Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 5.1, ed. Kühn, 1826, vol. 12, p. 804-820. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:5.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ε.

1. Τὸ ὑπώπιον ὅτι μὲν ὑπὸ τοὺς ὦπας
2. γίνεται, καὶ τοὔνομα αὐτὸ δηλοῖ, καθάπερ εἴ τις ὑποφθάλμιον
3. ὠνόμασεν αὐτό. τοῦ γένους δέ ἐστιν τῶν ἐκχυμωμάτων,
4. ὀνομάζουσι δ’ οὕτως Ἱπποκράτης τε καὶ ἄλλοι πολλοὶ τῶν
5. ἰατρῶν τὸ κατὰ τὸ δέρμα πάθος, ὅταν τῶν ἐν αὐτῷ λεπτῶν
6. φλεβῶν θλασθεισῶν αἷμα διὰ τῶν θλασμάτων ἐκχυθῇ,
7. μὴ καθ’ ἕνα τόπον ἀθρόως θρομβούμενον αὐτίκα τὸ
1. οὕτως ἐκκριθὲν, ἀλλ’ ἐπειδὰν, ὡς αὐτοὶ καλοῦσιν, κατὰ διαπήδησιν
2. ἡ ἔκχυσις γίνεται. συμβαίνει γε μὴν ἐνίοτε, κᾂν
3. οὕτω συστῇ, πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι τῷ χρόνῳ,
4. μικρῶν δηλονότι θρομβίων γενομένων ἐκ τοῦ διασπαρέντος
5. αἵματος εἰς πολλὰ μόρια τοῦ δέρματος, ὅθεν εἰκότως οἱ
6. ἰατροὶ σπεύδουσιν αὐτὸ θεραπεύειν αὐτίκα πρὶν μελανθῆναι,
7. σκοπὸν μὲν ἔχοντες τῆς ἰάσεως διαφορῆσαι τὸ αἷμα,
8. δυσδιαφόρητον εἰδότες γινόμενον τὸ θρομβωθέν. ἐπεὶ δὲ ὁ χιτὼν
9. θλᾶται τῶν φλεβίων ἐξ ὧν διαπηδᾷ τὸ αἷμα,
10. μίγνυταί τι βραχὺ τοῖς διαφορητικοῖς φαρμάκοις τῶν στυπτικῶν.
11. ἂν γὰρ ἁπλῆς εἴη δυνάμεως μόνης τῆς διαφορητικῆς
12. τὸ φάρμακον, ἐξ ἀρχῆς παραλαμβανόμενον, οὐ μόνον διαφορήσει
13. τὸ ἐκχυθὲν, ἀλλὰ καὶ διὰ τῶν θλασμάτων ἕλξει τι
14. τοῦ περιεχομένου κατὰ τὰς τεθλασμένας φλέβας αἵματος.
15. ὅταν δ’ εἰς τὸ κατὰ φύσιν ἐπανέλθῃ τὰ φλεβία καὶ χωρὶς
16. τοῦ παραστύφειν, ἐπὶ τὰ διαφορητικὰ τῶν φαρμάκων μεταβαίνειν
17. καιρός. ὥσπερ δ’ ἐπὶ τῶν ἄλλων παθῶν ἀδιορίστως
18. οἱ πλεῖστοι τῶν ἰατρῶν τὰ βοηθήματα γεγράφασιν, οὕτω
1. κᾀπὶ τούτων ἄνευ τῶν ἄρτι μοι λελεγμένων διορισμῶν,
2. ἔγραψαν ἁπλῶς ὑπωπίων βοηθήματα. μεμνημένοι δὲ ὑμεῖς
3. ὧν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐμάθετε
4. διακρίνειν δυνήσεσθε, τίνα μὲν αὐτῶν διαφορεῖν χρὴ μόνον
5. ἄνευ τοῦ παραστύφειν, ἐπὶ τίνων δὲ μιγνύναι τῶν ἐπ’ ὀλίγον
6. τι στυφόντων. καὶ μέντοι καὶ διαφορούντων αὐτῶν
7. εὔδηλον ὅτι τὰ μὲν ἀσθενέστερα πρῶτα παραληπτέον ἐστὶ,
8. τὰ δ’ ἰσχυρότερα τοῖς χρονίζουσί τε καὶ μελαινομένοις προσακτέα.
9. παραδείγματος γοῦν ἕνεκα οἷς ἐγὼ χρῶμαι δηλώσω
10. πρῶτον, εἶθ’ οὕτως ἐπὶ τῶν ἀξιοπίστων ἰατρῶν τὴν ἱστορίαν
11. μεταβήσομαι. καλεῖται δὲ Νείλου διάῤῥοδον ἔνδοξον ἐκ
12. παλαιοῦ κολλύριον, οὗ καὶ τὴν σύνθεσιν ἐν τῷ πρὸ τούτου
13. γράμματι διῆλθον. τοῦτο δι’ ὕδατος ἐπιτρίβων ἐπ’ ἀκόνης
14. ὀφθαλμικῆς ἐπαλείφω τὸ ὑπώπιον, ἀφεψήματι πυριῶν μελιλώτου
15. τε καὶ τήλεως, εἶθ’ ἑξῆς τὸ κολλύριον αὐτὸ διὰ τούτου
16. λύω, κᾄπειτα δι’ αὐτῆς μόνης τῆς τήλεως. εἰ δέ τι καταλείποι
17. τὸ λείψανον τοῦ παθήματος, ἐν τῷ τῆς τήλεως
1. ἀφεψήματι τὰ καλούμενα διάσμυρνα κολλύρια λύων ἐπιχρίω.
2. συμφέρει δὲ δὶς τῆς ἡμέρας ἐπαλείφειν τὸ φάρμακον ἅμα τῷ
3. προπυριᾶσαι διὰ σπόγγου μαλακοῦ θερμοῖς τοῖς ἀφεψήμασιν,
4. ἐν ἀρχῇ μὲν δι’ ἀμφοῖν γεγενημένου τῆς τε τήλεως καὶ
5. τοῦ μελιλώτου, χρονίζοντος δὲ διὰ μόνης τῆς τήλεως. οὗτος
6. ὁ τρόπος τῆς θεραπείας ὡς τὸ πολὺ τελέως ἐκθεραπεύει
7. τὰ ὑπώπια, παντάπασιν ὀλίγων διαφευγόντων αὐτῶν, ἐφ’
8. ὧν τό τε διὰ σάνδικος κολλύριόν ἐστι χρήσιμον καὶ τῶν γεγραμμένων
9. τοῖς ἰατροῖς πρὸς ὑπώπια φαρμάκων ὅσα διαφορεῖ
10. γενναίως. ἄρξομαι δ’ ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων
11. ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων, προγράφων
12. μὲν τὴν λέξιν αὐτοῦ, μετὰ τοῦτο δὲ καὶ εἴ τις
13. αὐτῷ λείποιτο διορισμὸς προστιθείς.

14. Τὰ ὑπώπια ἰᾶται παραχρῆμα καταπλασσομένη ῥάφανος,
16. ἀφαιρεῖν δὲ χρὴ αὐτὴν, ὅταν ἄρχηται δάκνειν. ὀρθῶς
17. ἐποίησεν προσγράψας αὐτὴν αἱρεῖν, ὅταν ἄρξηται δάκνειν.
1. ἀναστομώσει γὰρ, ἐὰν ἐπιμείνῃ δάκνουσα τὰ τῶν φλεβίων
2. θλάσματα, διὸ καὶ κατ’ ἀρχὰς οὐ χρηστέον αὐτῇ, κεχρονισμένων
3. μέντοι τῶν ὑπωπίων, ἡνίκα καὶ μελαίνεται, κᾂν πλείονα
4. χρόνον ἐπικειμένην τις αὐτὴν φυλάξῃ, μᾶλλον ὠφελήσει. ποιεῖ
5. δὲ καὶ τυρὸς νεαλὴς καταπλασσόμενος. καὶ αὐτὸς μὲν ὁ τυρὸς
6. ἐμπλαστικός ἐστιν, ὁ δὲ νεαλὴς τουτέστιν ὁ νεωστὶ τοὺς
7. ἅλας προσειληφὼς καὶ μήπω κεχρονισμένος μικτῆς ἐστι δυνάμεως,
8. ἐμπλαστικῆς δι’ ἑαυτὸν, διαφορητικῆς δὲ καί τι στυπτικὸν
9. ἐχούσης διὰ τοὺς ἅλας, ὥστε χρῆσθαι τούτῳ καὶ κατ’
10. ἀρχὰς, οὐδὲν ἄτοπον. ἢ κηρωτὴ μετὰ ἀψινθίου, ἢ χυλῷ ῥαφάνου
11. ἀναληφθεῖσα, ἢ ὑσσώπου κόμη λεία ὁμοίως. ἄν τε
12. μετὰ κόμης ἀψινθίου λελειωμένης, ἄν τε μετὰ τοῦ χυλοῦ
13. τὴν κηρωτὴν ἀναμίξας προσενέγκῃς, ὁμοίαν ἐπιδείξεται
14. δύναμιν. εὐαφέστερον δ’ ἂν εἴη τὸ φάρμακον, εἰ τοῦ χυλοῦ
15. τῇ κηρωτῇ μιχθείη. ἡ μέντοι τῆς ῥαφανῖδος τὸ χύλισμα ἢ
16. τὸ ὕσσωπον λαβοῦσα κηρωτὴ δραστικώτερόν ἐστι φάρμακον
17. ἢ ὡς κατὰ τὴν ἀρχὴν εὐθέως προσφέρεσθαι, πλὴν εἰ φθάσειεν
18. ἢ πελιδνὸν ἢ μέλαν γενέσθαι τὸ ὑπώπιον, ὅπερ καὶ
1. αὐτὸς ἐφεξῆς ἐρεῖ. ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πελιδνὰ
2. τῶν ὑπωπίων σπόγγος εἰς ἅλμην ἀποβαπτόμενος καὶ
3. συνεχῶς προστιθέμενος καὶ ἀφαιρούμενος, μετὰ τοῦτο δὲ
4. πυρία συνεχὴς δι’ ὕδατος θερμοῦ ὠφελεῖ. ὥσπερ δὲ τῇ ῥαφανῖδι
5. κατ’ ἀρχὰς χρῆσθαι οὐκ ἀσφαλὲς, δι’ ἣν εἶπον αἰτίαν,
6. οὕτως οὐδὲ τῇ ἅλμῃ. διὸ καὶ μετὰ ταῦτα δι’ ὕδατος
7. θερμοῦ κελεύει πυριᾷν, ἕνεκα τοῦ παρηγορῆσαι τὴν ἐκ τῆς
8. ἅλμης δῆξιν. οὐ μὴν οὐδ’ ἐπὶ πάντων ὑπωπίων ἐν ἀρχῇ
9. συνεβούλευε χρῆσθαι τῇ διὰ τῆς ἅλμης πυρίᾳ, ἀλλ’ ἐπὶ τῶν
10. εὐθέως πελιδνῶν γινομένων. ἐπ’ ὀλίγον οὖν χρόνον ἐπὶ τούτων
11. ἅλμῃ χρηστέον, ἐφ’ ὧν δὲ αἱματώδης ἐστίν ἢ ὑπόξανθος
12. ἢ ὕπωχρος ἡ χρόα φεύγειν δεῖ τὴν ἅλμην. κατάπλασσε
13. δὲ ἐρεγμῷ λείῳ, ἀψινθίῳ, ὑσσώπῳ, ὀριγάνῳ, ῥαφάνου φλοιῷ,
14. σταφίδι χωρὶς τῶν γιγάρτων κατ’ ἰδίαν ἑκάστῳ μετὰ μέλιτος
15. ἢ ὄξους ἢ ὕδατος. ἐλλιπῶς ἔγραψε τὰ πρῶτα τῶν βοηθημάτων
16. μὴ προσθεὶς τῷ λόγῳ πότερον ἑφθοῖς ἢ ὠμοῖς
17. χρῆσθαι κελεύει τῷ τε ἐρεγμῷ καὶ τῷ ἀψινθίῳ καὶ τῷ ὑσσώπῳ.
18. ἔοικε δ’ ὠμοῖς χρῆσθαι κελεύειν, εἰπὼν ἐπὶ τῷ τέλει
1. τῆς ῥήσεως μετὰ μέλιτος ἢ ὄξους ἢ ὕδατος ἑκάστῳ τῶν εἰρημένων
2. χρῆσθαι, προσέθηκε γὰρ ἄν νῦν τὸ ἑψηθεῖσιν. ἀλλὰ
3. καὶ κατ’ αὐτὸν τοῦτον τὸν λόγον, ἀνόμοια ταῖς δυνάμεσιν
4. εἰπὼν τρία φάρμακα, μοχθηρῶς μοι δοκεῖ κελεῦσαι μετὰ
5. τοῦδε ἢ τοῦδε χρῆσθαι. τὸ μὲν γὰρ ὕδωρ ἀδηκτότατόν ἐστὶν,
6. οὐ τῷ δέρματι μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσιν. τὸ μέλι δὲ τοῖς
7. μὲν ἕλκεσι δακνῶδες, ἄδηκτον δὲ τῷ δέρματι. τὸ δὲ ὄξος
8. ἀμφοτέροις δακνῶδες. οὐ μὴν οὐδὲ ῥαφάνου φλοιὸς ἔοικε
9. τῇ σταφίδι κατὰ δύναμιν, ὥσπερ οὐδ’ ἀψίνθιον ὕσσωπόν
10. τε καὶ ὀρίγανον. ἰσχυρὰ μὲν γὰρ ταῦτά ἐστι καὶ διαφορητικὰ,
11. μετρίας δὲ καὶ ἀδήκτου δυνάμεως ἡ σταφὶς καὶ λευκὸς
12. βολβὸς μετ’ ὠοῦ καὶ μέλιτος. ὡς δριμύτερον τὸν
13. ξανθὸν βολβὸν παραιτεῖται κατ’ ἀρχὰς εὐθέως προσφέρειν.
14. ἴσμεν δ’ ὅτι καὶ τὸ μέλι διαφορητικῆς ἐστι δυνάμεως. διό
15. μοι δοκεῖ μιγνύναι τὸ ὠὸν αὐτοῖς, ἱκανῶς παρηγορικὸν ὑπάρχον.
16. κυκλάμινος κατ’ ἰδίαν καὶ μετὰ σταφίδος. οὐδὲ ἐνταῦθα
17. μικρόν ἐστι τὸ ἐν μέσῳ κυκλαμίνου καὶ σταφίδος, ὥστε οὐκ
18. οἶδα τίνι λόγῳ καταμόνας κέχρηται τῇ κυκλαμίνῳ καὶ μιγνὺς
1. σταφίδι. καταμόνας μὲν γὰρ ἰσχυρότατόν ἐστι φάρμακον, ἅμα
2. δὲ τῇ σταφίδι τοσοῦτον ἀφαιρήσει τῆς δυνάμεως, ὅσῳ περ
3. ἄν ὄγκῳ συμμιχθῇ τῆς σταφίδος. ἢ νίτρον μετὰ ὑσσώπου
4. καὶ σταφίδος μέλιτι μιχθέν. βελτίων οὗτος ὁ λόγος τοῦ πρόσθεν,
5. ἐν ᾧ καὶ μόνῃ ποτὲ χρῆσθαι τῇ κυκλαμίνῳ συνεχώρει.
6. ὡς εἴ γε καὶ νῦν τὸ ὕσσωπον αὐτό τε καθ’ ἑαυτὸ προσφέρειν
7. συνεβούλευε μὴ προσθεὶς ἐπὶ τῶν πάνυ κεχρονισμένων
8. ὑπωπίων, ὁμοίως ἄν ἥμαρτε. μυρσίνην μετὰ ἁλῶν καὶ
9. ὕδατος. εἴρηταί μοι καὶ πρόσθεν ὡς ἐν ἀρχῇ βελτίονα τῶν
10. διαφορούντων μόνον ἐστὶ τὰ προσειληφότα βραχείας στύψεως,
11. ὁποῖα τά τε ῥόδα καὶ τὸ μελίλωτόν ἐστι καὶ ὁ κρόκος.
12. οὐ μὴν ἔκ γε τῶν τοιούτων φαρμάκων ἐστὶν ἡ μυρσίνη
13. σφοδρῶς στύφουσα, διόπερ οὐκ ἄν ἔγωγέ ποτε χρησαίμην
14. αὐτῇ, καὶ μάλιστα, ἐὰν ἤδη πελιδνὸν εἴη τὸ χρῶμα
15. τῶν ὑπωπίων. νᾶπυ μετὰ στέατος προβατείου. τοῖς κεχρονισμένοις
16. καὶ μεμελασμένοις ὑπωπίοις μόνοις ἁρμόσειεν ἄν
17. τοῦτο, καὶ μάλιστα ἐὰν μὴ παντάπασιν ὀλίγον ᾖ τὸ
1. μιγνύμενον νᾶπυ τῷ στέατι. μυρίκης φύλλα καὶ ὁ καρπὸς
2. λεῖα μεθ’ ὕδατος κατ’ ἰδίαν καὶ ὁμοῦ μιγνύμενα. καὶ τοῦτο
3. τὸ φάρμακον οὐ μόνον διαφορητικὸν, ἀλλὰ καὶ συνακτικὸν
4. ἔχει τι, διόπερ οὐχ ἁρμόττει τοῖς χρονίοις καὶ μελανθεῖσιν
5. ὑπωπίοις. ποιεῖ δὲ καὶ σπόγγος καὶ ὀθόνιον ὄξει καὶ μέλιτι
6. διάβροχα προστιθέμενα. τοῦτο τὸ βοήθημα κατ’ ἀρχὰς
7. μὲν προσφερόμενον οὐ πάνυ δριμέος ὄξους δεῖται, προήκοντος
8. δὲ τοῦ χρόνου καὶ πελιδνωθέντος ἤ μελανθέντος
9. οὐδὲν ὀνίνησι χωρὶς ὄξους δριμυτάτου σκευασθέν. ἢ ἐρεγμὸν
10. μασησάμενος ἐπίθες σὺν μέλιτι. καὶ χωρὶς τοῦ μασήσασθαι
11. κυάμινον ἄλευρον εἰ μετὰ μέλιτος φυραθείη διαφορεῖ
12. πελιώματα. διαφορητικώτατον δὲ γίνεται μασησάμενον αὐτὸ,
13. προσλαμβάνον τὴν ἀπὸ τοῦ σιέλου δύναμιν. ὠοῦ λέκιθον
14. ὁμοίως. ἐὰν μίξωμεν ὠοῦ λεκύθῳ μέλι, καθάπερ ἔμπροσθεν
15. εἶπον τὸν ἐρεγμὸν, ὅμοιον ἐργασόμεθα τῷ προειρημένῳ φαρμάκῳ
16. ἔν τε τῇ σκευασίᾳ καὶ τῇ δυνάμει. ἤ χοίρου πνεύμονα
17. θερμὸν ἐπιτίθει. οὐκ ἄν τις ἀνάσχοιτο καθάριος ἀνὴρ
18. τοιούτου βοηθήματος. ἢ μυρίκης ἀφεψήματι πρόσκλυζε. οὐ
1. πρὸ πολλοῦ περὶ μυρίκης δυνάμεως εἴρηται. ἢ καρδάμωμον
2. μετὰ σμύρνης ἐπιτίθει. διαφορητικὸν μὲν ἡ σμύρνα φάρμακόν
3. ἐστι, τὸ δὲ καρδάμωμον δριμύ. ταῦτα ἀρκεῖν μοι δοκεῖ
4. τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐν παραδείγματος μοίρᾳ
5. λελέχθαι, δεικνύντι τὸν τρόπον τῆς ἐξετάσεως τῶν φαρμάκων,
6. ὁποῖα μέν ἐστι κατ’ ἀρχὰς ἁρμόττοντα χωρὶς τοῦ πελιδνὸν
7. ἢ μέλαν ἤδη τὸ ὑπώπιον ὑπάρχειν. ὁποῖα δὲ πελιδνῶν
8. ἢ μελάνων ἤδη γεγονότων ἢ κεχρονισμένων, ὥστε τὰ
9. τούτων ἐφεξῆς αὐτὰ γράψω μόνα κατὰ τὴν τοῦ Ἀρχιγένους
10. λέξιν. ἢ ψιμυθίου καὶ λιθαργύρου ἴσα μετὰ μέλιτος λεάνας
11. ἐρεγμὸν μίσγε, ὥστε κηρωτῶδες γενέσθαι, καὶ χρῶ. ἢ ὄφεως
12. γῆρας μετὰ θαλάσσης τρίβων ἐπίχριε, ἤ κύμινον ῥάκει ἐνδήσας
13. ζεστὸν ἀποβάπτων πυρία, ἢ σίνηπι μετὰ κηρωτῆς ἐπιτίθει,
14. ἢ μάραθρον λεῖον ἐπιτίθει, ἢ λίβανον καὶ θαψίαν
15. ἴσα μετὰ ῥοδίνης κηρωτῆς, ἢ ἡδύοσμον καὶ λιθάργυρον ἴσα
16. ἐπιτίθει, ἢ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἑψημένον, ἢ
17. κύαμον ἐν οἴνῳ βεβρεγμένον μέχρις ἂν λυθῇ λεάνας, ὡς
1. σπληνίον ἐπιτίθει, ἢ ἐρέβινθον ὀροβιαῖον ὁμοίως, ἢ τὴν ἐπὶ
2. τῶν ἰπνῶν αἰθάλην μετὰ ἴσου ψιμυθίου σὺν οἴνῳ εὐώδει
3. κατάχριε, ἢ θαψίαν καὶ ἀλεύρου ὀροβίνου τὸ τριπλοῦν
4. ὁμοίως, ἢ ὠμὸν τάριχον βρέξας ἀπόθλιψον, εἶτα ἐν οἴνῳ
5. εὐώδει λεάνας ἐπίθες. πρὸς δὲ τὰ παλαιότερα ὑπώπια σμίλακος
6. καρπὸς μετὰ μελαίνης σταφυλῆς λεῖος, ἢ θαψίας ῥίζα
7. κοπεῖσα καὶ ὁ χυλὸς ἀναληφθεὶς στέατι καὶ συνεχῶς προστιθέμενος.
8. γέγραπται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ παλαιότερα
9. παραβλητικῶς, ἀλλ’ ὑπερθετικῶς παλαιότατα. λέλεκται
10. δέ μοι κατ’ ἀρχὰς εὐθέως ὡς ἐπὶ τῶν τοιούτων ὑπωπίων
11. ἰσχυρῶς διαφορητικοῖς χρῆσθαι δεῖ φαρμάκοις, ὁποῖα τά τε
12. κατὰ τὴν προκειμένην ῥῆσίν ἐστιν ὑπ’ αὐτοῦ γεγραμμένα καί
13. τινα τῶν ἔμπροσθεν ὡς ἐδείχθη. ταῦτα μὲν ὁ Ἀρχιγένης
14. ἔγραψεν, ὁ δὲ Ἀπολλώνιος ἅμα διορισμοῖς πλείοσιν ἐπιμελέστερον
15. ἐν τῷ πρώτῳ τῶν εὐπορίστων ὡδί πως ἔγραψεν.

16. Σπόγγον εἰς θάλατταν ἀποβάπτων
1. ἀπεζεσμένην πυρία συνεχῶς τοὺς τόπους, ἢ σπόγγον
2. εἰς ἅλμην δριμεῖαν ἀποβάπτων πυρία παραπλησίως. ἢ
3. εἰς ὄξος ἀπεζεσμένον καὶ οἶνον ὁμοίως. ἐπιτίθει τε καὶ σπλήνιον
4. μέλιτι καὶ ὄξει καταβρέχων ἢ ἔριον ἢ σπόγγον.
5. ἀψινθίῳ λείῳ μετὰ μέλιτος ἀνάπλασσε, ἢ ὑσσώπῳ λείῳ μετὰ
6. μέλιτος ἐρεγμῷ παραπλησίως, ὀριγάνῳ ὁμοίως, ῥαφανῖδος
7. φλοιῷ μετὰ μέλιτος, βολβοῖς λείοις καθ’ αὑτοὺς, ἢ μετὰ
8. μέλιτος καὶ μετὰ λεκίθου ὠοῦ. λίνου σπέρματι καὶ ἁλσὶ
9. λείοις μετ’ ἐλαίου καὶ λεκίθου ὠοῦ. σιλφίῳ λείῳ μετ’ ἐλαίου
10. καὶ οἴνου, σαμψύχῳ λείῳ μετὰ μέλιτος, μυρσίνῃ καὶ ἁλσὶ
11. λείοις μετ’ ὄξους, μαράθρῳ λείῳ μετὰ κηρωτῆς, ὑσσώπῳ καὶ
12. νίτρῳ μετὰ μέλιτος καὶ ὄξους, ἀσβέστῳ μετὰ κηρωτῆς, νάπυϊ
13. λείῳ μετὰ μοσχείου στέατος ἢ μετὰ κηρωτῆς.

14. Ἄρου ῥίζαν ξύσας καὶ μέλιτι
15. μίξας εἰς ὀθόνιον ἐγχρίσας ἐπιτίθει, χρῶ δὲ καὶ ταῖς διαφορητικαῖς
16. τῶν δυνάμεων, αἵτινες ἀναγραφῆς τεύξονται.

17. Σπογγίον ὄξει καταβρέξας
18. ἐπιτίθει καὶ ταῖς ὑποδεδειγμέναις πυρίαις χρῶ συνεχέστερον,
1. κατάπλασσε δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὀξυμέλιτος
2. ἑψημένῳ μέχρι ταπεινώσεως καὶ τὸ λοιπὸν ἤδη χρῶ τοῖς
3. ὑπογεγραμμένοις καταπλάσμασιν.

4. Ὕδατι θερμῷ πυρία
5. καὶ καταπλάσσων φακῷ ἑφθῷ λείῳ μετὰ μέλιτος ἐπιτίθει.
6. κοχλίαν Αἰγύπτιον κεκομμένον ἐπιτίθει, ὅταν δὲ τὰ τῆς φλεγμονῆς
7. ἔνδοσιν λάβῃ, τότε ἤδη καὶ τοῖς λοιποῖς χρῶ φαρμάκοις.

8. Ἐπὶ μὲν τὴν διακοπὴν
9. ἐπιτίθει τι τῶν ἐναίμων τραυματικῶν, τὰ δὲ κύκλῳ
10. κατάπλασσε τοῖς πρὸς τὰ χωρὶς διακοπῆς ὑπώπια γεγραμμένοις
11. φαρμάκοις. ἤρκει μὲν οὖν ἴσως καταπαύειν ἐνταῦθα
12. τὸν περὶ τῶν ὑπωπίων λόγον, ἀλλ’ ἐπειδὴ τὰ παρὰ τῆς
13. συμφωνουμένης πείρας κεκριμένα τῶν γε ἄλλων βεβαιότερά
14. ἐστιν, ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρίτωνος ἐν τῷ τρίτῳ τῶν
15. κοσμητικῶν γεγραμμένα προσθεῖναι κατὰ τὴν ἐκείνου λέξιν
16. οὕτως ἔχουσαν.

1. Κώνειον λεῖον μεθ’ ὕδατος κατάπλασσε. ἀψίνθιον
3. τρίψας μεθ’ ὕδατος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἐὰν δὲ
4. ᾖ ἁπαλὸς ὁ χρὼς, μέλιτος βραχὺ ἐπιβαλὼν ἐπιτίθει. ὕσσωπον
5. Κιλίκιον τρίψας μεθ’ ὕδατος ἢ εἰς ῥάκος ἐνδήσας ποίει
6. σφαιρώματα, καὶ ταῦτα εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ
7. ἀποπυρία. βρυωνίας ῥίζαν τρίψας μετὰ μέλιτος ἐπιτίθει. ἢ
8. τετριμμένην κηρωτῇ ἀναλαβὼν ἐπιτίθει. ἅλμην δριμεῖαν ποιήσας
9. καὶ σπόγγους ἐπιβρέχων ἀποπυρία καὶ μετὰ ταῦτα τῆς
10. ῥαφανῖδος τὸν φλοιὸν τρίψας μετὰ μέλιτος καὶ εἰς ῥάκος
11. ἐμπλάσας ἐπιτίθει. ἢ σίνηπι λεῖον κηρωτῇ ἀναλαβὼν καὶ
12. μικρὸν στέατος μοσχείου ἐπιβαλὼν καὶ εἰς ῥάκος ἐμπλάσας
13. ἐπιτίθει. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. χρονίων δὲ
14. ὄντων τῶν ὑπωπίων ἢ καὶ τῶν λεγομένων πελιωμάτων,
15. χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

16. Τορδύλου
17. μέρη δύο, γῆς Σαμίας μέρος ἓν, ὄξει ἀναλαβὼν ἐπιτίθει,
1. μέλιτος ὀλίγον ἀνακόψας, προσέχειν δὲ δεῖ ἐπιμελῶς
2. μή ποτε ἑλκωθῇ ὁ χρώς.

3. ♃ Ὑσσώπου
4. Κιλικίου 𐅻 α΄. θαψίας ῥίζης τὸ ἴσον, λιβανωτοῦ
5. ἀτόμου τὸ ἴσον, κηροῦ Τυῤῥηνικοῦ 𐅻 β΄. ῥητίνης τερμινθίνης
6. 𐅻 α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, εἶτ’ ἐμπλάσας εἰς
7. ὀθόνιον ἐπιτίθει προσέχων μὴ ἑλκωθῇ, καὶ διὰ τοῦτο αἴρειν
8. δεήσει συνεχῶς. ἄλλο. ♃ θαψίας ῥίζης 𐅻 ιβ΄. ἢ τοῦ χυλίσματος
9. 𐅻 στ΄. λιβανωτοῦ ἀτόμου 𐅻 η΄. ἐλλεβόρου λευκοῦ
10. 𐅻 β΄. ἀψινθίου 𐅻 α΄. καὶ κηρωτῆς ῥοδίνης 𐅻 ιστ΄. μαλάξας
11. ἀπόθου καὶ χρῶ, ἐμπλάσσων εἰς ὀθόνιον, αἴρειν δὲ δεῖ
12. συνεχῶς. ἄλλο. ♃ ἄγνου λευκοῦ ὀβολοὺς γ΄. στρουθίου τὸ
13. ἴσον, βαλάνου Αἰγυπτίας τὸ ἴσον, πνεύμονος αἰγείου κεκαυμένου
14. τὸ ἴσον, ἀσπαράγου ῥίζης τὸ ἴσον, βδελλίου τὸ ἴσον,
15. θαψίας χυλοῦ τὸ ἴσον, ὀξυμέλιτι ἀναλαβὼν χρῶ. ♃ ἄγνου
16. λευκοῦ τοῦ καρποῦ 𐅻 γ΄. στρουθίου ῥίζης τὸ ἴσον, νίτρου
17. ἐρυθροῦ τὸ ἴσον, ῥαφάνου χυλοῦ τὸ ἴσον, ὑσσώπου Κιλικίου
18. τὸ ἴσον, ἀλεύρου κυαμίνου τὸ ἴσον, βαλάνου μυρεψικῆς
1. δραχμὰς μ΄. μυρίκης δραχμὰς μ΄. πνεύμονος αἰγείου κεκαυμένου
2. τῆς σποδοῦ 𐅻 μ΄. βολβῶν ἐρυθρῶν δραχμὰς μ΄.
3. θαψίας ῥίζης 𐅻 μ΄. λιβανωτοῦ δραχμὰς ιβ΄. ἀναλάμβανε κηρωτῇ
4. σκευασθείσῃ διὰ ῥοδίνου καὶ χρῶ καθὰ προείρηται.

5. Προσκαταπλάττειν δὲ ἀξιοῖ φλεγμονῆς
7. γενομένης τυρῷ χλωρῷ καὶ ἄρτῳ πυριᾷν. ἢ ♃ κωνείου χυλοῦ
8. ὀβολοὺς β΄. κρόκου 𐅻 β΄. σμύρνης 𐅻 α΄. ἀκακίας 𐅻 α΄.
9. ὀπίου 𐅻 β΄. θαψίας χυλοῦ 𐅻 α΄. κόμμεως 𐅻 α΄. ὕδωρ.
10. τοῦτο μὲν ὁ Ἥρας ἔγραψεν. ἐγὼ δὲ ἐπειράθην καρύου, διὰ
11. χρόνου ἤδη γεγονότος ἐλαιηροῦ, θεραπεύσαντος ἐνίοτε τοὺς
12. αἱμάλωπας. δεῖ δὲ δηλονότι τρίβειν ἐπιμελῶς αὐτὸ καὶ οὕτως
13. ἐπιτιθέναι κατακλίναντα τὸν ἄνθρωπον ὕπτιον, ὅπως
14. προσμείνῃ τὸ φάρμακον ὥραις δύο καὶ γ΄. οὕτω γὰρ ποιήσαντος,
15. εἰ καὶ μετὰ ταῦτα ἀνασταίη, προσμένει μέχρι πολοῦ,
16. καὶ χρὴ δηλονότι τοῦ προτέρου ἀποπεσόντος, ἕτερον.
17. εὐθέως τιθέναι. τοῦ αὐτοῦ Ἥρα πρὸς αἰγίλωπας. ♃ μαλάχης
18. φύλλα μετὰ ἁλῶν καὶ μέλιτος λειώσας ἐπίθες, ἀνασκευάζει
1. αἰγίλωπας. καὶ χόνδρον ἑψήσας ὄξει, ἐπίθες ἀρχομένῳ
2. αἰγίλωπι. ἢ μυρσίνης νεαρωτάτῳ καρπῷ κατάπλασσε,
3. ὅταν ῥευματίζηται. ὡσαύτως δὲ ποιεῖ καὶ ἡ Λημνία
4. ἐπιχριομένη.

Cliquer un n° de page pour en afficher l’image