τοι τό γε διὰ τῶν στεάτων ἀρκέσει
8. σοι σύνθετον φάρμακον ἔκ τε τῶν ἁπλῶν, ὅσα μικρῷ πρόσθεν
9. διῆλθον ὀδύνης πραϋντικά. θαυμάσαι δέ ἐστι τῶν ἰατρῶν,
10. ὅσοι χωρὶς διορισμοῦ πρὸς ὀδύνας ὤτων ἔγραψάν τινα
11. φάρμακα. τὰ μὲν γὰρ ὑπὸ ψύξεως ὀδυνώμενα τάχιστα θεραπεύεται
12. διὰ τῶν θερμαινόντων. ἐὰν δὲ ὑπὸ δριμύτητος
13. δακνώδους ἢ φλεγμονῆς σφυγματώδους ἡ ὀδύνη γίνηται, μεγίστη
14. βλάβη συμπίπτει τοιούτων προσαχθέντων φαρμάκων.
15. αἱ μέντοι μέτριαι φλεγμοναὶ καὶ μὴ σφυγματώδεις καὶ διὰ
16. τῶν τοιούτων θεραπεύονται φαρμάκων, ὁποῖόν ἐστιν ὄξος
17. μετὰ ῥοδίνου χλιανθὲν, ἀναμιχθέντων ἀμφοῖν ἀκριβῶς. οὕτω
18. δὲ καὶ γλαύκιον, ἐπ’ ἀκόνης ἰατρικῆς ἀποτριβόμενον μετ’
1. ὄξους ὀνίνησι τὰς ἐπὶ φλεγμονῆς βραχείας ὀδύνας. ἄμεινον
2. δὲ τὸν ἐκ τοῦ γλαυκίου προκατεσκευασμένον τροχίσκον ἔχειν,
3. πολυχρηστότατον φάρμακον, ὅστις γίνεται λειωθέντος ἀκριβῶς
4. τοῦ γλαυκίου δι’ ὕδατος ὀμβρίου, κᾄπειτα ξηρανθέντος
5. τε καὶ ἀναπλασθέντος. ἐὰν δὲ ψαθυρώτερον ᾖ, ὡς ἀναπλάττεσθαι
6. φαίνηται, μίξεις αὐτῇ κόμμεως ὀλίγον. ἀρκεῖ δὲ
7. δωδέκατον ἢ πεντεκαιδέκατον εἶναι μέρος αὐτοῦ τοῦ γλαυκίου.
8. καὶ τὰ διὰ γλαυκίου δὲ κολλύρια κατὰ τὸν αὐτὸν
9. τρόπον ἀποτριβόμενα δι’ ὄξους ὀνίνησιν ἐνσταζόμενα τοῖς
10. ὠσὶ, καὶ τούτων οὐδὲν ἧττον τὰ διὰ κρόκου. ταῦτα μὲν
11. οὖν εἰσιν ὀδύνης τε καὶ φλεγμονῆς ἰάματα· περὶ δὲ τῶν
12. ἄλλων διαθέσεων τῶν ἐν τοῖς ὠσὶν γινομένων ἃ διὰ τῆς
13. ἐμῆς ἐμπειρίας ἔκρινα διελθὼν, οὕτως ἐπὶ τὰ τοῖς πρὸ ἐμοῦ
14. γεγραμμένα καταβήσομαι.

15. Ὅσα μὲν πρόσφατα
16. τό τε γλαύκιον ἀποθεραπεύει, μόνον ἀποτριβόμενον
17. μετ’ ὄξους, ὡς ἀρτίως εἴρηται, καὶ τὰ δι’ αὐτοῦ κολλύρια
18. πάντα καὶ τὰ διάκροκά τε καὶ τὰ διάῤῥοδα καλούμενα 
1. παρὰ τῶν ἰατρῶν, ὥσπερ καὶ τὸ τοῦ Νείλου, θεραπεύει δὲ
2. καὶ τὸ τοῦ Δαμοκράτους διάσμυρνον. τὰ δὲ πυοῤῥοοῦντα
3. χωρὶς ὀδύνης, ὅσα μὲν μετρίως τοῦτο πάσχει, διὰ τῶν αὐτῶν
4. θεραπεύεται, τὰ δὲ ἰσχυρῶς διὰ τῶν τοιούτων, ὁποῖός
5. ἐστιν ὁ Ἀνδρώνειος τροχίσκος καὶ ὁ τοῦ Μούσα, μεθ’ ἑψήματος
6. καὶ ὀλίγου ὄξους ἀνιέμενος, ὧν ἡ ποικιλία τῆς συνθέσεως
7. αὖθις εἰρήσεται. νικωμένων δὲ καὶ τούτων σκωρίαν
8. σιδήρου μετ’ ὄξους δριμυτάτου λειώσας ἐπιπλεῖστον πολλαῖς
9. ἡμέραις ἐν ἡλίῳ θαῤῥῶν χρῶ, εἰ καὶ παράλογον εἶναι δοκεῖ
10. τῶν δριμυτάτων φαρμάκων ἀνέχεσθαι τὸ οὖς, ὃ μικρὸν ἔμπροσθεν
11. εἶπον, οὐδὲν δὲ τῶν μαλακωτάτων ἐγχεομένων
12. ἀλύπως ὑπομένειν τὴν πρόπτωσιν, ἀλλὰ καὶ ταῦτα φαίνεσθαι
13. πλήττοντα.

14. Λείποιτ’ ἂν οὖν ἔτι περὶ
15. δυσηκοΐας τε καὶ ἤχων διελθεῖν, οὐδὲν κοινωνούντων ἀλγήμασί
16. τε καὶ ἑλκώσεσι, περὶ ὧν ἑξῆς ἐρῶ τὰς ἐπαινουμένας
17. μεγάλας ὑπὸ τῶν ἐνδόξων ἰατρῶν πρότερον διελθὼν ὠτικὰς
1. δυνάμεις, καθ’ ὅντινα λόγον συνετέθησαν. ἄρξομαι δὲ
2. ἀπὸ τῆς ὑφ’ Ἥρα γεγραμμένης.

3. Ἥρας μὲν οὖν οὕτως ἔγραψεν.
4. ὠτικὴ πρὸς πᾶν ἄλγημα καὶ πᾶν ἕλκος. ταύτῃ ἐχρησάμην
5. ἐπί τινος πυρέσσοντος καὶ παρακόπτοντος διὰ τὰ ἀλγήματα
6. καὶ ἐποίησε δαιμονίως. ♃ σμύρνης 𐅻 α΄. λιβάνου 𐅻 γ΄.
7. οἱ δὲ 𐅻 ζ΄. ἀφρονίτρου 𐅻 γ΄. κρόκου δραχμὰς δ΄. οἱ δὲ
8. 𐅻 α΄. μηκωνείου 𐅻 γ΄. χαλβάνης 𐅻 β΄. ἀμύγδαλα πικρὰ
9. λελεπισμένα κ΄. ἀναλάμβανε ὄξει, ἐπὶ δὲ τῆς χρείας περιωδυνίας
10. μὴ οὔσης, ῥοδίνῳ διεὶς ἔνσταζε, δυσηκοΐας δὲ οὔσης
11. ὄξει διεὶς. Ἥρας μὲν οὖν ἓν τοῦτο ἠρκέσθη γράψαι φάρμακον
12. ἀλγήματός τε παντὸς ἴαμα καὶ ἕλκους ὤτων· ἐγὼ δὲ
13. τὰς μὲν ὀδύνας τῇ τε διὰ τῶν στεάτων, ὡς εἴρηκα, γινομένῃ
14. θάλψει καὶ τῷ ναρδίνῳ μύρῳ μετὰ τοῦ τετραφαρμάκου
15. πραΰνεσθαί φημι, σὺν τῷ καὶ τὰς διαθέσεις αὐτὰς ὠφελεῖσθαι,
16. καθάπερ γε καὶ ὠοῦ τῷ λευκῷ καὶ γάλακτι γυναικείῳ.
17. πραΰνεσθαι δὲ μόνον ἄνευ τοῦ τὰς διαθέσεις ὠφελεῖσθαι
18. διὰ τοῦ μηκωνείου, κατὰ δέ τι συμβεβηκὸς οὐ πρώτως
1. εἴποι τις ἂν καὶ τὰς διαθέσεις ὀνίνασθαι. παυσαμένης γὰρ
2. τῆς ὀδύνης καὶ ὕπνων γενομένων ἡ φύσις πέττει τὰς τὴν
3. ὀδύνην ἐργαζομένας διαθέσεις. τὰ δὲ ἕλκη τὰ ἐν τοῖς ὠσὶν
4. ἐθεράπευσα διὰ παντὸς τῷ γλαυκίῳ δι’ ὄξους, ὥσπερ γε
5. μετὰ ῥεύματος ἢ πύου τοῖς τροχίσκοις, ἀπὸ τῶν πρᾳοτέρων
6. ἀρχόμενος, ὁποῖός ἐστιν ὁ Πολυείδου καὶ μετὰ τοῦτον ὁ
7. Ἀνδρώνειος καὶ μετ’ ἐκεῖνον ὁ καλούμενος Βιθυνὸς, ᾧ παραπλήσιός
8. ἐστιν ὁ ἐμὸς, τουτέστιν ὁ διὰ χάρτου κεκαυμένης,
9. ὡς δὲ ἐγὼ νομίζω, καὶ βελτίων. γίνεται δὲ οὐκ ἀεὶ χρεία
10. πάντων, ἀλλ’ ἀρκεῖ τοὐπίπαν εἶς, ἐὰν ἐπίστηταί τις αὐτῷ
11. χρῆσθαι, ποτὲ μὲν διὰ σιραίου λύων, ὁπόταν βούληται πρᾳότερον
12. ἐργάσασθαι τὸ φάρμακον, αὖθις δὲ δι’ οἴνου γλυκέος,
13. εἶτα δι’ ὄξους μὴ δριμέος, εἶτα διὰ τοῦ δριμέος, ἐπὶ
14. τέλει δὲ διὰ τοῦ δριμυτάτου. διὸ καὶ διὰ τῆς τοιαύτης μίξεως
15. ἄλλοτε ἄλλης γινομένης ἐκλύειν δυνάμενος τὸ σφοδρὸν
16. τοῦ φαρμάκου τὸ ἰσχυρότατον σκευάσας μόνον, ἔχειν δυνήσῃ.
17. θαυμάσαι δὲ ἔστιν, ὡς ἔφην, τῶν πλείστων ἰατρῶν
1. ὠταλγίας φάρμακα γραψάντων πάμπολλα χωρὶς διορισμῶν,
2. ἐφεξῆς ἀλλήλων ἐναντιωτάτας ἔχοντα δυνάμεις· οἷον εὐθέως,
3. ἀπὸ γάρ τοι τῶν παλαιοτέρων ἄρξασθαι κάλλιον, Ἀπολλώνιος
4. ὁ Ἡροφίλειος ἐν τῇ τῶν εὐπορίστων φαρμάκων
5. γραφῇ κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου κεφαλαλγίας ἰάματα
6. γράφων, πρῶτα μὲν πάντων ἔταξε τὰ δι’ ἔγκαυσιν,
7. εἶτ’ ἐφεξῆς δεύτερα τὰ διὰ ψύξιν, εἶτ’ ἐπ’ αὐτῷ τὰ διὰ μέθης
8. τε καὶ ἀκρατοποσίης· αὐτὸς γὰρ οὕτως ὠνόμασε· τέταρτα
9. δὲ τὰ διὰ πληγὴν ἢ πτῶμα, τελευταῖα δ’, ὡς αὐτὸς προὔγραψε,
10. πρὸς τὰς τῶν κροτάφων ἀλγηδόνας καὶ τοὺς πόνους
11. ὅλους τῆς κεφαλῆς τοὺς χωρὶς φανερᾶς αἰτίας γινομένους.
12. ἐπὶ δὲ τῆς τῶν ὤτων ὀδύνης οὐδένα προσέθηκε διορισμὸν,
13. ἀλλ’ ἁπλῶς προγράψας πρὸς ὠταλγίαν ἑξῆς καταλέγει
14. φάρμακα τὰ μὲν θερμαίνοντα, τὰ δὲ ψύχοντα, καὶ τὰ
15. μὲν ὑγραίνοντα, τὰ δὲ ξηραίνοντα, καὶ κατὰ τὰς δευτέρας
16. δυνάμεις τε καὶ ποιότητας τὰ μὲν αὐξηρὰ, τὰ δὲ στρυφνὰ,
17. τὰ δὲ πικρὰ, τὰ δὲ δριμέα, τὰ δ’ ὀξέα, τὰ δ’ ἁλυκὰ, καὶ πρὸς
1. τούτοις ἔτι τὰ μὲν διαφοροῦντα, τὰ δὲ σφίγγοντά τε καὶ
2. συνάγοντα καὶ ἀποκρουόμενα τὰς ἐπιῤῥοὰς, τὰ δ’ ἑλκτικὰ
3. τῶν ἐν βάθει, καὶ τὰ μὲν ἐκφρακτικὰ, τὰ δὲ ῥυπτικὰ, τὰ δὲ
4. τῆς αἰσθήσεως ναρκωτικά. εἰ μὲν οὖν μία διάθεσίς ἐστιν
5. ἀλγημάτων αἰτία, μίαν εὔλογον εἶναι καὶ τὴν τῶν ἰωμένων
6. αὐτὴν δύναμιν· εἰ δὲ πολλαὶ, τοσοῦτον εἶναι χρὴ καὶ
7. τὸν τῶν ἰωμένων ἀριθμὸν, ὅσος ὁ τῶν ἐργαζομένων αἰτίων
8. ἐστίν. Ἡροφίλου τοίνυν οὕτως ἐπαινοῦντος τοὺς διορισμοὺς
9. ὡς οὐκ οἶδ’ εἴ τις ἄλλος, αὐτοῦ τε τοῦ Ἀπολλωνίου τὰ
10. τῆς κεφαλαλγίας φάρμακα μετὰ διορισμῶν γράψαντος, ἔτι
11. μᾶλλον θαυμάζω τὸ κατὰ τὰς ὠταλγίας ἀδιόριστον αὐτοῦ.
12. κατέλιπε μὲν οὖν καὶ τὸ πέμπτον γένος τῶν φαρμάκων
13. ἀδιόριστον, ὃ κατὰ τὴν τελευτὴν ἔγραψα πρὸς τὰς χωρὶς
14. φανερᾶς αἰτίας κεφαλαλγίας, καίτοι καὶ τὰς τοιαύτας κεφαλαλγίας
15. ἀναγκαῖόν ἐστι πρῶτον μὲν τοῖς κοινοῖς γένεσι
16. τῶν τὰς ὀδύνας ἐργαζομένων αἰτίων ὑποπεπτωκέναι συνεχείας
17. λύσει ἤ δυσκρασίᾳ, ὡς ἐδείξαμεν· εἶτα δηλονότι καὶ
18. τοῖς τὰς αὐτὰς ἐργαζομένοις, ἃ διώρισται μὲν ὑπ’ ἐμοῦ 
1. πάντα κατὰ τὰς οἰκείας πραγματείας. νυνὶ δὲ τῶν ἐν ταῖς
2. ὠταλγίαις μνημονεύσω μόνον, ὑστάτης ἁπασῶν τῆς πραγματείας
3. οὔσης ταύτης, ὡς πολλάκις εἴρηται, κατὰ τῆς θεραπευτικῆς
4. μεθόδου βιβλία. τὰς γὰρ μεθόδους τῆς θεραπείας
5. ἐν ἐκείνῃ γράφων, ἐν ᾗ δύο που παραδείγματα τῶν κατὰ
6. μέρος προσέθηκα, τὸ πλῆθος τῶν φαρμάκων ὅσα συντίθεμαι
7. ἐκ πολλῶν, εἰς τὴν ἐνεστῶσαν ἀναβαλλόμενος πραγματείαν·
8. ὡς ἡγεῖσθαι μὲν τῆς θεραπευτικῆς μεθόδου τὰ περὶ τῆς
9. τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἕνδεκα τὸν ἀριθμὸν ὄντα.
10. μετὰ ταῦτα δὲ τὰ τῆς θεραπευτικῆς μεθόδου τεσσαρασκαίδεκα,
11. μεθ’ ἃ τὰ τῆς νῦν προκειμένης γράφεσθαι τὰ περὶ
12. τῆς συνθέσεως τῶν φαρμάκων.

13.
14. Ὅτι δὲ λέγων τὸν Ἀπολλώνιον ἡμαρτηκέναι μὴ διορισάμενον
15. ἐπὶ ποίας ὠταλγίας ἕκαστον ὧν γράφει φαρμάκων
16. ὑπάρχει χρήσιμον, οὐ καταψεύδομαι τἀνδρὸς, ἐξ ὀλίγων
17. ἀποδείξω παραδειγμάτων. προσγράψας γὰρ, ὡς ἔφην, πρὸς
1. ὠταλγίαν ἔγχυτα καὶ γράψας ἐν αὐτοῖς, χήνειον ἢ ὀρνίθειον
2. στέαρ ἡσυχῇ τήξας ἔνσταζε· πόλιν ἐφεξῆς γράφει,
3. χολὴν ταυρείαν ἢ αἰγείαν μετὰ χυλοῦ πράσου ἔνσταζε. τὸ
4. μὲν οὖν στέαρ ὧν εἶπε ζώων παρηγορικώτατόν ἐστιν ἁπασῶν
5. τῶν τὰς ὀδύνας ἐργαζομένων διαθέσεων, μετὰ τοῦ καὶ
6. μεγάλως αὐτῶν ὠφελεῖν ἐνίας. αἱ χολαὶ δὲ αἱ μετὰ πράσου
7. τάς τε διὰ φλεγμονὴν ὀδύνας αὐξήσουσι καὶ τὰς ἐπὶ δριμέσι
8. καὶ δάκνουσιν ὑγροῖς, μόνας δὲ ὠφελήσουσι τὰς δι’
9. ἔμφραξιν ἢ ψύξιν γεννωμένας ἤτοι κατὰ ψιλὴν δυσκρασίαν
10. τῆς ψύξεως τῶν στερεῶν μορίων ὀδυνηρᾶς γενομένης ἢ διὰ
11. τὸ γεννᾶσθαι μὲν ἐν ταῖς τοιαύταις διαθέσεσι φυσώδη πνεύματα
12. καὶ χυμοὺς ψυχροὺς, κωλύεσθαι δὲ ἐκκρίνεσθαι διὰ
13. τὴν τοῦ περιέχοντος πύκνωσιν ἄνευ φλεγμονῆς γενομένην.
14. ἐκκριθέντων γὰρ ὑπὸ τῶν οὕτω δριμέων καὶ θερμῶν φαρμάκων
15. τῶν ἀλγημάτων αἰτίων, θεραπεία τε ἅμα καὶ ἀνωδυνία
16. γίνεται. τὸ μὲν οὖν ὀρνίθειόν τε καὶ τὸ χήνειον στέαρ,
17. ἐὰν μὲν εὕρῃ κεκενωμένον τὸ σῶμα καὶ μηκέτι ἐπιῤῥέοντα
18. τὸν τὴν φλεγμονώδη διάθεσιν ἐργαζόμενον χυμὸν, κατὰ τοὺς
1. δύο λόγους ὀνήσει, τόν τε παρηγορικὸν καὶ τὸν θεραπευτικόν.
2. ἐὰν δὲ ἐπιῤῥέοντος ἔτι τοῦ αἰτίου προσενεχθῇ, τὴν
3. διάθεσιν μὲν οὐδὲν ὀνίνησι, παρηγορεῖ δὲ τὸ τῆς ὀδύνης
4. σύμπτωμα, καθάπερ γε κᾂν ἐπὶ χυμῶν δριμύτητι ἡ δῆξις
5. γίνηται. χολὴ δὲ οὐδέποτε μετὰ πράσου χυλοῦ δύναταί τι
6. χρηστὸν ἐπὶ τῶν εἰρημένων διαθέσεων ἐργάζεσθαι, καθάπερ
7. οὐδὲ πέπερι, καίτοι τοῦτό γε οἶδα τῶν ἰατρῶν τινα πράξαντα
8. γυναικὸς ἀλγησάσης οὖς, ἐν χρήσει θερμῶν ὑδάτων
9. αὐτοφυῶν. εἰωθὼς γὰρ πάντα πιστεύειν τοῖς τῶν
10. εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλίοις, κεχρημένος τε
11. κατὰ τύχην πολλάκις ἤδη τῷ διὰ τοῦ πεπέρεως βοηθήματι,
12. καὶ τότε ἤλπισεν ὠφελήσειν τι τὴν ὠταλγίαν· ἀλλ’ οὕτω
13. γε ὑπ’ αὐτοῦ παρωξύνθη τὸ γύναιον, ὡς ὀλίγου δεῖν ἀπάγξασθαι.
14. γράφει οὖν ὁ Ἀπολλώνιος ὡδί. πεπέρεως ἐν οἴνῳ
15. ἀπεξεσμένου λεάνας καὶ σύμμετρον τῷ πάχει ποιήσας ἔνσταζε.
16. γράφει δὲ ἐν αὐτοῖς τούτοις ἐφεξῆς τὰ διὰ πεπέρεως
17. καὶ ταῦτα. λύκειόν τε καὶ μηκώνειον ἴσα, γάλακτι γυναικείῳ
18. διεὶς χρῶ, καὶ τούτῳ γε ἐφεξῆς ἕτερον τουτί· καστορίου καὶ
1. μηκωνείου ἴσον, φώξας ἐπ’ ὀστράκου μάλιστα μὲν Ἀττικοῦ,
2. εἰ δὲ μὴ, Ῥωμαϊκοῦ, καὶ λεάνας διεὶς γλυκεῖ ἔνσταζε.
3. τὰ μὲν οὖν διὰ τοῦ μηκωνείου πάντα φάρμακα, ναρκωτικὰ
4. τῆς αἰσθήσεως ὄντα, κατὰ τοῦθ’ ἡμᾶς ἀναγκάζει ποτὲ αὐτοῖς
5. ἐπὶ τῶν ὑπὸ μηδενὸς τῶν παρηγορικῶν ὠφελουμένων
6. χρῆσθαι, τὸ δὲ διὰ τοῦ πεπέρεως φάρμακον ἐξ ἑτέρου γένους
7. ἐστὶν, ὥσπερ γε καὶ τὸ διὰ τῶν στεάτων ἐξ ἄλλου, καθάπερ
8. γε καὶ τὸ μετὰ ταῦτα γεγραμμένον ἐφεξῆς φάρμακον
9. ὡδί πως. χαλβάνην Σουσίνῳ μύρῳ διεὶς πρόσμιξον μέλι καὶ
10. ῥόδινον καὶ οἰσυπηρὸν ἔριον περὶ μηλωτίδα συστρέψας, κίνει
11. καὶ χλιαίνων ἔνσταζε. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ
12. τοῦτο, δυνάμενον ἁρμόττειν φλεγμοναῖς ἐν αἷς οὐκέτι οὐδὲν
13. ἐπιῤῥεῖ. καλῶς δὲ ποιήσειε κᾀπὶ τῶν διὰ ψύξιν ἀλγούντων.
14. ἴσως δέ τις ἐπιζητήσει διὰ τίνα τὴν αἰτίαν οὐ μόνον τοῦ
15. Ἀπολλωνίου, ἀλλὰ καὶ ἄλλων τινῶν ἀξιολόγων ἀνδρῶν
16. φῶξαι κελευόντων τὸ μηκώνειόν τε καὶ τὸ καστόριον, ὅπως
17. αὐτῶν τὸ σφοδρὸν τῆς δυνάμεως μειωθείη, παρέλιπον ἐγὼ
1. τοῦτο προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὴν
2. ἐμὴν ἀγωγὴν τῆς θεραπείας τῶν ὠταλγιῶν ἔγραφον. ἀπολογητέον
3. οὖν αὐτῷ κατὰ τάδε. τὸ μὲν οὖν καστόριον οὐδ’
4. ὅλως ἀξιῶ φώσσειν· οὐ γὰρ ὡς ναρκωτικὸν αὐτὸ τῆς αἰσθήσεως
5. τῷ μηκωνείῳ μίγνυμεν, ἀλλὰ τοὐναντίον ἅπαν
6. ὡς ἀμβλῦνον τὸ σφοδρὸν τῆς ψυκτικῆς δυνάμεως, ὅπερ οἱ
7. φῶξαι κελεύοντες ἐπὶ μὲν τοῦ μηκωνείου οὐκ ἀτόπως ποιοῦσιν,
8. ἐπὶ δὲ τοῦ καστορίου παντάπασιν ἀτόπως. αὐτὸ γὰρ
9. καθ’ αὑτὸ πεπτικὴν τῶν δυσλύτων τε καὶ σκιῤῥωδῶν διαθέσεων
10. ἔχει δύναμιν. αὐτάρκης οὖν ἐστι καὶ ἡ ἐκ τοῦ μηκωνείου
11. κεχρονίσθαι τὸ συντεθὲν ἐξ αὐτῶν πραΰνης, φωγνύμενον
12. γὰρ ἀπόλλυσι τὸ δραστήριον, εἰ δὲ μιχθὲν τῷ καστορίῳ
13. χρονίσειε, μένει μὲν ἔτι καὶ νῦν ἱκανῶς δραστικὸν,
14. ἀμαυροῦται δὲ αὐτοῦ τὸ κακόηθες, διὸ καὶ βλάπτονταί τινες,
15. ὡς ἀχλυῶδες ὁρᾷν ἄχρι πολλῶν ἡμερῶν καὶ καρηβαρεῖν καὶ
16. μὴ καλῶς πέττειν τὰς τροφὰς ποιεῖ, εἰ ποθείη· καὶ διὰ ταύτην
17. αὐτοῦ τὴν κακοήθειαν ἐπὶ τὴν φῶξιν ἀφίκοντο πολλοὶ 
1. τῶν ἰατρῶν. ἀλλ’ ἐπεὶ πάλιν ἐν τῷ φωχθῆναι τὸ δραστήριον
2. αὐτοῦ ἀμαυροῦσθαι φαίνεται, τούτου γὰρ ἐπειράθην
3. πολλάκις, ἄμεινον ἡγησάμην ἄφωκτον μὲν μιγνύναι, μετὰ
4. χρόνον δὲ χρῆσθαι. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηται
5. γιγνώσκεσθαι χρήσιμα· τὸ δὲ προκείμενον ἦν οὐ μικρῶς
6. βλάβην γενέσθαι τοῖς πιστεύουσιν ἀδιορίστοις γραφαῖς φαρμάκων.
7. γέγραπται δὲ καὶ ἄλλοις πολλοῖς τὸν αὐτὸν τρόπον
8. ἐπὶ πολλῶν μορίων τε καὶ παθῶν ἀδιόριστα φάρμακα, μὴ
9. γινώσκουσιν ὅσην ὁ διορισμὸς ἔχει δύναμιν εἰς τέχνης σύστασιν.
10. ἐφ’ ὧν οὖν θαυμάζω τὸ συγκεχυμένον τε καὶ ἀδιόριστον,
11. ὡς ἐπ’ Ἀπολλωνίου τοῦ Ἡροφιλείου, γινώσκοντος
12. τἀνδρὸς ὅτι κελεύει διὰ παντὸς ὁ Ἡρόφιλος τί τε
13. καὶ ποῖον καὶ πηλίκον ἐστὶ τὸ τοῦ νοσήματος αἴτιον καὶ
14. κατὰ τί μάλιστα δυναστεῦον ἐπίστασθαι τὸν ἰατρὸν, ὅπως
15. καὶ τὴν θεραπείαν ἁρμόττουσαν ἑκάστῳ ποιεῖται. ἔτι δὲ
16. μᾶλλον ἐπ’ Ἀρχιγένους ἄν τις θαυμάσειεν, ἀδιορίστως οὐκ
1. ὀλίγα καὶ αὐτοῦ γράφοντος ἔν τε ταῖς ἄλλαις θεραπείαις
2. καὶ ταῖς τῶν ὠταλγιῶν. ἕνα γὰρ ἔγραψεν αὐτὸς ἐπ’ αὐτῶν
3. μόνον διορισμὸν, τὸν ἀπὸ τοῦ μετρίου τε καὶ σφοδροῦ τῆς
4. ὀδύνης, καὶ σοι παραγράψω τὴν λέξιν ὅλην αὐτοῦ.

5. Ἐν τῷ προτέρῳ τῶν κατὰ γένος φαρμάκων ὁ
7. Ἀρχιγένης ὧδέ πως ἔγραψε κατὰ λέξιν. ἐπὶ δὲ ὠταλγίας
8. τῆς ἄλλης προηγουμένης διαίτης, ἥνπερ καὶ ἐπὶ κεφαλαλγίας
9. ἐτάττομεν. ἐπὶ μὲν τῶν μετρίων τῶν ἁπλῶν μύρων χλιαρῶν
10. ἐνέσταξεν, οἷον κρόκινον ἢ ἴρινον ἢ ῥόδινον ἢ καρύων
11. πικρῶν ἀπόθλιμμα, ἢ τῆς κασσίας τὸ μύρον, ἢ νάρδον ἁπλῆν
12. ἢ Σούσινον ἢ ἀμυγδάλινον, ἢ ῥόδων ἢ ῥοιᾶς ἢ μήκωνος
13. χύλισμα μετ’ ἐλαίου θερμοῦ ἢ πράσου σπέρμα λεῖον ἢ ἐλλέβορον
14. λευκὸν λεῖον μετὰ ῥοδίνου χλιαρὸν ἔγχει ἐν ξύστρᾳ.
15. ἢ μηκωνείου ὀλίγον σὺν γάλακτι γυναικείῳ, ἢ μηκωνίου χύλισμα
16. σὺν γάλακτι ὁμοίως. σφοδρυνομένης δὲ ἥ τε κοιλία
17. διὰ κλυστῆρος εὐτόνως ὑπαγέσθω καὶ ἀπ’ ἀγκῶνος αἷμα
1. ἀφαιρείσθω καὶ ὅσα τοιαῦτα. τοὐντεῦθεν πυριάσθωσαν ἀφεψήματι
2. δάφνης ἢ τοιούτου τινὸς ἢ θείου ἀπύρου ἐμπασσομένῳ
3. τῷ ὕδατι. σφόδρα δὲ ἀποθλιβέσθωσαν οἱ σπόγγοι καὶ
4. τῷ ὠτὶ προστιθέσθωσαν. καὶ γὰρ τὸ ὑγρὸν ῥᾷστα αὐτοὺς
5. περιψύχει, παρ’ ὃ καὶ μακρῶς αἱ πυρίαι αὐτοῖς αἱ ξηραὶ ὠφελιμώτεραί
6. εἰσιν, αἵ τε δι’ ἁλῶν ἢ κέγχρου ἢ δι’ ἁπαλῶν πιλημάτων
7. ἢ διὰ λιπαρῶν ἐκμαγείων. ἢ ἀποζέσας πήγανον
8. βάλε εἰς στενόστομον ἀγγεῖον τὸ ὕδωρ, ἐρίῳ τε ἔμφραξον
9. τὸ στόμα καὶ τῷ ὠτίῳ πρόσφερε, ὥστε διικνεῖσθαι εἰς τὸ
10. οὖς διὰ τοῦ ἐρίου τὴν ἀτμίδα. ἔνιοι δὲ ἐν ὀξυκράτῳ καὶ
11. ὀλίγῳ ἐλαίῳ τὸ πήγανον ἑψήσαντες οὕτως ἐγχέουσι τὸ
12. ὑγρὸν εἰς τὸ ἀγγεῖον καὶ πυριῶσι. μετὰ δὲ τὰς πυρίας
13. διαψήσας τὸ οὖς καὶ ἐγχυματίσας ἢ βαλσάμῳ σὺν ῥοδίνῳ
14. λεανθέντι, ἤ τινι τῶν προειρημένων μύρων χλιαρῷ ἢ
15. ἄλλῳ τινὶ συμφώνῳ πρὸς ὠταλγίαν τῶν αὐτίκα ἀναγραφησομένων
16. κατάπλασσε. ἢ κωδίαν λεπτὴν, ἀλεύρῳ μεμιγμένην
17. καὶ ἐν μελικράτῳ ἑψημένην ἢ αὐτῇ τῇ κωδίᾳ λεπτῇ μετὰ
1. κριθίνου ἀλεύρου ἐν οἴνῳ ἑψημένῃ. ἢ βουκέρατι ἐν μελικράτῳ
2. ἑφθῷ ἢ λινοσπέρμῳ ὁμοίως. ἄκρως ποιεῖ σπόγγος ὀφθαλμικὸς
3. μέλιτι ἑφθῷ καὶ ἔτι θερμῷ βρεχόμενος καὶ ἐπιτιθέμενος,
4. ἢ κηρωτὴ ἰρίνου, μιγέντος αὐτῇ στύρακος. ἄκρως
5. ποιεῖ πρὸς ὠταλγίαν ἀλόη μεμιγμένη μετὰ ῥοδίνου καὶ μέλιτος
6. τὸ πάχος ἐγχεομένη, ἢ χαλκῖτις ἐν οἴνῳ διειμένη, ἢ
7. περδικίου χυλὸς χλιαρὸς ἐνσταζόμενος ἰδίᾳ ἢ μετὰ μέλιτος,
8. ἢ νίτρον διεὶς ὀλίγῳ ὕδατι, μίσγε ἔλαιον καὶ χλιαίνων ἔνσταζε.
9. ἢ ἀριστολόχου ῥίζαν μετ’ ἐλαίου. ἢ ἐλλέβορον λευκὸν
10. λεάνας σὺν ῥοδίνῳ, χλιαρὸν διὰ ξύστρας ἔνσταζε. καλῶς
11. ποιεῖ ὄπιον ἐπ’ ὀστράκου ὀπτηθέν. καὶ καστόριον ὁμοίως,
12. ἴσα λεανθέντα μετὰ ῥοδίνου καὶ γλυκέος, μέχρι μέλιτος σχῇ
13. πάχος, εἶτα μετὰ τὴν πυρίαν περὶ τὴν ὀξεῖαν ἔριον περιειλιχθὲν
14. ἐμβάπτεται καὶ ἐπιτίθεται. ἢ μαράθρου χυλὸν μετά
15. τινος τῶν εἰρημένων μύρων ἐν ἀρχῇ ἔνσταζε. ἢ μετὰ κωδυῶν
16. μήκωνος ἀφέψει καὶ ἔγχει τὸ τοῦ ὄφεως γῆρας, ἢ μετά
17. τινος τῶν εἰρημένων μύρων, ἢ τὸ Σπανὸν γάρος θερμαίνων
18. διὰ ξύστρας. ποιεῖ καὶ τὸ δυσῶδες ἄκοπον ἐγχεόμενον
1. χλιαρόν. ἢ μηκώνειον διεθὲν ῥοδίνῳ καὶ ὀλίγον κρόκιον.
2. καὶ παντὸς μᾶλλον ἡ ἱερὰ ἀρωματικὴ μετά τινος τῶν
3. μύρων. ποιεῖ δὲ ἄκρως λευκὸς ἐλλέβορος λεανθεὶς μετὰ μέλιτος
4. καὶ ῥοδίνου ἐγχεόμενος, ἐμφρασσομένου τοῦ πόρου πορφύρας
5. μαλλῷ. καλῶς ποιεῖ καὶ ὁ ἐλλέβορος μετὰ ἰρίνου μύρου.
6. ποιεῖ δὲ καὶ κεδρία σὺν ναρδίνῳ μύρῳ ἐγχεομένη. Σεβῆρος
7. δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους λείους μετὰ μώρων
8. εἰς τὰ ἡλκωμένα ἐνέχει, ἔνιοι δὲ ψυχρὸν ὕδωρ εἰς τὸ ἀλγοῦν
9. ἐγχέουσιν οὖς, καὶ παραχρῆμα μὲν ὑπεραλγοῦσι, μετὰ
10. βραχὺ δὲ τελέως παύονται. ἄλλοι δὲ κάλλιον ποιοῦντες εἰς
11. τὸ ἕτερον τοῦ ἀλγοῦντος ψυχρὸν ἐγχέουσιν, ὥσπερ Λεύκιος.
12. ποιεῖ καλῶς ἀλόη καὶ κρόκινον μετὰ ἀμυγδαλίνου μύρου
13. ἐγχεόμενα. ἢ χαλκὸς λεῖος μετ’ ὄξους καί τινος μύρου. ἄκρως
14. ποιεῖ σίλφιον μετὰ ῥοδίνου ἐὰν ἕλκωσις ᾖ. θαυμαστῶς ὠφελεῖ
15. τὰς ὑπερβαλλούσας ὠταλγίας, πράσου χυλὸς καὶ οὖρον
16. αἴγειον καὶ ῥόδινον μετ’ ὀλίγης σμύρνης ἐγχεόμενα. ἢ σκιούρου
17. στέαρ, ἐν ξύστρᾳ χλιαίνων ἔνσταζε. ἢ σχιστὴν καὶ 
1. ἡδυόσμου χυλὸν μετὰ γλυκέος. ἢ πέπερι λευκὸν καὶ ἅλας
2. ἴσα μεθ’ ἑψήματος, ἔγχει ἀριστερᾷ χειρὶ πεντάκις ἢ ἑπτάκις.
3. ἢ κοχλίαν σεσηπότα Ἀφρικανὸν παρακεντήσας, ῥοδίνου πληρώσας
4. καὶ ζέσας, διὰ ξύστρας ἐγχυμάτιζε θερμοτέρῳ. ἐὰν δὲ
5. ἐκ πληγῆς ἀλγῇ τὸ ἐκτὸς τοῦ ὠτὸς, λιβάνου χόνδρῳ γάλα
6. ἐπιχέας δὶς καὶ ἀποχέας τὸ τρίτον, ἔασον βραχῆναι καὶ κινήσας
7. ἔγχει, εὐθὺς γὰρ παύει. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν
8. ἀδιορίστως πάνυ. δύναιτο δ’ ἄν τις νοῦν ἔχων ἀναμνησκόμενος
9. ὧν ἔμπροσθεν εἶπον ἐννοεῖν ὁποῖόν τι τῶν
10. εἰρημένων φαρμάκων ἑκάστῃ τῶν εἰρημένων ὠταλγιῶν ἁρμόττει,
11. μεμνημένος τῆς δυνάμεως αὐτῶν ἐξ ὧν ἔμαθεν ἐν
12. τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν.
13. ἐγὼ δὲ ἐπὶ τὰς ὑπ’ Ἀνδρομάχου γεγραμμένας ὠτικὰς δυνάμεις
14. ἤδη μεταβήσομαι.

15. Τέσσαρας
16. ἐπὶ τὰς εἴκοσι δυνάμεις ὠτικὰς, ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ
17. Ἀνδρόμαχος, ἐνίαις μὲν προσθείς τινα διορισμὸν, ἐνίαις δὲ
1. οὐδένα. καὶ πρώτη γε αὐτῶν ἐστιν οὕτω γεγραμμένη. ὠτικὴ
2. ἐκ τῶν Γάλλου ᾗ χρῶμαι. ♃ σμύρνης 𐅻 α΄. ἁλὸς 𐅻 δ΄.
3. λιβάνου 𐅻 γ΄. ἀφρονίτρου 𐅻 γ΄. κρόκου 𐅻 δ΄. μηκωνείου
4. 𐅻 γ΄. ἀμύγδαλα πικρὰ κ΄. χαλβάνης 𐅻 β΄. ὄξους καλοῦ
5. τὸ ἱκανόν. ἀναφέρεται ἡ γραφὴ εἰς Μενέμαχον. πολύχρηστόν
6. τινα ταύτην ὠτικὴν ὁ Ἀνδρόμαχος ἔγραψεν, ἐστοχασμένην
7. πολλῶν ἅμα διαθέσεων ἐν ὠσὶ γινομένων. εἴρηται δέ μοι
8. καὶ πρόσθεν ὡς αἱ τοιαῦται δυνάμεις οὔτε κατορθώματα
9. μεγάλα ποιοῦσιν οὔτε σφάλματα, διὰ παντὸς αὐταῖς χρωμένων
10. ἡμῶν. ὅσαι δὲ πρὸς μίαν διάθεσιν ἁρμόττουσιν, ἐκείνην
11. μὲν ἄριστα θεραπεύουσιν, τὰς δὲ ἄλλας ἐνίοτε πρὸς τῷ μηδὲν
12. ὠφελεῖν ἔτι καὶ παροξύνουσι. δευτέραν ὁ Ἀνδρόμαχος
13. δύναμιν ἔγραψεν ἐφεξῆς τῇ προειρημένῃ τήνδε. ὠτικὴ Αἰλίου
14. Γάλλου πρὸς φλεγμονὴν καὶ ἐπιτεταμένας ἀλγηδόνας. ♃
15. χαλβάνης 𐅻 η΄. κινναμώμου 𐅻 β΄. σμύρνης 𐅻 η΄. κρόκου
16. 𐅻 η΄. λιβάνου 𐅻 γ΄. ἀφρονίτρου 𐅻 γ΄. ὀποῦ μήκωνος
17. 𐅻 γ΄. ὄξους ὡς μέλιτος ἔχειν πάχος. δεῖ δὲ προεκνιτροῦν,
1. ἵνα μὴ λίπος ἔχῃ, εἶθ’ οὕτως ἐγχεῖν τὸ φάρμακον.
2. κᾀνταῦθα πάλιν ἐκφρακτικά τε καὶ πεπτικὰ καὶ χαλαστικὰ
3. καὶ διαφορητικὰ μέμικται φάρμακα, μὴ δυνάμενα σφοδρὰς
4. ὀδύνας ἰᾶσθαι. διὰ τοῦτο οὖν αὐτοῖς ὁ τοῦ μήκωνος ὀπὸς
5. ἐμίχθη. τρίτην ὠτικὴν ἔγραψε τοιάνδε κατὰ λέξιν. ὠτικὴ
6. Λαοδίκου βασιλέως, ᾗ κέχρημαι συνεχῶς. ♃ καστορίου 𐅻 β΄.
7. ὀποῦ μήκωνος 𐅻 δ΄. ὀποπάνακος 𐅻 β΄. λυκίου ἀφροῦ 𐅻 α΄.
8. γλυκεῖ ἀναλάμβανε καὶ χρῶ χλιαίνων. αὕτη μὲν προφανῶς
9. ἁρμόττει ταῖς ἐπιτεταμέναις ὀδύναις, οὐ μὴν ταῖς γε ἄλλαις
10. διαθέσεσιν. ἐγὼ δὲ, ὡς ἔφην, ἐφ’ ἑκάστῃ τῶν διαθέσεων
11. οἰκείῳ χρῶμαι φαρμάκῳ, φεύγων ἀεὶ τὸν ὀπὸν τοῦ μήκωνος,
12. ἔνθα μή τις ἀνάγκη μεγάλη πρὸς αὐτὸν ἡμᾶς ἔρχεσθαι
13. βιάζεται. τετάρτην ἔγραψε δύναμιν ὠτικὴν ὡδί πως. ἄλλη
14. πρὸς φλεγμονὴν καὶ πυοῤῥοῦν καὶ παλαιὰς διαθέσεις. ♃
15. κυάμων Αἰγυπτίων τοῦ ἐντὸς πικροῦ, στυπτηρίας σχιστῆς,
16. πεπέρεως λευκοῦ, ἀφρονίτρου, κρόκου, ὀπίου, σιδίων, σμύρνης,
17. λιβάνου, νάρδου ἀνὰ 𐅻 β΄. καστορίου 𐅻 α΄. μέλιτος
18. καὶ ὄξους τὸ ἱκανόν. οἱ δὲ μέλιτος 𐅻 στ΄. ἐν ταύτῃ τὰ
1. ἄλλα φάρμακα διαφορητικὰ καὶ ξηραντικὰ καὶ τῶν ἐμφράξεων
2. ἐκφρακτικὰ καί τινα καὶ τῶν πεπτικῶν, οἷον ἥ τε
3. σμύρνα καὶ ὁ λιβανωτὸς ἔγκειται. στυπτηρία δὲ σχιστὴ στυπτικὸν
4. ἰσχυρῶς φάρμακον ὑπὲρ τοῦ ξηραίνεσθαι τὰ πυοῤῥοοῦντα
5. μέμικται. πρόσκειται δὲ καὶ τὸ ὄπιον, ἀνωδυνίας
6. ἕνεκεν. ἀντιτέτακται δὲ αὐτῷ τὸ καστόριον, ὡς ἔμπροσθεν
7. ἔφην. ἀλλ’ ἐπὶ τῶν τοιούτων διαθέσεων οὐ μόνον ὡς ἀντιτεταγμένον,
8. ἀλλὰ καὶ ὡς πέττον αὐτὰς καὶ ὡς ξηραῖνον
9. εἰκότως ἐμβάλλεται. πέμπτην ἔγραψεν ὁ Ἀνδρόμαχος ὠτικὴν
10. τήνδε κατὰ λέξιν. ἄλλη ἀπὸ Ξενοκράτους, ᾗ κέχρημαι
11. πολλάκις. ♃ ἀφροῦ λυκίου 𐅻 β΄. σμύρνης 𐅻 α΄. λιβάνου
12. 𐅻 α΄. σχιστῆς τριώβολον, κρόκου τριώβολον, ἀφρονίτρου
13. ὀβολοὺς δύο, λεῖα σὺν ὄξει ἀπόθου, χρῶ σὺν ὄξει. καὶ αὕτη
14. πολύχρηστος μέν ἐστιν, οὐ μὴν ἔνθα πόνος ἰσχυρὸς ἁρμόττει,
15. μήτε ὄπιον ἔχουσα μήτε καστόριον μήτε τῶν ἀνωδύνων
16. τι στεάτων μήτε χαλβάνης. ἕκτη δύναμις ὠτικὴ κατὰ τήνδε
17. τὴν λέξιν γέγραπται. ἄλλη ἀπὸ Πρυτάνιδος συμπεφώνηκε τῇ
1. Ἁρπάλου. ♃ σμύρνης τριώβολον, νάρδου τριώβολον, κρόκου
2. τριώβολον, χαλκῆς κεκαυμένης ὀβολοὺς ε΄. ὀπίου ὀβολοὺς
3. δύο, καστορίου τετρώβολον, σχιστῆς 𐅻 α΄. καὶ στρογγύλου
4. 𐅻 α΄. σὺν γλυκεῖ, ὅταν ῥεῦμα, ὅταν δὲ ὀδύνη, σὺν
5. ῥοδίνῳ. ὅταν δὲ σκώληκες γεννῶνται, ἐλλεβόρου μέλανος μίσγε
6. 𐅻 β΄. καλῶς ἐποίησεν ἐπὶ τῇ τελευτῇ τὴν χρῆσιν αὐτῆς
7. εἰπὼν, ἣν ἡμεῖς ἂν εἰρήκειμεν, εἴπερ αὐτὸς αὐτὴν ὤκνησε
8. προσγράψαι. ἑβδόμη παραπλησία τῇ προγεγραμμένῃ γέγραπται
9. κατὰ τόνδε τὸν τρόπον· ἄλλη δίου Γαίου σύμφωνος.
10. ♃ ἐλλεβόρου μέλανος ὀβολοὺς β΄. σμύρνης ὀβολὸν α΄ S".
11. ὀπίου τριώβολον, χαλκοῦ κεκαυμένου τετρώβολον, στυπτηρίας
12. σχιστῆς ὀβολοὺς β΄. καστορίου ὀβολὸν​ α΄. κρόκου τετρώβολον,
13. νάρδου τετρώβολον γλυκεῖ χρῶ. ἔστι δὲ ἡ ὀγδόη παραπλησία
14. ταῖς προγεγραμμέναις. περὶ δὲ τῆς ἐνάτης ὡδί
15. πως αὐτὸς ἔγραψεν. ἄλλη ᾗ χρῶμαι πρὸς περιωδυνίας καὶ
16. ἤχους. ♃ νίτρου 𐅻 α΄. σμύρνης 𐅻 α΄. ῥοδίνου κύαθος α΄.
17. ὄξους κύαθος εἷς, ὁμοῦ λεάνας χρῶ. οὐ πρὸς τὰς ἐν φλεγμονῇ
18. περιωδυνίας ἁρμόττει τοῦτο τὸ φάρμακον, ἀλλὰ τὰς
19. ἐπ’ ἐμφράξει καὶ πνεύματι ψυχρῷ καὶ ἀτμώδει καὶ χυμῷ 
1. παραπλησίως. δεκάτην ἄλλην ἔγραψεν ὡδί πως. πρὸς ὦτα
2. πυοῤῥοοῦντα παρὰ Ἁρποκρατίωνος. ♃ κυτίων, σιδίων, ἀριστολοχίας,
3. χαλκίτεως, μίσους κυπρίου, κηκίδος, λεπίδος χαλκοῦ,
4. ἀνὰ 𐅻 α΄. σμύρνης, λιβάνου ἀνὰ τριώβολον, χαλκάνθης
5. ὀπτῆς, στυπτηρίας σχιστῆς ἀνὰ τριώβολον, σὺν γλυκεῖ
6. τροχίσκους ποιῶν χρῶ. εἰ δὲ καὶ μὴ προσέγραψεν αὐτὸς
7. ἐν ἀρχῇ τὴν ἐπαγγελίαν τοῦ φαρμάκου, προχειρότατον
8. ἦν ἡμῖν νοῆσαι, μεμνημένοις ὧν ἐν ἀρχῇ προεῖπον, ὅτι ξηραντικόν
9. ἐστι τὸ φάρμακον ὤτων πυοῤῥοούντων. ὅπερ γίνεται
10. καταφερομένου τινὸς ἐκ τῆς κεφαλῆς ῥεύματος, ἐφ’ ᾧ
11. καὶ τὰς ἑλκώσεις χρονίζοντι συμβαινούσας ὁρῶμεν. ἑνδεκάτην
12. ὠτικὴν ἔγραψεν οὕτως. ὠτικὴ ἐν πολλοῖς σύμφωνος. ♃
13. κρόκου 𐅻 α΄. σμύρνης 𐅻 α΄. καστορίου 𐅻 β΄. σχιστῆς
14. 𐅻 δ΄. λιβάνου 𐅻 α΄. σὺν γλυκεῖ μέλιτος πάχος ποιῶν, εἶθ’
15. οὕτως ἀνιεὶς χρῶ. καὶ αὕτη τῶν μετρίων διαθέσεών ἐστιν
16. ἰατικὴ, καθάπερ καὶ ἡ ἐφεξῆς αὐτῇ γεγραμμένη, τὰς δὲ ἐφεξῆς
17. ταύτῃ προγεγραμμένας δυνάμεις ὠτικὰς ὑπὸ τοῦ Ἀνδρομάχου
1. δρομάχου χωρὶς τῆς ἐμῆς ἐξηγήσεως παραγράψω, γνωρίζειν
2. αὐτὰς ἤδη δυναμένων ὅσοι μέμνηνται τῶν προειρημένων.
3. ἐφ’ ὧν δὲ καὶ αὐτὸς πεποίηται μετὰ διορισμοῦ τὴν γραφὴν,
4. οὐδὲν ἔτι τούτων οὐδεμία τῆς ἡμετέρας ἐξηγήσεως χρῄζει.
5. ἐφεξῆς οὖν ἅπασαι γεγράψονται, χάριν τοῦ μηκέτι μνημονεύειν
6. ἡμᾶς ἄλλης ὠτικῆς δυνάμεως ὑφ’ ἑτέρου τῶν ἰατρῶν
7. γεγραμμένης, ἐνταῦθα γὰρ ἡ ποικιλία πασῶν αὐτῶν περιέχεται.
8. ὠτικὴ ὡς Σόλων διαιτητής. ♃ σμύρνης 𐅻 δ΄. σχιστῆς
9. 𐅻 δ΄. καστορίου 𐅻 β΄. λιβάνου 𐅻 α΄. κρόκου 𐅻 α΄.
10. ὀπίου 𐅻 α΄. Κρητικῷ ἢ οἰνομέλιτι πάχος μέλιτος. ὠτικὴ
11. Ἀντιπάτρου πρὸς περιωδυνίας. ♃ κρόκου γο β΄. οἱ δὲ γο α΄.
12. σμύρνης γο α΄. ἁλὸς ἀμμωνιακοῦ γο α΄. σχιστῆς, ἀμμωνιακοῦ
13. θυμιάματος ἀνὰ γο S". μύρου ἰρίνου ἢ Συριακοῦ ὑποστάθμης
14. γο β΄. σὺν οἰνομέλιτι ἢ Κρητικῷ ποιῶν μέλιτος
15. πάχος λεπτοῦ χρῶ. ὠτικὴ ἄλλη λίαν καλή. ♃ ὀποπάνακος
16. 𐅻 β΄. ὀποῦ μήκωνος 𐅻 δ΄. ἀφροῦ λυκίου 𐅻 δ΄. καστορίου
1. 𐅻 β΄. σχιστῆς τριώβολον, κρόκου τριώβολον, σμύρνης 𐅻 α΄.
2. ἡ χρῆσις σὺν γάλακτι γυναικείῳ. πρὸς ὦτα πυοῤῥοοῦντα
3. παρὰ Σπενδούσης. ♃ χοίρου ἐκτομίου χολῆς μέρη β΄. μέλιτος
4. Ἀττικοῦ μέρος α΄. ὁμοῦ ἐν ὑελίνῳ ἀγγείῳ ἐπὶ θερμοσποδιᾶς
5. θέρμαινε ἄχρι τοῦ ἡμίσεως καὶ οὕτω χρῶ. ὠτικὴ
6. παρὰ Ἁρποκράτους πρὸς διαθέσεις καὶ ὀδύνας. ♃ ναρδοστάχυος
7. 𐅻 στ΄. σμύρνης 𐅻 στ΄. πεπέρεως 𐅻 στ΄. ἀφρονίτρου
8. 𐅻 στ΄. ἁλὸς ἄνθους 𐅻 στ΄. κρόκου 𐅻 ζ΄. κάρυα πικρὰ ι΄.
9. ὀποῦ μήκωνος 𐅻 ιβ΄. οἴνου παλαιοῦ τὸ ἱκανὸν,
10. ἔγχει κασσιτερίνῳ ἀγγείῳ τὸ φάρμακον. πρὸς δυσηκοΐαν καὶ
11. ἤχους. ♃ ἐλλεβόρου λευκοῦ 𐅻 α΄. καστορίου ὀβολὸν α΄.
12. ἀφρονίτρου ὀβολὸν α΄ S". χρῶ μετ’ ὄξους ὡς καλλίστῳ.
13. στρουθίου 𐅻 α΄. κρόκου Κιλικίου 𐅻 α΄. καστορίου 𐅻 α΄.
14. ἐλλεβόρου λευκοῦ 𐅻 δ΄. νίτρου 𐅻 α΄. τροχίσκους ποιῶν
15. ἐπὶ τῆς χρήσεως ἀνιεὶς οἴνῳ χρῶ. πρὸς ὦτα πυοῤῥοοῦντα.
16. στυπτηρίαν ἐκκεκαυμένην καὶ σμύρναν μετὰ μέλιτος λεάνας,
17. προεκκλύσας τὸ ὠτίον ἐρίῳ τὸ φάρμακον ἐπιτίθει. ὠτικὴ
18. παρὰ Χρυσάνθου Γρατιανοῦ πρὸς φλεγμονὰς καὶ ἑλκώσεις.
1. ♃ σίλφας χωρὶς πτερῶν δεκαδύο, οἴνου παλαιοῦ καὶ μέλιτος
2. γο στ΄. ῥοιᾶς κέλυφον α΄. πράσου χυλοῦ κύαθον α΄ S".
3. ἐν χύτρᾳ καινῇ ἕψε, ἕως τακερωθῇ ἡ ῥοιὰ, εἶτα λέαινε καὶ
4. πρόσβαλε μύρου Συριακοῦ γο α΄. πίσσης ὑγρᾶς γο α΄ S".
5. κρομμύων δ΄. τὸν χυλὸν ἐκθλίψας καὶ συλλεάνας ἀπόθου,
6. ἐπὶ δὲ τῆς χρείας χλιάνας σὺν ἐρίῳ ἐπιτίθει. ὠτικὴ πρὸς
7. φλεγμονὰς καὶ πυῤῥοοῦντας. ♃ νάρδου Ἰνδικῆς 𐅻 α΄.
8. στυπτηρίας σχιστῆς 𐅻 β΄. ὀπίου 𐅻 δ΄. σιδίων 𐅻 δ΄. κρόκου
9. 𐅻 γ΄. σμύρνης 𐅻 δ΄. λιβάνου 𐅻 δ΄. μέλιτος Ἀττικοῦ
10. 𐅻 δ΄. ἀφρονίτρου 𐅻 δ΄. καστορίου 𐅻 β΄. ἀμυγδάλων πικρῶν
11. 𐅻 η΄. πεπέρεως λευκοῦ κόκκους λ΄. ὄξους κύαθον α΄.
12. οὔρου συάγρου τὸ ἴσον, κυάμων Αἰγυπτίων χλωρῶν τοῦ
13. ἐντὸς 𐅻 δ΄. λεάνας ὁμοῦ ἀπόθου εἰς κασσιτέρινον ἀγγεῖον,
14. ἐπὶ δὲ τῆς χρήσεως μετὰ ῥοδίνου ἔνσταζε καὶ κροκίδα ἐντίθει
15. πορφυρᾶν. ὠτικὴ πρὸς τὰ ἀπεγνωσμένα, ὡς Ζωΐλος ὁ
16. ὀφθαλμικός. ♃ ὑοσκυάμου σπέρματος τριώβολον, στυπτηρίας
17. σχιστῆς ὀβολοῦ τὸ S". σμύρνης 𐅻 α΄. καστορίου τριώβολον,
1. μηκωνείου τριώβολον, κηκίδος τριώβολον, κρόκου τετρώβολον,
2. κινναμώμου τετρώβολον, λιβάνου ὀβολοὺς β΄. ἀφρονίτρου
3. ὀβολοὺς δύο, σανδαράχης ὀβολοὺς β΄. ὀπίου προσφάτου κοχλιάρια
4. τρία, οὔρου συάγρου ἄῤῥενος κοχλιάρια τρία, κογχυλίου
5. αἵματος τριώβολον, μανδραγόρου χυλοῦ ὀβολὸν α΄. μέλιτος
6. Ἀττικοῦ τὸ ἱκανὸν, κογχυλίῳ ἔμφρασσε τὸ οὖς. ὠτικὴ
7. ἄλλη πρὸς φλεγμονὰς καὶ πυοῤῥοοῦντα θαυμαστή. ♃ πηγάνου
8. τριώβολον, σμύρνης τριώβολον, δαφνίδων ἀληλεσμένων
9. τριώβολον, ὑοσκυάμου χυλοῦ 𐅻 α΄. ὀπίου 𐅻 α΄. κρόκου
10. 𐅻 α΄. σὺν γάλακτι γυναικείῳ χρῶ, ἐγχυματίζων χλιαρόν.
11. ὠτικὴ λίαν καλὴ καὶ δεδοκιμασμένη ἐκ τῶν Ἀπολλωνίου.
12. ♃ σμύρνης 𐅻 β΄. λιβανωτοῦ 𐅻 β΄. καρύων πικρῶν 𐅻 α΄.
13. ἀφρονίτρου 𐅻 β΄. σχιστῆς 𐅻 α΄. σιδίων 𐅻 α΄. ναρδοστάχυος
14. 𐅻 β΄. ἀλόης 𐅻 γ΄. οἰνομέλιτος παλαιοῦ κυάθους γ΄. τὰ
15. ξηρὰ λεῖα μίσγε τῷ οἰνομέλιτι καὶ ἑψήσας, ἀπόθου εἰς ἀγγεῖον
16. κασσιτέρινον, ἐπὶ δὲ τῆς χρείας χλιαρῷ χρῶ.

17. Ὠτικὴ πρὸς τὰς προσφάτους περιωδυνίας, 
1. αἷς ἐχρήσατο Νικήρατος, κάλλιστον τοῦτό ἐστιν.
2. ὀνίσκον τῶν κατοικιδίων. ζῶον δέ ἐστιν πολύπουν ἐν τοῖς
3. ὑδρηροῖς ἀγγείοις καὶ ἐν ταῖς κοπρίαις γεννώμενον, κατὰ δὲ
4. τὰς τῶν δακτύλων ἐπαιρήσεις σφαιρούμενον. τούτων λαβὼν
5. τρεῖς ἢ τέτταρας καὶ σὺν ἐλαίῳ ἀποζέσας καὶ τὸ ἔλαιον
6. ἀποθλίψας ἐγχυμάτιζε. ποιεῖ δὲ καὶ ὁ κολοκύνθης χυλὸς,
7. μετὰ ῥοδίνου ἢ ναρδίνου μιγνύμενος καὶ χλιαινόμενος. καὶ
8. περδικίου βοτάνης χυλὸς μετὰ ἐλαίου ἑψόμενος. καὶ κενταυρίου
9. χυλὸς μελικράτῳ διαλυθεὶς, καὶ ὑοσκυάμου χυλὸς ῥοδίνῳ
10. μιγνύμενος. ποιεῖ καὶ ὀποῦ μήκωνος ὀλίγον, γάλακτι
11. γυναικείῳ διαλυθέν. καὶ βοείων κρεῶν οἱ ἀποῤῥέοντες ἰχῶρες
12. ὅτε ὀπτᾶται, ταῦτα δεῖ ὠμὰ πρόσφατα ἐπιτιθέναι ἀνθρακιαῖς
13. καὶ ἔνωμα ὄντα ἐκθλίβειν καὶ τῷ ἐκθλιβομένῳ θερμῷ
14. ὑγρῷ ἐγχυματίζειν. ποιεῖ δὲ καὶ καρύων σεσηπότων τοῦ
15. ἐντὸς τὸ ὑγρὸν, ὄξει διαλυθὲν καὶ ῥοδίνῳ. ποιεῖ δὲ καὶ ὁ
16. Λιβυκὸς κοχλίας, ἀποσβεννύμενος ἐν τῷ οἰκείῳ ὀστράκῳ
17. μετὰ ἐλαίου ναρδίνου ἢ ῥοδίνου. ποιεῖ δὲ καὶ ὑὸς ἀτόκου
18. χολὴ, ἰσοστάθμῳ μέλιτι Ἀττικῷ μιγνυμένη. ἄλλο. ♃ ὀποῦ
1. μήκωνος, καστορίου, ἀνὰ ὀβολοὺς β΄. γλυκεῖ διαλύσας καὶ
2. ὀλίγον ῥοδίνου ἐπιβαλὼν χλιαίνων ἐγχυμάτιζε. ἄλλο. ♃ ὀποῦ
3. μήκωνος καὶ ὀποῦ πευκεδάνου τὸ ἴσον, διαλύων ἐγχυμάτιζε.

4.
5. σμύρνης, ὀπίου, καστορίου τὸ ἴσον γλυκεῖ διαλύσας, χλιαίνων
6. ἐγχυμάτιζε. ἄλλο. ♃ ὑοσκυάμου χυλοῦ, ὀποῦ μήκωνος,
7. σμύρνης, καστορίου, ἀνὰ 𐅻 δ΄. πεπέρεως 𐅻 α΄. προτρόπου
8. τὸ ἱκανόν. πρὸς ξηρὰς καὶ ἀνίκμους ἑλκώσεις. ἔστι δὲ καὶ
9. πεσσὸς ἀγαθός. ♃ οἰσύπου 𐅻 δ΄. μυελοῦ ἐλαφείου 𐅻 δ΄.
10. βουτύρου 𐅻 δ΄. στέατος χηνείου 𐅻 δ΄. κηροῦ Τυῤῥηνικοῦ
11. 𐅻 δ΄. τερμινθίνης 𐅻 α΄. ἐλαίου κικίνου κυάθους β΄. ἐλαίου
12. ἀμυγδαλίνου κυάθους β΄. ἐλαίου κυπρίνου κυάθους δύο, πισσελαίου
13. κύαθον α΄. συντίθει καὶ χρῶ ἐξανιεὶς ὅσον ἐξαρκεῖ
14. ἐλαίῳ ναρδίνῳ μίσγε, ὥστε μέλιτος ἔχειν πάχος. σφόδρα καλὸν
15. καὶ πρὸς τὰς τῶν νεύρων διαθέσεις. ♃ ἐλαίου κυπρίνου
16. κυάθους β΄. ἰρίνου, ῥοδίνου, ἀμυγδαλίνου, ἐλαίου παλαιοῦ
17. ἀνὰ κυάθους β΄. πισσελαίου κύαθον α΄. κηροῦ γο β΄. τερμινθίνης
1. γο α΄. στέατος χηνείου γο α΄. συντίθει καὶ χρῶ.
2. ἄλλο πρὸς τὰς ἐν βάθει ἀποστάσεις, Ἀντωνίου Μούσα. ♃
3. κρόκου 𐅻 β΄. σμύρνης 𐅻 β΄. βδελλίου 𐅻 δ΄. καρύων πικρῶν
4. 𐅻 η΄. πρασίου χυλοῦ κοτύλης τὸ ἥμισυ, προτρόπου
5. κοτύλης τὸ ἥμισυ, ἕψε τὰ ὑγρὰ καὶ τοῖς λοιποῖς ἐπιβαλὼν
6. ἀνελόμενος χρῶ γλυκεῖ διαλύων ὅσον ἐξαρκεῖ. ἄλλο. ♃ κρόκου,
7. σμύρνης, καστορίου, κενταυρίου ἀνὰ 𐅻 β΄. ἀφρονίτρου·
8. 𐅻 α΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 η΄. ἑλξίνης χυλοῦ
9. 𐆅 α΄ S". προτρόπου ξεστ. α΄. S". συντίθει καὶ χρῶ καθὰ προείρηται.
10. πρὸς τὰς σὺν ῥεύματι φλεγμονὰς, ᾧ ἐχρήσατο Κλέων.
11. ♃ σμύρνης, ἀλόης, λιβάνου, ὀποῦ μήκωνος ἀνὰ 𐅻 β΄. μίσυος
12. ὠμοῦ 𐅻 α΄. ὄξει ἀναλάμβανε, ἐν δὲ τῇ χρήσει γλυκεῖ
13. διαλύων ἐγχυμάτιζε. ἄλλο. Ἀρείου Ταρσέως. ♃ σμύρνης
14. 𐅻 δ΄ λιβάνου 𐅻 δ΄. μίσυος ὠμοῦ 𐅻 β΄. λυκίου Ἰνδικοῦ
15. 𐅻 δ΄. ἀναλάμβανε ὄξει. ἡ χρῆσις ὡς δεδήλωται. πολλοῦ δὲ ῥεύματος
16. ἐπιγινομένου, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.
17. ♃ κρόκου, λιβάνου, σμύρνης, ὀπίου, λύγου σπέρματος
18. ἀνὰ 𐅻 α΄. λυκίου Ἰνδικοῦ, κυτίνων ῥοιᾶς, ῥόδων ἄνθους
1. ἀνὰ 𐅻 β΄. ὄξους κοτύτην α΄. ἕψε λύγου σπέρμα, κυτίνους,
2. ῥόδων ἄνθος εἰς τὸ ὄξος ἐμβαλὼν καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε
3. τοῖς λοιποῖς καὶ ἀνελόμενος ἀπόθου. ἐν δὲ τῇ χρήσει
4. γλυκεῖ διαλύσας ἐγχυμάτιζε. πρὸς τὰ πυοῤῥοοῦντα ὦτα μετ’
5. ὀδύνης ᾧ ἐχρήσατο Κίμων. ♃ καστορίου 𐅻 β΄. σχιστῆς,
6. κρόκου, σμύρνης, λιβανωτοῦ ἀνὰ 𐅻 α΄. γλυκεῖ ἀναλάμβανε
7. ἢ μυρτίνῃ καὶ χρῶ, ἐπὶ μὲν τῶν προσφάτων μετ’ οἰνομέλιτος,
8. ἐπὶ δὲ κεχρονισμένων μετ’ ὄξους. Κλαυδίου Δαμονίκου
9. πρὸς πυοῤῥοοῦντα καὶ χρονίας διαθέσεις. ♃ κρόκου 𐅻 γ΄.
10. σμύρνης 𐅻 α΄. κάρυα πικρὰ κεκαθαρμένα ἀριθμῷ λ΄. νίτρου
11. ἀφροῦ, νάρδου Συριακῆς, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 α΄. λιβάνου
12. τριώβολον, ὄξει δριμυτάτῳ ἀναλαμβάνεται καὶ δι’
13. ὄξους ἀνίεται. πρὸς δυσωδίαν καὶ νομὴν ἡ τῶν Ἱσπανῶν
14. λεγομένη. ♃ γάρου μέλανος ῥωμαϊστὶ λεγομένου ὀξυπόρου
15. 𐆅 α΄. ὄξους σκιλλητικοῦ 𐆅 α΄. μέλιτος Ἀττικοῦ 𐆅 α΄ S".
16. ἕψε μέχρι συστάσεως καὶ ἀνελόμενος εἰς ἀγγεῖον ὑέλινον χρῶ.
17. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. κολοκύνθης χυλοῦ 𐆅 α΄. συντίθει,
1. ποιεῖ πρὸς τὰς μετὰ φλεγμονῆς δυσωδίας. Χαριξένου
2. πρὸς φθορὰς καὶ δυσωδίας. ♃ στυπτηρίας Μιλησίας λίτραν
3. α΄. χαλκάνθου λίτρας η΄. ἀλόης 𐅻 η΄. κροκομάγματος
4. 𐅻 η΄. σμύρνης 𐅻 η΄. οἴνου μυρτίνου 𐆅 γ΄. ἕψε στυπτηρίαν
5. καὶ τὸν γλυκὺν, καὶ ὅταν συστῇ ἐπίβαλε τὰ λοιπὰ
6. ὄξει διαλύσας καὶ ἀνελόμενος χρῶ. πρὸς τὰς τῶν σαρκῶν
7. ἐπαναστάσεις, ᾧ ἐχρήσατο Ἡρακλείδης ὁ Ταραντῖνος. ♃ ἰοῦ
8. ξυστοῦ 𐅻 η΄. λεπίδος χαλκοῦ 𐅻 η΄. ἐν ἄλλῳ 𐅻 δ΄. μέλιτος
9. κοτύλης S". τὰ ξηρὰ τρίψας καὶ μέλιτι ἀναλαβὼν ἕως
10. ἐρυθρὸν γενέσθαι καὶ ἀνελόμενος χρῶ. ἄλλο. ♃ ἰοῦ 𐅻 δ΄.
11. χαλκάνθου 𐅻 δ΄. σμύρνης 𐅻 δ΄. πρασίου χυλοῦ κυάθους γ΄.
12. μέλιτος τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. Χαλκηδονία
13. πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ ἐλλεβόρου λευκοῦ 𐅻 δ΄.
14. κρόκου 𐅻 δ΄. σμύρνης 𐅻 δ΄. καστορίου 𐅻 δ΄. λιβανωτοῦ
15. 𐅻 δ΄. ὀπίου 𐅻 δ΄. χαλκάνθου 𐅻 ιστ΄. πεπέρεως 𐅻 β΄.
16. σμύρναν, ὄπιον λιβανωτὸν, καστόριον, ἔμβρεχε ὄξει ἐναφεψημένων
17. σιδίων μέχρι διαλύσεως, εἶτα ἔμβαλε κεκομμένα,
18. ἐλλέβορον, κρόκον, πέπερι, χάλκανθον, εἶτα τρῖβε ὁμοῦ 
1. πάντα ἐπιμελῶς, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε οἰνομέλιτος τὸ
2. αὔταρκες, ὥστε τὸ πάχος ἔχειν μέλιτος ἀνιεμένου. ἐπὶ δὲ τῆς
3. χρήσεως χλιαίνων ἐγχυμάτιζε. τούτῳ τῷ φαρμάκῳ χρώμενος
4. πολλάκις κατώρθωσα καὶ προκόπτοντος τοῦ χρόνου προσέθηκα
5. τῇ γραφῇ ὀμφακίνου 𐅻 α΄. Αἰγυπτία πρὸς τὰς
6. αὐτὰς διαθέσεις, κᾂν ὦσι συγγεγενημέναι. ♃ ἀμυγδάλων πικρῶν
7. κεκαθαρμένων 𐅻 β΄. κυάμων. Αἰγυπτίων τοῦ ἐντὸς,
8. πεπέρεως λευκοῦ, κρόκου, σμύρνης, ὀπίου ἀνὰ 𐅻 β΄. λιβανωτοῦ
9. 𐅻 β΄. ὀμφακίου 𐅻 δ΄. σχιστῆς 𐅻 δ΄. καστορίου
10. 𐅻 β΄. χαλκάνθου 𐅻 δ΄. ἀφρονίτρου 𐅻 β΄. ἀναλάμβανε
11. ὄξει ἐναφεψημένων σιδίων, ὡς γλοιοῦ ἔχειν τὸ πάχος. ἐπὶ
12. δὲ τῆς χρήσεως, αὔταρκες λαβὼν τοῦ φαρμάκου καὶ μύρῳ
13. ναρδίνῳ διαλύσας ἐγχυμάτιζε. πρὸς τὰς ἐκ τῶν ὤτων αἱμοῤῥαγίας
14. Ἡρακλείδου Ταραντίνου, ὥστε μὴ θρομβοῦσθαι.
15. πρασίου τὸν χυλὸν ἑψήσας καὶ ὄξος μίξας ἐγχυμάτιζε. ἢ
16. ῥοιᾶς ἐν ὄξει ἑψημένης τὸν χυλὸν ἐκθλίψας ἐγχυμάτιζε. ἢ
17. πολυγόνου χυλὸν ἐν ὄξει βραχεῖ ἢ ἀκακίαν ἢ ἀμόργην ἢ
1. λύκιον μετ’ ὄξους. ἄλλο Βότρυος, ἐφεκτικὸν αἱμοῤῥαγίας.
2. βάτου χυλὸν καὶ κυκίδων ἐν ὄξει ἑψημένων τὸν χυλὸν ὁμοῦ μίξας
3. ἐγχυμάτιζε.

4. Ὅσα μὲν πρὸς τὰς ὠταλγίας ἔγραψεν
6. ὁ Ἀρχιγένης φάρμακα, πρόσθεν εἴρηται. νυνὶ δὲ προσθήσω
7. καὶ τὰ πρὸς τὰς ἄλλας διαθέσεις ὑπ’ αὐτοῦ γεγραμμένα. ἐπὶ
8. δὲ τῶν ὑγραινομένων πολυγόνου χυλὸν μετὰ ἴσου ῥόδων
9. χυλοῦ ἐγχυμάτιζε. ἢ κρόκον καὶ σμύρναν μετὰ γλυκέος καὶ
10. ῥοδίνου χλιάνας ἔγχει. ἐπὶ δὲ τῶν πυοῤῥοούντων ποιεῖ μὲν
11. καὶ πολύγονον σὺν ῥοδίνῳ ἐγχεόμενον, συμφωνεῖ δὲ ἄκρως
12. οἶνος ἐνσταζόμενος, ἐναφεψημένων αὐτῷ κονύζης τῆς λεπτοφύλλου
13. φύλλων. ἔνιοι δὲ καὶ λίβανον προσμίσγουσι τῷ
14. οἴνῳ. ἢ λύκιον ῥοδίνῳ διεὶς ἔνσταζε. ἢ πρασίου ἀγρίου
15. σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ ὁμοίως. ἢ κυμίνου καὶ κρόκου
16. ἴσον σὺν οἴνῳ αὐστηρῷ· ἢ κρόκου καὶ σμύρνης ἀνὰ 𐅻 β΄.
17. κάρυα λεπτὰ λελεπισμένα λεάνας μῖξον μετὰ μέλιτος 𐆂ο S".
1. καὶ πράσον χυλοῦ 𐆂ο S". λεάνας τὰ ξηρὰ εὖ μάλα καὶ
2. διεὶς τοῖς ὑγροῖς συλλεαίνων ἔνσταζε.

3. Ἐπὶ δὲ τῶν ἡλκωμένων
4. ὤτων καὶ αἱμασσομένων καὶ ἀλγούντων χαλβάνην καὶ ὄπιον
5. μετὰ γλυκέος καὶ ῥοδίνου μέλιτος πάχος ἔνσταζε. ἢ ἀντὶ
6. τῆς χαλβάνης ὀπὸν πευκεδάνου μίσγε, καὶ μᾶλλον ποιεῖ. ἢ
7. σπόδιον ὀπτηθὲν λεῖον μετὰ ῥοδίνου ἔγχει. ἢ λύκιον μετὰ
8. γυναικείου γάλακτος μεγάλως ἐνεργεῖ. καὶ τὸ μέλι καθ’
9. ἑαυτὸ χλιαρὸν ἐγχεόμενον, μάλιστα δὲ ἐφ’ ὧν καὶ δυσωδίαι
10. εἰσίν. ἔνιοι δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους μετά τινος μύρου
11. ἐνστάζουσι, καὶ ἄκρως ὠφελεῖ. ἢ τὰς κατοικιδίους σίλφας,
12. μετὰ ῥοδίνου ἔνσταζε. καλῶς ποιεῖ πρὸς πᾶσαν ὠτὸς
13. διάθεσιν ἀλώπεκος στέαρ τεταριχευμένον, τηκόμενον καὶ ἐνσταζόμενον.
14. ἢ σπονδυλίου τὸ ἐντὸς σὺν μέλιτι καὶ ῥοδίνῳ
15. ἔγχει, ἢ κλύσας καὶ διαψήσας τὸ οὖς, πράσου ἢ πρασίου
16. χυλὸν μετὰ μέλιτος ἔγχει. ἢ κονίαν τὴν τῶν πηλοποιῶν μετὰ
17. μέλιτος ἀνεζεσμένην, ἢ λίβανον μετὰ ὄξους ἐν ῥοιᾶς κελύφει
1. ζέσας ἔγχει. ἢ κρόκον καὶ σχιστὴν μετ’ οἰνομέλιτος
2. ὁμοίως ἐν τῷ κελύφει. ζέσας ἔγχει. ἢ κηκίδα λείαν ὀθονίῳ
3. ἐνδήσας ἕψε ἐν οἴνῳ καὶ ἐκ τούτου ἔνσταζε, εὐθέως ἀπόνους
4. ποιεῖ.

5. Ἐφ’ ὧν δὲ σκώληκές
6. εἰσιν, ἐλλέβορον λευκὸν μετὰ μέλιτος κάθιε ἢ ξηρὸν
7. ἐμφύσα ἢ χυλὸν βάτου ἔγχει. εἰ δὲ λελεπισμένον τὸ τοῦ
8. ὠτὸς ὀστέον τύχῃ, διελὼν ὄπισθεν τοῦ ὠτὸς ξύσον, ἔπειτα
9. καύσας ἀπούλου ἀλύπως.

10. Ἔνιοι μὲν αὐτῶν
11. φυσώδους πνεύματός εἰσιν ἔκγονοι, τινὲς δὲ διὰ τὴν ἀκρίβειαν
12. τῆς ἀκουστικῆς αἰσθήσεως γίνονται, καθάπερ ἐν ὀφθαλμοῖς
13. τὰ τῶν ὑποχεομένων φαντάσματα διὰ τὰς ἀπὸ τοῦ
14. τῆς γαστρὸς στόματος ἀναθυμιάσεις, ἀκριβὲς δὲ οὐδετέρας
15. τῶν διαθέσεων γνώρισμα δυνατὸν ἐν ἀρχῇ σχεῖν, οὐ μὴν
16. οὐδὲ ἀτέχνως προσήκει ἄρχεσθαι τῆς τε διαγνώσεως αὐτῶν
17. καὶ τῆς ἰάσεως. εἴρηται γὰρ καὶ δέδεικται πολλάκις οὐχ ἕν
18. τι γένος ὂν ἐλπίδος στοχαστικῆς. εἶναι γὰρ τεχνικὸν στοχασμόν
1. τινα ἐκ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων,
2. ὅταν ἐπίστηταί τις αὐτῶν τὰς δυνάμεις, ἄλλης μὲν ἐπὶ
3. ψύξει διαθέσεως γινομένης, ἄλλης δὲ ἐπ’ ἐγκαύσει, καθάπερ
4. γε καὶ πληγῆς προηγησαμένης ἢ νόσου τοίας ἢ τοίας, ὥσπερ
5. γε καὶ ἀπεψίας ἢ οἰνοποσίας δαψιλοῦς ἢ ἐμέτων βιαίων τε
6. καὶ πολλῶν. ἔσθ’ ὅτε καὶ ἐπὶ φαρμάκων ὠτικῶν χρήσει γίνονταί
7. τινες ἦχοι. καὶ τὸ κατὰ βραχὺ δὲ συστῆναι τὸν ἦχον
8. ἢ ἀθρόως γενέσθαι συντελεῖται πρὸς τὴν τῆς διαθέσεως
9. εὕρεσιν. ἔτι τε τὸ διαλείμματα ποιεῖν ἢ παραμένειν τὸ σύμπτωμα
10. διηνεκῶς. ἀκριβὴς δὲ διάγνωσις ἐν τῷ χρόνῳ γίγνεται
11. μετὰ τὴν τῶν τεχνικῶς στοχασθέντων χρῆσιν φαρμάκων.
12. εἰ μὲν οὖν ἐπὶ πυρετοῖς ἦχοι γίνονται, μὴ παρενοχλεῖν, παύονται
13. γὰρ παραυτίκα ὡς ἐπὶ τὸ πολύ. ἐὰν δὲ ὑπονοήσας
14. τις ἐπὶ πνεύματι φυσώδει διέξοδον οὐκ ἔχοντι γίνεσθαι
15. τοὺς ἤχους τὰ τέμνοντα καὶ λεπτύνοντα καὶ διαφοροῦντα
16. φάρμακα προσφέρων ἀνύῃ μηθὲν, ἅμα τῷ δηλονότι καὶ
17. ἀποφλεγματισμοῖς χρῆσθαι καὶ τῇ τῆς ὅλης κεφαλῆς προνοίᾳ, 
1. πολλὴν ἕξει ῥοπὴν εἰς ὑπόνοιαν εὐαισθησίας ἀκριβοῦς,
2. καὶ μάλιστα ἐὰν ὀξυήκους ὁ πάσχων φαίνηται. τοιούτῳ γοῦν
3. τινι περιπεσὼν ἐγὼ, κεχρημένῳ φαρμάκοις οἷς εἶπον, οὐδὲν
4. δὲ ὠφελουμένῳ, προσέμιξά τι τῶν ναρκούντων τὴν αἴσθησιν,
5. ὁποῖόν ἐστιν ὅ τε τοῦ μανδραγόρου χυλὸς καὶ ὁ τοῦ μήκωνος
6. ὀπός· ὅπερ ἀπήλλαξε τοῦ συμπτώματος αὐτόν. αἱ
7. δὴ οὖν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν ὠτικαὶ δυνάμεις, πρὸς
8. τὰ τοιαῦτα συμπτώματα γεγραμμέναι, διαφορητικῶν καὶ τμητικῶν
9. φαρμάκων εἰσίν. ἔμπροσθεν μὲν οὖν ἐν τῷ καταλόγῳ
10. τῶν ὠτικῶν δυνάμεων, ἃς ἔγραψεν Ἀνδρόμαχος, ἦσαν ὑπ’
11. αὐτοῦ τινες λεγόμεναι πρὸς ἤχους ἁρμόττειν ἐκ τῆς τοιαύτης
12. ὕλης συγκείμεναι. νυνὶ δὲ προσθήσω τὰς ὑπ’ Ἀρχιγένους
13. γεγραμμένας.

14.
15. Ἐπὶ δὲ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ῥοδίνου ἔγχεε, ἢ κύμινον
16. καὶ ἔλαιον, μέλιτος πάχος ποιῶν, ἢ σικύου ἀγρίου ῥίζης
1. χυλὸν, ἢ αὐτὴν ἕψε τὴν ῥίζαν τῷ ἐλαίῳ. εἰ δὲ ἐπιμένοι
2. πλείονα χρόνον, πᾶσι τοῖς πικροῖς καὶ δριμέσι καὶ λεπτυντικοῖς
3. καὶ διαφορητικοῖς, τοῖς ἀναγραφεῖσιν ἐπὶ τῶν διὰ πάχος
4. χυμῶν ὀδυνωμένων, ἕκαστον ἕψων σὺν ὄξει καὶ μέλιτι,
5. προσπλέκων ἢ κατακλίνας τὸν πάσχοντα καὶ νίτρον ὠμὸν
6. λεῖον ἐμπάσας εἰς τὸ οὖς, ὄξος δριμὺ χλιαρὸν ἔγχει. εἶτα
7. ἐπειδὰν παύσηται ζέον, ἐρίῳ ἑψήσας καρύων πικρῶν
8. χυλὸν ἔγχει καὶ ἀπόφραττε ἐρίῳ. ἢ νίτρον καὶ σμύρναν εὖ
9. ἑνώσας μετὰ ῥοδίνου καὶ ὄξους καὶ μέλανος γραφικοῦ παχέος
10. ἔνσταζε. ἢ πτερῷ βάπτων δὶς τῆς ἡμέρας ἐπιτίθει,
11. ἢ καστορίῳ καὶ ναρδίνῳ ἴσοις μετ’ ὄξους καὶ ῥοδίνου χρῶ,
12. ἢ ὄξει καὶ νίτρῳ καὶ μέλιτι κλύζε. ἐφ’ ὧν δὲ διὰ πολλὴν
13. αἴσθησιν ἐγγίνεται ἦχος, καστόριον καὶ κωνείου σπέρμα λειώσας
14. σὺν ὄξει ἐπίσταζε. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου
15. ἀφεψήματος πυριάσας, τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥαφάνου
16. χυλὸν μετὰ ῥοδίνου, ἢ ἀλόην καλλίστην μετ’ οἰνομέλιτος
17. ἀνεθεῖσαν. εἰ δ’ ἐπιμένοι, ἐλλέβορον μέλανα ἑψήσας
1. μετ’ ὄξους χρῶ. τοιαῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε πρὸς
2. τοὺς ἐν τοῖς ὠσὶν ἤχους, ὁ δ’ Ἀπολλώνιος ἐν τῷ πρώτῳ
3. τῶν εὐπορίστων τὰ ὑπογεγραμμένα.

4. Ὄξος δριμὺ χλιαίνων ἔνσταζε.
6. ἔλαιον καὶ ὄξος χλιαίνων ἔνσταζε. μέλι Ἀττικὸν θερμὸν ἔνσταζε.
7. δάφνινον ἔλαιον ὡσαύτως. πράσου χυλὸν μετὰ γάλακτος
8. γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. σικύου ἀγρίου τὸν
9. καρπὸν χυλίσας ἢ φύλλα δι’ ὀθονίου ἔνσταζε. κολοκύνθης
10. ἀγρίας ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, κύμινον λεῖον καὶ μυελὸν
11. μόσχειον ἔνσταζε. σικύου ἀγρίου ἐντεριώνην ἐλαίῳ διεὶς
12. ἔγχει, βάλανον μυρεψικὴν τρίψας καὶ στέαρ χήνειον καὶ ῥητίνην,
13. ἴσα μίξας ἔνσταζε. λινόσπερμα τρίψας καὶ διεὶς μύρῳ
14. Ἀραβικῷ ἔνσταζε. μίσυ λεάνας καὶ διεὶς μύρῳ ῥοδίνῳ χρῶ.
15. πήγανον καὶ κύμινον ἴσα τρίψας καὶ διεὶς καὶ εἰς μέλι μίξας
16. ἔγχει. ὕσσωπον τρίψας καὶ κεδρίνῳ διεὶς ἐλαίῳ ἔνσταζε,
17. ἀμυγδάλων πικρῶν ἔλαιον μέλιτι μίξας. ἐὰν δὲ ἐνεργεστέρῳ
1. βούλῃ χρῆσθαι, σύμπλεξον τοῦτο τῷ προτέρῳ, ἄγνου καὶ
2. ἀσκαλαβώτου κεφαλὴν τρίψας ἐξ ἴσου καὶ μίξας ἔλαιον ἔνσταζε.
3. νίτρον καὶ ῥητίνην καὶ στέαρ χήνειον, ἴσα μετ’ ἐλαίου
4. μίξας καὶ διαλύσας χρῶ. κρόμμυον καὶ σκόροδον καὶ στέαρ
5. χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει καὶ προεκκλύσας
6. ὕδατι θερμῷ νίτρον λεῖον ἐμφύσα.

7.
8. Πρώτους μὲν ἔγραψε κλυσμοὺς Ἀπολλώνιος, δεύτερα δὲ τὰ
9. ἔγχυτα φάρμακα καὶ τρίτα τὰ ξηραντικὰ καὶ τέταρτα τὰ
10. ἐμφυσώμενα κατὰ τὴν ὑπογεγραμμένην λέξιν ἑρμηνεύων
11. ταῦτα. κλυσμοί. ὕδατι θερμῷ συνεχέστερον ἔκκλυζε. φακοῦ
12. ἀφεψήματι ὡσαύτως. ὑδρομέλιτι θερμῷ παραπλησίως ἔκκλυζε.
13. κισσοῦ ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου χρῶ. σιδίων
14. ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου παραπλησίως. κηκίδος
15. ἁδρᾶς ἀφεψήματι μετ’ οἴνου μυρσίνην ἀφεψημένην ἐν οἴνῳ
16. κλύζε. οἴνῳ μετ’ ὀλίγης στυπτηρίας τετριμμένης χρῶ. στοιβῆς
17. καρπὸν ἐν οἴνῳ ἑψήσας κλύζε. οὖρον καὶ οἶνον μίξας
18. καὶ θερμάνας ἔκκλυζε, πίσσης ὀῤῥῷ ἐγχυμάτιζε. ἐλαίας φύλλα
1. χυλίσας καὶ μέλιτι μίξας, συνέψησον καὶ τούτῳ χρῶ. μηκώνιον
2. διεὶς γλυκεῖ ἔνσταζε. κρομμύου χυλίσματι μετὰ μέλιτος
3. χρῶ. πηγάνου ἀγρίου χυλὸν μετ’ οἴνου καὶ ῥοδίνου
4. ἐλαίου, ἐν ῥοιᾶς σιδίῳ τεθερμασμένον ἔνσταζε. χολὴν βοὸς
5. ἢ συὸς ἐν σιδίῳ ῥοιᾶς χλιαρὰν ἔνσταζε. χολὴν αἰγὸς ἢ προβάτου.
6. ἢ χελώνης θαλασσίας μετὰ γάλακτος γυναικείου χλιαρὰν
7. ἔνσταζε. καρδάμωμον τρίψας μετὰ μέλιτος ἔνσταζε. πευκεδάνου
8. ὀπὸν ῥοδίνῳ διεὶς χρῶ. ἀλόην καὶ κροκόμαγμα διεὶς
9. ἔνσταζε. ἀψινθίῳ λείῳ μετὰ μέλιτος χρῶ. σμύρνην
10. καὶ ῥητίνην καὶ στέαρ χήνειον μετ’ ἐλαίου τρίψας ἐγχυμάτιζε.
11. τὸ λίπος τὸ ἐπιγινόμενον ἐπὶ τοῦ τυροῦ ἐν τοῖς κεραμείοις
12. συγκειμένου χλιάνας ἔνσταζε. διφρυγὲς λεάνας μετὰ
13. μέλιτος ἔνσταζε. στυπτηρίαν σχιστὴν λεάνας μετὰ γλυκέος
14. καὶ ὄξους ἕψησον, ἕως ἂν μέλιτος σχῇ πάχος καὶ χρῶ. ξηραντικά.
15. κεδρίαν μέλιτι μίξας ἔνσταζε. πεπέρεως λευκοῦ κόκκους
16. τρεῖς διεὶς μύρῳ Αἰγυπτίῳ, κόγχῃ μικρᾷ λεάνας ἔνσταζε.
17. κρόκου καὶ ψιμμυθίου ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ ἔγχει.
18. μελάνθιον καὶ θεῖον ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ καὶ μίξας 
1. μύρον ἴρινον καὶ στέαρ αἴγειον, ἴσα καὶ αὖθις τρίψας χρῶ.
2. σμύρναν καὶ θεῖον ἴσα τρίψας καὶ ἐλαίῳ μίξας ἔνσταζε.
3. σμύρναν καὶ σίδιον ῥοιᾶς γλυκείας ἴσα τρίψας καὶ μέλιτι
4. διεὶς ἔγχει. θηρία τὰ ἀπὸ τῶν δένδρων, ὥσπερ σκώληκας
5. ἐρυθροὺς, τρίψας καὶ διεὶς ἐλαίῳ χρῶ. θηρίον ὃ γῆς ἔντερον
6. καλεῖται, ἑψήσας καὶ διασήσας ἔνσταζε. ῥητίνην καὶ μέλι καὶ
7. ἔλαιον ἴσα μίξας καὶ διαλύσας ἔνσταζε. ῥοιὰν λαβὼν γλυκεῖαν
8. καὶ περιτεμὼν τὸν ὀμφαλὸν ἐκκόκκισον, εἶτα ἐγχέας γλυκέος
9. κύαθον καὶ προσεπιπάσας χαλκάνθου λείου ὀβολοὺς δύο,
10. συνέψησον μέχρις ἂν σύμμετρον πάχος σχῇ καὶ χλιαρῷ χρῶ.

11. Κηκίδα λείαν ἐμφύσα. πέπερι στογγύλον
12. μετ’ οἴνου συντρίψας ἔμπασον. τῷ δ’ αὐτῷ χρηστέον
13. καὶ ἐγχύματι μᾶλλον διειμένῳ. ὀμφάκινον καὶ κηκίδα πεφωγμένην,
14. ἴσην λεάνας ἐμφύσα. χρηστέον δὲ καὶ περιπάτοις
15. καὶ κοιλίας κενώσεσι καὶ σιτίων ὑποστολῇ καὶ διακαθάρσει
16. τῶν ὤτων ἐπιμελέστερον. πρὸς τὰ κάθυγρα ὦτα. πρὸς δὲ
17. τὰ κάθυγρα τῶν ὤτων, οὕτω γὰρ αὐτὸς ὀνομάζει, φάρμακα
1. χρήσιμά φησιν ὁ Ἀπολλώνιος τὰ ὑπογεγραμμένα. μίσυ καύσας
2. ἐν ὀθονίῳ καὶ σὺν αὐτῷ λεάνας ἐμφύσα. κηκίδα καύσας
3. καὶ τρίψας παραπλησίως χρῶ. σποδὸν λείαν ὡσαύτως,
4. στυπτηρίαν ὀπτήσας ἐπ’ ὀστράκῳ καὶ λεάνας, ἔλαιον προσεγχέας
5. ἐμφύσα. τῷ δ’ αὐτῷ τῆς ἐπιμελείας τρόπῳ χρῶ.

6. Πρὸς δὲ τοὺς ὑποκώφους, εἴτε δυσκώφους
7. εἴτε δυσηκόους ἐθέλοι τις ὀνομάζειν, τῶν μὲν μικρῶν
8. φωνῶν μηδ’ ὅλως ἀκούοντας, τῶν δὲ μεγάλων μόγις,
9. ὑποπτευτέον τὸ σύμπτωμα, κατὰ βραχὺ γὰρ αὐξανόμενον
10. ἐν τῷ χρόνῳ κωφότητα τελείαν ἀπεργάζεται. καθαρτέον
11. τοίνυν ἐστὶ τῇ ἱερᾷ καὶ τοῖς διὰ τῆς κολοκυνθίδος καταποτίοις,
12. ἀποφλεγματιστέον τε καὶ κεφαλὴν ξηραντέον, ἅπαντί
13. τε τρόπῳ ῥωστέον, ὡς ἐπιδέδεικται πολλάκις. ἔστι δὲ καὶ
14. διαίτῃ λεπτυνούσῃ χρηστέον, εἰς αὐτὸ δὲ τὸ οὖς ἐμβλητέον
15. φάρμακα διαιρετικά τε καὶ τμητικὰ καὶ λεπτυντικὰ γλίσχρων
16. τε καὶ παχέων χυμῶν, ὧν ἡ ὕλη τοιάδε τίς ἐστιν.

1.
3. Πρὸς τὰς δυσηκοΐας τὰς ἐξαπίνης καὶ τὰς ἐκ τῶν κεφαλαλγιῶν
4. ἀψίνθιον μεθ’ ὕδατος ἑψήσας, πυρία διὰ καλάμης
5. κατὰ τὸν ὑποδεδειγμένον διὰ καλάμου τρόπον. δαφνίδας
6. ἢ φύλλα δάφνης ἑψήσας ἐν ὕδατι παραπλησίως χρῶ. ὀρίγανον
7. ὁμοίως, ὕσσωπον ὁμοίως, θάλασσαν καὶ ὄξος ὁμοίως.
8. τοῖς δ’ αὐτοῖς τούτοις χρηστέον καὶ ἐν χυτρίδι ἑψημένοις,
9. καὶ τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ πυρίᾳ. κλυσμοί.
10. ὄξει λευκῷ καὶ ὕδατι ἴσοις καὶ νίτρῳ λείῳ ὁμοῦ ἐξεσμένοις
11. κλύζε ἐφ’ ἡμέρας πλείους, καὶ μετὰ ταῦτα κλύζε ὕδατι θερμῷ
12. δαψιλεῖ. ἐνστάξεις. καὶ οὕτως ἐγχυμάτιζε τοῖς πρὸς ταῦτα
13. ἀναγεγραμμένοις. πράσου χυλὸν καὶ ἴρινον μύρον μίξας ἔνσταζε.
14. χολὴν βοείαν καὶ αἰγείαν καὶ μύρον ῥόδινον μίξας
15. ἔνσταζε. κρομμύων χύλισμα καὶ ῥητίνην ἐλαίῳ διεὶς ἐξ ἴσου
16. χρῶ. καρύων ἔλαιον καὶ ῥητίνην μίξας, ἐξ ἴσου χρῶ. στυπτηρίαν
17. ὄξει διεὶς ἔνσταζε. σμύρναν καὶ στυπτηρίαν ἴσην
1. λεάνας καὶ διεὶς ὄξει ἐγχυμάτιζε. στέαρ χήνειον καὶ χολὴν
2. βοὸς καὶ δάφνινον ἴσα μίξας ἔνσταζε. κισσοῦ ἀγρίου
3. τὸν καρπὸν χυλίσας δι’ ὀθονίου ἔνσταζε. ἐλλέβορον μέλανα
4. σὺν ὄξει λεάνας καὶ μέλιτι ἐπὶ πολὺ ἑψημένῳ ἀναλαβὼν
5. ποίει κολλύρια βαλανοειδῆ μικρὰ καὶ ἐντίθει τῷ πόρῳ καὶ
6. ἔα ἐπὶ ἡμέρας ε΄. γῆρας ὄφεως τρίψας μετ’ ὄξους ἔνσταζε.
7. τῷ δ’ αὐτῷ καὶ μετὰ χολῆς βοείας ἢ αἰγείας ἢ χελώνης θαλασσίας
8. ἢ τοῦ καλλιωνύμου διειμένου χρῶ. καρδάμου τὸ ἱκανὸν
9. καὶ νίτρου βραχὺ, σύκου σαρκὶ χωρὶς τῶν κεγχραμίδων
10. ἀναλαβὼν ποίησον κολλύριον ἁρμόττον τῷ πόρῳ τῆς ἀκοῆς
11. καὶ ἔνθες, κομίζου δὲ αὐτὸ τριταῖον. τοῦτο ἄγει ῥύπον ἱκανὸν
12. καὶ παραχρῆμα κουφίζει. ἐπιμελητέον δὲ καὶ τοῦ λοιποῦ
13. σώματος, περιπάτοις τε πρὸς δύναμιν ἱκανῶς καὶ τρίψει
14. τῆς κεφαλῆς καὶ τῶν ἄλλων μερῶν, ἔτι δὲ ἀποφλεγματισμοῖς
15. καὶ διακλύσμασιν ἀποκρίνειν δυναμένοις, τροφαῖς τε
16. χρηστέον πλήθει συμμέτροις καὶ κατὰ τὸ γένος εὐλύτοις τε
17. καὶ εὐεκκρίτοις. βοηθεῖ δὲ ἱκανῶς τοῖς ἐν ταύτῃ τῇ διαθέσει
1. καθεστῶσι καὶ σπογγίον εἰς λεπτὰ κατατετριμμένον καὶ
2. συνεστραμμένον καὶ μέλιτι καταβεβρεγμένον καὶ εἰς τὴν ἀκοὴν
3. ἐπιτιθέμενον. τὸ δ’ αὐτὸ τοῦτο χρήσιμόν ἐστι καὶ πρὸς
4. τὴν σάρκα, τὴν φυομένην ἐν τῷ πόρῳ τῆς ἀκοῆς. ἐπὶ δὲ
5. τούτοις ἔφησε χρηστέον εἶναι τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ
6. πυρίᾳ, ἣν αὐτὸς δηλονότι πρόσθεν ἐγεγράφει κατὰ τὰ
7. τῆς ἀκοῆς βοηθήματα. παραλέλοιπα δὲ αὐτὴν ἐγὼ, κατεγνωκὼς
8. διὰ τὸ κλυσμὸν μέν τινα ποιεῖν τοῖς ὀδυνωμένοις,
9. ὠφέλειαν δὲ οὐδεμίαν. διὰ τοῦτο νῦν αὐτὴν προσθήσω. τοὺς
10. γὰρ δυσκωφοῦντας εἰκός ἐστιν ὑπ’ αὐτῆς ὠφεληθήσεσθαί τι
11. τῶν ἐναντίων βοηθημάτων δεομένους τοῖς ὀδυνωμένοις. ἡσυχίας
12. μὲν γὰρ ἀκριβοῦς ἐν ταῖς ὀδύναις χρήζει τὰ πεπονθότα
13. μόρια, κινήσεως δὲ σφοδρᾶς καὶ ὡς ἂν εἴποι τις μεταποιήσεως
14. εἰς ἐναντίαν διάθεσιν τῆς οὔσης τὰ
15. δυσκωφοῦντα.

16. Πυρίαις δὲ χρηστέον ταῖς διὰ τῶν 
1. σπόγγων, εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων τούτων, ἱκανῶς
2. τε ἐκτεθλιμμένων καὶ ταῖς διὰ τῆς σικύας, ἔτι τε ταῖς διὰ
3. τοῦ ἀτμοῦ τῶν τετρημένων καλάμων. χρὴ δὲ τὸ μὲν ἕτερον
4. τοῦ καλάμου πέρας ἡρμόσθαι τῇ κοιλότητι τοῦ ὠτίου, τὸ
5. δὲ ἕτερον ἐν χύτρᾳ πῶμα τετρημένον ἐχούσῃ καὶ πάντοθεν
6. ἐστεγνωμένῃ ἐγκεῖσθαι. ἔστω δὲ ἀψίνθιον ἐν ὕδατι ἀπεζεσμένον
7. ἐχούσῃ ἐν αὐτῇ, ὥστε τὸν ἀναφερόμενον χυμὸν προσπίπτειν
8. τῷ τῆς ἀκοῆς πόρῳ, ὡσαύτως δὲ πυριατέον καὶ
9. στέατι περὶ ὀβελίσκον ὠπτημένῳ. σφόδρα δὲ ἁρμόζει καὶ ὁ
10. ὑπογεγραμμένος τῆς πυρίας τρόπος. οὖρον μάλιστα μὲν ταύρου,
11. εἰ δὲ μὴ, βοὸς, ὡς παλαιότατον εἰς χύτραν ἐγχέοντα καινὴν
12. στενόστομον καὶ ὄξος τὸ τρίτον μέρος, τοῦ οὔρου μίξαντα
13. καὶ μυρσίνην κεκομμένην, ὄστρακα πίθου τοῖς
14. μεγέθεσιν ἱκανὰ διάπυρα ποιήσαντα, ἐμβάλλειν εἰς τὴν χύτραν,
15. εἶτα κλίναντα τὸν ἄνθρωπον εἰς τὸ οὖς προσθεῖναι
16. τὴν χυτρίδα καὶ οὕτω πυριᾷν. περὶ δὲ τὸ οὖς σπεῖραν χρὴ
17. ποιεῖν ἐξ ἐρίου, πρὸς τὸ μὴ κατακαίεσθαι τοὺς ἐν κύκλῳ
18. τόπους. χρηστέον δὲ καὶ ἀλεύρῳ κριθίνῳ τε καὶ πυρίνῳ μετ’
1. οἴνου ἑψημένῳ καὶ ἰρίνῳ μύρῳ θερμῷ πυρίας χάριν. ἐπὶ δὲ
2. τὸ οὖς ἄνωθεν ἐπιθετέον ἔρια μαλακὰ καὶ καθαρὰ οἴνῳ καὶ
3. ἐλαίῳ κατειργασμένα καὶ ἄλευρον κρίθινον ἢ πύρινον, ποτὲ
4. μὲν αὐτὸ καθ’ αὑτὸ ἑψημένον μετ’ οἴνου καὶ ἰρίνου μύρου,
5. ποτὲ δὲ καὶ μίγμα ἔχον περιστερᾶς ἀφόδου καὶ ἀριστολοχίας
6. λεπτῆς ἴσον. συνοίσει δὲ καὶ τροφῆς ἔνδεια καὶ λεπτὴ
7. δίαιτα καὶ κοιλίας κένωσις ἀξιόλογος, ἔτι δὲ ἀνάπαυσις, ἡσυχία,
8. σκέπη τῆς κεφαλῆς, πόμα θερμὸν ὕδωρ, μελίκρατον, πτισάνης
9. χυλὸς μετὰ μέλιτος ἄχρις ἂν ἐνδῶσιν οἱ πόνοι.

10. Ἐπὶ δὲ δυσηκοΐας τοῦ φλοιοῦ τῆς ῥαφάνου
12. τὸν χυλὸν σὺν ῥοδίνῳ ἢ κυπρίνῳ χλιάνας ἔνσταζε.
13. ἢ χαλβάνην σὺν ὄξει καὶ μέλιτι ζέσας. ἐπὶ δὲ τῶν ἐπιγενομένων
14. κωφώσεων ἐλλεβόρου μέλανος ὅσον ὄροβον, ἐν μέλιτι
15. ἑφθῷ τίθει καὶ ἔα ἕως ἂν τὸ ἐμποδίζον διαφράγῃ. ἢ ἀψινθίου
16. ἐκκλύσας ἀφεψήματι μέλι καὶ ἔλαιον ἔνσταζε. ἢ κολλύριον
17. καθέντες διὰ νίτρου καὶ σύκου καὶ νάπυος, οὐκ ἐξαιροῦμεν
18. ἡμέρας τρεῖς. μετὰ τοῦτο δὲ ὀξείαις φωναῖς ἐμβοῶμεν
1. συνεχέσι καὶ αὖθις βαρείαις, ἐνσαλπίσαντες δὲ αὐτοῖς
2. ὕστερον ἀποκαθιστῶμεν, μεθ’ ἃ ἐγχέομεν ὠφελίμως ἀσφοδέλου
3. ῥίζας ἐλαίῳ παλαιῷ ἀφεψήσαντες, αἰγείῳ τε οὔρῳ ἐκκλύζομεν
4. συνεχῶς. πρὸς δὲ τὰς ἐκ κεφαλαλγιῶν κωφώσεις
5. ῥαφάνου χυλὸν μετὰ ῥοδίνου ἔγχεον. ἢ σικύου ἀγρίου χυλὸν
6. τῶν φύλλων. ἢ καστορίου μετὰ δαφνίδων καὶ ὄξους ἢ ἀλλεβόρου
7. μέλανος λευκῷ ὄξει πεφυραμένου ὅσον ὄροβον, μέλιτι
8. μίξας ἑφθῷ βαλάνια ποιῶν ἐντίθει. τοῦ αὐτοῦ περὶ
9. τῶν ἐμπιπτομένων τοῖς ὠσὶ σωμάτων. εἰ δὲ ὕδωρ εἰς τὸ
10. οὖς ἐμπέσοι, βοηθεῖ μὲν τὸ ὄξος καὶ ἐφ’ ἑνὶ ποδὶ τῷ κατὰ
11. τὸ πάσχον οὖς ἅλλεσθαι, παρεκκλίναντά πως ἑαυτὸν, ἐκκρίνεται
12. γὰρ αὐτόθι εὐχερῶς. καὶ ὁ ἐκμυξησμὸς δὲ ἄκρως ἐπισπᾶται
13. διὰ ψιλοῦ τοῦ στόματος ἢ καὶ διὰ καλαμίδος, εἶτα
14. δι’ ἐρίου διαψήσας τῶν προειρημένων τι μύρων ἔνσταζε.
15. ψηφῖδος δὲ ἐμπεσούσης τῷ πόρῳ τοῦ ὠτὸς ἢ κυάμου ἢ
16. τινος παραπλησίου ἔκκλυζε. ἢ μηλωτρίδι περιελίξας ἔριον καὶ
17. ἐμβάψας ῥητίνῃ ἀνάσπα ἢ διά τινος τῶν ἐχεκόλλων φαρμάκων.
1. εἰ δὲ μὴ ὑπακούοι, πταρμικὸν εἰς τὰς ῥῖνας ἐνιεὶς
2. ἔμφραττε τὸ στόμα καὶ τοὺς ῥώθωνας. κατὰ γὰρ τὴν γεγενημένην
3. ἔντασιν τοῦ πνεύματος ἐκφυσᾶται τὸ ἐμπεσόν.
4. ποίει δὲ συνεχῶς ἄχρις ἂν ἐκπέσῃ. εἰ γὰρ ἐμμείνῃ ἐπιφλεγμαῖνον
5. τὸ οὖς, σπασμοὺς ἐπιφέρει. κάλλιστα δὲ συνεργεῖ εἰς
6. τὴν τῶν ἐμπεσόντων ἀποβολὴν καὶ ὁ κατασεισμὸς, εἰ μὲν
7. παιδίον ᾖ, τῷ ποδὶ κατεχόμενον καὶ ἐπὶ κεφαλῇ αἰωρούμενον
8. μετὰ κατασεισμοῦ, εἰ δὲ τέλειος εἴη ὁ πάσχων, κατακλίνας
9. αὐτὸν ἐπὶ σανίδα κατὰ τὸ πάσχον οὖς, καὶ κελεύων
10. τὴν κεφαλὴν ἐρείδειν τῇ σανίδι, ἔπειτα κουφίζων τὸ πρὸς
11. τὴν κεφαλὴν μέρος τῆς σανίδος, ἔα καταφέρεσθαι καὶ τοῦτο
12. ποίει πλειστάκις. κινηθήσεται γὰρ τὸ ἐμπεσὸν καὶ προβιβασθήσεται
13. περὶ τὰ προχειρότερα μέρη τοῦ πόρου, μετὰ δὲ ταῦτα
14. κυαθίσκῳ στενῷ μικρῷ μηλωτρίδος ἀνάσπα εὐφυῶς.
15. εἰ δὲ κύαμος ἐμπεσὼν ἤ τι ἕτερον παραπλήσιον καὶ ἐμμεῖναν,
16. διάβροχόν τε γενόμενον καὶ ἐξοιδῆσαν, ὀδύνας ἐπιφέροι,
17. ὁλόκληρον μὲν αὐτὸ ἐξελεῖν ἀδύνατον, χρὴ δὲ τῷ κυαθίσκῳ
1. τῆς μηλωτρίδος εὐφυῶς αὐτὸ διαμερίζειν καὶ οὕτω κατὰ
2. βραχὺ ἐκφέρειν, ἔπειτα ἕψημα ἢ γλυκὺν οἶνον θερμὸν ἐγχεῖν
3. καὶ παρηγορεῖν τὸν πόρον διὰ τὸν γινόμενον σπαραγμόν.
4. ζώου δέ τινος ἐμπεσόντος, σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψινθίου
5. χυλὸν ἢ πευκεδάνου χυλὸν, καὶ νίτρου καὶ θείου μετὰ
6. χυλοῦ ῥαφάνου ἔνσταζε.

7. Ἀπολλώνιος δὲ περὶ
8. τῶν αὐτῶν οὕτως ἔγραψε. πρὸς ψύλλας καὶ σκώληκας ἐν
9. ὠσὶ καὶ τὰ λοιπὰ τὰ εἰς τὸν πόρον τῆς ἀκοῆς εἰσδυόμενα.
10. ὄξος καὶ ἔλαιον ἔνσταζε. ἢ καππάρεως χυλὸν ἔνσταζε. ἢ
11. ἀμύγδαλα πικρὰ τρίψας καὶ τὸ ἐλαιῶδες αὐτῶν ἐκθλίψας
12. ἔνσταζε. ἄλλο. ἐλλέβορον λευκὸν λεῖον ἔμπασσε. ἢ ἀριστολοχίαν
13. λείαν ἔμπασον. ἢ καλαμίνθης χυλὸν ἔγχει. ἢ κινναβάρεως
14. χλωρᾶς ἔνσταζε. ἢ ἐλλέβορον λευκὸν μετ’ οἴνου ἐγχυμάτιζε.
15. ἢ στυπτηρίας καὶ κολοκύνθης τῆς ἀγρίας τοῦ
16. σπέρματος ἢ τῆς ἐντεριώνης ἴσον τρίψας μετὰ κεδρίνου
17. ἐλαίου ἔνσταζε. ἢ κρόμμυον τρίψας καὶ ὑσσώπου τὸ ἴσον
18. οὔρῳ παλαιῷ διεὶς ἐγχυμάτιζε. ἢ σμύρναν τρίψας ὄξει τε καὶ 
1. μέλιτι διεὶς ἴσοις χρῶ. ἢ χαλκῖτιν ὠμὴν τρίψας καὶ μέλιτι
2. διεὶς ἐγχυμάτιζε. καθόλου δὲ ἐξαιρετέον τὰ εἰς τὸν πόρον
3. ἐμπίπτοντα τοῦτον τὸν τρόπον. ὠτογλυφίδι ἢ λαβίδι ἢ ἐρίῳ
4. μαλακῷ περὶ μηλωτρίδα περιειλημένῳ καὶ περιεῤῥητινωμένῳ
5. ἢ ἄγκιστρον ἔχοντι λεπτόν. πρὸς ῥύπον τὸν ἐν ὠσί. νίτρον
6. ὀπτὸν λεάνας ἔμπλασον εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ
7. ἔριον προσθεὶς, ἔασον διὰ νυκτὸς, τῇ δ’ ὑστεραίᾳ κλύσον
8. ὕδατι καὶ ἐλαίῳ θερμῷ. πρὸς δὲ τὸ ἐναπολαμβανόμενον
9. ὕδωρ κρομμύου χυλὸν καὶ στέαρ χήνειον χλιάνας ἔνσταζε.
10. ἢ ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας ἐν
11. χαλκῷ ἀγγείῳ, ἕως λειφθῇ τὰ δύο μέρη, χρῶ, ὅσον δύο σταλαγμοὶ
12. ἐνστάζων. ἢ σμύρναν τρίψας ὄξει καὶ μέλιτι ἐγχυμάτιζε.

13. Ὠτικαὶ πρὸς τοὺς ἀπὸ νόσων ἤχους. ἀψίνθιον
15. ἑψήσας ἐν ὕδατι πυρία καὶ ῥόδινον μετ’ ὄξους ἔνσταζε.
16. ἢ ῥαφάνου χυλὸν τοῦ φλοιοῦ μετὰ ῥοδίνου ἔνσταζε. ἢ ἀλόην
17. μετ’ οἴνου καὶ μέλιτος. ἢ λίβανον μετ’ ὄξους καὶ ῥοδίνου,
1. ἐν κελύφῳ ῥοιᾶς ἑψηθέντα, ὡς γενέσθαι μελιτῶδες. ἢ ὑοσκυάμου
2. χυλὸν σὺν ῥοδίνῳ χλιαρόν. ἢ καλάμου χλωροῦ χυλὸν
3. τῶν ῥιζῶν σὺν γάλακτι. ἢ ῥάμνου χυλὸν σὺν νάρδῳ
4. Κελτικῇ. ἢ κηκίδα μέλαιναν μετὰ σμύρνης ἴσης σὺν μέλιτι.
5. ἢ λύκιον μετ’ οἰνομέλιτος ἔνσταζε. ἢ ἀλώπεκος στέαρ. πρὸς
6. τὰς χωρὶς ὑγρότητος περιωδυνίας τὰς ἐν ὠσὶ καὶ πυοῤῥοίας.
7. ♃ οἴνου παλαιοῦ γο α΄ S". μέλιτος Κορσικοῦ γο α΄. νίτρου
8. ἐρυθροῦ γο τὸ S". λυκίου Ἰνδικοῦ γο α΄. λειοτρίβει τὸ λύκιον
9. μετὰ τοῦ οἴνου καὶ τοῦ νίτρου καὶ ἐπίμιξον τὸ μέλι
10. καὶ εἰς ὑέλινον ἀγγεῖον ἀπόθου καὶ ἐγχυμάτιζε χειμῶνος μὲν
11. δὶς τῆς ἡμέρας, θέρους δὲ πλεονάκις, καὶ ἐντίθει κροκύδα
12. κογχυλίου. πρὸς ὦτα πυοῤῥοοῦντα. στυπτηρίαν σχιστὴν λειώσας
13. παρέγχει ὄξος καὶ τρίψας ὡς γλοιοῦ ὑγροτέραν σχεῖν
14. σύστασιν, ἀναλάμβανε πλακὶ ἐρίου καὶ ξηράνας τὸ ἔριον. ἐκ
15. τούτου ἐντίθει εἰς τὸ οὖς. ἢ αὐτὸ τὸ φάρμακον ὑγρὸν δι’
16. ἐρίου περὶ μηλωτίδα καθιεὶς εἰς τὴν ἀκοὴν, διάχριε αὐτὴν
17. καθ’ ἡμέραν. πρόσβαλλε δὲ καὶ γλυκέος ὀλίγου, ἵνα μὴ
18. ξηραίνηται.

1. Πρὸς δὲ τὰ τῶν ὤτων ἔξωθεν τοῦ πόρου
3. πάθη Ἀρχιγένης μὲν οὕτως ἔγραψεν. ἐπὶ δὲ τῶν τεθλασμένων
4. ὤτων, σμύρναν, λίβανον, γῆν μέλαιναν ᾗ τινες σμῶνται
5. σὺν ὄξει δριμεῖ, εὖ ἑνώσας κηρωτῆς πάχος κατάπλασσε
6. καὶ μὴ ἐρέθιζε μηδαμῶς. ἢ ψιμμυθίου καὶ σελίνου σπέρμα
7. ἴσα μετὰ μέλιτος κατάχριε, τινὲς ἀψίνθιον ἀντὶ ψιμμυθίου
8. γράφουσιν. ἢ θεῖον ἄπυρον, σμύρναν καὶ λίβανον μετὰ πίσσης
9. ὑγρᾶς σπληνίον ἐπιτίθει. ἢ κόλλαν τεκτονικὴν καὶ ἄσφαλτον
10. ὁμοίως, ἔνιοι καὶ μάνναν μίσγουσιν. ἢ τῇ Ἀσκληπιαδείῳ
11. χρῶ κεφαλικῇ. ἢ τοῖς πρὸς τὰ αἰδοῖα τροχίσκοις κατάχριε.
12. ἐφ’ ὧν δὲ τέθλασται τὰ ὦτα, πληρώσας ἔσωθεν τὴν
13. κοιλότητα τὴν προχειροτέραν τοῦ χόνδρου, γῆς κεραμικῆς τῇ
14. ἑξῆς, ὅταν ξηρανθῇ, στρύχνον μετὰ ψιμμυθίου ἐπάλειφε μέχρι
15. καταστῇ. ἐπὶ δὲ τῶν περὶ τὰ ὦτα τραυμάτων καὶ διαιρέσεων
16. ἐγχονδρίσας ἐπιμελῶς ἀγκτηρίασον, εἶτα τοῖς ἀφλεγμάντοις
17. καὶ τῇ λοιπῇ κολλητικῇ ἀγωγῇ χρῶ. τὰ δὲ φλεγμαίνοντα
1. τρήματα τῶν λοβῶν ἐπὶ παίδων, ἐλαίῳ ἐν χαλκῷ
2. λύχνῳ ἰωθέντι καταχρίων ὑγιάσεις. Ἀσκληπιάδης δὲ τούτῳ
3. πρὸς ὦτα τεθλασμένα ἐχρήσατο. κοχλίας τοὺς μικροὺς σὺν
4. τοῖς ὀστράκοις τρίψας καὶ μίλτῳ χρώσας ἐπιτίθει. ἄλλο. ♃
5. ἀλόης μέρος α΄. κόλλης τεκτονικῆς ἑψημένης μετ’ ὄξους μέρος
6. α΄. μίξας ἐπιτίθει, ἔνιοι καὶ μάνναν μίσγουσιν.

7. ♃ Κοτυληδόνος
8. βοτάνης 𐅻 η΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 β΄. τραγακάνθου
9. 𐅻 β΄. ὄξει διαλύσας ἀναλάμβανε ἰξῷ δρυΐνῳ,
10. ἔπειτα ἐμπλάσας ἐπιτίθει. ἢ κηροῦ 𐅻 η΄. χαλβάνης 𐅻 η΄.
11. κάρυος 𐅻 η΄. ἰξοῦ δρυΐνου 𐅻 ιστ΄. λιβανωτοῦ 𐅻 η΄. μίσυος
12. ὀπτοῦ 𐅻 η΄. συντίθει καὶ χρῶ. Ἀπολλώνιος δὲ οὕτω
13. πρὸς τὰς τῶν ὤτων φλεγμονὰς τὰς ἐν τῇ ἐπιφανείᾳ γινομένας
14. ἐξ ἐπιφορᾶς ἢ πληγῆς, καὶ τὰ οἰδήματα καὶ τὰ ἐρυθήματα
15. ἐθεράπευε. βούτυρον πρόσφατον διηθήσας ἔνσταζε.
16. ἢ στέαρ χήνειον διηθήσας ἐγχυμάτιζε. ἢ στέαρ χήνειον καὶ
17. γάλα γυναικεῖον μίξας ἔνσταζε. ἢ βαλάνου πίεσμα καὶ ῥητίνην
1. ὑγρὰν χλιαρὰν ἔγχει. ἢ στέαρ βόειον καὶ χήνειον ἴσα
2. λεάνας ἔνσταζε. ἢ ὠκίμου χυλὸν καὶ στέαρ χήνειον ἴσα μίξας
3. ἔνσταζε. ἄλλο ἐπίχριστον. μηκώνειον ὕδατι διεὶς πτερῷ
4. ἔγχριε. ἢ κρόκον τρίψας καὶ γάλακτι γυναικείῳ διεὶς κατάχριε.
5. ἢ λιθάργυρον τρίψας μεθ’ ὕδατος καὶ νάρδου λεπτῆς
6. ἐπίχριε. ἢ ψιμμύθιον, κορίων χυλῷ ἢ πολυγόνου ἢ στρύχνου
7. διεὶς κατάχριε. καταπλάσματα. ἀψίνθιον τρίψας μεθ’ ὕδατος
8. κατάπλασσε. ἢ σήσαμον τρίψας ἐν ὕδατι κατάπλασσε. φακὸν
9. ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ μέλιτος κατάπλασσε. ἢ
10. ῥοιᾶς γλυκείας σίδια ἑψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε,
11. ἀγαθὸν πάνυ τὸ φάρμακον. σμύρναν καὶ στέαρ χήνειον ἢ
12. βούτυρον ἢ ῥητίνην καὶ κογχυλίου τὸ ἐντὸς ἴσα τρίψας
13. ἐπιτίθει ἐπὶ τὸ οὖς καὶ τὸν κατ’ αὐτῷ κρόταφον. ἔνδεια
14. δὲ σιτίων ἁρμόζει καὶ κοιλίας κένωσις. ἔτι δὲ ἡσυχία καὶ
15. σκέπη κεφαλῆς καὶ σώματος ἀνάπαυσις. ἀλλότρια δέ ἐστιν
16. ἔγκαυσις, κατάψυξις, λουτρὸν, ἔμετος, κραυγὴ καὶ πᾶσα
17. διάστασις.

1. Ἄρτου θερμοῦ τὸ ἐντὸς τρίψας
3. μετὰ μέλιτος ἐπιτίθει. σμύρναν μετ’ οἴνου τρίψας· παλαιοῦ
4. ἐπίχριε. κοχλιῶν τοὺς τραχήλους τρίψας σὺν τοῖς
5. ὀστράκοις καὶ σμύρνης μίξας τὸ ἥμισυ μέρος ἐπιτίθει. ἀψινθίου
6. καὶ σελίνου σπέρματος τὸ ἴσον λεάνας μετὰ μέλιτος
7. ἐπιτίθει. πίσσῃ περιχρίσας θεῖον λεῖον ἢ μάνναν ἐπίπασσε,
8. μὴ ἐπίδει δὲ ταῦτα, μηδὲ πυκνὰς ποίει τὰς τῶν ἐπιθεμάτων
9. ἀφαιρέσεις.

Cliquer un n° de page pour en afficher l’image