Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 3.3, ed. Kühn, 1826, vol. 12, p. 678-695. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:3.3

3. Ἐκ μὲν τοῦ
4. γένους τῶν παρὰ φύσιν ὄγκων οἱ πολύποδες ἐν ταῖς ῥισὶ
5. γεννῶνται· κατὰ δὲ τὸ τῶν ἑλκώσεων αἱ ὄζαιναι· κατὰ δὲ
6. τὸ τῶν παρὰ φύσιν ἐκκρίσεων αἱ αἱμοῤῥαγίαι γινόμεναι ταῖς
7. ὀξέως νοσοῦσι, κατὰ τὰς καλουμένας ἰδίως παρὰ τοῖς νεωτέροις
8. ἰατροῖς ὑπερεκκρίσεις, ἐν αἷς ἡ φύσις ἐπὶ κριτικὸν
9. ὁρμήσασα βοήθημα τῆς συμμετρίας οὐκ ἐκράτησε. πρῶτον
10. οὖν τῶν ὀζαινῶν ποιήσομαι τὸν λόγον, ἐξ ἐπιῤῥοῆς ὑγρῶν
11. δριμέων καὶ σηπεδονωδῶν γινομένων, ὡς ἐάν γε μόνον ᾖ
12. δριμέα, δυσίατα μὲν ἕλκη ποιεῖν πέφυκεν, οὐ μὴν
13. ὄζοντα μοχθηρῶς. ἡ δὲ θεραπεία κοινὴ μὲν ἀμφοῖν τε τούτοιν
14. καὶ τοῦ πολύπου ξηρᾶναι τὸ πρῶτον, καὶ ῥῶσαι τὴν
15. κεφαλήν. εὔδηλον γὰρ ὅτι διὰ περιουσίαν ὑγρῶν μοχθηρῶν
16. ἐπιῤῥεῖ τι ταῖς ῥισὶν ἐξ αὐτῆς. ὅπως δὲ χρὴ ῥωννύναι τὴν
17. κεφαλὴν ὅλην, ὡς μηδὲν ἐξ αὐτῆς περίττωμα τοῖς κάτω μέρεσιν 
1. ἐπιῤῥεῖν, εἴρηται πολλάκις. ὅταν οὖν δι’ ἐκείνων παρασκευάσῃς
2. τὴν κεφαλὴν ἐῤῥωμένην, ἐπὶ τὴν τῆς ῥινὸς ἀφίξῃ
3. θεραπείαν, ἐν ταῖς ὀζαίναις σκοπὸν ἔχων ξηρᾶναι τὸ πεπονθὸς
4. μόριον διὰ φαρμάκων μικτῆς δυνάμεως, ἀποκρουομένων
5. τε καὶ διαφορούντων. ἀποκρούεται μὲν οὖν δηλονότι τά τε
6. αὐστηρὰ καὶ στρυφνὰ κοινῇ προσηγορίᾳ κεχρημένα τῇ τῶν
7. στυφόντων. διαφορεῖ δὲ τὰ θερμὰ καὶ ξηρὰ ταῖς δυνάμεσιν,
8. ὧν ἡ ὕλη τοιάδε ἐστίν.

9. Ὀζαίνης δ’ οὔσης
10. ἐν ταῖς ῥισὶ, καλαμίνθης χυλὸν ἐγχυμάτιζε. ἢ αὐτὴν
11. ξηρὰν τὴν καλαμίνθην ἐμφύσα διὰ σίφωνος. ἢ ἐλλέβορον
12. λευκὸν μετὰ σπέρματος καρδάμου χήμης ἐμφύσα καθ’ ἡμέραν.
13. μετὰ δὲ τοῦτο τὴν κεφαλὴν κατάντλει. διάχριε δ’ αὐτοὺς
14. ἢ χαλκίτιδι ἢ χαλκάνθῳ ἢ ψορικῷ μετὰ μέλιτος ἢ μέλι
15. ἐνστάξας τὴν εἰς ῥῖνα καὶ διασήσας πταρμικῷ τὰς ἐφελκίδας
16. ἐκτίναξον, εἶτα τὸ προγεγραμμένον διὰ τοῦ καρδάμου καὶ
17. τοῦ ἐλλεβόρου φάρμακον ἀνασπᾷν ποίει τῇ ῥινὶ ὡς πλεῖστον
18. καὶ μετὰ τοῦτο διάχριε ἀμόργῃ μετὰ μέλιτος. ἢ σμύρνην
1. καὶ κάρδαμον μετὰ μέλιτος. ἢ βατραχίου χυλὸν μετὰ
2. στυπτηρίας ὑγρᾶς ἐγχυμάτιζε εἰς τὴν ῥῖνα, ὕπτιον κατακλίνας,
3. καὶ κέλευε ἀνασπᾷν, μέχρις οὗ εἰς τὸ στόμα διέλθῃ, καὶ
4. τοῦτο ποίει μέχρις ἂν ἀποθεραπεύσῃς. ἐὰν δὲ ᾖ παλαιὰ καὶ
5. ὄξος παλαιὸν πρόσμισγε ἢ θεῖον λεῖον, καὶ δριμὺ ὄξος
6. εἰς στενόστομον ἀγγεῖον βαλὼν, προστίθει τῇ ἀναπνοῇ αὐτῶν
7. ἐφ’ ἱκανὸν, εἶτα μίσυος κυπρίου καὶ νάρδου Ἰνδικῆς τὸ
8. ἥμισυ μετὰ χίου οἴνου λεάνας, μέχρι μελιτῶδες γένηται, πτερῷ
9. διάχριε τοὺς πόρους καὶ ἐρίῳ ἔμφρασσε.

10. Τὰ δὲ ἐν τοῖς
11. μυκτῆρσιν ἕλκη, ῥοιῶν χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας μέχρι
12. ἡμίσους διάχριε. ἢ ῥόαν γλυκεῖαν ὅλην ἐν οἴνῳ ἑψήσας
13. λέανον καὶ ἔξωθεν κατάπλασον. ἢ λευκοΐῳ μεθ’ ὕδατος διάψα.
14. ἢ βάτου χυλὸν καὶ στυπτηρίαν, λεῖα διεὶς μεθ’ ὕδατος.
15. ἐὰν δὲ ᾖ παλαιὸν, μετ’ ὄξους. ἢ ἴριδι καὶ σανδαράχῃ μετὰ
16. μέλιτος. ἢ στέατι μοσχείῳ καὶ ῥητίνῃ διάχριε.

1. Ὄγκος ἐστὶ
2. παρὰ φύσιν ἐν ταῖς ῥισὶ γεννώμενος, ἐοικὼς κατὰ τὴν τῆς
3. οὐσίας ἰδιότητα τῇ τοῦ πολύποδος σαρκί. πρόδηλον οὖν ὅτι
4. παχέων καὶ γλίσχρων χυμῶν ἔγγονόν ἐστι τὸ πάθημα καὶ
5. διὰ τοῦτο μικτῆς ὕλης δεόμενον, ὡς τὸ μέν τι στύφειν αὐτῆς
6. δύνασθαι, τὸ δὲ τέμνειν καὶ λεπτύνειν, τὸ δὲ διαφορεῖν
7. καὶ παχύνειν. Ἀρχιγένους πρὸς πολύποδας. ἐπὶ δὲ πολύποδος.
8. ♃ καρδάμου λεπτοῦ χήμην ἤτοι 𐅻 S". σὺν ἐλλεβόρου
9. λευκοῦ ὀβολοῖς δύο, λεῖα κέλευε τῇ ῥινὶ ἀνασπᾷν.
10. ὅταν δὲ ἐκπέσῃ, μοτοῖς σὺν τῇ ἀνθηρᾷ διὰ μέλιτος χρῶ ἢ
11. λυκίῳ ὁμοίως. Ἀσκληπιάδου πρὸς ὀζαίνας καὶ πολύποδας.
12. ἐν μὲν τῷ πέμπτῳ τῶν ἐκτὸς οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης.
13. ξηρὸν πρὸς ὀζαίνας. ♃ στυπτηρίας σχιστῆς 𐅻 δ΄. σμύρνης
14. 𐅻 δ΄. σανδαράχης 𐅻 δ΄. κηκίδος 𐅻 α΄. χαλκάνθου κεκαυμένης
15. 𐅻 α΄. λείοις χρῶ, πρότερον ἐκκλύζων τοὺς μυκτῆρας
16. οἴνῳ εὐώδει, καὶ τότε παραπτόμενος πυρῆνι μήλης.
17. ἄλλο. ♃ ἐρείκης καρποῦ 𐅻 η΄. σμύρνης 𐅻 η΄. νίτρου ἐρυθροῦ
18. 𐅻 η΄. σιδίων 𐅻 η΄. μυρίκης καρποῦ 𐅻 α΄. κροκομάγματος
1. 𐅻 β΄. λείοις χρῶ. ἄλλο. ♃ σώρεως Αἰγυπτίου εὐθρύπτου
2. 𐅻 β΄. χαλκίτεως ὀπτῆς 𐅻 β΄. μυρίκης καρποῦ 𐅻 α΄.
3. κρόκου 𐅻 α΄. σμύρνης 𐅻 α΄. λείοις χρῶ. ἄλλο. ♃ χαλκίτεως
4. ὀπτῆς 𐅻 β΄. χαλκάνθου ὀπτῆς 𐅻 β΄. μίσυος 𐅻 β΄.
5. ἀμώμου 𐅻 α΄. σμύρνης 𐅻 δ΄. κρόκου 𐅻 α΄. λείοις χρῶ.
6. ἄλλη σύνθεσις ξανθίζουσα λεγομένη. ♃ στυπτηρίας σχιστῆς
7. 𐅻 η΄. χαλκίτεως ὠμῆς 𐅻 στ΄. σανδαράχης 𐅻 γ΄. σιδίων
8. ῥοιᾶς 𐅻 β΄. χαλκάνθου κεκαυμένου 𐅻 β΄. μίσυος 𐅻 β΄.
9. λείοις χρῶ. ἄλλο. ♃ χαλκάνθου κεκαυμένου 𐅻 δ΄. διφρυγοῦς
10. 𐅻 β΄. ἀσβέστου 𐅻 β΄. σανδαράχης 𐅻 β΄. ξηροῖς παράπτου.
11. ἢ στρεπτῷ προβρέχων ὕδατι καὶ μολύνων τὸ φάρμακον.
12. ἄλλο. ♃ μίσυος ὀπτοῦ 𐅻 β΄. μάννης λιβάνου 𐅻 β΄.
13. χαλκίτεως ὀπτῆς 𐅻 β΄. λεπίδος χαλκοῦ 𐅻 α΄ S". ἰοῦ 𐅻 α΄.
14. ξηροῖς παράπτου.

15. Πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ
17. πολύποδας καὶ ὅσα βούλει χωρὶς τομῆς καὶ καύσεως ἀπαλλάττειν.
18. ἀφίστησι δὲ καὶ ὀστᾶ διεφθορότα, ποιεῖ δὲ καὶ
1. πρὸς νομὰς καὶ σηπεδόνας ἐπιπασσομένη καὶ πρὸς τὰ ῥυπαρὰ
2. ἕλκη, ἐν μοτῷ μετὰ μέλιτος. ♃ χαλκοῦ ἐρυθροῦ ῥινήματα
3. γο α΄. ἁλῶν ἀμμωνιακῶν γο β΄. ἀμμωνιακοῦ θυμιάματος
4. γο β΄. στυπτηρίας στρογγύλης γο γ΄. ὄξους δριμυτάτου
5. 𐆂ο στ΄. τὰ ξηρὰ λειώσας καὶ ἐπιβαλὼν ὄξος, ἀναλάμβανε
6. εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ κίνει ἐν ἡλίῳ κερκίδι ἐρυθροῦ
7. χαλκοῦ, ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἕως ἂν ξηρανθῇ
8. τὸ φάρμακον, εἶτα κατεράσας εἰς θυίαν καὶ τρίψας ἐπιμελῶς
9. ἀνελοῦ εἰς ἄγγος κεραμεοῦν. ἐπὶ δὲ τῆς χρήσεως δίδου
10. ὕδωρ ἀναῤῥοφῆσαι, εἶτα ἐν τῷ στόματι κατέχειν, τὸ δὲ φάρμακον
11. ἐμφύσα διὰ συριγγίου. Σκριβωνίου Λάργου, ποιεῖ πρὸς
12. πᾶσαν ἐξοχήν. ♃ μίσυος κεκαυμένης, χαλκίτεως κεκαυμένης,
13. χαλκάνθης κεκαυμένης, σώρεως, λεπίδος χαλκοῦ ἀνὰ 𐅻 η΄.
14. ξηρῷ παράπτου. δεῖ δὲ προαναπαύειν πρὸ μιᾶς ἡμέρας καὶ
15. τῇ ἐπιούσῃ τὸ φάρμακον ἐπιτιθέναι μετὰ τὴν τροφήν. πρότερον
16. δὲ δεῖ ὑποχρῖσαι τοὺς μυκτῆρας ἀσφάλτῳ ἢ πίσσῃ
17. ὑγρᾷ ἢ σμύρνης στακτῇ.

18.
2. Χαλκοῦ κεκαυμένου ἀρσενικοῦ πεφυρμένου, μίσυος ὀπτοῦ
3. ἀνὰ 𐅻 β΄. διφρυγοῦς 𐅻 γ΄. χαλκίτεως κεκαυμένης, χαλκάνθης
4. κεκαυμένης, λεπίδος χαλκοῦ ἀνὰ 𐅻 δ΄. λείοις χρῶ. μετὰ
5. δὲ τὴν τῶν φαρμάκων ἐπίθεσιν χρώμεθα πταρμικοῖς τὰς
6. ἐφελκίδας βουλόμενοι σαλεύειν, αἳ ἐκπίπτουσι διὰ τριῶν ἢ
7. τεσσάρων. καὶ μετὰ τὸ ἐκπεσεῖν ἀποθεραπεύονται στέατι
8. χηνείῳ καὶ βουτύρῳ μετὰ κηρωτῆς ῥοδίνης. ἐν δὲ τῷ πρώτῳ
9. τῶν ἐκτὸς φαρμάκων οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης.
10. Ἀσκληπιάδου πρὸς ὀζαίνας, ᾧ ἐχρήσατο Μέγης. ♃ ἐρείκης
11. καρποῦ 𐅻 δ΄. σμύρνης 𐅻 δ΄. νίτρου ἐρυθροῦ 𐅻 δ΄. σιδίων
12. ῥοιᾶς 𐅻 δ΄. κρόκου 𐅻 β΄. κόστου 𐅻 β΄. λείοις ἐμφύσα.
13. ἄλλο. στυπτηρίας σχιστῆς 𐅻 δ΄. σμύρνης 𐅻 δ΄. σανδαράχης
14. 𐅻 β΄. ῥοῦ ἐρυθροῦ 𐅻 β΄. ἁλῶν ὀρυκτῶν 𐅻 β΄. κρόκου
15. 𐅻 β΄. κόστου 𐅻 β΄. λείοις ἐμφύσα. πρὸ δὲ τῆς θεραπείας,
16. ἐκκλύζειν τοὺς μυκτῆρας πειρώμεθα οἴνῳ εὐώδει καὶ μέλιτι
17. καλῷ. πρὸς τὰ ἐν μυκτῆρσι πολύποδα, ᾧ ἐχρήσατο Ἀντίπατρος.
18. ♃ χαλκοῦ κεκαυμένου 𐅻 δ΄. μίλτου σινωπίδος 𐅻 α΄.
1. λείοις ἐμφύσα διὰ καλαμίδος, ἀλλὰ καὶ παράπτου πυρῆνι
2. μήλης. ἄλλο Ἀντωνίου Μούσα. ♃ χαλκάνθου μέρος α΄.
3. σανδαράχης μέρος α΄. λείοις ἐμφύσα. ἄλλο Χαριξένους μετὰ
4. χειρουργίαν. ♃ κέρατος ἐλαφείου κεκαυμένου 𐅻 δ΄. λεπίδος
5. ἐρυθρᾶς 𐅻 δ΄. ἀρσενικοῦ 𐅻 α΄. λείοις ἐμφύσα. ἄλλο. ♃
6. βρυωνίας ῥίζης κεκαυμένης 𐅻 δ΄. χαλκάνθης 𐅻 δ΄. ἀφρονίτρου
7. 𐅻 δ΄. ἐλατηρίου 𐅻 δ΄. λείοις ἐμφύσα.

8. ♃ Μολύβδου σκωρίας,
9. οἴνου παλαιοῦ, ἐλαίου μυρσίνου, ἑκάστου τὸ ἴσον. τὴν σκωρίαν
10. τοῦ μολύβδου λειοτρίβει, ὥστε λειοτάτην γενέσθαι, καὶ
11. ταύτῃ ἐπιβάλλων τὸν οἶνον λειοτρίβει. ἔπειτα τὸ μύρσινον
12. καὶ πάντα ὁμοῦ μίξας καὶ ἀνακόψας βαλὼν εἰς ἄγγος κεραμεοῦν
13. τίθει ἐπ’ ἀνθράκων κινῶν συνεχῶς καὶ ὅταν γλοιῶδες
14. γένηται τὸ φάρμακον, ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε.
15. ἄλλο. ♃ μολύβδου κεκαυμένου καὶ πεπλυμμένου 𐅻 η΄.
16. οἴνου ῥοδίνου τὸ αὔταρκες, ἐλαίου μυρσίνου ὅσον ἐξαρκεῖ
17. σκεύαζε καὶ χρῶ καθὼς ἄνω προείρηται. ἄλλο. ♃ λιθαργύρου
18. 𐅻 στ΄. ψιμμυθίου 𐅻 η΄. σιδίων 𐅻 δ΄. στυπτηρίας σχιστῆς
1. 𐅻 δ΄. οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ, ἐλαίου μυρσίνου
2. τὸ αὔταρκες. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ εἰς θυίαν βαλὼν
3. λέαινε μετ’ οἴνου, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. μετὰ δὲ
4. ταῦτα ἐπίβαλλε τὸ μύρσινον καὶ ἀνακόψας καὶ ἀνελόμενος
5. εἰς πυξίδα μολυβδίνην χρῶ καθὼς προείρηται. ἔστω δὲ τοῦ
6. μὲν μυρσίνου κοτύλαι τέσσαρες, τοῦ δὲ οἴνου κύαθοι δ΄.
7. Διογένους φάρμακον ἐπιτετευγμένον. ♃ στέατος χηνείου 𐅻 δ΄.
8. οἰσύπου 𐅻 α΄ S". μυελοῦ ἐλαφείου 𐅻 β΄. κηροῦ Τυῤῥηνικοῦ
9. 𐅻 η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμμένου 𐅻 δ΄.
10. στίμμεως κεκαυμένου καὶ πεπλυμμένου 𐅻 η΄. λαδάνου
11. 𐅻 β΄. στέατος μοσχείου 𐅻 β΄. τερμινθίνης 𐅻 δ΄. ψιμμυθίου
12. 𐅻 β΄. λιθαργύρου 𐅻 α΄. ῥοδίνου τὸ αὔταρκες. τὰ
13. τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ, ἐν δὲ τῇ χρήσει
14. αἴρων ὅσον ἐξαρκεῖ καὶ ῥοδίνῳ διαλύων ὑπόχριε τοὺς
15. μυκτῆρας.

16. Πρὸς τὰς ἐν μυκτῆρσιν ἑλκώσεις
18. καὶ σηπεδόνας καὶ ὀσμάς· ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ
19. ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ μέχρι λειφθῇ τὰ δύο
1. μέρη χρῶ, διαχρίων ἐσωτάτω. ποιεῖ δὲ καὶ ῥοιὰ γλυκεῖα
2. μετ’ οἴνου ἑψηθεῖσα καὶ λειανθεῖσα καὶ ἔξωθεν καταπλασσομένη
3. καὶ ἔσωθεν διαχριομένη.

4. Διφρυγεῖ
5. λείῳ προσάπτου καὶ μοτῷ διάστελλε τοὺς μυκτῆρας.
6. ἄλλο. ἐλλέβορον τρίψας μῖξον ὀρίγανον ἴσην λείαν, καὶ
7. ἐμφύσα εἰς τοὺς μυκτῆρας δὶς τῆς ἡμέρας. ἄλλο. ἐλλέβορον
8. μέλανα καὶ σανδαράχην ἴσην τρίψας καὶ μίξας ἔλαιον, ἀναλαβὼν
9. ἐρίῳ, πλήρωσον τὸν μυκτῆρα. ἄλλο. χαλκοῦ ἄνθος καὶ
10. ἰὸν καὶ ὀπὸν σιλφίου ἐξ ἴσου τρίψας ἐλαίῳ μίξον καὶ πάχος
11. ὑπαλείπτου ποιήσας ὑπάλειφε μέχρι πέντε ἡμερῶν, ἔπειτα
12. λαβιδίῳ ἐξαίρει. ἄλλο. ἀρσενικὸν καὶ τιτάνην τρίψας, μήλῃ
13. προσάπτου δαψιλεῖ χρώμενος τῷ φαρμάκῳ, ἐπειδὰν δὲ ἐξοιδήσῃ
14. καὶ ἐπαρθῇ, ἐλλεβόρῳ μέλανι ξηρῷ λείῳ συμμέτρως
15. χρῶ. ἐν ἡμέραις γὰρ ἑπτὰ ταῖς πλείσταις κενὸς ὁ μυκτὴρ
16. γίνεται, εἶτα προκάθαιρε διφρυγεῖ λείῳ μετὰ μέλιτος χρώμενος.
17. ἄλλο. ἀρσενικὸν καὶ τίτανον καὶ ἐλλέβορον λευκὸν
18. λεάνας μήλῃ προσάπτου.

1. Τὰ δὲ
2. ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας ἔξαιρε ὠτογλυφίδι ἢ λαβίδι
3. ἢ πταρμικὸν πρόσφερε φάρμακον καὶ τὸ στόμα καταλάμβανε
4. καὶ τὸν ἕτερον τῶν μυκτήρων προσπίεζε, ἐάν περ μὴ ἐν
5. ἀμφοτέροις τοῖς μυκτῆρσι τὸ πάθος ὑπάρχῃ. ταῦτα μὲν καὶ
6. τὰ τοῦ Ἀπολλωνίου οἷς αὐτὸς ἐχρήσατο. ὡς δ’ ἐγὼ κέχρημαι
7. καὶ ἐπὶ τῶν ἐν ταῖς ῥισὶ πολυπύδων τε καὶ ὀζαινῶν
8. εὗρον εὐδοκιμώτατα τὰ ὑπογεγραμμένα, πρῶτον μὲν τὸ διὰ
9. τῶν ῥοιῶν. ἔστωσαν δὲ ἴσαι τόν τε ἀριθμὸν καὶ τὸ μέγεθος,
10. ἐκ τῶν τριῶν διαφορῶν λαμβανόμεναι. αἱ μὲν γὰρ
11. αὐτῶν εἰσιν αὐστηραὶ, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ ὀξεῖαι.
12. κόπτειν οὖν αὐτὰς προσφάτους καὶ πεπείρους καὶ συνθλᾷν
13. ὅλας ἀκριβῶς, ὡς ἐκθλιβῆναι δύνασθαι τὸν ἐξ αὐτῶν χυλὸν,
14. ὃν χρὴ καταθέμενον ἐν ἀγγείῳ κασσιτερίνῳ φυλάττειν, ἐπ’
15. ὀλίγον ἀφεψήσαντα εἴ ποτε φαίνοιτο τοῦ δέοντος ὑγρότερον,
16. τὸ δὲ ὑπολειπόμενον αὐτῶν στερεὸν καὶ παχὺ κόπτειν αὖθις
17. ἀκριβῶς, ὡς δύνασθαι μετὰ τὸ κοπῆναι λειωθῆναι πάλιν
18. εἰς θυίαν καὶ ἀναπλασθῆναι κολλυρίοις ὅμοια, συμμέτρως
1. ἔχοντα πρὸς τὴν ῥῖνα τοῦ θεραπευομένου. καθίεται γὰρ εἰς
2. τὸν πόρον τῆς ῥινὸς, ἐν ᾧ ὁ πολύπους, ὥστε ἄνευ δήξεως
3. καὶ συμπαθείας, ὁποῖον ἐργάζεται τὰ δριμέα τῶν φαρμάκων,
4. ἐν χρόνῳ πλείονι καθαίρειν αὐτόν. ἐὰν δὲ ὑγρότερος καὶ
5. μαλακώτερος ὁ πολύπους σοι φαίνηται, πλεῖον ἐμβάλλῃς τῶν
6. αὐστηρῶν ῥοιῶν, εἰ δὲ σκληρότερος, τῶν ὀξειῶν. ἐπεὶ δὲ δύσφορόν
7. ἐστιν ἀνέχεσθαι διὰ παντὸς τοῦ κολλυρίου, διαπαύειν
8. προσήκει, χρώμενον ἐν αἷς οὐκ ἐντίθεται αὐτὸ τῷ
9. τεθλιμμένῳ χυλῷ, καὶ μέντοι καὶ χαίνοντα μέγα τὸν πεπονθότα
10. διαχρίειν κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ συντέτρηται ἡ
11. ῥὶς πρὸς τὸν οὐρανίσκον, τῷ ὑγρῷ φαρμάκῳ ἐκθλιβέντι χρώμενον,
12. ἢ πτεροῖς ἢ ἐρίῳ περιβεβλημένῳ μήλῃ ἢ πυρῆνι.
13. τῶν δὲ ξηρῶν φαρμάκων ἀδήκτως οἶδά ποτε τῷ διφρυγεῖ
14. δαπανηθέντα χρόνῳ πλείονι πολύπουν. εὐδοκιμεῖ δὲ
15. ἐπ’ αὐτῶν καὶ τὸ προειρημένον κολλύριον, τὸ ἐκ τῶν ῥοιῶν
16. ἀναπλαττόμενον, ὅταν ξηρὸν γένηται καλῶς κοπτόμενόν τε
17. καὶ διαττώμενον καὶ λειούμενον, εἶτ’ ἐμφυσώμενον ἢ 
1. καὶ διὰ πυρῆνος μήλης ἐντιθέμενον. ἅπαντα δὲ ταῦτα συνεχῶς
2. δεῖ ποιεῖν, ὡς μηδέποτε λείπειν τὸ φάρμακον τῷ πεπονθότι
3. μορίῳ, ῥᾳδίως γὰρ ὑπὸ τῆς ὑγρότητος ἐκκλύζεται. καθάπερ
4. οὖν ἐπὶ τῶν ὀφθαλμιώντων, οὕτω κᾀπὶ τούτων, εἰ
5. οἶόν τε, διὰ παντὸς ἐπιτιθέναι χρὴ τὸ φάρμακον, ἀποπλύνεται
6. γὰρ ῥᾳδίως, ὡς ἔφην, ὑπὸ τῆς ἐπιῤῥεούσης ὑγρότητος.
7. μὴ φέροντος δέ τινος εὐνούχου μηδενὸς τῶν φαρμάκων τὴν
8. προσφορὰν, ἀλλ’ ὑπὸ πάντων ἐρεθιζομένου, ῥόδα ξηρὰ κόψας
9. καὶ λειώσας ἀκριβῶς καὶ ἐπιθεὶς ἀδήκτως τε ἅμα καὶ
10. θαυμαστῶς, ὅπως ἔγνων ὑπ’ αὐτῶν ὠφεληθέντα τὸν ἄνθρωπον,
11. ὥστε καὶ αὖθις ἐπὶ τῶν μαλακῶν καὶ ὑγρῶν ἢ
12. δυσελκῶν σωμάτων ἐχρησάμην αὐτῷ. δυοῖν γὰρ θάτερον, ἢ
13. οὐδὲν ἔβλαψεν ἢ πάντως γε ἐνήργησεν ἀλύπως. τὰ γὰρ πλεῖστα
14. τῶν δραστικῶς καθαιρόντων τοὺς πολύποδας παροξυντικά
15. πως αὐτῶν ἐστιν, ὅταν μὴ τύχῃ τοῦ σκοποῦ. τὰ δὲ
16. ἕλκη τὰ ἐν τοῖς πόροις τῆς ῥινὸς, ἀεὶ διὰ τῶν τροχίσκων
17. ἐθεράπευσα τοῦ τε Ἀνδρωνείου καὶ τοῦ Πασίωνος καὶ τοῦ
18. Πολυείδου καὶ τοῦ Βιθυνοῦ καὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ,
1. ποτὲ μὲν οἴνῳ γλυκεῖ λειῶν αὐτοὺς, ποτὲ δὲ αὐστηρῷ, καὶ
2. ποτὲ μὲν συμμέτρῳ κατὰ τὴν ἡλικίαν, ποτὲ δὲ παλαιῷ, ποτὲ
3. δὲ καὶ δι’ ὄξους ἢ οἰνώδους ἢ ἁπλῶς ὀξέος ἢ καὶ δριμέος
4. πάνυ καὶ παλαιοῦ, κατὰ τὰς εἰρημένας ἐνδείξεις ἀπὸ τῶν
5. κατὰ τὰ πάθη συμπτωμάτων τῆς χρήσεως τῶν φαρμάκων
6. εὑρισκομένης. ἐπὶ δὲ πλουσίου τινὸς, ἀξιοῦντος εὐῶδες εἶναι
7. τὸ προσφερόμενον φάρμακον, ἐπὶ τὴν τῆς ὀζαίνης θεραπείαν
8. ἐπενόησα χρήσασθαι τῷ καλουμένῳ ἡδυχρόῳ, δεύων αὐτὸ
9. φαλερίνῳ παλαιῷ, καὶ θαυμαστῶς ὅπως ἐν τάχει τὸ πάθος
10. ἐθεραπεύθη. λέλεκται δὲ ἡ τοῦ ἡδυχρόου σκευασία κατὰ
11. τὴν τῆς θηριακῆς ἀντιδότου γραφήν.

12. Εἴρηται μὲν ἱκανῶς καὶ περὶ τούτων ἐν τοῖς
14. τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ἀλλὰ νῦν ὅσα διὰ τῆς
15. πεπειραμένης ὕλης ἐγνώσθη τοῖς πρὸ ἡμῶν εἰρήσεται. τοὺς
16. θρόμβους κομισαμένη, κᾄπειτα περὶ μηλωτίδα περιθεῖσα ἔριον
17. κάθες εἰς λύκιον, διεὶς δ’ αὐτὸ ὕδατι διάχριε τὸν αἱμοῤῥοοῦντα
1. τόπον. ἢ μοτὸν μακρὸν δεύσασα τῷ λυκίῳ ἔνθες, εἶτα ἔξωθεν
2. περιλαβοῦσα τοῖς δακτύλοις τὸν ῥώθωνα προσπίεσον,
3. ἕως ἂν στῇ τὸ αἷμα. ἢ χαλκῖτιν λεάνασα συμμέτρως καὶ συστρέψασα
4. ἐλλύχνιον κάθες εἰς ψυχρὸν ὕδωρ, εἶτα κυλίσασα
5. ἐν τῇ χαλκίτιδι ἢ πριαπίσκῳ ἐντίθει τοῖς μυξωτῆρσιν. ἢ τῳ
6. σχιστῷ μοτῷ χρῶ, ὡς ἐσωτάτω προσερείδουσα. βέλτιον δὲ
7. καὶ εἰς τὴν ὑπερῴαν τὸν δάκτυλον καθεῖναι, ὅπως μήποτε
8. ὁ σχιστὸς ἔκχηται. ἢ λιβανωτὸν θραύσασα καὶ διαχέασα πολυγόνου
9. χυλῷ. ἢ πράσου καρπὸν χυλίσασα τὸν σχιστόν. ἢ
10. τὸ ἐλλύχνιον κάθιε. ἢ ἡδύοσμον λεάνας κάθιε. ἢ σπόγγον
11. ξηρὸν ἔνθες. ἢ εἰς ἐζεσμένον ὄξος δριμὺ καταθεῖσα τὸ σπογγίον,
12. ἐπιτίθει ἔξωθεν τοῦ αἱμοῤῥοοῦντος μυκτῆρος, πιέζουσα
13. μηλωτρίδι μέχρι τοῦ προωσθῆναι. βέλτιον δὲ τὴν ἀρχὴν
14. ἀποδεδέσθαι λίνῳ διὰ βελόνης, ἵνα εὐεξέλκυστον ᾖ. ἐξαίρει
15. δὲ, ὅταν καταπιστεύσῃς. ἐὰν δὲ ξηρὸν γένηται τὸ
16. σπογγίον καὶ κεκολλημένον ἐντὸς, ὠτικῷ κλυστῆρι δίει ψυχρὸν
17. ὕδωρ ἔχοντι καὶ ἐκκλύζουσα ἐνύγραινε καὶ οὕτω κομίζου.
1. χρῶ δὲ καὶ ταῖς ἀναγραφησομέναις τραυματικαῖς καὶ
2. ἰσχαίμοις. εὐθετεῖ δὲ καὶ τὸ μέτωπον ψύχειν σπογγίοις καὶ
3. μετέωρα ποιεῖν τὰ ἀπὸ τῆς κεφαλῆς καὶ βραχίονας καὶ καρποὺς
4. καὶ μηροὺς καὶ βουβῶνας καὶ γόνατα ἐν τοῖς συνεσταλμένοις
5. ἀποδεσμεύειν, καθάπερ ἐπὶ φλεβοτομιῶν, καὶ κελεύειν
6. κινεῖν αὐτὰ, χεῖρας μὲν ἀνατρίβοντας, πόδας δὲ βαδίζοντας.
7. πληρουμένων γὰρ αἵματος τῶν ἐνταῦθα φλεβῶν,
8. τὰ περὶ τὰς ῥῖνας λιφαιμήσουσι, καὶ ποτίζειν τοῖς πρὸς
9. τὰς ἀγωγὰς τοῦ αἵματος γραφησομένοις καὶ τὰ ὦτα ἐμφράττειν
10. εὐτόνως ὀθονίοις καὶ κηρῷ, κᾀν τῷ στόματι διακατέχειν
11. ὕδωρ ὄμβριον ψυχρόν. ἐὰν δὲ φαίνηται καταπεπόσθαι
12. τι τοῦ αἵματος, καὶ τοῦθ’ ἱκανὸν ὂν τῷ πλήθει κενώματι
13. κομίζου. θρομβούμενον γὰρ ἐν κοιλίᾳ καὶ ἐντέροις ἔμπρησιν
14. κατασκευάζει.

15.
17. Τὰ τῆς πλατάνου σφαιρία συλλέγων ξήραινε ἐν
1. σκιᾷ καὶ ξηράνας, ἐν δίσκῳ τινὰ χιτῶνα τραχὺν ἐπίτριβε τὰ
2. σφαιρία τῷ ὕφει τοῦ χιτῶνος· εἰ δὲ μή γε, ἐπί τινος τριχίνου
3. παράτριβε, καὶ τὸ μὲν σπέρμα τῶν σφαιρίων ἀπόῤῥιπτε,
4. τὰ δὲ γνάφαλα συλλέγων, ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον
5. καινόν. ἐπὶ δὲ τῆς χρήσεως τὰ ἐριώδη τῆς πλατάνου
6. ἐνθεὶς εἰς κάλαμον ἀφῃρημένα τὰ γόνατα ἔχοντα, ἀπογλυφὴν
7. δ’ ἔχοντα καθ’ ὃ μέρος ἐπιτίθεται, τῷ μυκτῆρι ἐμφύσα,
8. συντόμως περιγίνεται τῆς αἱμοῤῥαγίας. ἄλλο. χάλκανθον τρίψας
9. ἐπιμελῶς ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ξύσματι ὀθονίων
10. καταβάπτων εἰς τὸ φάρμακον ἐντίθει. σπόγγον ὠμῇ πίσσῃ
11. δεύσας κατάκαυσον καὶ ἐκ τούτου στρεπτὸν ἀναλαβὼν ἐντίθει.
12. ἄλλο. ♃ ὠοῦ κελύφου μέρος ἓν, κηκίδος ὀμφακίτιδος
13. μέρος ἓν, λεῖα στρεπτῷ ὕδατι δεδευμένῳ ἢ ὄξει ἀναλαμβάνων
14. ἐντίθει, τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ
15. ἢ πηλῷ κεραμικῷ, κρατεῖν δὲ τὰ ὦτα εὐτόνως παραίνει.
16. ἔνιοι δὲ σπόγγον Ἀφρικανὸν καθεψήσαντες ἐν ὄξει
17. δριμυτάτῳ, εἶτα ἐκπιέσαντες καὶ τούτῳ περιειλήσαντες διάπυρον
1. λίθον πυκνὸν ὑπεθυμίασαν, κελεύοντες τὸν ἀτμὸν
2. ἀνασπᾷν.

3. Πρὸς μὲν τὰς ἐκ
4. ῥινῶν αἱμοῤῥαγίας ἰδίως οὐδὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐπὶ
5. δὲ τῶν ἰσχαίμων τὰ πλεῖστα καὶ ταύτας ἵστησι, διὰ τοῦτο
6. κᾀγὼ γράψω τὰ ὑπ’ αὐτοῦ γεγραμμένα τοιαῦτα φάρμακα.
7. ἴσχαιμος ᾗ χρῶμαι. ♃ χαλκίτεως, μίσυος, μάννης, ἀνὰ 𐅻 δ΄.
8. λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. ♃ χαλκίτεως 𐅻 ρ΄. χαλκάνθου
9. 𐅻 ν΄. μίσυος ὀπτοῦ 𐅻 κε΄. χαλκοῦ κεκαυμένου 𐅻 ιβ΄ S". λείοις
10. χρῶ. ἴσχαιμος ἡ μεγάλη. ♃ μίσυος κυπρίου 𐅻 ζ΄. χαλκάνθου
11. 𐅻 ζ΄. φλοιοῦ πίτυος 𐅻 δ΄. λεπίδος χαλκοῦ 𐅻 δ΄. μάννης κλιβάνου
12. 𐅻 δ΄. οἱ δὲ 𐅻 ιε΄. χαλκοῦ κεκαυμένου 𐅻 ιε΄. χαλκίτεως
13. 𐅻 ιε΄. ἀσβέστου 𐅻 η΄. οἱ δὲ 𐅻 μ΄. γύψου πεφωγμένης
14. 𐅻 δ΄. οἱ δὲ 𐅻 η΄. λείοις χρῶ. ἴσχαιμος Ἀφρόδα. ♃ χαλκίτεως
15. 𐅻 στ΄. μάννης λιβάνου 𐅻 β΄. ῥητίνης τερμινθίνης φρυκτῆς
16. 𐅻 δ΄. οἱ δὲ γ΄. λείοις χρῶ.

Cliquer un n° de page pour en afficher l’image