5. Ἐν τῷ πρώτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλας
7. ἐπιγράφει, γράφεται κατὰ λέξιν οὕτως. ξηρὸν ἐκ τῶν τοῦ
8. Ἡρακλείδου ψωρικῶν πρὸς περιβεβρωμένους κανθούς. ♃ σποδίου
9. Κυπρίας 𐅻 δ΄. ὀμφάκου ξηροῦ 𐅻 β΄. νάρδου τριώβολον,
10. πεπέρεως πεφρυγμένου κόκκους ιε΄. λείοις χρῶ. ψωρικὸν
11. Αἰλίου. ♃ καδμείας 𐅻 δ΄. χαλκοῦ κεκαυμένου 𐅻 β΄. τρῖβε
12. μετ’ ὄξους ἐν ἡλίῳ καὶ ξηράνας καὶ διαλύσας, ἀνελόμενος
13. χρῶ. ἄλλο. ♃ καδμείας 𐅻 α΄. χαλκοῦ κεκαυμένου 𐅻 α΄.
14. νάρδου Ἰνδικῆς 𐅻 α΄. πεπέρεως πεφρυγμένου ὀβολοὺς β΄.
15. λείοις χρῶ, ὡς σπουδαίῳ φαρμάκῳ. ἄλλο. ♃ χαλκίτιδος μέρη
16. δύο, καδμείας μέρος α΄. κόψας καὶ σήσας τρῖβε ἐν ἡλίῳ,
17. οἴνου ἐπιβάλλων ὅσον ἐξαρκεῖ, ἔπειτα ξηράνας καὶ διυλίσας
1. ἀνελόμενος χρῶ. ἐκ τῶν Φιλοξένου ξηρὸν ἀχάριστον. ♃ καδμείας
2. 𐅻 β΄. χαλκίτεως 𐅻 η΄. ἀλόης ὀβολοὺς β΄. ἰοῦ ὀβολοὺς
3. β΄. πεπέρεως κόκκους δέκα, ῥόδων ἄνθους 𐅻 α΄. λείοις
4. χρῶ. τοῦ αὐτοῦ πρὸς ξηροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας
5. καὶ ὑπερσαρκώματα. ♃ καδμείας 𐅻 ι΄. χαλκίτεως
6. 𐅻 η΄. πεπέρεως κόκκους ιε΄. νάρδου Κελτικῆς 𐅻 α΄. τρῖβε
7. καδμείαν καὶ τὴν χαλκῖτιν μετ’ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε
8. νάρδον καὶ τὸ πέπερι καὶ χνοῶδες ποιήσας χρῶ. ἄλλο.
9. ♃ καδμείας 𐅻 κ΄. χαλκίτεως 𐅻 μ΄. νάρδου Ἰνδικῆς δραχμὰς
10. β΄. σμύρνης πεφωγμένης 𐅻 β΄. πεπέρεως κόκκους λε΄.
11. σκεύαζε δι’ ὄξους δριμυτάτου.
12. Καδμείαν Κυπρίαν λαβόντες θραύομεν, ὥστε ἀλφίτων
15. ἔχειν τὸ μέγεθος, ἔπειτα Ἀττικῷ μέλιτι φυράσαντες
16. βάλλομεν εἰς κώθωνα κεράμεον, τούτου δὲ τὸ στόμιον φιμώσαντες
17. καὶ πηλῷ περιπλάσαντες τρῆμα ποιοῦμεν κατὰ
18. τὴν τοῦ στόματος μεσότητα, ὥστε ἀναπνοὴν ἔχειν τὸ ὀπτώμενον,
1. αὐτὸ δὲ τὸ ἀγγεῖον ὀρθὸν στήσαντες μεταξὺ ἀνθράκων
2. ὑποκαίομεν. ἐκπύρου δὲ γενομένου προσέχομεν τοῖς διὰ
3. τοῦ τρήματος ἀναφερομένοις ἀτμοῖς, καὶ εἰ μὲν μελάντεροι
4. ἀναφέροιντο, ἔτι καίομεν· ὁπόταν δὲ λευκότεροι ἀναφαίνοιντο,
5. αὐτάρκως ὠπτῆσθαι νομίσαντες, ἄραντες τὸ ἀγγεῖον καὶ
6. ἀναπωμάσαντες κατασβεννύομεν τὴν καδμείαν οἴνῳ Ἰταλικῷ
7. καὶ εἰς θυίαν ἐξεράσαντες τρίβομεν καὶ ξηραίνοντες ἀποτιθέμεθα
8. πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, ἔχει δὲ οὕτω.
9. ♃ καδμείας 𐅻 η΄. χαλκοῦ κεκαυμένου 𐅻 η΄. στίμμεως 𐅻 η΄.
10. τρίψας καὶ ἀνελόμενος χρῶ πυρῆνι μήλης ὑποστιμμίζων τὰ
11. βλέφαρα καὶ πρωῒ καὶ πρὸς ἑσπέραν. ἄλλο. ♃ καδμείας καυθείσης
12. καθὰ προείρηται, 𐅻 η΄. χαλκοῦ κεκαυμένου 𐅻 η΄.
13. στίμμεως 𐅻 δ΄. Ἀρμενίου 𐅻 β΄. τρίψας καὶ ἀνελόμενος
14. χρῶ. ἡμεῖς τὴν καδμείαν καὶ τὰ λοιπὰ στέατι ἐχίδνης φυράσαντες
15. ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λεάναντες
16. ἐχρησάμεθα.
17. ♃ Καδμείας
1. Κυπρίας δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς στ΄.
2. ἐν ἄλλῳ ιστ΄. χαλκοῦ κεκαυμένου 𐅻 κδ΄. τὰ ξηρὰ κόπτεται,
3. ὥστε ἔχειν ἀλφίτων τὸ μέγεθος, καὶ μέλιτι φυρᾶται καὶ ὀπτᾶται,
4. καθὰ προείρηται, καὶ οἴνῳ κατασβέννυται καὶ ξηρανθέντα
5. λεαίνεται. ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ καδμείας 𐅻 κ΄.
6. χαλκοῦ κεκαυμένου δραχμὰς ι΄. λίθου αἱματίτου δραχμὰς ι΄.
7. κροκύδων πορφύρας Λακωνικῆς δραχμὰς η΄. μέλιτι φυράσας
8. καὶ καύσας συντίθει καθὰ προείρηται.
9. ♃ Καδμείας, στίμμεως,
11. χαλκίτεως ὠμῆς, μίσυος ξενικοῦ ἀνὰ 𐅻 η΄. κόψας καὶ μέλιτι
12. φυράσας, ὄπτα καθὰ προείρηται, ἔπειτα οἴνῳ καταβρέξας
13. καὶ λεάνας καὶ ξηράνας ἀνελόμενος χρῶ. ἄλλο. ♃ χαλκίτεως
14. ὠμῆς, καδμείας, στίμμεως, μίσυος ξενικοῦ ἀνὰ δραχμὰς η΄.
15. νάρδου Ἰνδικῆς 𐅻 β΄. κρόκου πεφωγμένου δραχμὰς β΄. πεπέρεως
16. 𐅻 α΄. τὰ μεταλλικὰ μέλιτι φυρᾶται καὶ καίεται καθὰ
17. προείρηται, ἔπειτα οἴνῳ κατασβέννυται καὶ λεαίνεται, τούτοις
1. ἐπιβάλλεται τό τε νάρδινον καὶ τὸ κρόκινον πεφωγμένον
2. καὶ τὸ πέπερι, ἔπειτα συλλεάναντες ἀνελόμενοι χρώμεθα.
3. ♃ Στίμμεως κεκαυμένου καὶ
5. οἴνου κατεσβεσμένου 𐅻 ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου
6. 𐅻 η΄. λιβάνου αἰθάλης, ναρδοστάχυος, σμύρνης
7. πεφωγμένης, κρόκου, λεπίδος χαλκοῦ, ἀνὰ 𐅻 α΄. ἅπαντα
8. λεάνας ἀνελόμενος χρῶ. ἄλλο διὰ κρόκου. ♃ κρόκου γο α΄.
9. γλαυκίου γο α΄. σαρκοκόλλης γο α΄. ἐγὼ καὶ ὀπίου γο α΄.
10. ἔβαλλον. ἄλλο τὸ Σεβεριανόν. ♃ καδμείας κεκαυμένης καὶ
11. πεπλυμένης γο β΄. ἁλῶν ἀμμωνιακῶν, πεπέρεως λευκοῦ γο β΄.
12. φύλλου 𐅻 β΄. λειώσας ἐπιμελῶς χρῶ. ἄλλο μάλιστα νηπίοις
13. χρήσιμον. ♃ στίμμεως δραχμὰς ιστ΄. μολύβδου 𐅻 η΄.
14. λεπίδος 𐅻 α΄. κρόκου 𐅻 α΄. ῥόδων ἄνθους δραχμὴν μίαν,
15. σμύρνης 𐅻 α΄. νάρδου Ἰνδικῆς, λιβάνου ἄῤῥενος, πεπέρεως
16. λευκοῦ ἀνὰ δραχμὴν μίαν, φοινικοβαλάνων ὀστέα δέκα, πάντα
17. βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς
18. θυίαν κατεράσας καὶ τρίψας ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια
1. δύο, ἔπειτα ἀνακόψας καὶ ξηνάνας χρῶ. ξηρὸν Φιλοξένου
2. πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ
3. καὶ πρὸς ἀμβλυωπίαν. ♃ καδμείας δραχμὰς δ΄. ἁλὸς ἀμμωνιακοῦ
4. 𐅻 β΄. πεπέρεως λευκοῦ 𐅻 α΄. λείοις χρῶ. ταῦτα
5. οὕτω σκευάζων. ♃ καδμείας δραχμὰς η΄. κρόκου δραχμὰς β΄.
6. πεπέρεως λευκοῦ 𐅻 α΄. ἁλὸς ἀμμωνιακοῦ 𐅻 β΄. νάρδου Ἰνδικῆς
7. 𐅻 α΄. λείοις χρῶ.