16. Ὄγκος μικρὸς καὶ
1. σκληρὸς ἐν τῷ κατὰ τὸ πρόσωπον δέρματι γίνεται καλούμενος
2. ἴονθος, ὑπὸ παχέος δηλονότι χυμοῦ συνιστάμενος, ἐνδεικνύμενός
3. τε τὴν ἑαυτοῦ θεραπείαν εὐλόγως ἐσομένην διὰ
4. φαρμάκων μαλαττόντων τε καὶ διαφορούντων. ἡ μὲν γὰρ
5. σκληρότης αὐτοῦ τῶν μαλαττόντων, ὁ δὲ παρὰ φύσιν ὄγκος
6. τῶν διαφορούντων δεῖται. προειρηκότος οὖν ἤδη μου πολλάκις
7. ἔν τε τοῖς ἔμπροσθεν ὑπομνήμασι κᾀν τοῖς περὶ
8. τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, τὰς ὕλας τῶν διαφορούντων
9. τε καὶ μαλαττόντων φαρμάκων, ἡ τῶν κατὰ μέρος
10. σύνθεσις ὑπὸ τῆς πείρας κεκριμένη χρήσιμος ἔσται πρὸς τὸ
11. καλῶς χρῆσθαι τοῖς εἰρημένοις, ἃ μετ’ ὀλίγον εἰρήσεται, διορίσαντός
12. μου πρότερον, ὅσα παραπλήσια τοῖς ἰόνθοις ἐστὶ
13. πάθη, διαφορὰν ἔχοντα κατὰ τι πρὸς αὐτούς.
14. Ἕν τι τοῦτο πάθημα τῶν
15. ἐπὶ τοῦ γενείου γεννωμένων ἐστὶ, διαφέρον τοῦ κατὰ τοὺς
16. ἰόνθους τῷ μὴ μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον αὐτὰ
17. χυμὸν, ἀλλὰ καὶ λεπτότητος ἰχωροειδοῦς μετέχειν, δι’ ἣν
18. καὶ ταχέως ἑλκοῦται μὴ θεραπευόμενον ὡς προσήκει, καὶ
1. διὰ τοῦτο δεῖται ξηραντικωτέρων ἢ κατὰ τοὺς ἰόνθους
2. φαρμάκων.
3.
4. Καὶ τοῦτο τὸ πάθος ἐκ μικτοῦ τινος γίνεται χυμοῦ μεμιγμένων
5. τῶν ἰχωροειδῶν τε καὶ λεπτῶν καὶ δριμέων τοῖς παχέσι,
6. καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ψώραν τε καὶ λέπραν μεταπίπτει,
7. δεόμενον καὶ αὐτὸ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων.
8. ὅταν δ’ εἰς ψώραν ἢ λέπραν μεταπέσῃ, πρὸς τῷ τῶν ξηραινόντων
9. δεῖσθαι φαρμάκων, ἔτι καὶ τῶν ῥυπτόντων χρῄζει.
10. Κοινόν γε
11. τοῦτο τοὔνομα, κατὰ τῶν αὐτομάτως γιγνομένων ἑλκωδῶν
12. τε καὶ τραχέων ἐν τοῖς γενείοις παθημάτων ἐπιφέρουσιν
13. ἔνιοι, καθάπερ γε καὶ ὁ Ἀρχιγένης ξηραντικῶν καὶ αὐτὸ
14. δεόμενον φαρμάκων.
15. Ἐκ παραπλησίων τοῖς ἰόνθοις
16. χυμῶν οἱ δοθιῆνες γίνονται καθ’ ὅλον τὸ σῶμα διττοί πως
17. ὄντες· ἔνιοι μὲν, ὡς ἂν εἴποι τις, ἰονθώδεις, σκληροὶ καὶ δύσπεπτοι,
1. τινὲς δὲ φλεγματώδεις, ἐφ’ ὧν καὶ πυρετοὶ συνίστανται
2. ἐνίοτε καὶ μέγεθος ὁ ὄγκος ἔχει καὶ μεταβολὴν εἰς
3. πῦον, ὅθεν καὶ ἡ θεραπεία τὸ πλεῖστον ἔχει αὐτῶν τῆς
4. φλεγμονῆς.
5. Κρίτων μὲν ἐν τῷ
6. τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι
7. πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις. ♃ μέλιτος Ἀττικοῦ
8. κύαθ. α΄. ἤτοι 𐅻 ιβ΄. ὄξους δριμυτάτου τὸ ἴσον, μίξας ἐπιμελῶς
9. ἐπίχριε τοὺς ἰόνθους τῷ δακτύλῳ ἐπιχρίων καὶ παρατρίβων.
10. ἄλλο. ♃ λιθαργύρου χήμην, ἤτοι 𐅻 γ΄. τερμινθίνης
11. καθαρᾶς κυάμου Αἰγυπτίου μέγεθος. εἶτα βαλὼν ἐλαίου
12. λευκοῦ ὀλίγον, ἔπειτα προαποσμήξας τὸ πρόσωπον λάμβανε
13. τοῦ φαρμάκου βραχὺ τῷ δακτύλῳ, ἔπειτα ἀμφοτέραις ταῖς
14. χερσὶ διατρίψας περιάλειφε τοὺς ἰόνθους τοῦτο καὶ τετανὸν
15. καὶ καθαρὸν διαφυλάττει τὸ πρόσωπον. ἄλλο. ἀμύγδαλα
16. πικρὰ ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς κατάχριε τὸ πρόσωπον.
17. σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερμινθίνῃ καὶ
18. μαλάξας ἐπιτίθει. ἄλλο. κόστον Ἰνδικὸν κόψας καὶ σήσας
1. λεπτοτάτῳ κοσκίνῳ, ἀναλάμβανε αἰγείᾳ χολῇ καὶ ποιήσας
2. κηρωτῆς τὸ πάχος, ἐπίχριε τοὺς ἰόνθους περὶ ἑσπέραν, καὶ
3. πρωῒ ἀναστὰς κέλευε γάλακτι τῷ παθόντι προσκλύζεσθαι
4. τὸ πρόσωπον. ἐγχρονιζόντων δὲ τῶν ἰόνθων χρηστέον ταῖς
5. ὑπογεγραμμέναις σκευασίαις.
6. ♃ Σάπωνος Γαλλικοῦ
7. δραχμὰς δ΄. ἀμμωνιακοῦ θυμιάματος 𐅻 α΄. λιβανωτοῦ 𐅻 α΄.
8. ὕδατι διαλύσας ποίει κηρωτῆς τὸ πάχος, τούτῳ ἐπιχρίσας καὶ
9. διαστήσας ὥραν μίαν, ἀπονίπτεσθαι παραίνει χλιαρῷ. ἄλλο.
10. ♃ νίτρου ἐρυθροῦ, ὑσσώπου, γλήχωνος, ἁλῶν ὀρυκτῶν τὸ
11. ἴσον, κόψας, σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀναλαβὼν κηρωτῇ
12. ῥοδίνῃ χρῶ. ἄλλο. ♃ ὠκίμου σπέρματος, νίτρου ἐρυθροῦ,
13. γλήχωνος χλωροῦ, σχιστῆς, κόστου Ἰνδικοῦ, κόψας, σήσας, ὁμοῦ
14. ἀναλαβὼν στέατι χηνείῳ ἢ ὀρνιθείῳ, ὥστε κηρωτῶδες ἔχειν τὸ
15. πάχος, ἐκ τούτου ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει μέχρι παντελοῦς
16. ἀπαλλαγῆς. ἄλλο. ♃ ἁλῶν ὀπτῶν, γλήχωνος, ὑσσώπου,
17. ἀμμωνιακοῦ θυμιάματος, ῥοῦ βυρσοδεψικοῦ, ἑκάστου τὸ ἴσον,
18. κηρωτῇ ῥοδίνῃ ἀναλαβὼν, ἐπιτίθει μέχρι ἀπαλλαγῆς.
1. ♃ Κόμμεως
3. λευκοῦ, νίτρου ἀφροῦ, λιβανωτοῦ, θείου ἀπύρου, ἑκάστου
4. τὸ ἴσον ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς, ἀνάπλασσε τροχίσκους
5. καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων
6. ἐπίχριε. ὅταν δὲ ξηρανθῇ, ἀπόσμηχε τῇ ὑπογεγραμμένῃ
7. σκευασίᾳ. ♃ σάπωνος Γαλλικοῦ λίτραν μίαν, ἀμμωνιακοῦ
8. θυμιάματος τὸ ἴσον, λιβανωτοῦ γο γ΄. μαστίχης γο γ΄. ἀφρονίτρου
9. γο γ΄. ἕψε σάπωνα καὶ ἀμμωνιακὸν, εἰς ἀγγεῖον κεραμεοῦν
10. ἐμβαλὼν καὶ ὕδατος 𐆅 β΄. καὶ ὅταν διαλυθῇ, ἐπίβαλε
11. τὰ ξηρὰ, κεκομμένα καὶ σεσησμένα λεπτοτάτῳ κοσκίνῳ,
12. ἔπειτα μεταίρων εἰς θυίαν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ
13. εἰς ἀγγεῖον ὑέλινον, ἐπὶ δὲ τῆς χρήσεως μολύνων τὸ πρόσωπον
14. καὶ μικρὸν διαστήσας ἀπονίπτου ὕδατι δαψιλεῖ προανατρίβων
15. μαλακῶς. χρηστέον δὲ τῷ σμήγματι παρ’ ὅλην
16. τὴν ἐπιμέλειαν τῶν ἰόνθων.
17.
18. Ὁ μὲν Κρίτων ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψε
1. περὶ αὐτῶν πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις,
2. ὡς Λεύκιος ὁ καθηγητής. ♃ λιθαργύρου, μίσυος
3. ὠμοῦ τὸ ἴσον τρίψας κατάπλασσε. ἄλλο. ♃ λιβανωτοῦ 𐅻 β΄.
4. λιθαργύρου δραχμὰς δ΄. ἁλῶν ὀρυκτῶν 𐅻 η΄. σανδαράχου
5. δραχμὰς β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ ψιμυθίου 𐅻 δ΄.
6. μίσυος ὠμοῦ 𐅻 δ΄. ἁλῶν ὀρυκτῶν δραχμὰς β΄. σανδαράχης
7. 𐅻 β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ χαλκάνθης δραχμὰς β΄.
8. θείου ἀπύρου 𐅻 β΄. ἰοῦ 𐅻 α΄. νίτρου ἐρυθροῦ δραχμὰς β΄.
9. λείοις κατάπλασσε. ἄλλο. ♃ ἐλατηρίου δραχμὰς δ΄. ἁλῶν
10. ὀρυκτῶν 𐅻 δ΄. χαλκάνθου 𐅻 β΄. μίξας κατάπλασσε, παραπτόμενος
11. πυρῆνι μήλης καθύγρου, ὥστε τὸ φάρμακον προσκαθίσαι.
12. μετὰ δὲ τὴν τοῦ φαρμάκου ἐπίθεσιν χρηστέον λίνου
13. σπέρματι λεανθέντι μεθ’ ὕδατος. καθύγρων δὲ ὄντων τῶν
14. ἑλκῶν, καὶ γὰρ ἀπ’ αὐτῶν ὕδωρ καθαρὸν ἀποῤῥεῖ, ὥσπερ
15. ἀπὸ πηγῆς, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. τροχίσκος
16. πρὸς τὰς ἐπὶ τῶν γενείων συκώδεις ἐπαναστάσεις.
17. ἐχρήσατο Ἀρτεμίδωρος, ἔστι δὲ καὶ παντὸς ὄγκου κατασταλτικὸς,
18. ὃς συμβαίνει ἐπὶ τῶν κακῶς συνουλωκότων,
1. ὥσπερ ἐπὶ τῶν συνεῤῥαμμένων, ἡ δὲ σύνθεσις ἥδε. ♃ λεπίδος
2. χαλκοῦ δραχμὰς δ΄. χαλκάνθου δραχμὰς β΄. σχιστῆς
3. δραχμὰς β΄. κόλλης τεκτονικῆς διαυγοῦς δραχμὰς β΄. τὰ ξηρὰ
4. κόπτεται καὶ σήθεται, ἡ δὲ κόλλα ὄξει βρέχεται καὶ τοῖς λελειωμένοις
5. ἐπιβάλλεται ὑγροῖς καὶ πάλιν λεαίνεται καὶ τροχίσκους
6. ἀναπλάσσομεν, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύοντες
7. ἐπιχρίομεν, καὶ σύριγγας ἐκτυλοῖ.
8. ♃ Στυπτηρίας σχιστῆς, ἰοῦ Κορινθίου,
9. μίλτου σινώπιδος, χαλκίτεως, κόλλης τεκτονικῆς τὸ
10. ἴσον, συντίθει καὶ χρῶ καθὰ προείρηται.
11. Μίλτου σινώπιδος, ἰοῦ
12. Κορινθίου, σχιστῆς, κηκίδος ὀμφακίτιδος, σιδίων ῥοιᾶς τὸ
13. ἴσον, κόμμεως τὸ διπλοῦν, ὄξει ἀναλαβὼν χρῶ ὡς προείρηται.
14. ♃ Λεπίδος χαλκοῦ,
15. μίσυος ὀπτοῦ, ἀρσενικοῦ, ἑκάστου δραχμὰς β΄. διφρυγοῦς
16. 𐅻 γ΄. χαλκοῦ κεκαυμένου 𐅻 δ΄. χαλκίτεως κεκαυμένης
1. 𐅻 δ΄. κόλλης τεκτονικῆς 𐅻 δ΄. ὄξει διαλύσας, ἀνάπλαττε
2. τροχίσκους καὶ χρῶ καθὰ προείρηται.
3. ♃ Χαλκάνθου
4. δραχμὰς β΄. σμύρνης 𐅻 β΄. λιβανωτοῦ δραχμὰς δ΄. σχιστῆς
5. 𐅻 δ΄. σιδίων 𐅻 η΄. κηκίδων δραχμὰς η΄. ἀριστολοχίας δραχμὰς
6. η΄. οἴνῳ αὐστηρῷ ἀναλαβὼν χρῶ καθὰ προείρηται.
7. Ἐφεξῆς
8. τούτων, ὁ Κρίτων ἔγραψε πρὸς τοὺς ἐπὶ τῶν γενείων
9. λειχῆνας ὧδέ πως. πρὸς δὲ τοὺς ἐπὶ τῶν γενείων λειχῆνας
10. πάθος ἀηδέστατον, καὶ γὰρ κνησμοὺς ἐπιφέρει καὶ περίστασιν
11. τῶν πεπονθότων καὶ κίνδυνον οὐκ ὀλίγον, ἕρπει γὰρ
12. ἔστιν ὅτε καθ’ ὅλου τοῦ προσώπου, καὶ ὀφθαλμῶν ἅπτεται
13. καὶ σχεδὸν τῆς ἀνωτάτω δυσμορφίας ἐστὶν αἴτιον, καὶ
14. διὰ τοῦτο χρηστέον ἂν εἴη ἐπιμελέστερον τῇ θεραπείᾳ, ἐφορῶντα
15. τοὺς παροξυσμοὺς καὶ τὰ διαλείμματα καὶ συγκρίνοντα
16. ἀπὸ τῶν κεχρονισμένων τὰ νεοσύστατα, ἐφ’ ὧν ἁρμόσει
17. χρῆσθαι τοῖς ξηραίνουσι φαρμάκοις. ὅταν δ’ εἰς ψώραν
1. ἢ λέπραν μεταπέσῃ, πρὸς τοῖς ξηραίνουσι χρῆσθαι καὶ τοῖς
2. ῥύπτουσιν, ἔπειτα δὲ καὶ ταῖς ὑπογεγραμμέναις σκευασίαις.
3. Πυροὺς
5. πολλοὺς λαμβάνων, ἐπιτίθει ἐπί τινος ἄκμονος, εἶτα πλάτυσμα
6. χαλκοῦν πυρώσας ἐπιτίθει τοῖς πυροῖς καὶ τὸ ἀνιέμενον ἐξ
7. αὐτῶν ὑγρὸν ἔτι θερμὸν ἀνελὼν ἐπίχριε τοὺς λειχῆνας.
8. τούτῳ μόνῳ πολλοὺς θεραπευθέντας ἱστορήσαμεν. ἄλλο.
9. μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν ὄντα καθαρίσας συλλέγων,
10. κόψας τὸν χυλὸν ἀπόθου καὶ τούτῳ συνεχῶς ἐπίχριε.
11. ἄλλο. ἀνδράχνης χυλὸν κατάχριε συνεχῶς. ἄλλο. ἐλαίας Αἰθιοπικῆς
12. δάκρυον τρίψας μεθ’ ὕδατος καὶ στύρακος ὀλίγον
13. ἐπιβαλὼν καὶ μίξας ἐπιτίθει. ἄλλο. πτελέας δάκρυον. ὕδατι
14. διαλύων ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν λειχήνων χρηστέον
15. ταῖς ὑπογεγραμμέναις σκευασίαις πρὸς τοὺς ἐγχρονίζοντας.
16. ἀσφοδέλου ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας ἐπίχριε. ἄγνου
17. τὰ φύλλα τρίψας ὄξος ἐπιβαλὼν ὀλίγον κατάπλασσε. καππάρεως
18. τὰ φύλλα τρίψας μετ’ ὄξους ἐπιτίθει. λαπάθου ἡμέρου
19. τὸν φλοιὸν τῆς ῥίζης μετ’ ὄξους λεάνας κατάπλασσε προεκνιτρώσας.
1. χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας
2. κατάπλασσε. πρὸς δὲ τὴν τῶν λειχήνων ἐπιμέλειαν, ἐπεὶ τὰ
3. κατὰ μέρος πολλά ἐστι καὶ ποικίλα, ἐν μέρει περὶ ἑκάστου
4. ἐρῶ, ἄρξομαι δὲ ἀπὸ σῶν λεγομένων τροχίσκων.
5. ♃ Κόλλης τεκτονικῆς 𐅻 δ΄.
6. ἐν ἄλλῳ δραχμὰς β΄. θείου ἀπύρου 𐅻 β΄. χαμαιλέοντος δραχμὰς
7. δ΄. λιβανωτοῦ 𐅻 β΄. ὄξους κοτύλης S". ἡ κόλλα ὄξει
8. διαλύεται, εἶτα ἐπιβάλλεται τοῖς ξηροῖς. ἐπὶ δὲ τῆς χρήσεως
9. ὄξει διαλύων, ὅσον ἐξαρκεῖ θερμαίνων ἐπιτίθει. ἐν ἄλλοις
10. ἴσα ἔχει. ἄλλος. ♃ χαμαιλέοντος, θείου ἀπύρου ἀνὰ 𐅻 δ΄.
11. ἐλαίας Αἰθιοπικῆς δακρύου δραχμὰς β΄. λιβανωτοῦ δραχμὴν
12. μίαν, ὄξους ὅσον ἐξαρκεῖ. παρ’ ἄλλοις. ♃ ἀλκυονίου
13. 𐅻 β΄. χαμαιλέοντος μέλανος δραχμὰς δ΄. πυρέθρου 𐅻 β΄.
14. θείου ἀπύρου δραχμὰς δ΄. λιβανωτοῦ 𐅻 δ΄. ταυροκόλλης δραχμὰς
15. δ΄. ὄξους δριμυτάτου κοτύλας δ΄. ἄλλος. ♃ ἐλαίας Αἰθιοπικῆς
16. δραχμὰς δ΄. θείου ἀπύρου 𐅻 δ΄. ἀλκυονίου 𐅻 η΄.
17. ἀφρονίτρου δραχμὰς η΄. ἄλικος ἐν ὄξει ἑψημένου 𐅻 η΄. τὸ
18. αὔταρκες ὄξους. ἄλλος. ♃ ἀλκυονίου κεκαυμένου 𐅻 β΄.
1. χαμαιλέοντος μέλανος 𐅻 δ΄. ἀσφοδέλου ῥίζης 𐅻 δ΄. θείου
2. ἀπύρου· 𐅻 β΄. λιβανωτοῦ 𐅻 β΄. πυρέθρου 𐅻 β΄. νίτρου
3. ἀφροῦ 𐅻 β΄. ταυροκόλλης 𐅻 δ΄. ὄξους τὸ αὔταρκες. ἐπιτεινομένης
4. δὲ τῆς διαθέσεως καὶ τυλώδους γενομένης, χρηστέον
5. ταῖς ὑπογεγραμμέναις σκευασίαις. ὑγρὰ πρὸς λειχῆνας διαθέσεις.
6. ♃ μίσους ξενικοῦ, λιβάνου; σμύρνης σχιστῆς, ἑκάστου
7. 𐅻 η΄. ἀλόης, θείου ἀπύρου ἀνὰ 𐅻 δ΄. ἀναλάμβανε γλυκεῖ,
8. ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, καὶ δὶς ἢ τρὶς τῆς ἡμέρας προαποσμήχων
9. ἐπίχριε καὶ ἔξωθεν ἐπιτίθει φυλακῆς χάριν τοῦ
10. φαρμάκου, κύστεως ὑμένα ἢ ὠοῦ τῶν λεπύρων ἢ χλωρῶν
11. φύλλων ὅσον ἐξαρκεῖ. ἄλλο. ♃ μίσυος 𐅻 δ΄. ἀκακίας 𐅻 β΄
12. λεπίδος χαλκῆς 𐅻 δ΄. θείου ἀπύρου 𐅻 στ΄. χαλκίτεως 𐅻 η΄.
13. κόμμεως 𐅻 η΄. ὄξους ὅσον ἐξαρκεῖ. ὅταν δὲ διαλυθῇ, ἀμόργην
14. ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελόμενος χρῶ, ὡς
15. προείρηται. ἄλλο. ♃ θείου ἀπύρου, λιβάνου, σμύρνης, χαλκάνθου,
16. μίσυος ὠμοῦ ἑκάστου 𐅻 β΄. κόμμεως 𐅻 δ΄. ὄξει
17. διαλύσας καὶ κεδρίνῳ ἐλαίῳ ὅσον ἐξαρκεῖ χρῶ ὁμοίως.
1. ♃ Χαλκίτεως ὠμῆς, μίσυος ὠμοῦ,
2. σμύρνης Ἀμιναίας, θείου ἀπύρου τὸ ἴσον, κόμμεως τὸ διπλοῦν,
3. ὄξει διαλύσας, ἀναλάμβανε κεδρίνῳ ἐλαίῳ· δεῖ δὲ τὸ
4. κέδρινον πρότερον ἕψειν, ὡς μέλιτος ἔχειν πάχος. ἄλλο Διοδώρον.
5. ♃ δάκρυον Αἰθιοπικῆς ἐλαίας 𐅻 η΄. κόμμεως 𐅻 μ΄.
6. χαλκάνθου δραχμὰς ιστ΄. θείου ἀπύρου 𐅻 ι΄. λιβάνου 𐅻 ι΄.
7. ἰοῦ 𐅻 ι΄. ἀκακίας 𐅻 ι΄. σμύρνης Ἀμιναίας 𐅻 ι΄. ὄξους τὸ
8. αὔταρκες, καὶ ὅταν διαλυθῇ καὶ λειότατον γένηται, ἕκαστον
9. αὐτῶν ἀναλάμβανε συνεστραμμένῃ ἀμόργῃ καὶ ἀνελόμενος
10. χρῶ, συναπτέον δὲ τούτοις καὶ ἄλλας σκευασίας.
11. ♃ Χαλκάνθου, τήλεως ἀληλεσμένης,
13. καρδαμώμου ἀνὰ δραχμὰς β΄. μελανθίου δραχμὴν μίαν S".
14. συκῆς ἡμέρου φύλλων δραχμὴν μίαν S". ὄξους δριμέος τὸ
15. ἱκανὸν, λεῖα ποιήσας μίξον ὥστε μέλιτος ἔχειν τὸ πάχος,
16. εἶτα ἕψε, καὶ ὅταν μέλαν γένηται καὶ συνεστραμμένον, αἴρων
17. ἐπίχριε προαπονίπτων αὐτούς.
1. ♃ Ἀλφίτων δραχμὰς η΄. ταυροκόλλης
3. δραχμὰς στ΄. χαλκάνθου δραχμὰς δ΄. χαλκίτεως δραχμὰς δ΄.
4. θείου ἀπύρου δραχμὰς δ΄. ἀφρονίτρου δραχμὰς στ΄.
5. ἀλκυονίου δραχμὰς δ΄. σμύρνης Ἀμιναίας 𐅻 β΄. ὄξους κοτύλας
6. γ΄. Διονυσίου συμμαθητοῦ, ὥστε δίχα ἑλκώσεως ἀπαλλάττειν.
7. ♃ ἀλεύρου κριθίνου 𐆅 α΄. χαλκάνθου γο α΄. λαπάθου
8. ἀγρίου τῶν ῥιζῶν τῶν φλοιῶν δραχμὴν μίαν. θείου
9. ἀπύρου 𐅻α΄. σμύρνης γο α S". κόμμεως γο α΄. ὄξους κοτύλας
10. στ΄. ἕψε λαπάθου ῥίζαν. ὅταν δὲ διαλυθῇ, ἐξελὼν τρῖβε,
11. τὸ δὲ κρίθινον λαβὼν εἰς τὸ λειπόμενον ὑγρὸν ἕψε, καὶ
12. ὅταν εὖ ἔχῃ, ἐπίβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος χρῶ.
13. ♃ Ἄλικος ἀληλεσμένου 𐆅 στ΄.
14. θείου ἀπύρου 𐅻 ιστ΄. μίσυος ξενικοῦ δραχμὰς ιστ΄. χαλκίτεως
15. 𐅻 ιστ΄. κιμωλίας δραχμὰς ιστ΄. ἀφρονίτρου 𐅻 η΄. ἀλκυονίου
16. δραχμὰς η΄. σχιστῆς δραχμὰς η΄. ἀσφοδέλου ῥίζης
17. 𐅻 η΄. σμύρνης δραχμὰς η΄. λιβάνου δραχμὰς η΄. ἐλαίας
1. δακρύου 𐅻 η΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. ὄξους
2. κοτύλας γ΄. ἕψε ἀλκυόνιον ἀσφόδελον ὄξος, ὅταν δὲ εἰς ἥμισυ
3. καταντλήσῃ, διύλιζε. ἐκ δὲ τοῦ διυλίσματος ἀνάλυε ἀμμωνιακὸν
4. καὶ σμύρναν, λίβανον, ἐλαίας δάκρυον, εἶτα τρίβεται,
5. εἶτα ἐπιβάλλεται τούτοις τὰ ξηρά. τὸν δὲ ἅλικα ἕψε ἐν τῷ
6. ὑπολειφθέντι ὑγρῷ, καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τοῖς λοιποῖς
7. καὶ τρῖβε ὁμοῦ καὶ χρῶ. ἐν ἄλλαις συναγωγαῖς ἔχει οὕτω.
8. ♃ θείου ἀπύρου, μίσυος ξενικοῦ, χαλκίτιδος, ἑκάστου 𐅻 ιστ΄.
9. νίτρου σχιστοῦ, ἀλκυονίου, ἀσφοδέλου ῥίζης, λιβανωτοῦ,
10. ἐλαίας δακρύου, κιμωλίας γῆς, ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου
11. ἀνὰ 𐅻 η΄. ὄξους 𐆂ο α΄. ἄλλη σφόδρα ἐνεργής. ♃ ὄξους
12. δριμυτάτου 𐆅 στ΄. ἀλεύρου κριθίνου 𐆅 β΄. μάννης 𐆅 α΄.
13. λαπάθου ἀγρίου ῥίζης δραχμὰς η΄. ἐλλεβόρου λευκοῦ 𐅻 ι΄.
14. ἀλκυονίου δραχμὰς ιε΄. καρδαμώμου 𐅻 α΄. κιμωλίας γῆς 𐅻 η΄.
15. ταυροκόλλης δραχμὰς ιστ΄. ἀφρονίτρου 𐅻 ιστ΄. ἁλικακάβου
16. δέσμιον χειροπληθὲς τῶν ἀκρεμόνων χλωρῶν συντίθει. ἐπεὶ
17. δὲ οἱ πολλοὶ τὰς μὲν τῶν ἐπιχριομένων φαρμάκων δυνάμεις
1. παραιτοῦνται, αἱροῦνται δὲ μᾶλλον τὰς τῶν ἐμπλάστρων
2. ἐπιθέσεις, αἵτινες οὔθ’ ἱδρώτων ἐπιγενομένων περιῤῥέουσιν
3. οὔτε ξηραινόμεναι περιτείνουσι τὸν χρῶτα, συναπτέον ἂν
4. εἴη καὶ τὰς τοιαύτας σκευασίας.
5.
6. ♃ Κηροῦ, πίσσης ἑφθῆς, λιβανωτοῦ, τερμινθίνης,
7. θείου ἀπύρου, ἑκάστου ἀνὰ λίτραν S". τὰ τηκτὰ κατὰ τῶν
8. ξηρῶν. ἄλλο. ♃ λιβάνου 𐅻 η΄. στυπτηρίας 𐅻 η΄. χαλκάνθου
9. 𐅻 η΄. θείου ἀπύρου δραχμὰς δ΄. ταυροκόλλης 𐅻 δ΄. χαμαιλέοντος
10. ῥίζης δραχμὰς δ΄. κηροῦ 𐅻 η΄. πίσσης ὠμῆς κοτύλας
11. β΄. ἕψε πίσσαν, ταυροκόλλαν, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε
12. κηρὸν, καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ.
13. ♃ Μάννης λιβάνου,
15. πίσσης ἀνὰ 𐅻 η΄. ἀσφάλτου 𐅻 η΄. κηροῦ δραχμὰς η΄.
16. πιτυΐνης 𐅻 η΄. θείου ἀπύρου δραχμὰς η΄. ἐλαίου Κυπρίνου
1. ὀλίγον, ἕψε, ὡς προείρηται, καὶ ἀνελόμενος χρῶ καὶ ἔμπλασσε
2. εἰς ὀθόνιον ἢ δέρμα λεπτόν.
3. ♃ Πίσσης βρυτίας
4. ὑγρᾶς 𐆅 α΄. μάννης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄.
5. θερμίνου ἀλεύρου λίτραν α΄. συντίθει κατὰ τρόπον, εἶτα
6. ἐπίβαλλε χαλβάνης· γο β΄. ἔστι δὲ τῶν ἄγαν σπουδαίων. ἐν
7. ἄλλαις γραφαῖς οὐκ ἔχει τὸ ἄλευρον, οὐδὲ τὴν χαλβάνην.
8. ♃ Χαλκίτεως ὀπτῆς, χρυσοκόλλης,
11. μίσυος ὀπτοῦ, λεπίδος χαλκοῦ, διφρυγοῦς, ἁλὸς ἀμμωνιακοῦ,
12. γῆς Ἐρετριάδος, ἑκάστου ἀνὰ 𐅻 δ΄. θείου ἀπύρου 𐅻 ιβ΄.
13. χαλκάνθου, λίθου Ἀσίου τὸ ἄνθος, χαλκοῦ κεκαυμένου ἀνὰ
14. 𐅻 στ΄. σώρεος 𐅻 ε΄. στυπτηρίας ὑγρᾶς 𐅻 δ΄. ἅπαντα ταῦτα
15. λεάνας, εἶτα ἐπιβάλλων κοτύλας ιβ΄. ὄξους, τρῖβε ἐπιμελῶς
16. ἐν ἡλίῳ, ἐν ταῖς ὑπὸ κύνα ἡμέραις ε΄. ἕως ἂν ξηρανθῇ τὸ
17. φάρμακον. σκευαζέσθω δὲ ἐν ἄλλῃ θυείᾳ λιβανωτοῦ γο α΄.
18. σμύρνης γο β΄. ἀλόης γο α΄. λαδάνου γο γ΄. ὀποπάνακος γο γ΄.
1. ὄξει διαλυθέντα, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ ὅταν εὖ ἔχῃ,
2. ἐπίβαλε τοῖς ἐν ἡλίῳ λεανθεῖσι καὶ πάλιν τρῖβε, καὶ τούτοις
3. ἐπίβαλε κεκομμένης καὶ σεσησμένης λεπτοτάτῳ κοσκίνῳ
4. ἀριστολοχίας στρογγύλης καὶ μακρᾶς ἀνὰ 𐅻 α΄. ὅταν δὲ ἤδη
5. ἐμπλαστρώδη τὰ τριβόμενα γένηται, ἐπίβαλε τὰ τηκτὰ, τήξας
6. πρότερον καὶ ψύξας. ἔστι δὲ ταῦτα. ♃ κηροῦ 𐅻 ρι΄. τερμινθίνης
7. 𐅻 κ΄. χαλβάνης 𐅻 θ΄. ἐλαίου κοτύλην α΄. καὶ μαλάξας
8. ἐπιμελῶς ἀνελόμενος χρῶ. κείμενον δὲ τὸ φάρμακον
9. διπρόσωπον γίνεται. τῆς δὲ διαθέσεως ἐμμόνου γενομένης
10. καὶ πρὸς τὴν τῶν φαρμάκων ἐπίθεσιν ἀντιβαινούσης χρηστέον
11. τοῖς λεγομένοις ἐκδορίοις, καὶ γὰρ ἀφιστᾶσι τὴν ἐπιφάνειαν
12. ἐκ προχείρου.
13. Ἐκδόριον λειχήνων. ταύτῃ Πάμφιλος
14. χρησάμενος ἐπὶ Ῥώμης πλεῖστον ἐπορίσατο ἐπικρατούσης
15. ἐν τῇ πόλει τῆς μεντάγρας λεγομένης. ♃ λεπίδος χαλκῆς
16. 𐅻 στ΄. ἀρσενικοῦ 𐅻 δ΄. σανδαράχης 𐅻 δ΄. χαλκοῦ κεκαυμένου
17. 𐅻 α΄ S". ἐλλεβόρου λευκοῦ 𐅻 α΄ S". κανθαρίδων κοιλιδίων
18. 𐅻 α΄ S". ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας
1. ἀναλάμβανε κεδρίᾳ, καὶ γλοιοῦ ποιήσας τὸ πάχος κατάθου
2. εἰς πυξίδα Κυπρίου χαλκοῦ. ἐπὶ δὲ τῆς χρήσεως νίτρῳ καὶ
3. ὄξει βραχεῖ ἀποσμήχων τὰς λειχῆνας ἐπίχριε, σπαθομήλῃ χρώμενος
4. καὶ παρατρίβων, ἔπειτα ἀποσμήξας ἀπόξυε καὶ πάλιν
5. ἐπιτίθει τὸ φάρμακον. ἔπειτα δὶς καὶ τρὶς τοῦτο ποιήσας.
6. ὥστε κούφως ἀποξύειν, πάλιν ἐπιτιθέναι πειρῶ σκεπάζων
7. τοὺς ἐπιχρισθέντας τόπους ὑμένι κύστεως βοείας ἢ ἑτέρου
8. τινὸς ζώου, καὶ γὰρ τὸ φάρμακον ἀδιάῤῥευστον φυλάττει καὶ
9. κοῦφόν ἐστι. μετὰ δὲ τὴν τοῦ ὑμένος ἀφαίρεσιν ἐπιθέσει
10. ταινιδίου κούφως ἐπιδήσας ἔα. καλὸν μὲν διανυκτερεύειν· εἰ
11. δὲ μή γε, μέχρις ὡρῶν τινων, ἕως φλυκταίνας γενέσθαι ἰχῶρας
12. περιεχούσας παχεῖς καὶ κολλώδεις, εἶτα λούεσθαι παραινοῦμεν
13. καὶ παρατείνειν ἐν τῷ βαλανείῳ. καὶ γὰρ τοῦτο συνεργεῖ
14. τῇ τοιαύτῃ θεραπείᾳ, ἔστω δὲ θερμὸν τὸ βαλανεῖον.
15. εἰ δέ τι κωλύει βαλανείῳ χρῆσθαι, ἀποπυριατέον θερμῷ
16. ὕδατι πολλῷ, εἶτα περιμάττειν χρὴ καὶ καταπλάττειν ἄρτῳ
17. φυραθέντι ὑδρομέλιτι. ῥυπαρῶν δὲ γενομένων τῆς χλωρᾶς
18. ἐπιτίθει σπλήνιον, προσλαβὼν ὀλίγον τοῦ ἐκδορίου. ἰχώρων
1. δὲ ἐκκρινομένων καὶ μηδεμιᾶς ἐπικειμένης ἐφελκίδος, ἐπιτίθει
2. λευκὸν σπλήνιον, καὶ ταύτῃ χρῶ τῇ θεραπείᾳ μέχρι παντελοῦς
3. ἀπουλώσεως, ἀποπυριῶν τε καθ’ ἑκάστην ἡμέραν καὶ
4. νεαρῷ χρώμενος σπληνίῳ. μετὰ δὲ τὴν παντελῆ ἀπούλωσιν
5. ὑπολειπομένης τινὸς ὑποψίας, χρηστέον ταῖς αὐταῖς ἀγωγαῖς.
6. πρὸ δὲ τῆς τῶν ἐκδορίων ἐπιθέσεως περιλαμβάνειν
7. δεῖ τὰ ἔξωθεν τοῦ λειχῆνος φαρμάκου ἀφλεγμάντου σπληνίῳ,
8. προσχαριζόμενον τῇ ἐξωτάτῳ γραμμῇ τοῦ λειχῆνος μικρόν
9. τι τῶν ἀπαθῶν σωμάτων. αὕτη κοινὴ ἐπιμέλεια τῆς
10. μεντάγρας.
11. ♃ Λεπίδος χαλκοῦ 𐅻 στ΄. χαλκάνθου
12. 𐅻 δ΄. κανθαρίδων 𐅻 α΄ S". ἐλλεβόρου λευκοῦ 𐅻
13. α΄ S". σανδαράχης 𐅻 α΄. κεδρίᾳ ἀναλάμβανε.
14. Ἐπίχριε δὲ τὰς μὲν ἀλωπεκίας ἐν ἡλίῳ ἢ παρὰ
17. πυρί. φλυκταίνης δὲ γενομένης βελόνῃ χρὴ διακεντεῖν, ὑγροῦ
1. δὲ ἐκκριθέντος κηρωταῖς ἀποθεραπεύειν. μετὰ δὲ τὴν ἀπούλωσιν
2. ἐκφύουσιν αἱ τρίχες. καὶ ταῦτά μὲν ἐπὶ τῶν ἀλωπεκίων.
3. ἐπὶ δὲ τῶν λειχήνων χρηστέον καθὰ προείρηται, τὸ δὲ
4. φάρμακον ἔχει οὕτως. ♃ σανδαράχης. 𐅻 β΄. ἀρσενικοῦ 𐅻 β΄.
5. λεπίδος χαλκοῦ 𐅻 β΄. ἐλλεβόρου μέλανος 𐅻 α΄. ἐλατηρίου
6. 𐅻 α΄. κανθαρίδος τῆς κοιλίας 𐅻 α΄. ἀναλάμβανε κεδρίᾳ.
7. ἄλλο. ♃ κανθαρίδων 𐅻 α΄ S". ἐλλεβόρου λευκοῦ 𐅻 α΄ S".
8. ἀρσενικοῦ 𐅻 β΄. λεπίδος χαλκοῦ τὸ ἴσον, χαλκάνθου 𐅻 α΄.
9. σκαμμωνίας 𐅻 β΄. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. ♃ ἀρσενικοῦ
10. κεκαυμένου 𐅻 β΄. λεπίδος Κυπρίας 𐅻 στ΄. χρυσοκόλλης 𐅻 α΄.
11. χαλκάνθου 𐅻 α΄. ἐλλεβόρου μέλανος 𐅻 α΄. σχιστῆς 𐅻 α΄.
12. θαψίας χυλοῦ 𐅻 α΄. σκαμμωνίας 𐅻 α΄. κανθαρίδων 𐅻 α΄.
13. κεδρίας τὸ αὔταρκες.
14. Μετὰ δὲ τὴν ἐκδορίων
15. χρῆσιν ἔμπλαστρα χλωρὰ καὶ λευκὰ ἐπιτιθέναι δεῖ. εὔλογον
16. δ’ ἂν εἴη καὶ τὰς τούτων σκευασίας ἀναγράφειν.
17. ♃ Κηροῦ λίτραν
1. α΄. ἰοῦ ξυστοῦ γο στ΄. φρυκτοῦ λίτρας β΄. ἐλαίου κυάθους
2. δ΄. ὄξους δριμυτάτου ὅσον ἐξαρκεῖ, τὸν ἰὸν χρὴ μετ’
3. ὄξους τρίβειν ἐν ἡλίῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται,
4. ἔπειτα ἀναξύεται καὶ τοῖς ὑγροῖς ἐπιβάλλεται.
5. ♃ Κηροῦ λίτρας β΄. φρυκτοῦ
6. λίτραν α΄. ἰοῦ ξυστοῦ γο δ΄. ἐλαίου, θέρους κυάθους δ΄. χειμῶνος
7. κυάθους στ΄. ὄξους ὅσον ἐξαρκεῖ.
8. ♃ Ἰοῦ 𐅻 β΄. μάννης 𐅻 δ΄. στέατος
9. μοσχείου 𐅻 ιβ΄. χαλβάνης 𐅻 γ΄. κηροῦ 𐅻 π΄. ῥητίνης
10. 𐅻 κ΄. ὄξους τὸ ἀρκοῦν.
11. ♃ Χαλκοῦ
12. κεκαυμένου γο δ΄. στυπτηρίας στρογγύλης γο β΄. ἰοῦ ξυστοῦ
13. γο β΄. ἁλὸς ἀμμωνιακοῦ γο β΄. μάννης γο β΄. κηροῦ λίτρας β΄.
14. φρυκτῆς λίτρας β΄. ἐλαίου γο ι΄. ὄξους τὸ ἀρκοῦν.
15. ♃ Κηροῦ 𐅻 ρ΄. κολοφωνίας 𐅻 σ΄.
17. λεπίδος Κυπρίας 𐅻 ιβ΄. στυπτηρίας στρογγύλης 𐅻 ιβ΄. ἰοῦ
1. 𐅻 ιβ΄. μάννης 𐅻 ιβ΄. χαλβάνης 𐅻 ιβ΄. ἐλαίου κοτύλην μίαν,
2. ὄξους τὸ ἀρκοῦν. συναπτέον δὲ τούτοις καὶ τὰς τῶν λευκῶν
3. σκευασίας, καὶ γὰρ ταύταις χρηστέον ἐστὶ μετὰ τὰς χλωρὰς,
4. καθαρῶν γενομένων τῶν περὶ τὴν ἐκδοράν. καὶ γὰρ
5. φροντιστέον, ὥστε χωρὶς τύλου ἀπουλοῦσθαι, καὶ διὰ τοῦτο
6. χρηστέον τοῖς τοιούτοις φαρμάκοις, ἅτινα πολλὴν εὐάφειαν
7. πιφέρει.
8. ♃
10. Λιθαργύρου λίτραν α΄. κηροῦ Τυῤῥηνικοῦ λίτραν α΄. ἐλαίου
11. 𐆅 α΄. ψιμυθίου λίτραν μίαν, ὕδατος 𐆅 α΄. τρῖβε λιθάργυρον,
12. ψιμύθιον καὶ τὸ ὕδωρ, καὶ ὅταν λειότερα γένηται,
13. ἐπίβαλλε κατὰ μικρὸν τὸ ἔλαιον καὶ τρῖβε συνεχῶς, καὶ ὅταν
14. ἑνωθῇ, μετέρα εἰς ἀγγεῖον κεραμοῦν καὶ ἐπιτίθει ἐπὶ τὸ πῦρ
15. συνεχῶς κινῶν. ὅταν δὲ τὸ ὕδωρ ἀναποθῇ, ἐπίβαλλε τὸν κηρὸν
16. καταπλάσας, καὶ ὅταν διαλυθῇ, εἰς θυείαν μετεράσας
17. καὶ μαλάξας ἀνελόμενος χρῶ.
18. ♃ Λιθαργύρου
2. 𐅻 κε΄. ψιμυθίου 𐅻 κε΄. μολυβδαίνης 𐅻 κε΄. κηροῦ
3. 𐅻 ιστ΄. τερμινθίνης 𐅻 ιστ΄. ἐλαίου 𐆂ο α΄. ὕδατος τὸ ἴσον,
4. συντίθει καθὰ προείρηται.
5. ♃ Ψιμυθίου λίτρας β΄. κηροῦ
6. λίτραν α΄. τερμινθίνης γο α΄. λιθαργύρου λίτραν α΄. ἐλαίου
7. λίτρας γ΄. ὕδατος 𐆅 β΄. συντίθει.
8. ♃ Λιθαργύρου
10. πεφωγμένου 𐅻 β΄. μυελοῦ ἐλαφείου 𐅻 ιστ΄. ψιμυθίου
11. πεφωγμένου 𐅻 ιβ΄. κηροῦ 𐅻 η΄. τερμινθίνης 𐅻 η΄. λιβανωτοῦ
12. 𐅻 η΄. ἐλαίου 𐆂ο δ΄. συντίθει κατὰ τρόπον.
13. ♃ Λιθαργύρου
14. 𐅻 ρ΄. ψιμυθίου 𐅻 ρ΄. κηροῦ 𐅻 ν΄. τερμινθίνης 𐅻 κε΄. μάννης
15. 𐅻 ιστ΄. σχιστῆς 𐅻 μ΄. ἐλαίου 𐆂ο β΄. S". συντίθει καὶ
16. ἀνελόμενος χρῶ. ἐπιτριβομένων δὲ τῶν λειχήνων ὑφ’ ἧς δηποτοῦν
17. φαρμακείας, μάλιστα δὲ ἐπὶ τῶν ἐκδορῶν χρηστέον
18. τοῖς ὑπογεγραμμένοις.
1.
2. ♃ Πίσσης βρυτίας διαυγοῦς ξηρᾶς, ἐξαιρέτου 𐅻 β΄ S". πιτυΐνης
3. διαυγοῦς λίτραν α΄. καὶ γο γ΄. κηροῦ Ποντικοῦ τὸ
4. ἴσον, χαλβάνης γο γ΄. ὄξους 𐆂ο α΄. τὰ τηκτὰ ἕψε λαμπροτέρῳ
5. πυρὶ, μέχρις ἀμολύντου, εἶτα ἐπίβαλλε τὴν χαλβάνην,
6. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίῤῥιπτε κατὰ μικρὸν
7. τὸ ὄξος καὶ κίνει συνεχῶς προσέχων μὴ ἀναζέσῃ, καὶ
8. ὅταν δαπανήσῃς τὸ ὄξος, μετέρα τὸ φάρμακον εἰς θύειαν
9. μεγάλην καὶ τρῖβε φιλοπόνως, ὥστε ἔχειν μήλινον τὸ χρῶμα,
10. εἶτα ἀποθέμενος εἰς δέρμα λευκὸν ἐστυμμένον φύλαττε. ἐπὶ δὲ
11. τῆς χρήσεως, ἐμπλάσας εἰς δέρματα ὅσον ἐξαρκεῖ σκεπάσαι
12. τοὺς πεπονθότας τόπους, ἐπιτίθει καὶ λύων διὰ τρίτης νεαρὸν
13. ἐπιτίθει μέχρις ἡμερῶν ιβ΄. ὡς τέσσαρας εἶναι τὰς ἐπιλύσεις.
14. ἀφίστησι λεπίδας τὸ φάρμακον καὶ λεπτύνει τὰ σώματα
15. καὶ στερεὰ ποιεῖ πρὸς τὰς ἐπιτηδείας ἐκδοράς.
16. Τὰ δὲ ἐπὶ τοῦ γενείου
2. ἐξανθήματα, μύρτα, σίδια, λιθάργυρον, χαλκοῦ ἄνθος, ἴσα
3. σὺν οἴνῳ περίχριε. ἐπὶ δὲ τῶν συκωδῶν τῶν ἐπὶ τοῦ γενείου,
4. λεγομένων δὲ μανταγρῶν, ὑπὸ δέ τινων λειχήνων ἀγρίων,
5. ποιεῖ μὲν καὶ τὰ εὐτονώτερα τῶν πρὸς λειχῆνας, ἔτι
6. δὲ καὶ ψώρας καὶ λέπρας ἀναγραφησομένων, θαυμαστῶς δὲ
7. συμπεφώνηκεν αὕτη. ♃ χαλκάνθου 𐅻 α΄. ἐλλεβόρου μέλανος
8. 𐅻 α΄. ἀρσενικοῦ 𐅻 α΄. κανθαρίδων κοιλίας 𐅻 β΄. ἔνιοι δὲ
9. καὶ τριώβολον, λείοις χρῶ μετ’ ἐλαίου ἢ κεδρίας. ἢ ῥοδίνου
10. προσμήχων τὸν τόπον. γίνονται φλύκταιναι, ταύτας ῥήσσων
11. πυρῆνι μήλης ἐπιλέαινε, ὥστε παρεισέρχεσθαι τοῦ φαρμάκου
12. καὶ δάκνειν, εἶτα μετὰ ὥραν πυριάσας κηρωτὴν ῥοδίνην ἐπίῤῥιπτε.
13. τοῦτο μέχρι κατουλώσεως ποιεῖ. ἐὰν δὲ τὸ πρῶτον
14. μὴ κρατῇ, καὶ δὶς καὶ τρὶς κατάχριε. ποιεῖ καὶ λέπραις καὶ
15. λεύκαις καὶ ἀλωπεκίαις καὶ ψώραις ἄκρως.
16. Ἐλατηρίου καὶ ἁλῶν ἴσον
2. μίξας χρῶ, ἄνωθεν δὲ ἐπιτίθει λείου σπέρμα ὠμὸν μεθ’
3. ὕδατος ἢ σῦκα λεπτὰ λεῖα. τῷ δὲ αὐτῷ καὶ πρὸς τὰ φύματα
4. χρηστέον.