Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 4.5, ed. Kühn, 1826, vol. 12, p. 717-725. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:4.5

11.
12. Καί μοι σχεδὸν ἤδη τῆς ἁπάντων τῶν ἐν ὀφθαλμοῖς
13. παθῶν τε καὶ κατὰ γένος φαρμάκων ἐξηγήσεως γενομένης,
14. εἰρημένων δὲ καὶ τῶν κατὰ γένος ἀδήκτων φαρμάκων,
15. ὁποῖα τὰ διὰ τῶν πεπλυμμένων μεταλλικῶν ἔφην συντίθεσθαι,
16. βέλτιον εἶναι δοκεῖ καὶ τῶν ἄλλων ὀφθαλμικῶν φαρμάκων
17. ἐξηγήσασθαι τὰς δυνάμεις. ἐκ τούτου γὰρ ἡγοῦμαι
18. συνθετικωτέρους γενέσθαι καὶ τῶν ἤδη συγκειμένων κριτικωτέρους,
1. τοὺς ἐν αὐτοῖς γεγυμνασμένους. ἀδηκτοτάτων οὖν
2. ὄντων ὧν εἶπον ἔμπροσθεν φαρμάκων, ἀδήκτων δὲ καὶ τῶν
3. τριῶν ὑγρῶν, ὧν τὸ μὲν ἀφέψημα τῆς τήλεως ἦν, τὸ δὲ
4. γάλα, τὸ δὲ τὸ ἐν τοῖς ὠοῖς ὑγρὸν τὸ λεπτὸν, ἐν τῷ γένει
5. τούτων ἡγητέον εἶναι τό τε κόμμι καὶ τὴν τραγάκανθαν, καὶ
6. εἰ μὴ τὰ προειρημένα τρία πρόχειρον εἶχε τὴν κτῆσίν τε καὶ
7. χρῆσιν, ἀποβρέχοντες ἂν ἐν ὕδατι πολλῷ βραχὺ κόμμεως ἢ
8. τραγακάνθης εἰς τὴν αὐτὴν χρείαν ἄγομεν τοῖς τρισὶν, ὡς
9. ἀποτρίβειν τε δι’ αὐτῶν ἐπὶ τῆς ἰατρικῆς ἀκόνης τὰ κολλύρια
10. καὶ μόνοις ἐγχεομένοις, ἐκκλύζειν τοὺς ἐν τοῖς πάσχουσιν
11. ὀφθαλμοῖς γενομένους ἰχῶρας. ἀλλὰ καὶ νῦν αὐτοῖς χρώμεθα
12. κατὰ πάντα σχεδὸν τὰ κολλύρια. πλὴν γὰρ ὀλιγίστων
13. ἀναλαμβάνεται πάντα μετὰ τὸ λειωθῆναι διαβεβρεγμένα συμμέτρως
14. τοῖς φαρμάκοις τούτοις. ἓν μὲν δὴ τοῦτο γένος ἡμῖν
15. ἀριθμείσθω φαρμάκων ὀφθαλμικῶν, ἔν τε τοῖς τρισὶν ὑγροῖς
16. καὶ τῇ τραγακάνθῃ καὶ τῷ κόμμει καὶ τοῖς πεπλυμένοις
17. μεταλλικοῖς. ἑτέρα δ’ ἐπ’ αὐτοῖς τὰ βραχεῖαν ἔχοντα δῆξιν
18. ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖς τῶν ἐπ’ ὀλίγον στυφόντων ἢ
1. ῥυπτόντων, ὁποῖα φάρμακά ἐστι ῥόδα τε καὶ λιβανωτὸς,
2. ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν στύψιν, ὀλίγον δὲ καὶ
3. τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸς δὲ συμμέτρως κατὰ τὴν
4. δύναμιν ὁ λιβανωτὸς ὑπάρχων ἔχει τι διὰ τοῦτο πεπτικόν
5. τε καὶ ἀνώδυνον. ἐκ τοῦ αὐτοῦ δὲ γένους αὐτῷ κατά γε τὸ
6. πέττειν τε καὶ διαφορεῖν μετρίως ἡγητέον εἶναι τόν τε κρόκον
7. καὶ τὴν σμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν στύφειν
8. μετρίως, τὴν δὲ ἄνευ στύψεως, οὐκ ἀγεννῶς διαφορεῖν
9. τε καὶ ξηραίνειν ὑγρότητας. γενναιότερα δὴ ταῦτα ταῖς δυνάμεσίν
10. ἐστι τοῦ λιβανωτοῦ καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα.
11. τὸ ῥυπτικὸν δ’ οὐκ ἔχοντα πρὸς τὴν τῶν ἑλκῶν
12. θεραπείαν ἀπολείπονται τοῦ λιβανωτοῦ. τοῦ γένους τούτου
13. τῶν φαρμάκων, λέγω δὲ τοῦ πεπτικοῦ τε καὶ διαφορητικοῦ,
14. καὶ τὸ λύκιόν ἐστι καὶ τὸ καστόριον. εὔδηλον δ’ ὅτι
15. λύκιον λέγω τὸ Ἰνδικὸν, οὐ τουτὶ τὸ καὶ τοῖς παρ’ ἡμῖν
16. ἔθνεσι γινόμενον. ἐγγὺς δὲ τούτων ἥκει τῇ δυνάμει καὶ ἡ
17. καλουμένη σαρκοκόλλα, πεπτικόν τε καὶ διαφορητικὸν οὖσα
18. φάρμακον· ἔτι δὲ μᾶλλον αὐτῆς ἡ χαλβάνη τὰς εἰρημένας
1. ἔχει δυνάμεις. ἀφέψημα δὲ μελιλώτου τῷ πεπτικῷ προσείληφέ
2. τι καὶ στυπτικὸν, ὁμογενές πως ὑπάρχον τῷ κρόκῳ.
3. ἐμβάλλεται δ’ εἰς τὰς ὀφθαλμικὰς δυνάμεις καὶ ὁ καλούμενος
4. αἱματίτης λίθος ξηραντικὴν ὑγρῶν ἔχων δύναμιν, ὥσπερ
5. καὶ ἡ καδμεία. πρᾳότερον δὲ αὐτῆς ἐστι φάρμακον ὁ λίθος,
6. ὡς ἂν ἐξ ὑγρᾶς οὐσίας οὐ γεώδους ὥσπερ ἡ καδμεία τὴν
7. γένεσιν ἐσχηκώς. δηλοῖ γὰρ αὐτοῦ τὴν φύσιν οὖσαν τοιαύτην
8. ἡ ἐπὶ τῆς ἰατρικῆς ἀκόνης λύσις εἰς χυλὸν ἀναλυομένου
9. κατὰ τὴν μεθ’ ὑγροῦ τινος τρίψιν. καὶ κατὰ μόνας δὲ χωρὶς
10. ὑγρότητος ἀποτριβόμενος οὐκ εἰς γεώδη θραύματα διαλύεται
11. τῇ καδμείᾳ παραπλησίως, ἀλλ’ εἰς ὁμοιομερές τε καὶ
12. συνεχὲς αὐτῷ σῶμα. παραπλησίως αὐτῷ καὶ ὁ σχιστὸς καλούμενος
13. λίθος ὑπάρχων ἰσχυρότερός ἐστι τῇ δυνάμει. τὸ
14. δὲ στίμμι καλούμενον ἄπλυτον μὲν ἰσχυρὰν ἐπιδείκνυται τὴν
15. στυπτικὴν δύναμιν, ἐκλύεται δὲ πλυνθὲν, ὡς ἐγγὺς ἥκειν
16. ἀδήκτου. ἰσχυροτέρας δὲ δυνάμεως ῥυπτικῆς ὅ τε κεκαυμένος
17. χαλκός ἐστι καὶ ἡ λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος. 
1. οὐχ ἧττον δὲ δραστήριον, ἀλλ’ ἧττον ἄδηκτον ἡ κεκαυμένη
2. χαλκῖτίς ἐστιν. εἰ δὲ καὶ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν
3. ἔτι διαμένει, τοσούτῳ δὲ ἀσθενέστερα ταῖς ἐνεργείαις, ὅσον
4. καὶ ἀδηκτότερα γίνεται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ
5. μίσυ καὶ ὁ ἰὸς, ἰσχυρότατα φάρμακα τοῖς πρὸς συκώσεις καὶ
6. τύλους ἁρμόττουσι μιγνύμενα. τινὲς δὲ αὐτοῖς ἐπέβαλον καὶ
7. κηκίδας, σφοδρῶς στῦφον φάρμακον, ὥσπερ ἔνιοι τὸ πάντων
8. τούτων σφοδρότατον εἰς στύψιν ἅμα δριμύτητι, καλούμενον
9. δὲ χάλκανθον οὐδετέρως ἢ, ὡς ἔνιοι, χάλκανθος ἀρσενικῶς
10. ἢ θηλυκῶς. εὔδηλον δ’ ὅτι μετριώτερον πολὺ γίνεται καυθέν
11. τε καὶ πλυνθέν. ἐκ τῆς τοιαύτης ὕλης καὶ ἡ τοῦ στομώματός
12. ἐστι λεπίς. ὁ δὲ τοῦ λιβανωτοῦ φλοιὸς στύφει μὲν
13. καὶ αὐτὸς οὐκ ἀγεννῶς, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάντων
14. πάμπολυ. καὶ μέντοι καὶ τὸ μίσυ καλούμενον εἴς τε τὰς
15. αὐτὰς διαθέσεις καὶ προσέτι τὰ ψωρώδη βλέφαρα τοῖς κολλυρίοις
16. ἔμιξάν τινες. ἐπεὶ δὲ καὶ μάννης ἐμνημόνευσάν τινες
17. καὶ δοκεῖ τισιν οὐδὲν διαφέρειν λιβανωτοῦ λελειωμένου, γνωστέον
1. ὅτι καλοῦσιν ἰδίως μάνναν τὸ ὑπόσεισμα τοῦ ὑποτεθρυμμένου
2. κατὰ τὰ μεγάλα φορτία λιβάνου. συμφέρεται
3. γὰρ αὐτῷ θραύσματά τινα μικρὰ λιβανωτοῦ φλοιοῦ, ὥστε
4. διαφέρειν τοῦ λιβανωτοῦ τὸ τοιοῦτον φάρμακον τῷ προσειληφέναι
5. βραχύ τι τῆς στύψεως. ὅσα μὲν οὖν τῶν στυφόντων
6. ἱκανῶς γεώδη ταῖς συστάσεσίν ἐστι, τραχώματά τε καὶ
7. συκώσεις καὶ τύλους ἐκτήκει. τὰ δὲ ἐν τῷ γένει τῶν χυλῶν
8. ὄντα, καθάπερ ὀμφάκιόν τε καὶ ὑποκυστὶς, ἐκπλύνεται ῥᾳδίως
9. ἐν ταῖς ὑπαλείψεσιν ἐκρέοντα μετὰ τοῦ δακρύου. τούτου
10. δὲ τοῦ γένους ἐστὶ καὶ γλαύκιον καὶ ἀκακία. ῥυπτικὰ
11. δὲ ἀδήκτως ἐστὶν ἐλάφου κέρας καυθὲν, ὥσπερ γε καὶ ὁ τῶν
12. αἰγῶν. εἴρηται δὲ ὅτι καὶ ὁ λιβανωτὸς ἐκ τῶν τοιούτων
13. ἐστὶν, ἀλλ’ οὗτος, ὥσπερ ἐῤῥέθη, βραχυτάτης μετείληφε τῆς
14. ῥυπτικῆς δυνάμεως, ἀνώδυνός τε καὶ πεπτικὸς ὑπάρχων. τὰ
15. δὲ τῶν εἰρημένων ζώων κέρατα ῥυπτικὰ μέν ἐστιν, οὔτε δὲ
16. ἀνώδυνον οὔτε πεπτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖς
17. κράσεσιν ὄντα. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον
1. ἔχει, καθάπερ καὶ τὸ καλούμενον Ἰνδικὸν μέλαν, καὶ διὰ
2. τοῦτο τοῖς ἀφλεγμάντοις ἕλκεσιν ἀλύπως ὁμιλεῖ. μικτῆς δέ
3. πώς ἐστι δυνάμεως ἡ ἀλόη, καθάπερ τὸ ῥόδον. ἔχει μὲν γάρ
4. τι καὶ πικρὸν τὸ ῥύπτειν πεφυκὸς, ἔχει δέ τι καὶ στυπτικὸν,
5. ὡς συνάγειν τε καὶ συνουλοῦν τὰ ἕλκη.

6. Τῶν δὲ
7. πρὸς τὰς ψωρώδεις ἐν βλεφάροις διαθέσεις ἁρμοττόντων
8. φαρμάκων ἅλες εἰσὶν ἀμμωνιακοὶ καὶ λίθος Ἄσιος, αὐτός
9. τε καὶ τὸ ἄνθος αὐτοῦ, καὶ τὸ καλούμενον ψωρικὸν, οὐχ
10. ἁπλοῦν οὐδ’ αὐτοφυὲς ὂν, ἀλλ’ ἔχον τινὰ σκευασίαν, ἣν καὶ
11. Διοσκουρίδης ἔγραψε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες, ὅσοι
12. περὶ ὕλης ἐποιήσαντο πραγματείας. ἐπιμίγνυται δὲ τούτοις
13. καὶ τὸ κεκαυμένον μίσυ καὶ ἡ σανδαράχη καὶ τὸ καλούμενον
14. ἀῤῥενικὸν μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀρσενικὸν
15. δὲ ὑπὸ τῶν νῦν. ἐκ δὲ τῶν ἀρωματικῶν φαρμάκων κασσία
16. τε καὶ τὸ τοῦ μαλαβάθρου φύλλον, ἄμωμόν τε καὶ κιννάμωμον
17. ἔμιξάν τινες ὀφθαλμικαῖς δυνάμεσι, διαφορητικῆς
1. μὲν ὑπάρχον δυνάμεως τὸ κιννάμωμον, τὰ δὲ ἄλλα καὶ στύψεως
2. μετέχοντα. κοινῇ δὲ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν
3. ῥυπτικῶν φαρμάκων, ὅσα τε μέτρια καὶ ὅσα συκώσεις καὶ
4. τύλους ἐκτήκει, ταῦτα πάντα καὶ πρὸς οὐλὰς παχείας ἁρμόττειν.
5. λεπτύνει γὰρ αὐτῶν τὸ πάχος καὶ ἀποῤῥύπτει τῆς
6. ἐπιπολῆς οὐσίας.

7. Αἱ δὲ πρὸς ἐσκιῤῥωμένους
8. χιτῶνας ἁρμόττουσαι δυνάμεις, ὡς καὶ πρόσθεν
9. ἐῤῥέθη, διά τε τῶν ὀπῶν συντίθενται καὶ τοῦ ἀμμωνιακοῦ
10. θυμιάματος. μιγνυμένων δ’ αὐτοῖς καὶ μετριωτέρων μὲν,
11. οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, σμύρνης δηλονότι καὶ
12. λιβανωτοῦ καὶ χαλβάνης, ὅσα τ’ ἄλλα τοιαῦτα.

13. Πρὸς δὲ
14. τοὺς ὑποχεομένους συνετέθησάν τινες ὑπὸ τῶν ἰατρῶν δυνάμεις
15. ἐν ὑγροῖς φαρμάκοις, πρώτη μὲν σχεδόν τι πασῶν
16. ἡ διὰ μαράθρου χυλοῦ καὶ ὑαίνης χολῆς καὶ μέλιτος Ἀττικοῦ,
17. οἱ δὲ καὶ αἰγείας. μετὰ ταῦτα δὲ ἄλλος ἄλλην
18. ἔμιξε χολὴν, ὁ μὲν ἀλεκτρυόνος, ὁ δὲ ἐχίδνης, ὁ δὲ θαλαττίας
1. χελώνης, ὁ δὲ καλλιωνύμου. νυνὶ δὲ ἔνδοξόν ἐστι τὸ
2. διὰ τῶν σκάρων τῆς χολῆς φάρμακον, ὥσπερ καὶ τὸ διὰ
3. τῆς στακτῆς σμύρνης. ἐπαγγελίαι μὲν οὖν ἁπάντων αὐτῶν
4. εἰσι μεγάλαι. τὸ δὲ ἔργον αὐτῶν ἐνίοτε μὲν οὐδὲν, ἔστι δ’
5. ὅτε πάνυ σπικρόν.

Cliquer un n° de page pour en afficher l’image