1. Οὐσῶν δὲ δυσιάτων
2. τῶν εἰρημένων διαθέσεων, ὑπερβάλλουσι χαλεπότητι προσγενόμεναι
3. τῶν βλεφάρων αἱ τραχύτητες, ὑφ’ ὧν καὶ κατὰ τὰς
4. ὀφθαλμίας οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται κοπτόμενοι.
5. ἀλλ’ ἐπ’ ἐκείνων μὲν τολμῶμεν τοῖς ἰδίοις τῆς φλεγμονῆς
6. φαρμάκοις μιγνύναι τι βραχὺ τῶν ῥυπτικῶν, ὁποῖόν ἐστι τὸ
7. δι’ οἴνου τραχωματικὸν κολλύριον, ὡς καταστεῖλαι μὲν πρῶτον
8. ὅσα τοῖς βλεφάροις ἐπετράφη, ἀφλεγμαντοτέρων δὲ γενομένων
9. τῶν; κατὰ τῶν ὀφθαλμῶν ἀποῤῥύψαι τὰς τραχύτητας.
10. ἐπὶ δὲ τῶν ἕλκους ἐχόντων μετὰ ῥεύματος δακνώδους
11. οὐχ οἷόν τε τοιούτῳ χρήσασθαι φαρμάκῳ, διαβρωθήσεται
12. γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴς ἥ τε τοῦ ῥαγοειδοῦς πρόπτωσις
13. ἔσται μείζων, ὀδύνη τε σφοδρὰ καταλήψεται τὸν ἄνθρωπον,
14. ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. καταστάντες
15. οὖν εἰς ἀπορίαν τῆς τοιαύτης ἐπιπλοκῆς τῶν παθῶν οἱ
16. ἰατροὶ μόνην ἐξευρήκασι βοήθειαν, ὡς ἐν ἀπόροις ἐκστρέφοντες
17. τὰ βλέφαρα διαῤῥύπτειν αὐτὰ καὶ ἀποσμᾷν ἄνευ φαρμάκων,
18. ἔνιοι μὲν αὐτῷ τῷ κυαθίσκῳ τῆς σμίλης ἐπιπολῆς
1. ἀποξύοντες, εἶτα σπόγγῳ μαλακῷ τὸ ἀποῤῥέον ἐκλαμβάνοντες,
2. προστέλλοντές τε τὰ βλέφαρα τὸ λοιπὸν τῆς τραχύτητος.
3. ἔνιοι δὲ καὶ δέρματα θαλαττίων ζώων τινῶν ἐπιπολῆς
4. τραχέα συμμέτρως εἰς τὴν τοιαύτην χρείαν παραλαμβάνουσιν.
5. εἷς δέ τις τῶν ἐμῶν διδασκάλων καὶ κολλύριον ἐποίησε
6. διὰ κισσήρεως καὶ τὰς τραχύτητας ἀπέῤῥυπτεν, ἐκστρέφων
7. τὰ βλέφαρα. πρόδηλον δ’ ὅτι λελειῶσθαι τὴν κίσσηριν ἀκριβῶς
8. χρὴ, κᾀπειδὰν τοῦτο γένηται διὰ τραγακάνθης ἢ κόμμεως
9. ἀναπλάττεσθαι. παυομένου δ’ ἐν τῷ χρόνῳ διὰ
10. τῶν εἰρημένων κολλυρίων τοῦ ῥεύματος, ἐπιτολμῶμεν ἤδη τὰ
11. ῥυπτικὰ τῶν φαρμάκων προσφέρειν τοῖς βλεφάροις ὀλίγον
12. τι μιγνύντες αὐτῶν τὸ κατ’ ἀρχὰς, εἶτ’ ἐὰν τοῦτο φέρειν
13. ὁ ἄνθρωπος φαίνηται κατὰ βραχὺ παροξύνοντες. ἐπειδὰν δὲ
14. καὶ τὸ ῥεῦμα ξηρανθῇ καὶ τὰ βλέφαρα μετρίως ἔχῃ τὴν
15. πλήρωσιν τῶν κοίλων ἑλκῶν, τῷ διὰ λιβάνου κολλυρίῳ ποιούμεθα,
16. μιγνύντες αὐτῷ κατ’ ἀρχὰς μὲν ὀλίγιστον τοῦ δι’
17. οἴνου, κατὰ βραχὺ δὲ τὴν μίξιν αὐξάνοντες, ὥστε τὰ βλέφαρα
1. μηκέτι ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, ἀκριβῶς
2. τε τὰ ἕλκη καθαρὰ γενόμενα πληροῦσθαί τε καὶ συνουλοῦσθαι.
3. περὶ μὲν οὖν τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν
4. δ’ ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς
5. παθῶν τε καὶ φαρμάκων.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 4.2, ed. Kühn, 1826, vol. 12, p. 709-711. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:4.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩