Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 4.6, ed. Kühn, 1826, vol. 12, p. 725-730. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:4.6

6. Ἐκ τῆς προγεγραμμένης ὕλης συνετέθη τοῖς
8. ἰατροῖς φάρμακα ξηρὰ τὰ καλούμενα πρὸς αὐτῶν ἰδίως ξηροκολλύρια,
9. τινὰ μὲν ἐκτήκοντα τύλους καὶ συκώσεις, ἀκανθίδας
10. τε καὶ πτερύγια, τινὰ δὲ τοῖς ψωρώδεσι βλεφάροις
11. ἁρμόττοντα καὶ τοὺς ὀνομαζομένους μίλφους ὠφελοῦντα.
12. τῶν δριμέων δὲ κολλυρίων ἑτέραν δύναμιν ἔχοντα, διὸ
13. καὶ καλοῦνται πρός τινων ἰατρῶν ἀποδακρυτικὰ καὶ ἀποκρουστικὰ,
14. καθάπερ καὶ αὐτὰ τὰ κολλύρια. τούτων δὲ αὐτῶν
15. τὰ πλεῖστα καὶ τοῖς ἀμβλυωποῦσι διὰ γῆρας ἢ πάχος
16. ἢ ψύξιν ὑγρῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς ἢ καὶ πνεύματος 
1. ἀχλυώδους περιουσίαν οὐ μικρῶς βοηθεῖ. ἔνια δὲ τῶν ξηρῶν
2. φαρμάκων κωλύει συστῆναι τὸ πάθος ἐν αὐτοῖς, τὰς ἐπιῤῥοὰς
3. εἴργοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθασιν οἱ
4. ὀφθαλμοὶ κακοῦσθαι. κάλλιστον δ’ αὐτῶν ἐφάνη τῇ πείρᾳ
5. κριθὲν τὸ ὑπ’ ἐμοῦ συντεθὲν, καὶ διὰ τοῦτο παρὰ πολλοῖς
6. ὂν ἐν χρήσει σχεδὸν ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἄρχουσι
7. Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν κατασκευὴν γράψω, βέλτιον
8. ἡγούμενος εἷναι τὸ μηδ’ ὅλως ἁλίσκεσθαι πάθεσι τοῦ
9. θεραπεύεσθαι καλῶς τὰ γενέσθαι φθάσαντα. ἐπεὶ δὲ καὶ
10. Ἀσκληπιάδης πλείστην τε καὶ καλλίστην ἔγραψεν ὕλην τῶν
11. τε ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν κολλυρίων, ἀρξάμενος ἀπὸ
12. τῶν ξηρῶν, κᾀγώ μοι δοκῶ πράξειν οὕτω τῇ τάξει τῆς γραφῆς
13. ὁμοίᾳ χρησάμενος, ὥστε μετὰ τὸ προσγράψαι τὸ ἐμὸν
14. ξηρὸν ἐφεξῆς ἅπαντα γράψαι τὰ ὑπ’ Ἀσκληπιάδου κατατεταγμένα
15. κατὰ τὸ πρῶτον βιβλίον τῶν ἐκτὸς, ὃ Μαρκέλλᾳ
16. ἐπιγράφει. καὶ μετὰ ταῦτά γε καταπλασμάτων τῶν τοῖς
17. ὀφθαλμοῖς ἁρμοττόντων, ἀνακολλημάτων τε καί τινων ἐπιχρίστων
18. φαρμάκων ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένων,
1. ἄμεινον εἶναί μοι δοκεῖ κᾀκείνων φυλάξαντα τὴν τάξιν τῆς
2. γραφῆς, οὕτως ἐπὶ τὴν τάξιν τῶν κολλυρίων τε καὶ τῶν
3. ὑγρῶν φαρμάκων ἀφικέσθαι πάντα παραθέμενον, ὡς ὁ
4. Ἀσκληπιάδης ἡρμήνευσεν αὐτοῖς τοῖς ἐκείνου ῥήμασιν.

5. Χρησιμώτατον ὑγιαίνουσιν ὀφθαλμοῖς προφυλακτικὸν
7. ἐγὼ συνέθηκα φάρμακον, ὃ πάντες ἔχουσιν ἤδη.
8. καίεται γὰρ λίθος Φρύγιος εἰς λεπτὰ καταθραυσθεὶς, ὡς
9. εἶναι μείζων τοῦ καλουμένου μὲν ὑπό τινων καρύου ποντικοῦ,
10. πρὸς ἄλλων δὲ λεπτοκαρύου. ὁ δὲ τρόπος τῆς καύσεως,
11. ὡς κᾀπὶ τῶν ἄλλων ποιούμεθα, εἰς χυτρίδιον καινὸν ἐμβάλλοντες,
12. εἶτα περιπηλοῦντες ἔξωθεν, ἐπιτιθέντες δὲ πῶμα τετρημένον
13. ἤτοι κατὰ μόνην τὴν κορυφὴν ἢ, ὅπερ βέλτιόν ἐστι,
14. καὶ κατὰ ἄλλα μέρη πλείονα, πρὸς τὸ ῥᾳδίως ἀναφέρεσθαι
15. δι’ αὐτῶν τὰς λιγνυώδεις τε καὶ καπνώδεις τῶν καιομένων
16. ἀποῤῥοάς. ἐπειδὰν δὲ ὁ λίθος ὅλος διάπυρος γένηται, τηνικαῦτα
17. χρὴ τὸ χυτρίδιον ἐκκενώσαντας εἰς ἀγγεῖόν τι καθαρὸν
18. ἐπιχεῖν βούτυρον οὐ παλαιὸν, ἀνακινοῦντα τὰ μόρια
1. τοῦ κεκαυμένου λίθου, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἅπαντα
2. σβεσθῇ, τηνικαῦτα δὲ παύεσθαι, καὶ οὕτω πάλιν εἰς τὸ χυτρίδιον
3. ἐμβάλλοντας αὐτὰ καίειν αὖθις, ἐνιστάντας τὸ χυτρίδιον
4. ἄνθραξι διακεκαυμένοις, ὡς μηδὲν ἔχειν καπνῶδες, ῥιπίζειν
5. δὲ τούτους ἕνεκα τοῦ θᾶττον γενέσθαι τὴν καῦσιν. εἶθ’
6. ὅταν διάπυροι γενηθῶσιν οἱ λίθοι καὶ μηκέτ’ ἀναφέρηται
7. μηδεμία λιγνὺς, ἐκχέοντας πάλιν αὐτοὺς σβεννύειν οἴνῳ Φαλερίνῳ
8. ἤ τινι τῶν κιῤῥῶν καὶ εὐωδῶν, οἷος ὁ Τμωλίτης,
9. Ἀριούσιός τε καὶ Λέσβιος, εἶτα πάλιν εἰς τὸ χυτρίδιον
10. ἐμβάλλοντας ἐκ τρίτου καίειν, κᾀπειδὰν διάπυρος ὁ λίθος
11. γένηται, σβεννύειν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ, γενήσεται
12. γὰρ οὐ ξηρὸν τὸ φάρμακον, ἀλλ’ ἔχον τι γλισχρότητος.
13. ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς
14. χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα. ♃ χαλκοῦ κεκαυμένου
15. γο α΄. ὅπερ ἐστὶ 𐅻 η΄. πεπέρεως λευκοῦ τὸ ἴσον,
16. φύλλου μαλαβάθρου τὸ ἴσον, στίμμεως τὸ ἡμιόλιον, ὅπερ
17. ἐστὶ 𐅻 ιβ΄. τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου λίτραν α΄.
18. κᾀπειδὰν ἅπαντα καλῶς λειωθῇ καὶ μέλλῃς ἀνελέσθαι τὸ
1. φάρμακον, ἐπέμβαλλε τοῦ Συριακοῦ ὀποβαλσάμου γο α΄ S".
2. ὅπερ ἐστὶν αὐτῶν τὸ πᾶν 𐅻 ιβ΄. λεπτὸν δὲ καὶ διαφανὲς
3. ἔστω κατὰ τὴν σύστασιν τὸ ὀποβάλσαμον, μὴ παχὺ, καθάπερ
4. εἴωθεν ἐν τοῖς ἀγγείοις αὐτὸ κατὰ τὸν πυθμένα συνίστασθαι.
5. κωλύσει γὰρ τὸ οὕτω παχὺ ξηρὸν εἶναι τὸ φάρμακον,
6. χρῆσθαι δ’ αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνον ἐπιφέροντα
7. τὴν μήλην χωρὶς τοῦ τῶν χιτώνων αὐτῶν ἅψασθαι
8. τοῦ ὀφθαλμοῦ. τὰ πολλὰ μὲν οὖν ἀρκεῖ κατὰ μόνου τοῦ
9. κάτω βλεφάρου τὴν μήλην ἐπιφέρειν. οὐδὲν δὲ κωλύει καὶ
10. τὸ ἄνω βλέφαρον ὁμοίως ὑπαλείφειν, ὅταν ἡ χρεία μείζων
11. ᾖ τοῦ φαρμάκου, τουτέστιν ὅταν ἤδη σαφῶς ἔχῃ τινὰ ταραχὴν
12. ὁ ὀφθαλμὸς, οὐ μὴν περιμένειν γε χρὴ γενέσθαι τοῦτο.
13. φθάνοντα δὲ χρῆσθαι κατὰ τὴν αἴσθησιν τοῦ πάθους
14. ἐν παντὶ καιρῷ τῆς ἡμέρας, εἰ καὶ πεπωκώς τις εἴη
15. καὶ δεδειπνηκὼς, καὶ πολλάκις γε χρῆσθαι φυλαττόμενον, ὡς
16. ἔφην, ἅπτεσθαι τῶν χιτώνων. χρὴ δὲ καὶ τὸν ὑπαλειφόμενον
17. αὐτὸν ἀνεῳγμένα παρέχειν τὰ βλέφαρα, κᾀπειδὰν ὑπαλείψηται,
18. μὴ ἐπιμύειν αὐτοῖς. τοῦτο μὲν ὑπ’ ἐμοῦ συνετέθη
1. τὸ φάρμακον, οὐκ ἐπιτρέπον ὀφθαλμιάσαι τὸν καλῶς τούτῳ
2. χρώμενον. ἐφεξῆς δὲ γράψω τὰ πρὸς διαθέσεις ἁρμόττοντα,
3. τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων
4. ποιησάμενος.

Cliquer un n° de page pour en afficher l’image