10. Ἐπὶ δὲ τῶν περὶ τοὺς ὀφθαλμοὺς ῥευματισμῶν
13. ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία, ὀλιγοποσία, ὑδροποσία
14. καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, ἥ τε κοιλία
15. ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ τὸ πρῶτον, εἶτα καὶ ὀλίγου
16. μιγέντος ὄξους, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν.
17. ἔνιοι δὲ χάλκανθον ὕδατι διϊέντες διδόασι προσκλύζεσθαι
18. περικαμπτέτωσαν ὀσμὰς δριμείας καὶ κονιορτοὺς καπνόν τε
1. καὶ τὴν ἀπὸ τοῦ ἡλίου καὶ λύχνων αὐγὴν, εἰς νύκτα δὲ
2. ἔρια καθαρὰ ἐξ οἴνου ἢ ῥυπαρὰ ἐξ ὕδατος ψυχροῦ ἐπιτιθέτωσαν,
3. ἕωθέν τε, ὡς εἴρηται, προσκλυζέσθωσαν. εἰ δ’ ἐπιτείνοιτο
4. ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένοιτο, φλεβοτομία
5. τε ἁρμόδιος καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκαίοιτο καὶ
6. ἐπιτείνοιτο, κοιλίας εὔτονος λύσις ἤτοι διὰ συμφώνου καθαρτικοῦ
7. ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ
8. τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα
9. βοηθεῖ. ἢ μυρσίνης ἢ σχίνου ἢ βάτου χύλισμα ἢ κράμβης ἢ
10. ἀμπέλου φύλλα, μετὰ πάλης ἀλφίτου. ἢ κυπάρισσος, σάμψυχον,
11. ὤκιμον, σισύμβριον, οἰνάνθη, κρόκος ἥμερος, ἄγριος,
12. ἀνδράχνη καὶ ῥοᾶς κύτινοι, ἄγνος, μήλου κυδωνίου τὰ ἁπαλὰ
13. τῶν φύλλων, ἕκαστον μετὰ οἴνου καὶ πάλης ἀλφίτων. κατ’
14. αὐτῶν δὲ τῶν ὀφθαλμῶν ἔριον καθαρὸν, ὠοῦ τῷ λευκῷ
15. διάβροχον ἢ ὠοῦ λέκυθον ὀπτοῦ ἢ μελίλωτον ἐν γλυκεῖ καθεψημένον,
16. ἢ ἀσφοδέλου ῥίζαν μετ’ οἴνου καὶ πάλης ἀλφίτων,
17. ἢ ἴριν κεκομμένην μετ’ οἴνου καὶ πάλης ἀλφίτων ἢ ῥοᾶς
1. χυλὸν μετὰ πάλης ἀλφίτων καὶ αὐτὴν καθεψημένην ἐν οἴνῳ
2. ἀθαλάσσῳ. ἢ ἀρκευθίδες λεῖαι μετ’ οἴνου καὶ πάλης ἀλφίτων
3. ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμεναι καὶ ἐπ’ αὐτοὺς ἐπιτιθέμεναι
4. τοὺς ὀφθαλμούς. πρὸς δὲ τούτοις ἠρυγγίου καὶ ἱππομαράθρου
5. ῥίζαν λείαν μεθ’ ὕδατος καὶ κωνείου σπέρμα τὸν
6. αὐτὸν σκευαζόμενον τρόπον ὠφελεῖ. τυρὸς ἁπαλὸς νεαλὴς μετὰ
7. σελίνου φύλλων καταπλασσόμενος. ἢ μήκων ἀγρία ἐν γλυκεῖ
8. ἑψηθεῖσα καὶ λεία καταπλασθεῖσα. ὁμοίως καὶ μελίλωτον ἑψηθὲν
9. ἐν γλυκεῖ, ὀλίγον μιγέντος κρόκου καὶ ὀποῦ μήκωνος. ἢ
10. ἄρτος ἐξ οἴνου, ῥοδίνῳ φυραθεὶς, ὠφελεῖ θαυμαστῶς. ἢ
11. τριβόλῳ ἁπαλῷ κατάπλασσε, καθ’ ἑαυτὸν ἢ καὶ μιγεὶς ἀλφίτῳ
12. θαυμαστῶς ποιεῖ. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος
13. καὶ ἀποκρουόμενον ἐν ἀρχαῖς, οἷά ἐστι κώνειόν τε καὶ ψύλλιον,
14. σέλινον, στρύχνον, οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, φύλλα ἀμπέλου,
15. κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος, ἀείζωον, μήκωνος
16. φύλλα, ἀκαλήφη. τούτων ἕκαστον λεαίνων μετ’ οἴνου
17. κατάπλασσε, τὸ δὲ ψύλλιον μεθ’ ὕδατος καὶ τὸν ἀπὸ τῶν
18. τελμάτων φακόν.
1. Κράμβην λείαν μετὰ πάλης
2. ἀλφίτου σὺν ὕδατι κατάπλασσε. ἢ ὠκίμου φύλλοις ὁμοίως.
3. ἢ πηγάνου φύλλοις μετὰ στέατος χηνείου, ἢ σαμψύχου πέταλα,
4. ἢ καὶ ἁλικάκαβον λείαν κατάπλασσε. ἵστησι δὲ πολὺ
5. ῥεῦμα κωδύα καὶ ὑοσκύαμος μετὰ ἀλφίτου πάλης σὺν οἴνω.
6. προπυρία δὲ καὶ οὕτω κατάπλασσε, μετὰ δὲ τοῦτο τὴν ἀκμὴν
7. παραλλάξαι, καὶ ὅ τε καιρὸς οὐκέτι ἐστὶ τῶν στυφόντων
8. χρήσαιτο ἄν τις τῶν τε ὀφθαλμῶν καὶ τῆς κεφαλῆς πυρίᾳ.
9. μεγάλως δὲ ὠφελεῖ, λύει τε τὰς φλεγμονὰς καὶ εἴ τις
10. διάστασις εἴη, ὀθόνιον ἁπαλὸν βουτύρῳ βρεχόμενον καὶ ἐπιβαλλόμενον
11. τοῖς ὀφθαλμοῖς.
12. Ἐφ’ ὧν δὲ χύμωσις ἰσχυρὰ γένοιτο,
13. λαβὼν ὠοῦ λέκιθον σάρκα μυΐας προσεκλέανον, εἶτα ὅταν
14. κηροτοειδὲς γένηται, εἰς ῥάκος ἐπιτίθει, παραχρῆμα παύει.
15. Ἄρτος καθαρὸς κεκαυμένος
16. μιγεὶς ἀκακίᾳ καὶ κιττῷ σὺν ὕδατι. πρὸς δὲ τὰς περιωδυνίας
17. ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λέαινε καὶ μίξας
1. ὠοῦ ὀπτοῦ τὴν λέκιθον καὶ κρόκου τὸ αὔταρκες ἐν γλυκεῖ.
2. ἢ ὠμῇ λύσει κριθίνῃ ἢ πυρίνῃ ἐν γλυκεῖ ἑψημένῃ. ἐὰν δὲ
3. πλείων ἡ ὀδύνη εἴη, πρόσμιγε μήκωνος ἁπαλῆς φύλλα, ἢ τὰ
4. κελύφη τῶν κωδυῶν, ἢ ὑοσκυάμου φύλλα, ὅσον ὁλκὰς τέσσαρας
5. σὺν λεκίθῳ ὠοῦ. ἢ σισύμβριον ἑψήσας ἐν ὕδατι λέανον,
6. παραχέων οἴνου τὸ αὔταρκες καὶ κατάπλασσε. ἢ μήκωνος
7. λευκῆς κωδύας ἑψήσας ἐν γλυκεῖ καὶ λεάνας κατάπλασσε.
8. ἢ σελίνου ἁπαλῇ κόμῃ ἢ γλήχωνι ἁπαλῇ ὁμοίως. ἢ πέπονος
9. ἢ σικύου τῇ σαρκί. ἢ λέκιθον ὠοῦ ὀπτοῦ καὶ ὀλίγον κρόκου
10. λεάνας σὺν οἴνῳ ὀλίγῳ κατάπλασσε. ἐν δὲ ταῖς φλεγμοναῖς
11. τοὺς ἀλγοῦντας ὀφθαλμοὺς πάνακι μετὰ γλήχωνος σὺν
12. οἴνῳ φυρῶν κατάπλασσε. καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ
13. ἄλφιτα σὺν οἴνῳ. ἢ ὑοσκυάμου φύλλα καὶ ὄπιον τρίψας κατάπλασσε.
14. ἢ τῆς μήκωνος τὰ κελύφη λεάνας καὶ ῥόδα καὶ
15. μελίλωτα καὶ σμύρνης μικρὸν μίξας καὶ διεὶς ὠοῦ τῷ λευκῷ,
16. οὕτω κατάπλασσε ἢ ἀλόην καὶ ὄπιον, σὺν ὕδατι εἰς ῥάκος
17. ἀναλαβὼν κατάπλασσε, φυλάσσου δὲ μὴ παρενστάζῃς εἰς τὸν
18. ὀφθαλμόν. ἐπὶ δὲ τῶν περιωδυνώντων κρόκον καλὸν μετὰ
1. γάλακτος λαβὼν ἔνσταζε. πρὸς δὲ τὰς σφοδρὰς περιωδυνίας,
2. κορίου χυλὸς μετὰ γυναικείου γάλακτος, εἰς τοὺς ὀφθαλμοὺς
3. ἐνσταζόμενος, ὁμοίως δὲ μήκωνος ὀπὸς ὀπτός. φύλλα πλατάνου
4. λεῖα μετὰ πάλης ἀλφίτων ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς
5. ἐπιπλαττόμενα. ἐπὶ δὲ τῶν ῥευμάτων καταπλάσματα.
6. κυπάρισσος χλωρὰ μετ’ οἴνου ἢ παλιούρου φύλλα ἢ ἀνδράχνη
7. λεία μετὰ στέατος χηνείου καὶ κρόκου. ἢ ἴρις ξηρὰ μετὰ
8. μέλιτος. ἢ μάνναν καὶ σμύρναν μετὰ ὠοῦ τοῦ λευκοῦ, ἐν
9. ἐρίῳ ἐπιτίθει τῷ μετώπῳ. κατάπλασσε δὲ σελίνῳ μετὰ ἀλφίτων.
10. ἢ σεσέλεως ἄνθη οἴνῳ βεβρεγμένα. ἢ μήκωνος ἁπαλοῖς
11. φύλλοις. εἰ δὲ ἀγρυπνοῖεν, μανδραγόρου ῥίζαν καὶ ὀπὸν, μήκωνος
12. φύλλα καὶ ἀλφίτων ἴσα ὡς μᾶζαν ποιήσας ὄσφραινε
13. καὶ ὑπνώσονται. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος
14. προσφάτου καρπὸν, μάλιστα τὸν χυλὸν εὖ μάλα σὺν ὄξει
15. μαλαγματῶδες ποιήσας, ἐπιτίθει κατὰ τοῦ βρέγματος ἐπάνω
16. ἔρια καὶ ἐπιδέσμει ἐλαφρῶς, ἔνιοι δὲ καὶ μήκωνος ἁπαλῆς
17. προσμίσγουσιν αὐτῷ. ἢ ὀπίου ἐλάχιστον ἢ ῥόδα καὶ μελίλωτα
1. ἑφθά. ἢ ἄμυλον σὺν οἴνῳ, ὠοῦ λευκῷ αὐτοὺς τοὺς
2. ὀφθαλμοὺς κατάπλασσε. ἄκρως ποιεῖ πρὸς πολὺ καὶ λεπτὸν
3. καὶ παλαιὸν ῥεῦμα καὶ ἕλκη. πομφόλυγος 𐅻 δ΄. ὀπίου πεφωγμένου
4. γ΄. τριώβολα, κόμμεως 𐅻 δ΄. ὕδωρ ὄμβριον ἢ πηγαῖον.
5. παράκολλον πρὸς ῥεῦμα. σεμίδαλιν καὶ μάννης ἥμισυ
6. μετ’ ὠοῦ τοῦ λευκοῦ ἐμπλαστρῶδες ποιῶν, ἐν ἀρχῇ ῥάκει
7. ἐπιτίθει τῷ μετώπῳ. ἢ ὠοῦ λεπτοῦ λέκιθον μετὰ λιβανωτοῦ.
8. ἢ κοχλίαν σὺν τῷ ὀστράκῳ, μετὰ ὠοῦ τοῦ λευκοῦ
9. γλοιῶδες ποιήσας ἐν σπληνίῳ ἀπὸ κροτάφου, ἐπὶ κρόταφον
10. ἐπιτίθει, αὐτόματον πίπτει ὅταν ῥεῦμα στῇ, ἢ τοῦ
11. μόσχου μαλάγματος ἢ γῆς βαρβάρου ἢ χλωρᾶς ἢ ἄλλης τραυματικῆς
12. τῶν δι’ ὄξους, σπληνίον ἐπιτίθει τῷ μετώπῳ.
13. Πρὸς δὲ τὰς εἰς
14. τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας
15. αἱματώδεις ὑποχύσεις, εὐθὺς ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς
16. καὶ τὸ ἄλγημα ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα
17. καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον καὶ τὸ
1. λευκὸν τοῦ ὠοῦ τὸν αὐτὸν τρόπον ποιεῖ εἰς τὸν ὀφθαλμὸν
2. ἐγχεόμενον. ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον καὶ
3. ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένου,
4. μετ’ οἴνου καταπλασσομένη ἢ μελίλωτον ἑψόμενον
5. οἴνῳ τὸν αὐτὸν τρόπον ἐπιτιθέμενον. ἔτι δὲ ῥόδων τὰ φύλλα
6. καὶ τὸ ἄνθος ἰδίᾳ καὶ ὁμοῦ μετ’ οἴνου τριβόμενα καὶ μετὰ
7. πάλης ἀλφίτων ἢ κράμβης φύλλα καταπλασσόμενα. χρονισάντων
8. δὲ, ἂν ἐπιμένῃ ὁ αἱμάλωψ, λιβανωτὸν ἄσφαλτον ἴσα
9. μίξας ὑποθυμία τὸν ὀφθαλμὸν, ἢ ὑσσώπου κόμην λείαν βαλὼν
10. εἰς λινοῦν ῥάκος, καθεὶς εἰς ζέον ὕδωρ πρόσαγε τῷ
11. ὀφθαλμῷ. ἀκολουθεῖ γὰρ τὸ αἷμα, ὥστε ἐκ τοῦ ὀθονίου ἐκπιέζεσθαι
12. ἐκθλιβόμενον. ἢ νίτρον καὶ γῆν Αἰθιοπικὴν, σμύρναν
13. ἴσα σὺν ὕδατι ἔγχριε, ἢ ἐλαίας φύλλων χυλὸν χλωρῶν
14. ὑπόχριε, ἢ ἄμμι καὶ ὕσσωπον μετὰ γάλακτος βοείου λείου εἵλισσον
15. καὶ ὑπάλειφε, ἢ λινόσπερμα λεῖον μετὰ βουτύρου ἐκθλίψας
16. δι’ ὀθονίου ὑπάλειφε, τὴν δὲ κεφαλὴν ψυχρῷ κατάντλει.
17. Πρὸς δὲ τὰ γινόμενα περὶ τοὺς
18. ὀφθαλμοὺς οἰδήματα διὰ τὰς πληγὰς λίαν ἁρμόττει πυρία
1. μαλακῷ σπόγγῳ συνεχῶς γινομένη, εἶτα ὄξει βρεχόμενος κεκραμένῳ
2. καλῶς ὁ σπόγγος καὶ ἐπιτιθέμενος. ἔτι δὲ παλαιὸν
3. νᾶπυ τριβόμενον μεθ’ ὕδατος καὶ περιτιθέμενον συνεχῶς καὶ
4. ἀφαιρούμενον. ὁμοίως δὲ κάρδαμον κατὰ τὴν ἀφαίρεσιν, πυριωμένων
5. ὕδατι θερμῷ συνεχῶς τῶν τόπων.
6. Πρὸς δὲ τὰς περὶ τοὺς ὀφθαλμοὺς
7. διὰ τὸν ἥλιον καὶ κονιορτὸν, ὡς ἐπίπαν ψωροφθαλμίας
8. καὶ ξηροφθαλμίας, ὕδωρ πλεῖον προσκλυζόμενον,
9. θέρους μὲν ψυχρὸν, χειμῶνος δὲ θερμὸν, ἁρμόζει καὶ πυρία
10. σπόγγου ἐκ θερμοῦ ὕδατος ἢ φακοῦ ἀφεψήματος, αὐτοῖς δὲ
11. πρόσαγε τοῖς κανθοῖς, βάτου, σχίνου, μυρσίνης, ῥόδων χυλὸν
12. κατ’ ἰδίαν ἕκαστον σὺν ὕδατι. ἢ ῥόδα ξηρὰ τριβόμενα σὺν
13. οἴνῳ, ἢ τὸ ἄνθος αὐτῶν, ἢ οἶνον ἀθάλασσον καὶ παλαιὸν
14. ἔλαιον, καὶ μάλιστα ὅταν κοιμᾶσθαι θέλωσι. συμφέρει δὲ καὶ
15. ἐπὶ τούτων τῶν ἁλμυρῶν δριμέων, ἔτι δὲ καὶ ὀξέων ἀπέχεσθαι
16. πάντων. καὶ πρὸς δὲ τὰς χρονίους περὶ τὰ βλέφαρα
17. διαθέσεις καὶ τετυλωμένας ἀμόργην ἑφθὴν μετ’ ἐλαίου
18. ἔγχριε τριβομένην.
1. Ἐπὶ δὲ τῶν πτίλων καὶ τρίχας μὴ
2. ἐχόντων ἄκρως ποιεῖ καὶ τρίχας ἀνάγει. ♃ ἀκακίας 𐅻 β΄.
3. μέλανος γραφικοῦ ξηροῦ, ἢ εἰ οἷόν τε Μεμφιτικοῦ 𐅻 ε΄. χυλοῦ
4. πράσου κοτύλας δ΄. οἴνου ἀθαλάσσου κοτύλας δ΄. ἕψε
5. μέχρις ἂν γλοιῶδες γένηται καὶ εἰς πυξίδα ἀνελόμενος χρῶ,
6. ἢ μυόχοδα καὶ κόπρον αἰγείαν κεκαυμένην ἴσον, καλάμου Ἑλληνικοῦ
7. τῆς τέφρας τὸ διπλοῦν σὺν μέλιτι Ἀττικῷ ἔγχριε.
8. τοῦτο δὲ μίλφους ὠφελεῖ, ἰοῦ λείου μέρος α΄. ἀμμωνιακοῦ
9. θυμιάματος τὸ ἴσον, λείοις προσάπτου, τοῦτο ποιεῖ ἄκρως
10. καὶ ψωροφθαλμιῶσιν. ἢ καδμείαν λείαν μέλιτι φυράσας,
11. ὄπτησον ἐν χυτριδίῳ, εἶτα χαλκοῦ κεκαυμένου τὸ ἴσον μίξας
12. λείοις χρῶ.
13. Τὰς δὲ ἐπιφυομένας ἐπὶ τῶν
14. βλεφάρων τρίχας τίλλων, αἵματι κόρεως κατάχριε καὶ οὐ φυήσονται.
15. Παπίας Λαοδικεὺς Αὐτολύκου ἰατρὸς πολλὰ ᾑρεῖτο
16. ἐπὶ τῶν τριχιώντων, τίλλων τὰς τρίχας, εἶτα δρωπακίζων
17. τὸν τόπον ἐπιμελῶς, χαμαιλέοντί τε λευκῷ λείῳ πεφυραμένῳ
1. αἵματι βρατράχων χλωρῶν, οἳ ἐπὶ τῶν καλάμων γίνονται,
2. καταχρίων, οὐ γὰρ ἐπιφύονται. ἢ τίλας τὰς τρίχας κατάχριε
3. κεδρίαν μετὰ τελλινῶν ὀστράκων λεπτῶν λεάνας, ἢ ὀρνέου
4. τοῦ λεγομένου κιναίδου χολῇ χρῶ, ἢ φάγρου θαλασσίου χολῇ.
5. ἢ κρότωνος ἀπὸ κυνὸς θηλείας αἵματι. ἄκρως ποιεῖ τοῦτο.
6. ἐχίνου χερσαίου χολὴ καὶ τοῦ αἵματος τὰ ἴσα. χαμαιλέοντος
7. χολῆς ἴσον, καστορίου τὸ σύμμετρον ἀνάπλασσε, ὡς λεπίδας
8. ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰς τρίχας, εἶτα λεπίδα
9. μίαν τῷ ἐκ τοῦ στόματος σιάλῳ νήστης διαλύων κατάχριε
10. καὶ κράτει τὸν τόπον, ὡς ἡμιώριον ἀλγοῦσι μὲν, ἀλλ’ οὐκ
11. ἔτι φυήσονται. ἢ χολὴν ὑαίνης θηλείας τίλλων εὐθέως κατάχριε.
12. ἢ τελλίναις λειοτάταις κατάχριε. ἢ τίλας φύλλον κωνείου,
13. κεδρίαν ἴσα μετὰ νυκτερίδος αἵματος κατάχριε καὶ κράτει
14. ἕως ξηρανθῇ. ἐὰν γὰρ θίγῃ τοῦτο τοῦ ὀφθαλμοῦ τὸ ὑγρὸν,
15. ἀδικεῖ. ἢ τίλας αἰγείᾳ χολῇ μετὰ κράμβης χυλοῦ κατάχριε. ἢ
16. καπνοῦ τῆς βοτάνης χρῖε τὸν ταρσὸν, εἶτα τίλας τὰς τρίχας
1. πάλιν ἐπίχριε. ἔλεγε δὲ Ἑρμείας, ἀφρὸν ὕδατος καταχριόμενον
2. μετὰ τοῦ δρωπακισθῆναι ἄκρως ποιεῖν.
3. Σταφυλώματα
4. αἴρεις, κανθαρίδων χυλὸν ἐναλείφων, λευκώματα δὲ ταχέως
5. ἰᾶται νίτρον μετ’ ἐλαίου παλαιοῦ λεανθὲν ἐπιμελῶς
6. καὶ χριόμενον, ἢ σαύρας ἀφόδευμα ἔγχριε καὶ αἴρεις, ἢ νυκτικόρακος
7. ὠῷ ἔγχριε καὶ βάψεις αὐτὰ, ἢ κρόκον, πέπερι, ἴσα
8. μετ’ αἰλούρου χολῆς κολλύρια ποιῶν ἔγχριε, ἢ σηπίας ὄστρακον
9. λεῖον, φυράσας μετὰ μέλιτος κατάκαυσον καὶ λείῳ
10. ὑπάλειφε.
11. Ἀμαύρωσιν
12. πᾶσαν ἢ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ
13. πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ, ἢ σμύρνης καὶ πεπέρεως
14. ἴσα σὺν μέλιτι, ἢ στρύχνῳ μέλανι ἔγχριε. ποιεῖ καὶ
15. κύπρος ἀποτεθεῖσα ἐν χαλκῷ πυξιδίῳ, ἢ μαράθρου χυλὸν καὶ
16. χολὴν ταυρείαν ὑγρὰν ἴσα, μέλιτος Ἀττικοῦ τὸ διπλοῦν
17. ἔγχριε, ἢ κρόκου καὶ πεπέρεως ἴσα μετὰ χολῆς ταυρείας ἀναλαβὼν,
1. ὡς κολλύρια ποιῶν ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ
2. διπλοῦ μέλιτος Ἀττικοῦ ἔγχριε.
3. ♃ Χελώνης θαλασσίας τῆς χολῆς
4. μέρος α΄. μέλιτος Ἀττικοῦ τὸ τετράπλουν ἔγχριε. ἡ
5. χολὴ ἀρκεῖ μεθ’ ὕδατος.
6. Ἐπὶ δὲ τῶν πτερυγίων ♃ χαλκάνθου,
7. ἁλὸς ἀμμωνιακοῦ ἴσα, κόμμεως τὸ ἥμισυ, ὄξει ἀναπλάσας
8. κολλύρια ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος
9. ἔγχριε λείῳ.
10. Πρὸς γλαυκοὺς
11. στρύχνου χυλὸς ἐγχυματιζόμενος μέλανας ὀφθαλμοὺς ποιεῖ.
12. καὶ ἀνάπαλιν ἐπὶ τῶν νυκταλωπιώντων, ἧπαρ τράγειον
13. ὀπτήσας, αὐτὸν τὸν ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα ἰχῶρα
14. διάκρινε, καὶ οὕτω μὲν ἔγχριε αὐτοὺς, αὐτὸ δὲ τὸ ἧπαρ
15. ἐσθίειν δίδου. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον ἢ
16. χολὴ αἰγεία. ἢ ἧπαρ αἴγειον ἕψων, κέλευε αὐτοὺς περικαλυψαμένους
17. ἀτενίζειν εἰς τὴν χύτραν καὶ δέχεσθαι τὴν ἀτμῖδα
18. τοῖς ὀφθαλμοῖς, ἐξ αὐτοῦ δὲ τοῦ ἥπατος ἐσθίειν δίδου
1. συνεχῶς, τοῦτο ποίει καὶ ὠφεληθήσονται ταχέως. ἢ ἐλατηρίου
2. ὀβολὸν καὶ ἀνδράχνης σπέρματος 𐅻 α΄. σὺν μέλιτι
3. ἔγχριε, ἢ ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε, τρωγέτω δὲ
4. σεῦτλον· ἢ γυπὸς ἧπαρ ὀπτὸν ἢ τῇ χολῇ ἐγχριέσθω.
5. Τὰς γινομένας
6. κριθὰς ἐπὶ τῶν βλεφάρων, κηρῷ πυριάσας λευκῷ διαφορήσεις,
7. ἢ μυίας τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώματι
8. παράτριβε τὴν κριθήν.