5. Τῶν ἐν
6. τοῖς ὀδοῦσι παθῶν ἔνια μὲν ἅπασιν ἐναργῶς φαίνεται, καθάπερ
7. ὅταν οὕτω τρηθῶσιν ἢ μελανθῶσιν ἢ ἐκτριβῶσιν, ἢ
8. μήτε τῶν ψυχρῶν ἀνέχωνται μήτε τῶν θερμῶν, ἀλλ’ ἐπ’
9. ἀμφοτέροις ἢ θατέρῳ μόνῳ συμβαίνῃ τις ὀδύνη. τινὰ δ’ οὐ
10. φαίνεται σαφῶς ἐν αὐτοῖς παθῶν, ὥσπερ ὅταν ὁ πάσχων
11. αὐτὸς αἰσθάνεσθαι φῇ τῆς κατὰ τὸ σῶμα τοῦ ὀδόντος ὀδύνης,
12. ἐν τῷ βάθει γινομένης. ἀντιλέγουσι γὰρ ἔνιοι φάσκοντες
13. ὀστοῦν ὄντα τὸν ὀδόντα, χωρὶς ὀδύνης πάσχειν, ὥσπερ
14. ὅταν τῇ καλουμένῃ ῥίνῃ τὰς ὑπεροχὰς αὐτῶν ἀναγκασθῶμεν
15. πρίζειν ἢ καὶ δι’ ἄλλην τινὰ πρόφασιν, ἣν ὀλίγον ὕστερον
16. ἐρῶ. νυνὶ γὰρ βούλομαι χωρὶς λογικῆς τε καὶ φυσικῆς ἀποδείξεως
17. μαρτυρῆσαι τοῖς φάσκουσιν αὐτὸν ἀλγεῖν τὸν ὀδόντα.
18. καὶ γὰρ κᾀγὼ ἀλγήσας ἀκριβῶς ἑαυτῷ προσεῖχον, ὡς ἂν ἤδη
1. προακηκοὼς τῆς ἀμφισβητήσεως, ᾐσθανόμην τε σαφῶς, οὐ
2. μόνον ἀλγοῦντος, ἀλλὰ καὶ σφύζοντος τοῦ ὀδόντος, ὁμοίως
3. ταῖς φλεγμονούσαις σαρξὶν, ὥστε με θαυμάζειν εἰ καὶ τοῦτο
4. τὸ πάθος, ὃ καλοῦμεν φλεγμονὴν, ἐν ὀδόντι γενέσθαι δύναται,
5. λιθώδη καὶ σκληρὰν οὐσίαν ἔχοντι. καὶ μέντοι καὶ καθ’
6. ἕτερον καιρὸν ἀλγήσας ὀδόντα, σαφῶς ᾐσθανόμην οὐκ αὐτοῦ
7. τοῦ ὀδόντος, ἀλλὰ τῶν οὔλων εἶναι τὸ ἄλγημα, φλεγμαινόντων
8. δὲ αὐτῶν, ὡς καὶ χωρὶς τῆς θλίψεως ἀλγεῖν.
9. ἀλλὰ καὶ γειτνιάσει τῶν ὀδόντων σκληρῶν ὄντων, αὐξανομένης
10. τῆς ὀδύνης διὰ τὴν θλίψιν, ὡς ἑκατέρας τῆς αἰσθήσεως
11. πεπειραμένος, ἄλλης μὲν ἐπὶ τοῖς οὔλοις, ἄλλης δὲ ἐπ’
12. αὐτῆς τῆς τοῦ ὀδόντος οὐσίας, σαφῶς οἶδα καὶ μαρτυρῶ
13. τοῖς λέγουσιν ἀλγεῖν αὐτοὺς τοὺς ὀδόντας ποτὲ καὶ μέντοι
14. καὶ τοῦ καταφυομένου νεύρου τῇ ῥίζῃ τοῦ ὀδόντος ὀδύνην
15. γενέσθαι ποτὲ τοῦ νεύρου, φαντασίαν συγκεχυμένην καὶ
16. ἀδιάρθρωτον τοῖς πολλοῖς φέροντος, ὡς αὐτοῦ ὀδόντος ἀλγοῦντος,
17. εὔλογόν ἐστι. καὶ γὰρ καὶ τούτου σαφῶς ᾐσθόμην
1. συμβάντος μοι. καὶ τό γε διαμένειν ἔτι μέρος μικρὸν τῆς
2. ὀδύνης ἐξαιρεθέντος τοῦ ὀδόντος ἐπὶ τῇ τοῦ νεύρου ἐγγίνεται
3. φλεγμονῇ, κουφιζομένου μόνον ἐκ τοῦ μηκέτι μήτε τείνεσθαι
4. τῆς πρὸς τὸ τεῖνον ὀστοῦν συμφύσεως ἐλευθερωθὲν
5. ἀναπνοήν τέ τινα σχεῖν καὶ τῶν προσφερομένων ἰαμάτων
6. ψαύειν. οὔτε γὰρ κατὰ ψαῦσιν οὔτε κατὰ διάδοσιν οἷόν τε
7. τὸ φλεγμαῖνον ἰᾶσθαι νεῦρον ἑκατέρωθεν ὑπὸ τῶν φατνίων
8. στεγόμενον, ἔμπροσθέν τε ὑπ’ αὐτοῦ τοῦ ὀδόντος.
9. εἰ δὲ πελιδνοὶ δι’ ὅλης ἑαυτῶν τῆς οὐσίας οἱ ὀδόντες φαίνονταί
10. ποτε γινόμενοι, θαυμαστὸν οὐδέν ἐστι πάσχειν αὐτούς
11. τι καὶ τῇ φλεγμονῇ παραπλήσιον. ἔτι δὲ καὶ μᾶλλον
12. ἄν τις τούτῳ πιστεύσειεν ἐν τῷ τρέφεσθαί τε καὶ σχεδὸν
13. ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ τὴν αὔξησιν ἔχειν. ἐναργῶς
14. γὰρ τοῦτο φαίνεται πολλάκις ἐπὶ τῶν ἀντικειμένων ἐξαιρεθεῖσιν
15. ὀδοῦσιν, ὥστε αὐξανομένων μὲν αὐτῶν διὰ παντὸς,
16. ὅσον δ’ αὔξονται τοσοῦτον ἐν τῇ τῶν σιτίων λειώσει τριβομένων.
17. εἰ δὲ ἀδύνατόν ἐστιν αὐξάνεσθαι χωρὶς τοῦ τρέφεσθαι
1. πάντως που καὶ δυσὶν ὑποκείσονται παθήμασιν ἐναντίοις,
2. ἐνδείᾳ τε καὶ πλεονεξίᾳ τῆς χορηγουμένης αὐτοῖς τροφῆς.
3. ἡ μὲν οὖν ἔνδεια ξηροτέρους τε καὶ ἀτροφωτέρους καὶ
4. διὰ τοῦτο λεπτοτέρους ἐργάζεται. ἡ πλεονεξία δὲ ποιήσειέ
5. ποτε διάθεσιν αὐτοῖς ἀνάλογον τῇ κατὰ σαρκώδη μόρια
6. φλεγμονῇ. ταύτης μὲν οὖν ἰάματα γενήσεται τὸν αὐτὸν
7. ἔχοντα σκοπὸν τοῖς τὰς φλεγμονὰς ἰωμένοις, ὅπερ ἐστὶ κενῶσαι
8. τὴν πλεονεξίαν, τὸ μέν τι διαφοροῦντα, τὸ δὲ ἀποκρουόμενον
9. αὐτῆς. τῆς δὲ δι’ ἔνδειαν τροφῆς λεπτότητος τῶν
10. ὀδόντων ἴαμα μὲν οὐδέν ἐστι, τὸ χαλάσαι δὲ ἀναγκαῖον τηνικαῦτα
11. καὶ σείεσθαι χαλαρωτέρας τῆς ἐγγομφώσεως γενομένης,
12. οὐ μόνον αὐτῶν τῶν ὀδόντων λεπτυνθέντων, ἀλλὰ
13. καὶ τῶν περιεχόντων αὐτοὺς φατνίων. αὕτη μὲν οὖν ἡ διάθεσις
14. ἐπιγίνεται τοῖς γηρῶσιν ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον,
15. ὥσπερ γε καὶ μᾶλλον καὶ ἧττον· ἣ δ’ ἀνάλογον τῇ φλεγμονῇ
16. ἔχει, μᾶλλον τοῖς νέοις. βοηθητέον οὖν ἐστι καὶ τοῖς
17. γέρουσιν τῇ διὰ τῶν οὔλων βοηθείᾳ. καλοῦνται δ’ οὕτως
18. αἱ ἀντιπεριλαμβάνουσαι τοὺς ὀδόντας σάρκες, ἔνθα πρῶτον
1. ἀνίσχουσι τῶν φατνίων. αὐτὰς οὖν χρὴ στύφουσι φαρμάκοις
2. εὐτονωτέρας τε καὶ μᾶλλον ἐσφιγμένας περὶ τὸν ὀδόντα
3. ποιεῖν, ὥσπερ καὶ αὐτὰς ὠφελούσας τι τῷ μονίμῳ τε καὶ
4. δυσκινήτῳ διὰ τὴν τῆς ἐγγομφώσεως ἀκρίβειαν γεγονότι. καὶ
5. μὴν καὶ τὰ τρήματα τῶν ὀδόντων ἐξ ἐπιῤῥοῆς ὑγρῶν δριμέων
6. τε καὶ διαβρωτικῶν ἀποτελεῖται, καθάπερ τὰ ἐπὶ τοῦ
7. δέρματος ἕλκη χωρὶς τῆς ἔξωθεν αἰτίας. ἀλλ’ ἐπ’ ἐκείνου
8. μὲν συνεχῶς καὶ πολλοῖς, ἐπὶ δὲ τῶν ὀστῶν σπανιάκις ὅσῳ
9. δυσπαθέστερα δέρματός ἐστι διὰ τὴν σκληρότητα. δῆλον οὖν
10. ὅτι καὶ ἴασις ἔσται τῶν ἀναβιβρωσκομένων σωμάτων, ἀναξηραινομένης
11. τῆς ἐπιῤῥεούσης κακοχυμίας. εἰ μὲν ὀλίγη τις εἴη,
12. τοῖς τοπικοῖς βοηθήμασι διὰ τῶν ξηραινόντων φαρμάκων,
13. ὧν τὴν ὕλην ὀλίγον ὕστερον ἐροῦμεν· εἰ δὲ πλείων, ὅλης
14. τῆς κεφαλῆς τῇ προνοίᾳ, κᾂν αὕτη ποτὲ πάσχῃ, διὰ τὸ σύμπαν
15. σῶμα καὶ τῇ κατ’ ἐκεῖνο θεραπείᾳ. τοὺς δὲ βεβρωμένους
16. ὀδόντας, ὡς ἂν ὑπὸ μαλακότητος τοῦτο πάσχοντας,
17. ἐργάζεσθαι χρὴ σκληροτέρους καὶ δυσπαθεστέρους διὰ τῶν
1. αὐστηρῶν τε καὶ στρυφνῶν φαρμάκων. καὶ τοὺς πελιδνουμένους
2. δὲ διὰ τῶν ξηραινόντων, ὡς ἂν ἐξ ἐπιῤῥοῆς ὑγρῶν
3. μοχθηρῶν τοῦτο πάσχοντας. ὁμοίως οὖν δέονται θεραπείας τοῖς
4. τετρημένοις.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 5.4, ed. Kühn, 1826, vol. 12, p. 848-853. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:5.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩