6. Ἄρξομαι δὲ ἀπὸ τοῦ
7. συνεχεστάτου γινομένου πάθους ἐν τοῖς ὀφθαλμοῖς, ὃ καλοῦσιν
8. ἰδίως ὀφθαλμίαν. ἔστι δ’, ὡς ἐμάθετε, φλεγμονὴ τοῦ περιοστίου
9. τε καὶ περικρανίου καλουμένου χιτῶνος ἢ ὑμένος
10. ἤ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. καλοῦσι δὲ τὸν αὐτὸν τοῦτον
11. ἐπιπεφυκότα, διότι τοῖς ἄλλοις ὅσοι τὸν ὀφθαλμὸν αὐτὸν
12. συνιστῶσι χιτῶσιν ἐπιπέφυκεν ἔξωθεν, σύνδεσμος ὤν καὶ
13. αὐτὸς ὅλῳ τῷ ὀφθαλμῷ, πρὸς τὰ περικείμενα τῶν ὀστῶν,
14. καὶ διὰ τοῦτο συνεπαίρεται τὰ πέριξ τῶν ὀφθαλμῶν ἄχρι
15. τῶν μήλων ἐνίοτε κατὰ τὰς σφοδροτέρας ὀφθαλμίας. εὔδηλον
16. οὖν ὅτι τὰ θεραπεύοντα φάρμακα τὸ τοιοῦτο πάθος
17. ὑποπεπτωκέναι μὲν χρὴ πάντως τῇ κοινῇ τῶν πάντων. θεραπείᾳ
1. φλεγμαινόντων, προσειληφέναι δέ τι καὶ τῆς τοῦ
2. μορίου φύσεως, εὐπάθειαν ἐξαίρετον ὑπὲρ πᾶν τὸ καθόλου
3. τοῦ σώματος δέρμα διά τε τὴν εὐαισθησίαν καὶ τὴν ἀραιότητα
4. τῆς οὐσίας προσειληφότος. ἀποκρουστικὰ δὲ παραληπτέον
5. φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν
6. ἔχοντα τὴν στύψιν, ἀλλὰ μετριώτερα μὲν αὐτὰ κατὰ τὴν
7. οἰκείαν οὐσίαν, ἐπιμιξίᾳ δὲ παρηγορικῆς ὑγρότητος ἔτι καὶ
8. μᾶλλον τοιαῦτα γινόμενα. παρηγορικὰς δὲ ὑγρότητας ἔφην
9. ὠοῦ τε τὸ λευκὸν καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ πρὸς
10. τούτοις ἔτι τὸ γάλα. προνοεῖσθαι δὲ ὅταν αὐτὸ χρὴ τοῦ
11. νέας ἅμα καὶ εὐχύμου γυναικὸς εἶναι τοῦτο, τῶν τιτθῶν
12. ἐκθλιβομένων ἐπὶ τὴν ἀκόνην, ἐφ’ ἧς ἀποτρίβεται τὸ κολλύριον,
13. ὅπως ἔτι χλιαρὸν ἐγχέηται τοῖς ὀφθαλμοῖς. ἀλλὰ
14. τοῦτο μὲν ἐπὶ τῶν σφοδρῶς ὀδυνωμένων ἢ διὰ μέγεθος
15. φλεγμονῆς ἢ διὰ δριμύτητα τῶν ἐπιῤῥεόντων ὑγρῶν ἀναγκαζόμεθα
16. πράττειν, ὡς τὸ πολὺ δ’ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ
17. μετὰ τῶν ἐπιτηδείων φαρμάκων, ἐκθεραπεύειν τὰς ὀφθαλμίας
18. διὰ τῶν καλουμένων μονοημέρων κολλυρίων. οὕτω γὰρ
1. οὐκ ὀλιγάκις ταῦτα μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς
2. εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ
3. τῆς ὑστεραίας τῷ καλουμένῳ ναρδίνῳ κολλυρίῳ, πρὸς ἀποκατάστασίν
4. τε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμιγνύναι
5. δ’ αὐτῷ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν
6. δριμέων καὶ σταλτικῶν ὀνομαζομένων, κατὰ δὲ τὴν δευτέραν
7. βραχύ τι τοῦδε πλεῖον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ
8. τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ τοῦ βαλανείου.
9. τὰ δ’ οὖν μονοήμερα καλούμενα κολλύρια ἔνια μὲν
10. ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια
11. δὲ ἤτοι παντάπασιν ὀλίγην ἢ οὐδ’ ὅλως ἔχοντα προσείληφε
12. τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον
13. χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει μετρίως
14. καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ
15. σμύρνα καὶ λύκιον Ἰνδικὸν, καὶ καστόριον δὲ καὶ λιβανωτὸς
16. ἄνευ τοῦ στύφειν πέττει τε ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν
17. οὖν ἐπικρατεῖ τὰ στύφοντα πλεῖστον μὲν εἶναι χρὴ τὸ ὑγρὸν
1. τοῦ αὐτοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν
2. ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δ’ ἂν ὅ τε
3. κρόκος καὶ ἡ σμύρνα καὶ τὸ καστόριον, ὅ τε λιβανωτὸς καὶ
4. τὸ λύκιον ἐπικρατῇ βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρμάκῳ.
5. πυρίᾳ τε χρηστέον πάντως ἐπ’ αὐτοῖς διὰ σπόγγου,
6. μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον
7. ὀδυνώμενοι τυγχάνοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ
8. τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις
9. ἡμέραις ταῖς θεριναῖς. ἡ πυρία δὲ δι’ ἀφεψήματος γινέσθω
10. μελιλώτου καὶ τήλεως. περὶ μὲν οὖν ὀφθαλμίας αὐτάρκως
11. εἴρηται, περὶ δὲ τῶν ἑλκῶν ἐφεξῆς ἐρῶ.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 4.3, ed. Kühn, 1826, vol. 12, p. 711-714. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:4.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩