Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 4.4, ed. Kühn, 1826, vol. 12, p. 714-717. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:4.4

12. Δεῖται
13. μὲν καὶ ταῦτα τῆς αὐτῆς κατὰ γένος θεραπείας τοῖς
14. ἄλλοις ἕλκεσιν, ἣν ἐπιπλεῖστον διῆλθον ἐν τῷ τρίτῳ καὶ τετάρτῳ
15. τῆς θεραπευτικῆς μεθόδου, διὰ δὲ τὴν τοῦ μορίου
16. φύσιν ἀδηκτότατα προσοιστέον, ἐν οἷς ἔφην εἶναι τὸ διὰ
17. πομφόλυγος πεπλυμμένης. μίγνυνται δ’ αὐτοῖς καὶ χυλοί τινες
18. οὐ μόνον ἄδηκτοι παντάπασιν, ἀλλὰ καὶ τὰς σφοδροτάτας
1. ὀδύνας πραΰνειν δυνάμενοι, καθάπερ ὁ τοῦ μανδραγόρου
2. χυλός. ἔνιοι δὲ καὶ πολυγόνου χυλὸν ἔμιξαν, ὥσπερ ἕτεροι,
3. καὶ αὐτῶν τῶν ὠῶν τὸ λευκόν. εὔδηλον δ’ ὅτι πλησίον ἀναπλάσεως
4. ὄντι τῷ φαρμάκῳ τὰ τοιαῦτα μίγνυται διὰ τὸ ταχέως
5. ὀξύνεσθαι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν ῥόδων
6. μίγνυται χυλός. ἡ δὲ ἰδίως ὕλη τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν
7. εὔδηλον ὅτι καὶ αὕτη σκοπὸν ἔχει καθαρὸν φυλάττειν
8. τὸ ἕλκος, ὡς τῆς φύσεως τῶν μορίων πληρούσης τε καὶ πρὸς
9. οὐλὴν ἀγούσης αὐτὸ, καθάπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν προείρηται.
10. φλεγμονῆς μὲν οὖν ἔτι κατὰ τὸν ὀφθαλμὸν οὔσης
11. ἢ καί τινος ὀδύνης, τὰ διὰ λιβανωτοῦ τε κολλύρια καὶ τῶν
12. πεπλυμμένων μεταλλικῶν καὶ τῶν ἀδήκτων χυλῶν προσφέρεται.
13. ῥυπαρῶν δὲ ἐν τῇ χρήσει ταύτῃ τῶν ἑλκῶν γενομένων,
14. μίγνυσθαί τι χρὴ τῶν ῥυπτόντων, ὁποῖόν ἐστι τὸ Πακκιανὸν
15. δι’ οἴνου κροκῶδες, ᾧ χρώμεθα παραμιγνύντες ἐλάχιστον
16. αὐτοῦ τοῖς προειρημένοις φαρμάκοις. ἔχει δὲ τοῦτο
17. πλεῖστον μὲν τὸν κρόκον, ἀφ’ οὗ καὶ κροκῶδες ὀνομάζεται, 
1. μέμικται δ’ αὐτῷ καὶ τῶν ῥυπτόντων μεταλλικῶν ἔνια· διὸ
2. καὶ τραχωμάτων ἐστὶ καθαιρετικὸν οὐ μόνον τῶν μικρῶν,
3. ἀλλὰ καὶ τῶν μεγάλων, ἃ προσαγορεύουσι συκώσεις· λεπτύνει
4. δὲ καὶ τὰ πτερύγια. περὶ μὲν οὖν τῶν τοιούτων φαρμάκων
5. μικρὸν ὕστερον εἰρήσεται· τῶν δ’ ἑλκῶν ὅσα δι’ ἀνάβρωσιν
6. γίνεται τοῦ κερατοειδοῦς, ὡς προκύπτειν τι καὶ τοῦ
7. ῥαγοειδοῦς, ὅτι δὴ καὶ ταῦτα δι’ ἑαυτό τε καὶ τὸ προπεσὸν
8. ἀποκρουστικῶν τε καὶ στυπτικῶν δεῖται φαρμάκων εὔδηλόν
9. ἐστι. πειρᾶσθαι δὲ ἐπ’ αὐτῶν δεῖ ἐκλέγεσθαι τὰ μηδεμίαν
10. ἐργαζόμενα τραχύτητα. τῶν δ’ ἐναντίων τούτοις φαρμάκων,
11. ὅπερ ἐστὶ τῶν διαφορητικῶν, αἱ φλύκταιναι χρῄζουσι
12. καὶ τὸ γεννώμενόν ποτε πῦον ἔνδον τοῦ κερατοειδοῦς.
13. τὰ μὲν οὖν πρόσφατα καὶ ἔτι φλεγμαίνοντα τοῖς διὰ
14. σμύρνης καὶ λιβανωτοῦ καὶ κρόκου καθίσταται φαρμάκοις.
15. τὰ χρονιώτερα δὲ καὶ τῶν διαφορητικῶν τι προσλαμβάνουσι,
16. καθάπερ γε καὶ αἱ σκιῤῥούμεναι φλεγμοναὶ τῶν χιτώνων.
17. ἐπὶ τούτων γὰρ καὶ διὰ τῶν δριμέων ὀπῶν εὐδοκιμεῖ φάρμακα
18. τάδε· εἰς κολλυρίων εἴδη ἀναπλαττόμενα αἱ καλούμεναι
19. πρὸς τῶν ἰατρῶν ἰδίως ἔγχρισται δυνάμεις ὑγραὶ, ὁποίας καὶ
1. τοῖς ἀρχομένοις ὑποχεῖσθαι σκευάζουσιν. ἐπὶ δὲ τῶν πτερυγίων
2. τε καὶ τῶν συκώσεων, ὡς ἔφην, τὰ ῥυπτικὰ φάρμακα
3. προσφέρεται, τὰ μὲν εἰς κολλυρίων ἰδέαν ἀναπλαττόμενα,
4. τὰ δὲ καὶ ξηρὰ χωρὶς ἀναπλάσεως, ἐφ’ ὧν ἔμιξάν τινες ὀλίγον
5. τι τῶν σηπτικῶν φαρμάκων. ἐγγὺς δὲ τούτων ἐστὶ τὰ
6. τὰς ψωρώδεις διαθέσεις ἐν τοῖς βλεφάροις ἰώμενα, καὶ διὰ
7. τοῦτο προσαγορευόμενα ψωρικά. πάντων δ’ αὐτῶν ἐστιν
8. ἰσχυρότατα τά τε τοὺς παλαιοὺς τύλους ἐκτήκοντα καὶ τὰ
9. καλούμενα πτερύγια θεραπεύοντα, διὰ τῶν ῥυπτικῶν τε καὶ
10. σηπτικῶν φαρμάκων συγκείμενα.

Cliquer un n° de page pour en afficher l’image