5. Ὅμοιον ἀποστήματι μικρῷ
6. γίνεταί τι, μεταξὺ τοῦ τε τῆς ῥινὸς ὀστοῦ καὶ τοῦ μεγάλου
7. κατὰ τὸν ὀφθαλμὸν κανθοῦ, καὶ συῤῥήγνυται δὲ πολλάκις
8. εἰς τὸν κανθὸν, ὡς δυσθεράπευτον γενέσθαι φθάνειν. χρὴ
9. οὖν θεραπεύειν αὐτὸ διαφορητικοῖς φαρμάκοις, ὅσα χωρὶς
10. δήξεως ἐνεργεῖ, συμπάσχει τε γὰρ ὁ ὀφθαλμὸς ἐπὶ τοῖς δριμέσιν,
11. οὕτω τε τὸ πεπονθὸς μόριον αὐξάνεται φλεγμαῖνον.
12. οὐ μόνον δὲ διὰ τοῦτο δυσθεράπευτόν ἐστι τὸ πάθος, ἀλλὰ
13. καὶ διότι πολλῶν φαρμάκων ὑγρῶν κατὰ τὴν σύστασιν εἰς
14. πεῖραν ἄγεσθαι δυναμένων οὐκ ἀνέχεται τὸ μέρος. εἰσρεῖν
15. γὰρ ἐξ αὐτῶν εἰς τὸν ὀφθαλμὸν ἀναγκαῖον, οὐ μὴν οὐδὲ
16. προσμεῖναι δύνανται τὰ τοιαῦτα χωρὶς ἐπιδέσεως ἐπιλαμβανούσης
17. ὅλον τὸν ὀφθαλμὸν, ἣν οὐχ οἷόν τε φέρειν ἡμέραις
18. τοσαύταις ὅσον εἰς θεραπείαν χρῄζει τὸ πάθος. διὰ τοῦτο
1. οὖν ὁ μὲν Ἀπολλώνιος οὐδὲν ἔγραψε τῶν πρὸς αἰγίλωπας
2. φαρμάκων· ὁ δ’ Ἀρχιγένης ὀλίγων μνημονεύσας ἐφεξῆς
3. αὐτῶν ἔγραψε τὴν διὰ χειρουργίας αὐτῶν θεραπείαν,
4. καίτοι τῆς πραγματείας οὐ χειρουργικῆς, ἀλλὰ τῶν περὶ τῶν
5. κατὰ γένος φαρμάκων οὔσης. ὅλην οὖν αὐτοῦ παραγράψω
6. τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν.
7. Τοὺς δὲ γινομένους
9. περὶ τοὺς κανθοὺς αἰγίλωπας καταπλάττομεν ὀρόβοις μετὰ
10. μέλιτος, ἢ σποδὸν ἀμπελίνην ὄξει φυράσαντες. καλῶς ποιεῖ
11. καὶ λιβανωτὸς μετὰ περιστερᾶς κόπρου νεαρᾶς καταπλασθεῖσα.
12. ἢ χυλὸν αἰγίλωπος βοτάνης μετὰ μέλιτος ἔγχριε. ἐπὶ
13. δὲ τῶν μήπω συντετρημένων σταφίδα ἀγρίαν καὶ ἀμμωνιακὸν
14. θυμίαμα σὺν μέλιτι ὡς σπλήνιον ἐπίθες. ἢ σχιστὴν μετὰ
15. τερμινθίνης ὡς σπλήνιον ἐπίθες. ἢ λαγωοῦ θαλασσίου αἵματι
16. κροκύδα βάψας ἐντίθει. ἢ μελαντηρίαν λεάνας προσάπτου.
17. εἰ δὲ μηδ’ οὕτως ἀφυγιάζοιντο, διελὼν τὸν κανθὸν
18. καὶ διαστήσας κατατίτρα λεπτῷ τρυπανίῳ συνεχεῖς κατατρήσεις,
1. εἶτα τῇ κεφαλικῇ χρῶ, ἀποστήσονται γὰρ λεπίδες
2. καὶ ὑγιασθήσονται. ἢ καυτήριον ἐπέρειδε, ψιλώσας τὸ ὀστέον,
3. καὶ οὕτω λεπίδες ἀφίστανται καὶ ὑγιάζονται. ἔνιοι δὲ διελόντες
4. τὸν κανθὸν ἐπερείδουσι τῷ ὀστέῳ, καθὸ τέτρηται χωνεῖον
5. λεπτὸν καὶ μόλυβδον τετηκότα ἐγχέοντες καίουσι καὶ
6. ἄριστα οὕτως ὑγιάζουσιν. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν.
7.
8. Ὁ δὲ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐκτός. ♃ ἰλλεκέβρας
9. χυλοῦ λίτρας S". στρύχνου χυλοῦ λίτρας S". λιβάνου 𐅻 η΄.
10. μαστίχης 𐅻 γ΄. χαλβάνης λίτρας S". ἕψε τοὺς χυλοὺς μετὰ
11. τοῦ λιβάνου καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τὴν χαλβάνην, τὴν
12. δὲ μαστίχην παραιτούμεθα. ἄλλο. ♃ λιβάνου 𐅻 η΄. σμύρνης
13. 𐅻 η΄. λαδάνου 𐅻 δ΄. κηροῦ 𐅻 δ΄. σχιστῆς, πιτύας λαγωοῦ
14. ἀνὰ 𐅻 δ΄. ἀφρονίτρου 𐅻 δ΄. κόπτε τὸ φάρμακον καὶ μάλασσε
15. ἰρίνου μύρου ὑποστάθμη.