ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Δ.
1. Οὐκ ἄλλη μέν τίς ἐστι τῆς συνθέσεως
2. αὐτῶν ἡ μέθοδος, ἄλλη δὲ τῆς χρήσεως. αὕτη γὰρ ἡ σύνθεσις,
3. ὡς πρὸς τὴν χρῆσιν ἀναφερομένη γίγνεται, σκοπὸν
4. ἐχόντων τῶν συντιθέντων τὰ φάρμακα τὴν ἐκ τῆς χρήσεως
5. αὐτῶν ὠφέλειαν. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις, οὕτω κᾀν τούτοις
6. ἔνιοι μὲν ἄνευ διορισμοῦ γεγράφασι τὰς χρήσεις τῶν
7. φαρμάκων, οἷον ὅτι πρὸς ὀδύνην ἐπιτήδειόν ἐστιν, οὐκ ἔτι
1. προσθέντες ἐπὶ τίνι διαθέσει τῆς ὀδύνης γινομένης. ἔνιοι
2. δὲ καὶ τὰς διαθέσεις ἔγραψαν, οἱ μὲν ἐμπειρικώτερον, οἱ δὲ
3. λογικώτερον· ἐμπειρικώτερον μὲν ὅσοι τοῖς φαινομένοις ἐναργῶς
4. κατὰ τοὺς ὀφθαλμοὺς σημείοις τὸν διορισμὸν ἐποιήσαντο,
5. λογικώτερον δὲ ὅσοι τοῖς ἀμυδρῶς φαινομένοις ἢ
6. μηδ’ ὅλως φαινομένοις. ἐναργῶς μὲν γὰρ φαίνεται ῥεῦμα
7. πολὺ καὶ ὀλίγον, ἄδηκτόν τε καὶ δακνῶδες ἔρευθός τε πλέον
8. ἢ ἔλαττον, ὥσπερ γε καὶ φλέβες ὀλίγου τε καὶ πολλοῦ πλήρεις
9. αἵματος, ὅ τε τῆς φλεγμονῆς ὄγκος ἐλάττων ἢ μείζων,
10. ὥσπερ καὶ αἱ ποικιλίαι τῶν παρὰ φύσιν χρωμάτων, αἵ τε
11. διεξιοῦσαι λῆμαι πλείους ἢ ἐλάττους ἢ μικρότεραι ἢ μείζους.
12. φαίνονται δ’ ἐναργῶς ἡμῖν καὶ αἱ γινόμεναι τραχύτητες ἐν
13. τοῖς βλεφάροις τῶν ὀφθαλμῶν. τί δὲ δεῖ λέγειν, ὅτι καὶ τὰ
14. ἕλκη καὶ αἱ φλύκταιναι κατά τε τοὺς τόπους καὶ τὰ μεγέθη
15. διαφορὰν οὐκ ὀλίγην ἔχουσι καὶ τὰ ἄλλα ὅσα τοιαῦτα,
16. καὶ καθ’ ἕτερόν γε τρόπον ἐκ τῶν φαινομένων ἐναργῶς
17. εἰσι καὶ αἱ ὀδύναι. διαφέρουσι γὰρ οὐδὲν, ἄν θ’ ἡμῖν
1. ἄν τε τοῖς κάμνουσι φαίνωνται. καὶ γὰρ ὅτι ἀλγοῦσι καὶ
2. ὅπως ἀλγοῦσι δῆλον, ὅτι μετὰ θλίψεως ἢ τάσεως ἢ σφηνώσεως
3. ἢ διαβρώσεως ἤ τινων σφυγμῶν ἀλγοῦσιν, ἡμῖν
4. σαφῶς ἐνδείκνυται. οὐ φαίνονται δὲ οἱ τοιοῦτοι διορισμοὶ,
5. καθάπερ ἔνιοι γράφουσι, πρὸς ῥεῦμα. τὸ δ’ ἀπὸ τῶν ἔνδον
6. τοῦ κρανίου πρὸς ῥεῦμα τὸ ἀπὸ τῶν ἐκτὸς ἢ νὴ Δία τὸ
7. ἀπὸ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν χορηγούμενον. ὅταν τε λέγωσί
8. τινες ἔντασιν ἢ σφήνωσιν ἐν τῷ βάθει τῶν ὀφθαλμῶν
9. εἶναι χυμῶν παχέων ἢ γλίσχρων ἢ πολλῶν, οὐδὲν τούτων
10. σύμπτωμα βαρύνει τοὺς κάμνοντας, ὡς ὀδύνη σφοδρὰ καθ’
11. ὁτιοῦν μόριον, οὐ γὰρ δὴ κατ’ ὀφθαλμούς γε μόνους γινομένη,
12. ὥστε καὶ ἀποθανεῖν εἵλοντό τινες, ἄμεινον εἶναι τοῦτο
13. παθεῖν ἡγησάμενοι τοῦ δι’ ὅλης ἡμέρας ἀνέχεσθαι τῆς ὀδύνης.
14. ἐμοὶ δὲ ἐν ἄλλοις τέ τισι καὶ τῷ δωδεκάτῳ τῆς θεραπευτικῆς
15. μεθόδου γέγραπται σαφῶς καθόλου περί τε τῆς
16. διαφορᾶς τῶν διαθέσεων ἐφ’ αἷς ὀδυνῶνται σφοδρῶς ἥ τε
17. αἰτία ἑκάστης αὐτῶν. γέγραπται δὲ κᾀν τῷ τρισκαιδεκάτῳ
1. τῆς θεραπευτικῆς μεθόδου πάντα ὅσα γε χρὴ περὶ τῶν ἐν
2. ὀφθαλμοῖς διαθέσεων ἐπίστασθαι τὸν ἰατρὸν, εἰς τὰς ἰάσεις
3. αὐτῶν ἀναγκαῖα. λεχθήσεται δέ καὶ νῦν ἐν κεφαλαίοις
4. βραχέσιν ὅσον αὐτῶν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τουτέστιν
5. ὅσα συνῆπται τῇ τῶν ὑλῶν διδασκαλίᾳ. καὶ γὰρ
6. ὀποὶ καὶ χυμοὶ καὶ σπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν
7. ἐμβάλλεται ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, ὥσπερ γε καὶ τῶν
8. μεταλλικῶν ὀνομαζομένων οὐκ ὀλίγα, τὰ μὲν ἐσχάτως αὐστηρὰ
9. καὶ στρυφνὰ καὶ δριμέα, τὰ δὲ μετριώτερα μὲν τούτων,
10. ὅμως δ’ οὖν ἰσχυρὰ, καθάπερ γε καὶ ἀδηκτότατά τινα
11. ταῖς πλύσεσι γεγονότα.
12. Πομφόλυξ οὖν πεπλυμμένος
13. οὐδενὸς ἀπολείπεται τῶν ἀδηκτοτάτων φαρμάκων, καὶ διὰ
14. τοῦτο αὐτῷ χρώμεθα πρός τε τὰ λεπτὰ καὶ δριμέα ῥεύματα
15. προκεκενωμένης δηλονότι τῆς κεφαλῆς ἅμα τῷ παντὶ
16. σώματι· τὸ μὲν οὖν ὅλον σῶμα πρόδηλον ὅτι διὰ φλεβοτομίας
17. τε καὶ καθάρσεως ἐκκενοῦμεν, ἀποφλεγματισμοῖς δὲ
1. τὴν κεφαλήν. δύναται γὰρ ὁ πεπλυμμένος πομφόλυξ, ὥσπερ
2. καὶ τὸ σπόδιον καὶ τὸ ἄμυλον ἅμα μὲν καὶ ξηραίνειν μετρίως
3. ὑγρότητας, ἅμα δὲ καὶ κωλῦσαι κενοῦσθαι διὰ τῶν
4. χιτώνων τὴν ἐν τοῖς τελείοις ἀγγείοις αὐτῶν περιεχομένην
5. ὑγρότητα περιττὴν, ὡς ὅταν γε πρὶν κεκενῶσθαι τὴν κεφαλὴν,
6. ἐπιῤῥεόντων ἔτι τοῖς ὀφθαλμοῖς ὑγρῶν, ἐμφρακτικοῖς
7. χρήσαιτό τις φαρμάκοις, ὀδύνην τε σφοδρὰν ἐργάσεται διατεινομένων
8. τῶν χιτώνων καὶ ὑπὸ τοῦ πλήθους τῶν περιῤῥεόντων
9. ὑγρῶν καί ποτε ῥῆξιν ἢ διάβρωσιν αὐτῶν ἐμποιεῖ.
10. ἐκ τοῦ αὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις φαρμάκοις
11. ὑπόλεπτον ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς, ἔχον ἐκ περιττοῦ τὸ ἀποπλύνειν
12. τὰς ὑγρότητας, ἐπαλείφειν τε τὰ τραχυνθέντα. τὸ
13. δὲ ἐμφράττεσθαι τοῖς κατὰ λεπτὸν πόροις ὁμοίως ἐκείνοις
14. οὐκ ἔχει, καθάπερ οὐδὲ τὸ ξηραίνειν. ὁ μέντοι τῆς τήλεως
15. χυλὸς ὅσον μὲν ἐπὶ τῇ γλισχρότητι παραπλήσιός ἐστι τῇ
16. λευκῇ τῶν ὠῶν ὑγρότητι, διαφορητικῆς δέ ἐστι δυνάμεως,
17. ὥσπερ δὴ καὶ μετρίως θερμαντικῆς, καὶ διὰ τοῦτο πολλὰς
18. τῶν ὀδυνῶν εἴωθε πραΰνειν.
19. Ἐναντιωτάτη δὲ τῇ τούτων ὕλῃ
1. κατὰ γένος ἐστὶν ἡ τῶν δριμέων ὀπῶν, οἷον τοῦ τε Κυρηναίου
2. καὶ Μηδικοῦ καὶ σαγαπηνοῦ καὶ εὐφορβίου καὶ
3. ἁπλῶς εἰπεῖν ἡ τῶν θερμαινόντων σφοδρῶς ἄνευ τοῦ τραχύνειν
4. οὐ μόνον ἐν ὀποῖς, ἀλλὰ καὶ ἐν χυλοῖς καὶ ἐν σπέρμασι
5. καὶ ἄνθεσι καὶ καρποῖς φυτῶν περιεχομένη.
6. Τρίτη δὲ ἐπὶ ταῖς εἰρημέναις
7. ἐστὶν ἰσχυρὰ δύναμις ἡ τῶν ῥυπτικῶν φαρμάκων,
8. ὁποία χαλκοῦ τε λεπίς ἐστι καὶ ἡ κεκαυμένη χαλκῖτις, ὅ τε
9. κεκαυμένος χαλκὸς, ὥσπερ δὴ καὶ τὸ ἄνθος αὐτοῦ καὶ τὸ
10. μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι.
11. Καὶ παρακείμενον ἄλλο γένος
12. τούτοις ἐστὶ τὸ τῶν σηπτικῶν, ὁποῖόν ἐστιν ἀρσενικόν τε
13. καὶ σανδαράχη τό τε τῆς Ἀσίας πέτρας ἄνθος, ἐπ’ ὀλίγον
14. δὲ τῆς τοιαύτης δυνάμεως καὶ τῷ μίσει μέτεστιν.
15. Ἄλλο δὲ γένος ἐστὶ φαρμάκων
16. εἰς τὰς ὀφθαλμικὰς δυνάμεις ἐμβαλλομένων ὅσα στύφειν
17. πέφυκε. τὰ μὲν οὖν μετρίως τοιαῦτα τὰς ἐπιῤῥοὰς ἀποκρούεται,
18. τὰ δὲ σφοδρὰ πλέον ὀδυνᾷ, τραχύνοντα τοὺς χιτῶνας
1. ἢ τὴν τῶν ἐπιῤῥεόντων ὁρμὴν ἀναστέλλει. μίγνυται
2. δέ ποτε χρησίμως αὐτῶν ὀλίγον ταῖς καλουμέναις ὀξυδερκέσι
3. δυνάμεσι συνάγοντα καὶ σφίγγοντα τὴν οὐσίαν τῶν
4. ὀφθαλμῶν. τὰ δὲ μετρίως στύφοντα χρησιμώτατα μέν ἐστι
5. ταῖς καλουμέναις ὀφθαλμίαις, χρήσιμα δὲ καὶ ταῖς ἄλλαις
6. σχεδὸν ἁπάσαις διαθέσεσιν ἑλκῶν τε καὶ φλυκταινῶν καὶ
7. ῥευμάτων. ἔστι δὲ τοιαῦτα ῥόδων φύλλα καὶ ἄνθη καὶ χυλὸς
8. ἐρείκης τε καρπὸς, ὅ τε τῆς νάρδου στάχυς, ἔτι τε τὸ
9. τοῦ μαλαβάθρου φύλλον, ὅ τε κρόκος καὶ τὸ λύκιον, ἥ θ’
10. ὑποκυστὶς ὀνομαζομένη. σφοδροτέρας δὲ τούτων στύψεως ἥ
11. τε ἀκακία μετέχει καὶ τὸ ὀμφάκινον τοῦ γένους τῶν χυλῶν
12. ὄντα καὶ αὐτὰ καὶ τὸ βαλαύστιόν τε καὶ οἱ κύτινοι
13. καὶ αἱ κηκίδες αἱ ὀμφακίτιδες τοῦ γένους εἰσὶ τῶν ἱκανῶς
14. στυφόντων.
15. Πεπτικὰ δὲ φλεγμονῶν τε καὶ τῶν
16. ἄλλων διαθέσεών ἐστι φάρμακα, σμύρνα καὶ κρόκος καὶ καστόριον
17. καὶ λιβανωτὸς, ὅ τε τῆς τήλεως ἑψηθείσης χυλὸς,
1. ἅπερ καὶ διαφορεῖν πέφυκε, καὶ μάλιστα ἡ σμύρνα. τοιαύτη
2. μέν ἐστιν ἡ τῶν ὀφθαλμικῶν ὕλη, καὶ ὅσοι γε φύσει συνετοὶ
3. τυγχάνουσιν ὄντες, ἐγυμνάσαντό τε τὸν λογισμὸν, οὐδὲν
4. ἔτι δέονται τῆς παρ’ ἐμοῦ διδασκαλίας, αὐτοὶ δυνάμενοι
5. πρὸς ἕκαστον πάθημα τῶν ἐν ὀφθαλμοῖς γινομένων ἐπιτήδειον
6. συντιθέναι φάρμακον. ἐπειδὴ δὲ ὀλίγοι μέν εἰσι τοιοῦτοι,
7. στοχάζεσθαι δὲ χρὴ καὶ τῆς τῶν πολλῶν ὠφελείας,
8. ἄμεινον ἔνδοξέ μοι τὸν περὶ συνθέσεως αὐτῶν λόγον ὁλοκλήρως
9. διελθεῖν, ἐπαναλαβόντι πρότερον ἕνεκα συνόψεως ὧν
10. ἐμνημόνευσα φαρμάκων ἑκάστου, τὴν κοινὴν κατὰ γένος δύναμιν,
11. εἰρημένην μὲν καθόλου κατὰ τὸ πέμπτον ὑπόμνημα
12. τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας καὶ διὰ τῶν ἐφεξῆς
13. δὲ κατὰ μέρος ἐν ἕξ βιβλίοις ἄχρι τοῦ τελευταίου. χρήσομαι
14. δὲ ταῖς προσηγορίαις τῶν ἐν τοῖς φαρμάκοις δυνάμεων, ἃς
15. ἐθέμην ἐν τῇ προειρημένῃ πραγματείᾳ ἕνεκα σαφηνείας, τινὰ
16. μὲν εἶναι λέγων γεώδη ταῖς οὐσίαις, ἄνευ ψύξεως ἐπιφανοῦς
17. ἢ θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα, καὶ τούτων
1. αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως ἢ θερμασίας μετέχοντα,
2. τινὰ τινὰ δὲ ὅλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύναμιν.
3. ὅλον δ’ οὖ τὸ γένος αὐτῶν ἐμπλαστικῶν φαρμάκων
4. ὠνόμασα, δύναμιν ἐναντίαν ἐχόντων τοῖς ἐκφρακτικοῖς, ὁποῖος
5. ὅ τε Σάμιος ἀστήρ ἐστι, λεπτομερέστερος ὤν τῆς ἁπλῆς
6. οὕτως ὀνομαζομένης Σαμίας γῆς, ὅ τε πεπλυμμένος πομφόλυξ,
7. ὥσπερ γε καὶ ἡ σποδὸς αὐτοῦ πλυνθεῖσα καὶ ἡ καδμεία
8. κεκαυμένη καὶ πεπλυμμένη. δοκεῖ δέ μοι αὐτῇ μὲν ἔτι βραχύ
9. τι ῥυπτικὸν ἐνυπάρχειν, ἐάν τε μετὰ τὴν καῦσιν, ἐάν τε χωρὶς
10. ταύτης πλυνθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ
11. τι στυπτικὸν, ὥσπερ γε καὶ τῷ μολύβδῳ μετὰ τὸ καυθῆναι
12. καὶ πλυνθῆναι. καὶ γὰρ καὶ τοῦτο τὸ φάρμακον ἀδηκτότατον
13. μέν ἐστιν, ἔχει δὲ βραχύ τι στύψεως. εἴτε δὲ ἀρσενικῶς
14. καλεῖν ἐθέλοι τις εἴτε θηλυκῶς τὴν πομφόλυγα, διήνεγκεν
15. οὐδέν· ὥσπερ γε καὶ τὸ ἄμυλον, ὃ καὶ αὐτὸ πλυνθὲν ἀκριβῶς
16. ἐστιν ἀδηκτότατόν τε καὶ μέσον, ὡς μήτε στύψιν ἔχειν
17. μήτε δριμύτητα, τουτέστι μήτε ψύξεως μήτε θερμότητος
18. μετέχειν. καὶ τὸ ψιμύθιον δὲ πλυνθὲν ἔγγιστα τῆ δυνάμει
1. τοῦ κεκαυμένου καὶ πεπλυμμένου μολύβδου γίνεται, σαφές
2. τε διὰ τῆς στύψεως ἐνδεικνύμενον γνώρισμα τελέως ἄποιον,
3. ὡς πρὸς τὴν γεῦσίν τε καὶ ὄσφρησιν φαινόμενον τῆς τε ἀμύλου
4. καὶ Σαμίου ἀστέρος. ἅπαν δ’ οὖν τὸ τῶν τοιούτων γένος
5. φαρμάκων, ἐάν τε βραχεῖαν ἐμφαίνῃ ποιότητα κατὰ γεῦσιν
6. ἢ ὀσμὴν, ἐάν τε μηδ’ ὅλως ἐμφαίνῃ, παραπλησίως τοῖς
7. καθαρωτάτοις ὕδασιν ἄποιον καλεῖται, καὶ μόνον τῷ γεώδει
8. τῆς οὐσίας ξηραίνειν πέφυκε μετρίως. διὸ καὶ χρόνῳ
9. πλέονι τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται, κατὰ
10. τὰς πρώτας ἡμέρας οὐδὲν ὀνινάναι δοκοῦντα. προσφερόμενα
11. δ’ ὅμως ὑπὸ τῶν ἰατρῶν ὡς ἀδηκτότατα, κατὰ τὰς δυσιάτους
12. διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον ἢ καὶ μετὰ διαβρώσεως
13. τοῦ τε κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ
14. ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων
15. γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν δύναται, τῶν
16. μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ
17. τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν
1. δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν, ἐάν τε ἐν τοῖς
2. ὀφθαλμοῖς ᾖ μόνοις εἰς καχεξίαν τοιαύτην ἀφιγμένων τῶν
3. μορίων ὡς διαφθείρειν τὸ ἐπιῤῥέον, ἐάν τε καὶ αὐτὸ τὸ
4. ἐπιῤῥέον μοχθηρὸν ᾖ, ἢ διὰ τὴν κεφαλὴν μόνην ἢ καὶ ὅλον
5. τὸ σῶμα τοιοῦτον ὑπάρχον, ὅθεν καὶ προπαρασκευάζομεν
6. εἰς τὴν ἴασιν ἐπιτήδειον τὸ πεπονθὸς μόριον, ὅλου τε τοῦ
7. σώματος ταῖς καθάρσεσι καὶ ταῖς ἀντισπάσεσι, πρώταις
8. μὲν ταῖς κάτω τοῦ σώματος, ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ
9. ἰνίον τε καὶ τὸ δέρμα τῆς κεφαλῆς. χρώμεθα δὲ καὶ ἀρτηριοτομίαις
10. ἐνίοτε τέμνοντες τὰς ὀπίσω τῆς κεφαλῆς περὶ
11. τὰ ὦτα τεταμένας ἀρτηρίας, ἐκκόπτοντές τε μόριον τῶν ἐν
12. τοῖς κροτάφοις, ὡς μόνον ἡμᾶς ἔτι θεραπεύειν τὴν ἐν τοῖ
13. χιτῶσι τῶν ὀφθαλμῶν γεγενημένην διάθεσιν, ἐφ’ ἧς καὶ τὸ
14. διὰ τῶν φλεβῶν ἐπ’ αὐτοὺς παραγινόμενον αἷμα χρηστὸν
15. διαφθείρεται. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν μόνας
16. φαίνεται τὸ τῶν προειρημένων φαρμάκων γένος, ἀδήκτως
17. ξηραῖνον τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν, ἥτις,
18. ὡς ἐλέχθη, διαφθείρει τὸ ἐπιῤῥέον. ἡ μὲν γὰρ τῶν στυπτικῶν
1. δύναμις οὔτε ξηραίνει τὴν τοιαύτην διάθεσιν, ἐπέχει τε
2. τῶν δακνωδῶν ἰχώρων τὰς ἐκροάς. ἡ δὲ τῶν θερμῶν καὶ
3. δριμέων οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ συναυξάνει τὴν
4. ποιότητα τῶν δακνωδῶν χυμῶν, ἡ δὲ τῶν χαλαστικῶν τε
5. καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται
6. τὸ γεννώμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀναστρέφειν ἢ ἐπουλοῦν
7. οὔτε τὸ προπεπτωκὸς προστέλλειν τε καὶ κατακλείειν.
8. ὥσπερ οὐδ’ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς
9. διαθέσεις ἀγαθὸν οὐ σμικρὸν ἔχει. κρόκος δέ ἐστιν, ὡς ἔφην,
10. καὶ σμύρνα καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων φαρμάκων. τί
11. δεῖ λέγειν ἔτι περὶ τῶν ὀξείας ἢ πικρὰς ἐχόντων δυνάμεις
12. φαρμάκων, ὡς δακνώδη τε καὶ παροξυντικὰ τῶν τοιούτων
13. ἐστὶ διαθέσεων, ἐπὶ πλέον δ’ αὐτῶν ἥκει κακίας τὰ νιτρώδη
14. δύναμιν ἢ ἁλμυρὰν ἢ αὐστηρὰν ἔχοντα. ὑπόλοιπον οὖν ἐστι
15. γένος ἐκθεραπεύειν δυνάμενον ἕλκη μετὰ ῥεύματος δριμέος,
16. ὅσα διῆλθον ἀρτίως ἀδήκτων φαρμάκων, ἐν πλέονι χρόνῳ
17. τὴν κακοχυμίαν τοῦ πεπονθότος μορίου ἐκδαπανῶντα. καλεῖται
1. δὲ παρὰ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια λιβιανὰ καὶ
2. κύκνοι, διὰ μὲν τὴν χρόαν λευκὴν οὖσαν, ὡς οἱ κύκνοι, κρατοῦντος
3. ἐν αὐτοῖς ἀμύλου τε καὶ γῆς Σαμίας καὶ ψιμυθίου
4. τοῦ Ῥοδιακοῦ. καὶ γὰρ καὶ ἄλλως ἄριστον τοῦτο καὶ
5. τῇ χρόᾳ λευκότερόν τε καὶ κουφότερον καὶ λεπτομερέστερον
6. τῶν ἐν τῷ ἑτέρῳ τινὶ χωρίῳ γινομένων. ἐν οἷς δὲ ἐπικρατεῖ
7. τὰ ἄλλα φάρμακα, τὴν χρόαν ἐργάζεται κατὰ τὴν ἑαυτῶν
8. οὐσίαν, ὥσπερ εἴ τις τῷ λευκῷ χρώματι μίξειεν ὀλίγον κυανοῦν.
9. ταῦτα δὲ τὰ κολλύρια διὰ τοῦτο ἀποτρίβουσί τινες
10. ταῖς ἀκόναις ἐπιστάζοντες ἐκ τῶν τιτθῶν εὔχυμον
11. γάλα, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστικόν.
12. ἐν δὲ τῷ γάλακτι περιεχομένου τινὸς ὀῤῥώδους ῥυπτικοῦ,
13. σύμμετρος ἡ χρῆσις αὐτοῦ γίνεται τῇ προκειμένῃ θεραπείᾳ.
14. δέδεικται γὰρ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου
15. ῥυπτικῶν ἀδήκτων δεόμενα τὰ πληρωθησόμενα τῶν ἑλκῶν.
16. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψήματος
17. ἄμεινον ἀποτρίβειν τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι
18. καὶ ταύτης, ὃ μηδ’ ὅλως μέτεστι τοῖς ὠοῖς.