Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 3.2, ed. Kühn, 1826, vol. 12, p. 664-678. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:3.2

10. Αἱ παρωτίδες ἐν τῷ
11. γένει μέν εἰσι τῶν φλεγμονῶν. γίνονται δὲ τῶν παρὰ τοῖς
12. ὠσὶν ἀδένων πασχόντων, οὐ μὴν χρώμεθά γε ἐπ’ αὐτῶν τῷ
13. πρώτῳ μέρει τῆς τῶν φλεγμαινόντων μορίων θεραπείας. ἐπ’
14. ἐκείνων μὲν γὰρ ὡς τὸ πολὺ τῇ καλουμένῃ πρὸς τῶν ἰατρῶν
15. ἀποκρουστικῇ καὶ ἀνασταλτικῇ θεραπείᾳ προσήκει χρῆσθαι,
16. καὶ μάλισθ’ ὅταν μήτε κακόηθες ᾖ τὸ ἐπιῤῥέον μήτε
17. πολὺ μήτε πληθωρικοῦ τοῦ σώματος ὑπάρχοντος. οὕτω γοῦν
18. καὶ σπόγγος μόνος ἐπιτιθεὶς ἐξ ὀξυκράτου κατέστειλεν ἀρχομένας
19. φλεγμονὰς, οὐδὲν ἐκ τούτου παθόντος τοῦ παντὸς
1. σώματος· ἐπὶ δὲ τῶν παρωτίδων αὐτὸ τοὐναντίον ἐργαζόμεθα
2. φαρμάκοις ἑλκτικοῖς χρώμενοι, κᾂν μηδὲν ἀξιόλογον
3. ἀνύῃ ταῦτα, καὶ σικύαν προσφέροντες ἢ πυρίαις χρώμενοι
4. συχναῖς. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους εἰς τὸ δέρμα τὸν
5. λυποῦντα χυμὸν ἐπισπάσασθαι, καὶ μάλισθ’ ὅταν ἐν τῇ κεφαλῇ
6. τὸ πάθος ἐστηριγμένον ὑπάρχῃ ἐστηριγμένων ἐν αὐτῇ
7. χυμῶν, καὶ μέντοι κᾀπειδὰν ἄνευ τοῦ πεπονθέναι τὴν
8. κεφαλὴν ἐν πυρετοῖς ὀξέσιν ἡ φύσις ἀποτίθεται τοὺς περισσοὺς
9. χυμοὺς ἐκ τῶν ἀγγείων ἐκχέουσα πρὸς τὴν μεταξὺ χώραν
10. τοῦ δέρματός τε καὶ τῶν ὑποκειμένων σωμάτων, ἡνίκα
11. καὶ οἱ ἀδένες ἀπολαύσουσι τῶν ἐκπιπτόντων χυμῶν, ἄμεινον
12. εἶναι καὶ τότε δοκεῖ συνεργῆσαι τῇ φύσει, δι’ ἀποσκήμματος
13. ἰωμένῃ τοὺς πυρετούς. ὅταν μέντοι σφοδρὰν ὁρμὴν
14. ἔχῃ τὸ ἐπιῤῥέον, οὐδὲν ἡμεῖς προσπεριεργαζόμεθα τῇ
15. φύσει τὸ πᾶν ἐπιτρέποντες. ἐὰν γὰρ ἤτοι σικύαν ἤτοι φάρμακον
16. ἕλκον ἐκ τοῦ βάθους ἐπὶ, τὸ δέρμα τοὺς χυμοὺς
17. ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς
18. δι’ αὐτὴν ἀγρυπνίας τε γίνεσθαι καὶ τοὺς πυρετοὺς ἐπιγίγνεσθαι
1. καὶ τὴν δύναμιν καταλύεσθαι. παρηγορεῖν οὖν τηνικαῦτα
2. μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσήκει,
3. καταπλάσμασι χρωμένους παρηγορικωτάτοις· οἷόν ἐστι
4. τὸ διὰ σιτίνου ἢ κριθίνου ἢ λινοσπέρματος ἀλεύρου σὺν
5. μελικράτῳ ἢ τήλεως ἢ ἀλθαίας ἢ χαμαιμήλων ἀποζέματι
6. ἑψόμενον καὶ ὅσα πρὸς τῷ συμμέτρῳ τῆς ὑγρᾶς θερμότητος,
7. ἐξ ἧς τὸ παρηγορεῖν ἔχει τὰς ὀδύνας, ἔτι καὶ πέττειν δύναται
8. τοὺς ἐπιῤῥέοντας χυμοὺς καὶ διαπυΐσκειν, ὡς ἐν τῇ περὶ
9. τῶν καταπλασμάτων διδασκαλίᾳ τὸν λόγον ἐποιούμεθα. εἰ
10. δὲ καὶ πλεονάζον αἷμα φανείη σοι, προσκενωτέον αὐτὸ διὰ
11. φλεβοτομίας ἐπιτρεπούσης μάλιστα τῆς δυνάμεως. νυνὶ δ’
12. ἐπὶ τὴν τῶν φαρμάκων σύνθεσιν, ἥτις ἐξ ἀρχῆς ἡμῖν πρόκειται
13. μεταβάντες εἴπωμεν ᾧτινι λόγῳ τήν τε σύνθεσιν
14. αὐτῶν καὶ τὴν χρῆσίν ἐστι ποιητέον. μὴ διαφορουμένου μὲν
15. τοῦ ὄγκου τοῖς διαπυΐσκουσι χρηστέον φαρμάκοις, οἷόν ἐστι
16. τὸ σίτινον ἄλευρον μετὰ ἰσχάδος ἀφεψήματος καὶ ἐλαίου τό
17. τε διὰ γύρεως καὶ τὸ διὰ ζύμης φάρμακον. ἐὰν δὲ ἐκπυΐσκωσιν
1. αἱ παρωτίδες, ἤτοι διὰ τομῆς ἐκκρῖναι δεῖ τὸ πῦον,
2. ἐξιᾶσθαί τε χρὴ τὸ ἕλκος, ὡς ἐπὶ τῶν τοιούτων ὡμολόγηται
3. πᾶσιν, ἢ δριμεῖ διαῤῥήξειν φαρμάκῳ, οἷόν ἐστι τὸ σμίλιον
4. καὶ τὸ διὰ σκορόδων, ἢ πειρᾶσθαι διαφορεῖν
5. αὐτὸ φαρμάκοις, ἑλκτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν
6. ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ καὶ πυριῶντας
7. μέχρις ἂν ἐνδῶσί τι καὶ χαλάσωσιν αἱ ὀδύναι, διαφορηθέντος
8. τοῦ πλείονος πύου. τηνικαῦτα γὰρ ἤδη πρῶτον μὲν
9. ἅπαξ λύειν καὶ πυριᾷν, εἶτα δὲ οὐδὲ τοῦτο συμφέρει πράττειν,
10. ἀλλ’ ἐπιτρέπειν τοῖς φαρμάκοις, εἴ τι λείψανον ἐν βάθει
11. περιέχεται, δυσφορεῖν τοῦτο, κᾂν σκληρότης εἴη, μαλάττειν
12. καὶ αὐτὴν, ὥστε κατὰ μὲν τὸν καιρὸν τοῦτον ἐκ μικτῆς
13. δυνάμεως φαρμάκων ἡ σύνθεσις ἔσται τοῦ κατασκευαζομένου
14. φαρμάκου τοῖς ἑλκτικοῖς τῶν μαλακτικῶν μιγνυμένων.
15. ἐπειδὰν δὲ πᾶν μὲν ᾖ κεκενωμένον τὸ πῦον, ὑπολείπηται
16. δέ τις σκληρότης, τοῖς καλουμένοις μαλακτικοῖς φαρμάκοις
17. χρηστέον, ὧν τὴν ποικιλίαν τῆς ὕλης τε καὶ τῆς συνθέσεως
1. ἐν τῷ περὶ μαλαγμάτων ἐδήλωσα λόγῳ. πρόδηλον
2. δ’ ὅτι τὰς μετρίας παρωτίδας, ἐφ’ ὧν οὔτε πλῆθός ἐστι τὸ
3. κατασκῆψαν εἰς τὰ μόρια τοσοῦτον ὡς ὀδύνας σφοδρὰς ἐργάζεσθαι
4. οὔτε θερμότης σύνεστι τῷ χυμῷ, ῥᾳδίως ἰᾶσθαι
5. ταῦτα δυνατόν. οὔτε γὰρ σπεύδουσι πρὸς τὴν ἐκπύησιν,
6. οὔτε ὀδύνην ἐπάγουσι σφοδρὰν, ἀλλ’ ἔξεστι τηνικαῦτα καὶ
7. ταῖς πυρίαις χρῆσθαι δι’ ἅλμης καὶ καταπλάσματα θερμαντικώτερά
8. τε καὶ διαφορητικώτερα προσφέρειν καὶ φάρμακα
9. τῆς αὐτῆς ἐχόμενα δυνάμεως· ἀδιορίστως δὲ καὶ τὰ τῶν
10. παρωτίδων φάρμακα γεγραφότων τῶν πλείστων ἰατρῶν, ἐάν
11. τις τῶν νῦν εἰρημένων μεμνημένος ἐπὶ τὴν χρῆσιν αὐτῶν
12. ἀφίκηται, συνήσει τίσιν ἐπὶ τίνων παρωτίδων χρηστέον. προγυμνάσω
13. δὲ ὑμᾶς κᾀγὼ διὰ παραδειγμάτων ὧν Ἀρχιγένης
14. ἔγραψεν ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων αὐτοῖς
15. ὀνόμασιν ὡδί.

16. Παρωτίδας διαλύεσθαι
17. θέλοντες καταπλάσσομεν συνεχῶς ἀρνογλώσσῳ λείῳ μετὰ 
1. ἁλῶν. ἢ αἰγείῳ κόπρῳ μετ’ ὄξους. ἢ λαπάθου ἀγρίου ῥίζαις
2. ἑψημέναις ἐν οἴνῳ. ἢ σύκῳ λείῳ μετὰ χαλκάνθης. ἢ σύκῳ
3. ἑφθῷ μετὰ ἀψινθίου καὶ οἴνου λελειωμένοις. ἢ κήρυκας καύσας
4. θαλασσίους. ἢ πορφύρας ἀναλαβὼν μέλιτι ἢ ἀξουγγείῳ
5. ἐπιτίθει καὶ εὐθέως διαφοροῦνται. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ
6. καὶ ὀστρέου ὄστρακον καὲν καὶ μετὰ μέλιτος ἐπιτιθέμενον.
7. ἢ κηρωτὴ ῥοδίνη ἢ κυπρίνη, πηγάνῳ ἀναληφθεῖσα. ἢ θείῳ
8. ἀπύρῳ συμμαλαχθεῖσα. ἢ κιμωλίαν μετ’ ὄξους. διαφορεῖ δὲ
9. μάλιστα τὸ σῦκον ἐν θαλάσσῃ ἑψημένον. ἢ ἅλμῃ ἐπιτιθέμενον
10. λεῖον. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πράσιον λεῖον μεθ’
11. ἁλῶν καὶ ἔριον βουτύρῳ βαπτισθὲν καὶ ἐπιτεθὲν τὰς ἀρχομένας
12. παρωτίδας ὠφελεῖ. ὥσπερ τούτῳ τῷ τελευταίῳ ῥηθέντι
13. καλῶς προσέθηκεν ὁ Ἀρχιγένης τὸν διορισμὸν, εἰπὼν
14. τὰς ἀρχομένας παρωτίδας ὠφελεῖσθαι ὑπὸ τοῦ βουτύρου,
15. οὕτως ἐχρῆν αὐτὸν καὶ περὶ τῶν ἄλλων εἰρηκέναι τὸν καιρὸν,
16. ὥσπερ ἐγὼ μικρὸν ἔμπροσθεν ἔπραξα καὶ κατ’ αὐτὸ δὲ
17. τοῦτο τὸ βούτυρον οὐκ αὐτάρκης ὁ ἀπὸ μόνης διορισμὸς
18. τῆς ἀρχῆς, εἰ μὴ προστεθείη πότερον σφοδρῶς ἢ μαλακῶς
1. ἐξορμᾶται. καὶ πότερον ὀδυνηρῶς, ὡς μετὰ σφυγμῶν καὶ
2. ἀγρυπνιῶν ἐνοχλεῖν ἢ μετὰ μετρίας ὀδύνης, ἥτις τε τοῦ νοσήματός
3. ἐστιν ἡ κατάστασις, ἆρά γε μεγάλης ἀποστάσεως
4. δεομένη πάντως ἢ διὰ μικροτέρας κριθῆναι δυναμένη. τῇ τοιαύτῃ
5. γὰρ ἀρκεῖ τὸ βούτυρον καὶ μάλιστα ἐπὶ μαλακῶν σωμάτων,
6. εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῶν ἁπαλοσάρκων.
7. εἰ δὲ σὺν ὀδύνῃ σφοδρᾷ γένοιτο, καταπλάσματος
8. ἀνωδύνου δεῖται μετὰ συνεχοῦς πυρίας ἤτοι δι’ ὕδατος μόνου
9. γινομένης ἢ καὶ βραχυτάτων ἁλῶν ἐμβεβλημένων.
10. ἐπεὶ δὲ πρῶτον πάντων ἔγραψε φάρμακον ἀρνόγλωσσον μεθ’
11. ἁλῶν, ἀπ’ ἐκείνου καὶ ἡμεῖς αὖθις ἀρξόμεθα τῆς ἀρνογλώσσου
12. φύσεως ἀναμνησθέντες ἐκ μικτῶν δυνάμεων συγκειμένου,
13. διαφορητικῆς τε καὶ ἀποκρουστικῆς. ἐγὼ δὲ οὐδέποτε
14. ἀξιῶ τὰ ἀποκρουστικὰ μεμίχθαι τοῖς ὠφελοῦσι τὰς παρωτίδας
15. φαρμάκοις, πλὴν εἴποτε ἂν σπανίως μικρὸν παμπόλλῳ
16. τῷ διαφορητικῷ καὶ τούτῳ δηλονότι, χωρὶς ὀδύνης σφοδρᾶς
17. ἐξορμώσης τῆς παρωτίδος. ὃ δ’ ἐφεξῆς τούτῳ γέγραπται·
1. κόπρος αἰγεία μετ’ ὄξους κεχρονισμένης καὶ σκιῤῥουμένης καὶ
2. μηκέτι μηδὲ ἀξιόλογον ὀδύνην ἐχούσης παρωτίδος εἴη ἂν
3. φάρμακον, ὥσπέρ γε καὶ σπληνὸς σκιῤῥουμένου. ὃ δὲ τρίτον
4. ἐπ’ αὐτοῖς ἔγραψε· ῥίζας ἀγρίας λαπάθου μετ’ οἴνου
5. ἑψημένας. εἰ καὶ τὴν ποιότητα καὶ τὸν χρόνον προσέθηκε
6. τοῦ οἴνου τάχ’ ἂν ἐπεχείρησα καὶ αὐτὸ κρίνειν. ἐπεὶ δὲ οὐ
7. προσέθηκε, παμπόλλῳ δὲ διαφέρει στρυφνὸν ἢ αὐστηρὸν ἢ
8. δριμὺν ἢ γλυκὺν ἢ νέον ἢ παλαιὸν ἢ παχὺν ἢ
9. κιῤῥὸν ἢ λευκὸν ἢ μέλανα τὸν οἶνον εἶναι, διὰ τοῦτο κᾀγὼ
10. λέγειν οὐδὲν ἔχω περὶ τοῦ γεγραμμένου φαρμάκου. γινώσκοντες
11. δὲ ὑμεῖς ὅτι διαφορητικώτερος μέν ἐστιν ὁ παλαιὸς,
12. καὶ μάλιστα ἐὰν ᾖ τῶν φύσει θερμοτέρων, οἷοίπερ εἰσὶν οἱ
13. κιῤῥοὶ τοὐπίπαν. ἐναντίοι δὲ τούτῳ κατὰ δύναμιν ὅ τε αὐστηρὸς
14. καὶ ὁ στρυφνός. δεῖ μὲν φυλάξασθαι τὸν τοιοῦτον
15. οἶνον. ἐν δὲ κιῤῥῷ καὶ συμμέτρως παλαιῷ καὶ λεπτομερεῖ
16. τὰς τοῦ λαπάθου ῥίζας ἑψήσαντες, ἐπὶ παρωτίδων χωρὶς
17. ὀδύνης σφοδρᾶς γινομένων χρῆσθαι δυνήσεσθε. γράφει
18. δ’ ἐφεξῆς τῷδε· σῦκον λεῖον μετὰ χαλκάνθου. διαφορητικῆς
1. μὲν οὖν καὶ πεπτικῆς δυνάμεώς ἐστι τὸ σῦκον, εἰ μὲν ξηρὸν
2. εἴη μάλιστα, πρόσφατον δὲ ὂν ἔχει μὲν τὸ διαφορητικὸν,
3. οὐ μὴν πέπτειν γε δύναται. χάλκανθον δὲ ὅτι σφοδρότατόν
4. ἐστι φάρμακον, ἰσχυρὰς ἀμφοτέρας ἔχον τὰς δυνάμεις,
5. τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν, οὐδεὶς ἀγνοεῖ,
6. διὸ καὶ φυλακτέον αὐτοῦ τὴν σφοδρότητα. ἑφθῷ δὲ σύκῳ
7. δηλονότι τῷ ξηρῷ, μετ’ ἀψινθίου καὶ οἴνου λελεασμένοις
8. ἀξιοῖ χρῆσθαι καὶ ἐχρησάμεθά γε αὐτῷ καὶ ἡμεῖς ἐν καιρῷ
9. κατὰ τὰς μέσας μεγέθει τε καὶ χρόνῳ φλεγμονὰς, ὥσπερ γε
10. καὶ τοῖς κεκαυμένοις κήρυξι καὶ πορφύραις καὶ ὀστρέοις, ἐπὶ
11. τῶν ἤδη σκιῤῥουμένων καὶ χρονιζουσῶν, ἔστι γὰρ ἄλυπόν
12. τε καὶ ἄδηκτον φάρμακον, οὐ μόνον εἰ μέλιτι δεύσειέ τις
13. αὐτῶν τὴν σποδιὰν, ἀλλὰ καὶ πολὺ μᾶλλον εἰ παλαιὸν στέαρ
14. ὑὸς ἄναλον ἐξινίσας μίξειεν. ἀλυπότατα γὰρ τοῦτο διαφορεῖ
15. τὰς κεχρονισμένας ἁπάσας φλεγμονὰς, κᾂν ἐκ ῥευματικῆς
16. διαθέσεως ὦσιν. ἐφεξῆς δὲ κηρωτῇ ῥοδίνῃ καὶ κυπρίνῃ μετὰ
17. πηγάνου κελεύει χρῆσθαι, διαφορητικῷ μὲν φαρμάκῳ, σφοδρὸν
1. δ’ οὐδὲν οὐδὲ βίαιον ἔχοντι. βραχὺ δ’ αὐτοῦ σφοδρότερον
2. γίνεται τὸ σύνθετον φάρμακον, εἰ θεῖον ἄπυρον ἀντὶ
3. τοῦ πηγάνου μίξαιμεν. ἡ δὲ ἐφεξῆς γεγραμμένη κιμωλία μετ’
4. ὄξους οὔτε ἰσχυρᾶς οὔτε ὀδυνώδους οὔτε μεγάλης παρωτίδος
5. ἐστὶν ἴαμα. τὸ δ’ ἐν τῇ θαλάσσῃ σῦκον ἑψημένον ἐπὶ τῶν
6. ἤδη σκιῤῥουμένων χρήσιμον ἂν εἴη διαφορητικὸν ὑπάρχον.
7. ὡσαύτως δὲ καὶ εἰ τῆς θαλάσσης μὴ παρούσης ἅλμῃ τις
8. χρήσαιτο. παραπλήσιον δὲ τούτῳ, καθάπερ καὶ ὁ Ἀρχιγένης
9. ἔφη, καὶ τὸ πράσιόν ἐστι μεθ’ ἁλῶν. ἐφεξῆς δὲ τούτων ἔγραψεν
10. οὐ μικρὸν ἔμπροσθεν, ὑστάτου κατὰ τὴν ῥῆσιν οὕτως
11. ἐμνημόνευσα, τοῦ βουτύρου καὶ μετ’ αὐτὸ πάλιν ἐπὶ γενναῖον
12. φάρμακον κατέβη. πύρεθρον λεῖον ἀναλαμβάνεσθαι σύκῳ κελεύων,
13. εἶθ’ ἑξῆς ἀσβέστῳ λείᾳ μετὰ μέλιτος χρῆσθαι προστάττει.
14. καὶ μετὰ τοῦτο γαλῆς αἵματος καταχριομένου μέμνηται.
15. περίεργα δ’ ἡγούμενος εἶναι τὰ τοιαῦτα καὶ
16. πενιχρὰν ἀποφαίνοντα τὴν ἰατρικὴν, εἰ διὰ τῶν ἄλλων βοηθημάτων
17. ἄνευ γαλῆς αἵματος ἀδυνατεῖ θεραπεῦσαι παρωτίδας,
18. οὔτ’ ἐχρησάμην αὐτοῖς οὔτε πεῖραν ἔσχον, ἀλλ’ οὐδὲ 
1. ἄλλος τις τῶν φίλων ἐπεχείρησε χρῆσθαι. τῷ δ’ ἐγκεφάλῳ
2. καταχρίειν οἵῳ δήποτε μετρίων παρωτίδων ἐστὶν ἴαμα.
3. τούτῳ δ’ ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. ὄξει ζεστῷ καταντλήσας
4. ἢ σπόγγον ὀξάλμῃ βρέχων ἐπιτίθει. σκαπανέων
5. δ’ ἂν εἴη τοῦτο καὶ θεριστῶν, οὐ πολιτικῶν σωμάτων βοήθημα.
6. μετὰ τοῦτο δὲ δριμέος μέμνηται φαρμάκου τοῦ διὰ
7. τῆς κεκαυμένης γαλῆς, ἧς τὴν σποδὸν ἐκέλευσεν ἀναλαμβάνεσθαι
8. κηρωτῇ ἰρίνῃ. κατ’ ἐκεῖνον δὲ δηλονότι τὸν καιρὸν,
9. ἡνίκα χρονίζει τε καὶ σκιῤῥοῦται, τοῖς τοιούτοις δηλονότι
10. φαρμάκοις χρηστέον. τὰ γάρ τοι πλεῖστα τῶν γεγραμμένων
11. ὑπ’ αὐτοῦ τῶν χρονιζουσῶν δυσλύτως παρωτίδων ἐστὶν ἰάματα.
12. διὰ τοῦτο καὶ προσέθηκε τῷ φαρμάκῳ τούτῳ τὸ δύνασθαι
13. καὶ χοιράδα καλῶς ἰᾶσθαι. παρέγκειται δ’ ἀτάκτως
14. μετὰ τοῦτο τοιάδε τις λέξις, ἥ τε συνεχὴς καταιόνησις τοῦ
15. θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις, ὅπερ εἴτε
16. καθ’ αὑτό τις ἀναγινώσκοι εἴτε καὶ τὴν τελευτὴν τῆς προτέρας
17. ῥήσεως ἀρχὴν ταύτης τῆς λέξεως ποιοῖτο, κατ’ ἀμφότερα
18. καλῶς εἴρηται. δῆλον δὲ ἔσται προταξάντων ἡμῶν τὴν
1. τελευτὴν τῆς πρὸ ταύτης ῥήσεως, ὥστε γενέσθαι τὸν ὅλον
2. λόγον τοιοῦτον. θαυμαστῶς διαφορεῖ καὶ χοιράδας, πολλάκις
3. καὶ παρωτίδας, ἥ τε συνεχὴς καταιόνησις τοῦ θερμοῦ καὶ
4. ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις. ψευδὲς γάρ ἐστι φανερῶς
5. τὸ φάναι τὸ διαφορεῖσθαι θαυμαστῶς τὰς χοιράδας καὶ
6. τὰς παρωτίδας ἐκ τῆς συνεχοῦς καταιονήσεως τοῦ θερμοῦ
7. καὶ τῆς συνεχοῦς ἐπιθέσεως τῆς ὠμηλύσεως. εἰ δέ γε περὶ
8. τῶν παρωτίδων μόνον λέγοιτο ὁ διορισμὸς, λείψει τῇ λέξει,
9. διδάσκων ἡμᾶς ἐπὶ τίνων καὶ ὁποίων παρωτίδων καταιόνησις
10. ὕδατος θερμοῦ καὶ συνεχὴς ὠμηλύσεως ἐπίθεσις ἁρμόττει.
11. οὐ γὰρ ἐπὶ πάσης γε, ἀλλ’ ἢν ἐθέλωμεν ἐκπυῆσαι
12. τάχιστα, καθάπερ ἐν τῷ πρόσθεν λόγῳ διῆλθον. τοῦτο μὲν
13. οὖν ὡς ἔφην παράκειται μοχθηρῶς· ἐπὶ δὲ τὰ συνεχῆ μεταβὰς
14. ὁ Ἀρχιγένης αὖθις γράφει φάρμακα, μὴ προσθεὶς μὲν
15. ὅτι τῶν σκληρυνομένων καὶ χρονιζουσῶν παρωτίδων ἐστὶν
16. ἀλεξητήρια, γινωσκόντων δὲ ἡμῶν ἐκ τῆς ὕλης ἐκείνων ὑπάρχειν
17. αὐτά. παραγράψω δ’ ὑμῖν ἤδη καὶ τὴν αὐτοῦ τοῦ
18. Ἀρχιγένους λέξιν ἔχουσαν οὕτω. ἰδίως δὲ θέρμους πικροὺς
1. ἀληλεσμένους ἑψήσας μετὰ μέλιτος, ὀλίγην ἄσβεστον πρόσμιξον
2. καὶ κατάπλασσε. διαφορεῖ δὲ καὶ τοῦτο ἄκρως. πίσσης
3. βρυτίας, μάννης, λιβάνου ἴσον, τερμινθίνης, φοινίκων συριακῶν
4. μὴ παλαιῶν, λιπαρῶν τῆς σαρκὸς καθαρᾶς, ἑκάστου τὸ
5. διπλοῦν, χαλβάνης ὡς ἥμισυ τῆς μάννης ἑνώσας εὖ χρῶ. ἐὰν
6. δὲ ᾖ σκληρὰ, ῥητίνην πρόσμισγε. ἢ νίτρου καὶ σινωπίδος τὸ
7. τρίτον μετὰ κυπρίνου γλοιῶδες ποιῶν ἔμπλασσε καὶ ἐπιτίθει.
8. ἢ ἄσβεστον μετὰ γλοιοῦ ὁμοίως. ἢ ἰσχάδα, χαλβάνην,
9. νίτρον ἴσα, θείου τὸ τρίτον, τερμινθίνης, ὀποπάνακος ἀνὰ
10. ἐλάχιστον ἑνώσας χρῶ. ἢ ἄσβεστον μετ’ ὄξους λείου καὶ
11. ἐπιτίθει. εἰ δὲ μηδ’ ἐπὶ τούτοις διαφοροῖντο, συνεργητέον τῇ
12. μεταβολῇ εἰς πῦον, καταπλάσσοντας πυκνῶς θερμῇ τῇ ὠμηλύσει.
13. εἶτα πάλιν διαφορητέον διά τε καταντλήσεως πολλῆς
14. ἢ δάφνης ἢ δαφνίδος ἀφεψήματι καταντλοῦντας, ἢ θεῖον ἤ τι
15. τοιοῦτον ἐμπάσσοντας εἰς τὸ ὕδωρ ἢ καὶ νίτρον ἢ περιστερᾶς
16. κόπρον αὐτῇ μιγνύντας. ἢ καὶ σικύαν προσκολλητέον
1. μετὰ ἀμύξεως. εἶτα ἐπὶ τὴν χειρουργίαν ἰτέον καὶ ὠμοτομητέον.
2. κράτιστον γὰρ ἐπὶ τούτων τὸ τάχιστα εἰς τὰ ἐκτὸς
3. τὸν ῥευματισμὸν ἐπισπᾶσθαι. ταῦτα μὲν ὁ Ἀρχιγένης
4. ἔγραψεν. εἰσὶ δὲ καὶ ἔμπλαστροι πολλαὶ, διαφοροῦσαι παρωτίδας,
5. αἱ μέν τινες τὰς ἤδη σκιῤῥουμένας καὶ κεχρονισμένας,
6. αἱ δὲ τὰς πεπαυμένας μὲν τῆς ὀδύνης, οὐδεμίαν δὲ
7. ὑπόφασιν ἐχούσας πύου, καθάπερ γε καὶ τὰς ἤδη διαπυϊσκομένας
8. ἐκθεραπεύουσαι. γεγραμμέναι δέ εἰσι μετὰ τῆς
9. ἰδίας ἐπαγγελίας ἐν ταῖς ἐμπλάστροις ταῖς διαφορητικαῖς αἱ
10. τοιαῦται· καθάπερ γε καὶ αἵδε τὰς ἁπλᾶς παρωτίδας ἐκθεραπεύουσαι
11. χαλαστικαὶ καλούμεναι πᾶσίν εἰσι γνώριμοι.
12. παραδείγματα αὐτῶν ἥ τε Μνασέου καὶ ἡ διὰ χυλῶν καὶ
13. ἡ διὰ πτισάνης, καὶ τούτων ἔτι μαλακώτεραι αἱ κηρωτοειδεῖς,
14. αἵ τε διὰ τοῦ βουτύρου καὶ αἱ διὰ τοῦ οἰσύπου προσλαμβάνουσαι
15. ὀστρέων κεκαυμένων ἢ κηρύκων ἢ πορφυρῶν,
16. οἵαπερ ἐστὶν αὕτη. ♃ στέατος χοιρείου παλαιοῦ ἀνάλου
17. πάντων ἀνὰ γο γ΄. βουτύρου γο α΄. κηροῦ γο β΄ S".
18. ὀστρέων κεκαυμένων λειοτάτων γο β΄. τὰ τηκτὰ τήξας,
1. ἐπίπασσε τὰ ὄστρεα. καὶ ἑνώσας χρῶ θαῤῥῶν ὡς ἐνεργέστατα
2. πρὸς παρωτίδας.

Cliquer un n° de page pour en afficher l’image