Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 5.5, ed. Kühn, 1826, vol. 12, p. 853-893. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:5.5

5. Οὔλων διὰ
6. φλεγμονὴν ὀδυνωμένων ἄριστόν ἐστι φάρμακον ἔλαιον σχίνινον,
7. εὔκρατον κατὰ θερμότητα διακρατούμενον. ἔστω δὲ
8. νέον, ὡς τό γε παλαιότερον εἰς τοσοῦτον τοῦ νέου φαυλότερον,
9. εἰς ὅσον παλαιότερον. ἐνιστάσθω δὲ τὸ ἀγγεῖον, ἐν
10. ᾧ θερμαίνεται τὸ σχίνινον, ἑτέρῳ μείζονι θερμὸν ἱκανῶς
11. ὕδωρ ἔχοντι. μάλιστα μὲν οὖν ἁρμόττει τοῦτο τῇ φλεγμονῇ
12. τῶν οὔλων, οὐ μὴν κᾂν κατὰ ἄλλο τι μέρος τοῦ τε τὴν
13. γλῶτταν ἀμφιεννύντος ὑμένος ὑπεζωκότος τε σύμπαν
14. τὸ στόμα γένηταί τις ὀδύνη διὰ φλεγμονὴν, ἀνωδυνίας ἐστὶ
15. ποιητικὸν τὸ σχίνινον. ἀποκρούεται γὰρ ἀλύπως ἄνευ τραχύτητος,
16. ἣν ἔχει τὰ πλεῖστα τῶν αὐστηρῶν, διαφορεῖ τε
17. ἀδήκτως, οὗ χρεία μᾶλλον τοῖς φλεγμαίνουσιν. ἔνιοι δὲ τῶν
18. ἰατρῶν κοινῷ τινι χρώμενοι παραλογισμῷ βλάπτουσι τὰ
1. φλεγμαίνοντα. καὶ χρὴ διασκεψαμένους ἅπαξ ὑπὲρ αὐτοῦ φυλάττεσθαι
2. τοῦ λοιποῦ. νομίζουσι γὰρ εἰ τὰ στύφοντα μόνον
3. ὀνίνησι τὰς φλεγμονὰς ἀποκρούοντα τὸ ἐπιῤῥέον, ἔστι
4. δ’ ὅτε καὶ τοῦ περιεχομένου τι κατὰ τὸ φλεγμαῖνον ἐκθλίβοντα
5. πρὸς τὰς τρεφούσας φλέβας τὸ μόριον, εἰκὸς εἶναι
6. τὸ μᾶλλον στῦφον ὀνήσειν μᾶλλον. οὕτω δὲ καὶ τὸ διαφοροῦν
7. μᾶλλον ὀνήσειν μᾶλλον οἴονται τοῦ μετρίως τοῦτο
8. δρῶντος, οὐκ ἐννοοῦντες ὡς τὸ ἑκάτερον αὐτῶν ἐπιτεταμένον
9. ὀδυνηρὸν γίνεται τοῖς φλεγμαίνουσιν. ὑπὸ μὲν γὰρ τῶν
10. σφοδρῶς στυφόντων ὅμοιόν τι θλάσει πάσχει τὰ μόρια συναγομένης
11. αὐτῶν τῆς οὐσίας βιαίως. ὑπὸ δὲ τῶν δριμέων
12. διαβρώσει τι παραπλήσιον. εἰκότως οὖν τὸ σύμμετρον ἐν ἑκατέρᾳ
13. βέλτιόν ἐστι τῶν ἀμέτρων. ταῦτα μὲν οὖν αὐτάρκως
14. μοι προείρηται. περὶ δὲ τῶν κατὰ τὰς ὀδύνας διαθέσεων
15. ἐφεξῆς ἐρῶ.

16. Τῶν ὀδυνωμένων
17. ὀδόντων ἄνευ τῆς τῶν οὔλων φλεγμονῆς ἔσθ’ ὅτε μὲν, ὡς
1. ἔφην, ἐν αὐτῷ τῷ οἰκείῳ σώματι τὴν ὀδύνην, ἔσθ’ ὅτε δὲ
2. ἐν τῷ νεύρῳ συμβαίνει γίνεσθαι. σφοδροτάτων οὖν ἐστι χρεία
3. φαρμάκων, εἴτε ἀποκρούεσθαί τις εἴτε διαφορεῖν ἐθέλοι τὸ
4. τῆς ὀδύνης αἴτιον, ἐάν τε χυμὸς ἐάν τε φυσῶδες ᾖ πνεῦμα.
5. καὶ διὰ τοῦτο τὰ πλεῖστα αὐτῶν δι’ ὄξους σκευάζεται δριμυτάτου.
6. παραγράψω δὲ ἐφεξῆς καὶ τὰ διὰ τῆς ἱστορίας
7. ἡμῖν παραδεδομένα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους
8. γεγραμμένων ποιησάμενος.

9.
10. Ἀλγοῦντας δὲ ὀδόντας διακλυζέσθωσαν ὄξει θερμῷ
11. δριμεῖ μετὰ κηκίδος, ἢ ἁλικακάβου ῥίζῃ μετ’ ὄξους καὶ κηκίδος.
12. ἢ δᾳδίοις λιπαροῖς ἀνεζεσμένοις ἐν ὄξει ἢ μυρσίνης κλωνίοις
13. καὶ μετὰ πίσσης ἐν ὄξει χλιαινομένοις, ἢ ὑοσκυάμου
14. τῷ σπέρματι καὶ τοῖς φύλλοις σὺν ὄξει, ἢ κεδρίᾳ ἢ προπόλει
15. ἢ νάρδῳ ἢ στρύχνῳ ἢ τῷ χυλίσματι αὐτοῦ ἢ καππάρει
16. ἢ σκορόδοις ἢ μυρσίνης κλωνίοις ἢ ἐν ὄξει ἀνεζεσμένοις ἢ
17. οἴνου τρυγὶ θερμῇ ἢ πολίου φύλλοις ἢ καὶ αὐτῇ τῇ βοτάνῃ
18. ἢ σικύου ἀγρίου ῥίζῃ ἢ πρασίου, ἕκαστον αὐτῶν σὺν
19. ὄξει μετὰ νίτρου καὶ πεπέρεως ἢ χαμαιλέοντος ῥίζης ὁμοίως
1. ἢ ὑσσώπῳ ἢ σταφίδι ἀγρίᾳ ἢ πηγάνῳ μετ’ οἴνου, ἢ γλήχωνι
2. μετ’ ὀξυμέλιτος ἢ πλατάνου σφαιρία ἢ ῥόδα ξηρὰ ἕψε ἐν
3. οἴνῳ λευκῷ, μέχρι τὸ τρίτον τοῦ οἴνου λειφθῇ, εἶτα τοῦτο
4. ἔχε ἐν ἀγγείῳ φυλάττων ἐπὶ τῆς χρείας συνεχῶς διακλύζου.
5. ὡσαύτως δὲ καὶ ἡ τῆς πενταφύλλου ῥίζα, ὑπὸ δέ τινων εὐπατορίου
6. λεγομένης καθεψηθεῖσα ἐν οἴνῳ ἢ γλήχωνος ἐπιπολὺ
7. ἑψηθείσης ἀφεψήματι, ἢ κέρας ἐλάφειον ἐν ὀξυκράτῳ
8. ἑψηθὲν ἐπιπολὺ διακλύζου, ἢ κράμβης καυλοὺς τρεῖς καὶ
9. σώρεος 𐅻 β΄. ἐν ὄξει 𐆅 α΄, μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας
10. διακλύζου. ἄκρως δὲ λέγεται ποιεῖν βατράχου ἐν ὄξει καὶ
11. ὕδατι εὖ μάλα ἑψηθέντος τὸ ἀφέψημα ἐπιπολὺ διακρατούμενον
12. ἐν τῷ στόματι. θαυμαστῶς ποιεῖ ἐὰν κυνόδοντα καύσῃς
13. καὶ τρίψῃς, εἶτα σὺν ὄξει θερμῷ ἱκανῶς ἑψήσας διακρατήσῃς,
14. ἢ σίδια καὶ κηκίδα ὄξει ἀναφεψήσας χρῶ, ἢ σκίλλης
15. ὄξει θερμῷ, ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τέμνων λίτραν
16. α΄. καὶ εἰς τὸν ξέστην τοῦ ὄξους βαλὼν εἰς ἄγγος
17. ταρίχευσον ὀνείᾳ κόπρῳ κατορύξας ἐφ’ ἡμέρας λ΄. καὶ χρῶ,
18. ἢ ὀνείῳ γάλακτι διακλύζου, τοῦτο καὶ τοὺς κινουμένους στερεοῖ,
1. ἢ ἁλικακάβου φλοιοῦ καὶ δᾳδίου ἐναπεσβεσμένου ὄξει
2. διακλύζου, ἐπιπολὺ ἑψηθείσης ἀφεψήματι, ἢ κέρας ἐλάφειον
3. ἐν ὀξυγάρῳ ἐναφεψήσας ἢ ἐν ὄξει διακλύζου, ἢ τιθυμάλλου
4. ῥίζαν ἐν οἴνῳ, μέχρι τὸ ἥμισυ λειφθῇ, ἑψήσας διακλύζου, ἢ
5. ὑοσκυάμου ῥίζαν ὀξυμέλιτι ἑψήσας διακλύζου, ἢ δᾳδίων ξύσματα.
6. σίδια, στυπτηρίαν στρογγύλην ἢ σχιστὴν, ἐν ὄξει ἑψήσας,
7. μέχρι τὸ τρίτον λειφθῇ, διακλύζου χλιαρῷ, ἢ ἑλξίνης
8. ῥίζαν ἐν ὄξει ἑψήσας, μέχρι τὸ τρίτον λειφθῇ, διακράτει.
9. ὅταν δὲ σιέλου τὸ στόμα πληρωθῇ, ἀνοίξας ἔα φέρεσθαι,
10. ἢ σκόροδα καὶ Ἀλεξάνδρινον κάλαμον ὄξει δριμυτάτῳ ἀποζέσας
11. διακλύζου, ἢ ὕσσωπον ἢ θύμον ἢ ὀρίγανον κατ’ ἰδίαν
12. καὶ ὁμοῦ σὺν τῷ ὄξει ἕψων διακλύζου, ἢ πύρεθρον μετὰ
13. ὑσσώπου καὶ κολοκυνθίδος τοῦ ἐντὸς, ὁμοίως ἐν ὄξει καθεψήσας
14. διακράτει πλέονα χρόνον ἐν τῷ στόματι τὸ ὑγρὸν,
15. ἢ οἴνῳ θερμῷ κολοκυνθίδος ἐναποβραχείσης διακράτει πλείονα
16. χρόνον, πολὺ γὰρ φλέγμα ἄγει καὶ κουφίζει τὸν πόνον, ἢ
17. σκορόδων καὶ εὐζώμου σπέρματι καὶ νίτρου ἀφεψήματι, ἢ
18. βατράχιον ἐν οἴνῳ ἑψήσας περικαθάρας τὸν ὀδόντα διακλύζου,
1. ἢ συκαμίνου, τουτέστι μορέας γάλα εἰς οἶνον ἐκχέας,
2. ὁμοῦ οἰσυπηρὰ ἔρια ἐναπόθλιβε χλιαίνων καὶ δι’ ἐρίων ῥυπαρῶν
3. ἔγχει τῇ μύλῃ. ἀνασπᾷ γὰρ φλέγμα καὶ ἀπόνους ποιεῖ.
4. ἐν τούτοις ἅπασιν ὁ Ἀρχιγένης κατάλογον ἐποιήσατο φαρμάκων
5. τμητικῶν τε καὶ διαφορητικῶν καὶ θερμαινόντων,
6. σπανίως τῶν στρυφνῶν τι μίξας, ὁποῖόν ἐστι φάρμακον ἡ
7. κηκίς. ἅπαξ δέ που κειμένου τοῦ στρύχνου τεθαύμακα περὶ
8. τῆς μίξεως αὐτοῦ κατ’ οὐδένα λόγον ὠφελεῖν δυναμένου,
9. πλὴν εἴπερ ἄρα καθ’ ὃν καὶ τὰ κωλικὰ φάρμακα, τῷ ναρκωτικῷ
10. τῆς ὀδύνης. τί ἂν οὖν ἔτι τῶν εὐπορίστων Ἀπολλωνίου
11. μνημονεύοιμι, περιεχομένων ὀλίγου δεῖν ἁπάντων ἐν
12. τοῖς ὑπ’ Ἀρχιγένους γεγραμμένοις; ἐπεὶ δὲ αὐτὸς ὁ Ἀπολλώνιος
13. ἐνίοις τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἐμαρτύρησεν, ὡς
14. παραχρῆμα παύουσι τοὺς πόνους τῶν ὀδόντων, ἄμεινον ἔδοξέ
15. μοι κᾀκεῖνα γράψαι, κατὰ τὴν αὐτοῦ τοῦ Ἀπολλωνίου λέξιν
16. οὕτως ἔχουσαν.

17.
18. ♃ Σκορόδων πυρῆνας ε΄. λιβάνου ἄῤῥενος ὀβολοὺς γ΄.
1. μυρσίνης κλωνία διπάλαιστα δύο, τούτων ἀμέλξας τὰ φύλλα
2. κατ’ ἰδίαν λέανον ὁμοίως καὶ τὰ σκόροδα καὶ τὸν λιβανωτὸν,
3. εἶθ’ ὁμοῦ πάντα ἐμβαλὼν εἰς καινὴν χύτραν καὶ ἐπιχέας
4. ὄξους κοτύλην α΄. ἕψε κινῶν σπάθῃ δᾳδίνῃ, μέχρις οὗ
5. λειφθῇ τὸ ἥμισυ, καὶ οὕτω χλιαρῷ χρῶ. δεῖ δὲ κρατεῖν τὸ
6. ὑγρὸν ἐπὶ τῷ ἀλγοῦντι μέρει πρὸς πλείονα χρόνον, τοῦτο
7. δὲ πρακτέον ἄχρις ἂν τὸ ὑγρὸν δαπανηθῇ. χρήσιμον δὲ καὶ
8. πρὸ τοῦ διακλύσασθαι βαλσάμου ὀπὸν ἢ φλοιὸν ἐπιτιθέναι
9. ἐπὶ τὸν ἀλγούμενον ὀδόντα· εἰ δὲ μὴ, πάνακος ὀπὸν
10. θλάσαντα ἐλαφρῶς ἐᾶσαι τὸ ὑγρὸν ἀποῤῥεῖν.

11. Περιπλάσμασι δὲ καὶ ἐπιθέμασι τοιούτοις
14. τισὶ χρῶ. σῶρυ Αἰγύπτιον ῥητίνῃ τερμινθίνῃ ἀναληφθὲν
15. περίπλασσε καὶ τῷ βρώματι ἐντίθει αὐτὴν, ἢ τὴν
16. διὰ δύο πεπέρεων ἐντίθει, ἀνιεὶς αὐτὴν νάρδῳ ἢ ῥοδίνῳ,
17. μάλιστα δὲ ἀμυγδαλίνῳ, καὶ εἰς τὸ οὖς δὲ τὸ κατ’ αὐτὸ ἔνσταζε,
18. τὸ αὐτὸ ποιεῖ ἄκρως. ἢ θεῖον ἄπυρον μετὰ λυκίου
1. ἀναλαβὼν εἰς τὸ βρῶμα ἐντίθει, ἢ κηκίδα λείαν ἢ λυκίῳ ἢ
2. ῥητίνῃ τερεβινθίνῃ ἀναλαβὼν περίπλασσε τὸν ἀλγοῦντα περικαθάρας
3. πρότερον, ἢ κόμην γλήχωνος τρίψας ἐντίθει τῷ
4. ὀδόντι. ἐπὶ δὲ τῶν μεγίστων ὀδονταλγιῶν ἄκρως ποιεῖ τοῦτο.
5. ὄφεως γῆρας κατακαύσας καὶ μετ’ ἐλαίου, μέλιτος ποιῶν
6. πάχος στερεοῦ, περικαθάρας περίπλασσε καὶ τὰ κύκλῳ πάντα
7. περίχριε καὶ τοῖς βρώμασιν ἐντίθει, ἢ προσπίεζε τῷ γήρᾳ
8. μὴ κεκαυμένῳ τοὺς ὀδόντας, καὶ ἐκπίπτουσιν. ἢ γῆς ἔντερα
9. φρύξας ἔμπασον εἰς τὸ βρῶμα περικαθάρας, ἢ ὠὰ ἀραχνίων
10. ἀνιεὶς μύρῳ ναρδίνῳ ἐντίθει, ἢ μελάνθιον φρυγὲν μετ’ ἐλαίου
11. περίπλασσε καὶ μικρὸν μύσας ἀποφλεγματίζου, ἢ πεπέρεως
12. ἢ κάγχρυ ὀπίῳ ἀναλαβὼν ἐντίθει εἰς τὸ βρῶμα. ἐπὶ δὲ τῶν
13. ὡσανεὶ ἐν φλεγμονῇ νίτρον ἐρυθρὸν καὶ Περσαίων ὀστέων
14. τὸ ἐντὸς ἑνώσας ῥητίνῃ ἀναλάμβανε καὶ περίπλασσε τὸν
15. ὀδόντα καὶ ἔα ἕως ἂν ἀποτακῇ. ἐπὶ δὲ τοῦ βρώματος πεπέρεως
16. καὶ νίτρου ἀφρὸν καὶ χαλβάνην σὺν μέλιτι ἐπιτίθει,
17. ἢ γλοιῷ μετὰ πεπέρεως ὁμοίως, ἢ πύρεθρον μετὰ σμύρνης,
1. ἢ ὀπὸν Κυρηναϊκὸν καὶ πέπερι ἴσα μετὰ χαλβάνης, ἢ μελάνθιον
2. καὶ σκορόδου τὸ ἥμισυ καὶ ἁλὸς ὀλίγον συλλεάνας περίπλασσε,
3. ἀπόνους ποιεῖ. ἢ σίλφης τῆς κεφαλῆς δεούσης τὸ στῆρ
4. σὺν ῥοδίνῳ θερμάνας εἴς τε τὸ οὖς ἔνσταζε καὶ εἰς τὸ βρῶμα
5. ἐντίθει, ἢ κηκίδα λείαν μετὰ κεδρίας χρῶ, ἢ εἰς τὸ κατὰ τὸν
6. ἀλγοῦντα οὖς σησαμέλαιον ἐναφεψημένων αὐτῷ γῆς ἐντέρων
7. ἔγχει. αὐτῷ δὲ τῷ ἀλγοῦντι ὑοσκύαμον δακνέτωσαν, ἢ κισσοῦ
8. λευκοῦ κορύμβους ε΄. μετὰ ῥοδίνου τρίψας καὶ ἐν σιδίῳ χλιάνας
9. ἔνσταζε, δεύτερον καὶ τρίτον τῆς ἡμέρας εἰς τὸ κατὰ τὸν
10. ἀλγοῦντα οὖς. καὶ αὐτὸς δὲ ὁ καρπὸς μετ’ οἴνου λεῖος ἐπιχριόμενος
11. ἐπὶ τὸν ὀδόντα ὠφελεῖ. τούτων ἐφεξῆς ὁ Ἀρχιγένης
12. καὶ τάδε γράφει. ἄκρως γὰρ ποιεῖ καὶ αἱμασσομένοις
13. οὔλοις ὑγρὰ στυπτηρία μετὰ τοῦ διπλοῦ ἀλόης προσάπτου
14. ἢ σχιστῇ καὶ μυρσίνῃ λειοτάτοις παράτριβε. στυφθέντων δὲ
15. μέλιτι χρῖε, ἢ Περσαίων τῶν μαχαιρίων μέρη δύο, σμύρνης
16. μέρος ἓν περικαθάρας ἔνθες, ἄπονον ποιεῖ. τοῖς δὲ τεθραυσμένοις
17. καὶ ἀλγοῦσιν ὀδοῦσιν καυτήριον ἐπιτίθει πυρώσας.

1. Ἐφεξῆς τῶν προγεγραμμένων
2. ὁ Ἀρχιγένης οὕτως ἔγραψεν. ἀποφλεγματισμοὶ δὲ ἄριστοι
3. τοῖς ὀδονταλγοῦσιν· σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ
4. καὶ μετὰ γλήχωνος ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν, δακέτω τῷ
5. ἀλγοῦντι ὀδόντι καὶ ἔα ἀποῤῥεῖν. εἰς δὲ τὸ ἀντικείμενον οὖς
6. ἔνσταζε κισσοῦ δύο κορύμβους μετὰ ῥοδίνου λελεασμένους,
7. ἢ μυρίκης καρποῦ δραχμὰς β΄. ἀφρονίτρου 𐅻 α΄. στυπτηρίας
8. ὀλίγον, σκορόδων πυρῆνας ε΄. μυρσίνης φύλλα ὀλίγα, σὺν
9. ὄξει κινῶν σπάθῃ δᾳδίνῃ, ἕψε μέχρι ἡμίσεος καὶ δίδου διακλύζεσθαι
10. καὶ διακρατεῖν, εἶτα χαίνοντες ἐάτωσαν ῥεῖν τὸ
11. φλέγμα, καὶ μετὰ τοῦτο ῥοδίνῳ ἐλαίῳ διακλυσάμενοι πτισάνην
12. δίδου ῥοφῆσαι. ἐὰν δέ τινα ἐκ τοῦ διακλύσματος περὶ
13. στόμα ἑλκωθῇ, κρόκῳ καὶ ῥόδων χυλῷ διάχριε.

14. Πυρίαι δὲ ποιοῦσι πρὸς ὀδονταλγίαν,
15. ἔξωθεν μὲν αἱ δι’ ἁλὸς πεφρυγμένου ἢ κέγχρου εἰς μαρσύππους
16. ἐμβεβλημένων ἢ καὶ διὰ ῥυπαρῶν ῥακίδων εὖ μάλα
17. θερμανθέντων, ἢ καὶ ἐπιθέματα διὰ τῶν χωρὶς ὑδάτων, ὡς
1. τὰ δι’ ὠμῆς λύσεως, εἴτε κρίθινον εἴτε λινόσπερμα. αὐτοῦ
2. δὲ τοῦ ἀλγοῦντος ὀδόντος πυρίᾳ οὕτω χρηστέον. ὀριγάνου
3. ξηροῦ κλώνιον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι
4. ὀδόντι ἄνωθεν ἐπέρειδε, ἢ κίκεως καυλὸν ὁμοίως, ἢ σταφίδα
5. ἀγρίαν εἰς ὀξύ τι αὐτὴν πήξας, ἢ κηρὸν ἐπιτιθεὶς τῷ ἀλγοῦντι
6. ὀδόντι, πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνεχῶς,
7. ἢ ὀποπάνακα καὶ ὀπὸν πευκεδάνου, ἴσα ἑνώσας ὀθονίῳ
8. ἔνδησον καὶ εἰς ζεστὸν ἔλαιον τῆξον. ὅταν δὲ ἄρξηται ζέειν
9. τὸ φάρμακον, ἐπιτίθει τῷ ὀδόντι καὶ προσπίεζε μύλῃ, χρῶ
10. πρωῒ καὶ δείλης καὶ καθὸ εἶπον, συμπυρία ἐκτός τε καὶ
11. ἐντὸς πρὸ τροφῆς. καὶ μετὰ τροφὴν μὴ πολὺ λίαν διαστησάντων
12. ἀπὸ τροφῆς χρῶ. εἶδος δὲ πυρίας ἐστὶ καὶ τὸ τοιοῦτον,
13. εὖ μάλα περικαθάρας τὸν ὀδόντα καὶ σκεπάσας τὸν
14. πάσχοντα, ἀναγκάσας τε χαίνειν ὑποθυμία ὑοσκυάμου σπέρματι.
15. εἰ δὲ πρὸς μηδὲν τῶν προγεγραμμένων εἴκει, ἔγκειται
16. δὲ ἰσχυρῶς ὁ πόνος, λεπτῷ τρυπάνῳ τρήσας τὸν ὀδόντα,
17. χρῶ τοῖς εἰρημένοις βοηθήμασιν, εἴωθε γὰρ μᾶλλον οὕτως
1. ὠφελεῖν. εἰ δὲ μηδ’ οὕτως ὑπακούει καὶ δόξειεν ἀρθῆναι τὸν
2. ὀδόντα, ἀπόνως ἀρθείη φαρμάκῳ συμφωνοῦντι λίαν τῷδε.
3. πύρεθρον δριμυτάτῳ ὄξει ἐφ’ ἡμέρας μ΄. ταριχεύσας τρῖψον
4. καὶ ἀπόθου. ἐπὶ δὲ τῆς χρείας τοὺς λοιποὺς κηρώσας καὶ
5. ἀσφαλισάμενος αὐτόν τε τὸν ἀλγοῦντα περικαθάρας περίπλασον
6. τῷ φαρμάκῳ, εἶτα διαστήσας ὥραν ἔκλυσον τοῖς
7. δακτύλοις ἢ γραφείῳ ἀνάλαβε, ἢ σῶρυ μετ’ ὄξους δριμυτάτου
8. ἐπὶ πολλὰς ἡμέρας κατάπλασσε, καὶ ἐκπεσεῖται. ἢ μολύβδαιναν
9. λείαν κηρωτῇ ἀναληφθεῖσαν ἐπίθες. ἐξάγει σφοδρῶς
10. τιθυμάλλου ὀπὸς καὶ σῶρυ μετὰ χαλβάνης
11. καταπλασσόμενα.

12. Πρῶτον μὲν αὐτῶν κεφάλαιόν ἐστι τὰ
14. πρὸς ὀδονταλγίας διακλύσματα, μηδὲν ἔχοντα πλέον τῶν ὑπ’
15. Ἀρχιγένους γεγραμμένων. δεύτερον δὲ πρὸς ὀδόντας βεβρωμένους
16. ἐπαλγεῖς, ἐπιθέματα καὶ ἐμπλάσματα. τρίτον ἐπὶ
17. τούτοις πυρίαι καὶ καύσεις, πρὸς ὀδονταλγίας. τέταρτον ὑποθυμιάματα
18. πρὸς τοὺς πόνους τῶν ὀδόντων. πέμπτον ὀδοντικὰ
1. διαμασήματα καὶ καθαρτικά. καὶ πρὸς τούτοις ἕκτον ἀναγαργαρίσματα
2. πρὸς ὀδονταλγίας. ἕβδομον δὲ κεφάλαιον
3. ἔγραψε πρὸς ὀδονταλγίας ἐγχύματα εἰς τὸ οὖς, ὧν οὐδενὸς
4. μνημονεύειν ἔτι ἠξίωσα τῷ βουλομένῳ παραναγινώσκειν τὸ
5. βιβλίον, οὐ πάνυ τι τῶν δυσπορίστων ὑπάρχον. ἐγὼ δὲ τοῖς
6. ὑπ’ Ἀρχιγένους γεγραμμένοις ἠρκέσθην, ἐφεξῆς δὲ γράψαντος
7. τοῦ Ἀπολλωνίου ἔγχυτα εἰς τὴν ῥῖνα ἔδοξέ μοι προσθεῖναι.

8. Σεύτλου ῥίζης
10. τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα
11. καὶ λύσεις τοὺς πόνους τῶν ὀδόντων. κυμίνου ὅσον τοῖς
12. τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου τὸ
13. ἐντὸς ὅσον διπλάσιον, τρίψας καὶ γάλακτι γυναικὸς μίξας
14. ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυκτήρων,
15. εἶθ’ οὕτω κέλευσον ἀνασπᾷν, ἐφ’ ὅσον ἄν τις διέλθοι στάδια
16. πέντε, εἶτα ἐκμάξασθαι τὸ φάρμακον τοῦτο καὶ πρὸς
17. ὠταλγίαν ποιεῖ.

18. Ἐλλεβόρου μέλανος ἡλίκον ὄροβον
2. ἐν μέλιτι ἑφθῷ ἐντίθει.

3. Ὄστρακον καλλάϊνον
4. ὀπτήσας καὶ λεάνας παράτριβε τοὺς ὀδόντας, οὕτω
5. δὲ οὖλα κρατύνει. ἄλλο. ἅλα ὀρυκτὸν μέλιτι φυράσας ὄπτησον
6. ἐπικληματίσι καὶ τρίψας μῖξον σμύρνης βραχὺ καὶ χρῶ
7. παραπλησίως. ἄλλο. ♃ γλήχωνος μέρος ἓν, ἁλὸς τὸ ἴσον,
8. ταῦτα φυράσας ὕδατι ὄπτησον ἐν τῷ αὐτῷ, ἕως ἄνθραξ γένηται
9. καὶ λεάνας ἀπόσμα τοὺς ὀδόντας. ἄλλο. ἰσχάδας κατακαύσας
10. καὶ τρίψας νάρδου βραχὺ καὶ μέλιτι διεὶς χρῶ.
11. τοῦτο καὶ οὖλα συστέλλει. ἄλλο. ἄλφιτον φυράσας ἐν ὄξει
12. δριμυτάτῳ κατάκαυσον καὶ λεάνας παράτριβε τοὺς ὀδόντας,
13. τοῦτο καὶ τὰ οὖλα κρατύνει. ἄλλο. ♃ ἀλαβάστρου κεκαυμένου
14. 𐅻 η΄. κισσήρεως κεκαυμένου 𐅻 δ΄. ἁλὸς πεφρυγμένου
15. 𐅻 γ΄. λεάνας ὡσαύτως χρῶ. διακλύσματι δὲ χρηστέον ἀπὸ
16. τούτων, οἴνῳ εὐώδει ἀποβεβρεγμένης ἐν αὐτῷ πρὸ χρόνου
17. πλείονος ἴριδος ξηρᾶς.

18. Χρηστέον τῇ Κυπρίᾳ σποδῷ παραστέλλοντας
3. τὰ οὖλα καὶ φλόμου ταῖς ῥίζαις ἑψημέναις, ἔπειτα ἀποπλύνειν
4. ὕδατι ἢ μυρσίνης ἢ βάτου ἢ δάφνης, ἔπειτα τῇ σποδῷ
5. παραψάμενος ἡσυχάζειν κελεύειν. ἄλλο. ♃ ἐλλεβόρου μέλανος
6. χειρόπληθες, μανδραγόρου τῆς ῥίζης 𐅻 δ΄. ὑοσκυάμου
7. τῆς ῥίζης 𐅻 δ΄. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ οἴνου Χίου
8. κοτύλας γ΄. ἢ Κώου ὡς βελτίστου ἕψε ἐπ’ ἀνθρακιᾶς μεγάλης,
9. ὑπολειφθείσης δὲ τῆς ἡμισείας χυλίσας τὸ ὑγρὸν, δίδου
10. ἐν τῷ στόματι διακρατεῖν.

11. ♃ Τερμίνθου καρποῦ
12. πεφρυγμένου 𐅻 η΄. στυπτηρίας σχιστῆς κεκαυμένης 𐅻 η΄.
13. βαλαυστίου 𐅻 β΄. κηκίδων 𐅻 α΄. κρόκου 𐅻 α΄. σμύρνης 𐅻 α΄.
14. λείοις χρῶ. ἄλλο. ♃ κέρατος ἐλαφείου κεκαυμένου 𐅻 η΄. ῥοῦ
15. ἐρυθροῦ 𐅻 δ΄. ὀμφακίου 𐅻 β΄. βαλαυστίου 𐅻 δ΄. πίτυος
16. φλοιοῦ 𐅻 α΄. σμύρνης Ἀμιναίας 𐅻 α΄. λείοις χρῶ.

17. Σμυρνίου τὰς ῥίζας
18. ἕψε μετ’ ὀξυμέλιτος καὶ τὸ ὑγρὸν διυλίσας δίδου ἐν τῷ
1. στόματι κρατεῖν. ἄλλο. λαπάθου ἀγρίου ῥίζας καὶ πλατάνου
2. σφαιρία ἕψε μετ’ ὀξυμέλιτος καὶ δίδου καθὰ προείρηται.

3. ♃ Κάγχρυος δραχμὰς
4. β΄. ὀριγάνου 𐅻 β΄. πεπέρεως λευκοῦ 𐅻 α΄. σμύρνης 𐅻 α΄.
5. σταφίδος γνησίας ἢ τῆς ἄλλης λιπαρωτάτης 𐆅 S". τὴν σταφίδα
6. κόπτε φιλοπόνως· τὸ δὲ σμύρνιον μέλιτι διαλύσας, τὰ
7. δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ ἐπίβαλλε τῇ σταφίδι
8. καὶ τῇ σμύρνῃ καὶ μίξας ποίει μαλαγματῶδες· ἐν δὲ
9. τῇ χρήσει δίδου καρύου Ποντικοῦ τὸ μέγεθος διαμασᾶσθαι.
10. ὑγρῶν δὲ συναγομένων τὸν κάμνοντα κεχηνέναι δεήσει
11. καὶ κάτω νεύειν, ὥστε τὸ ὑγρὸν εὐχερῶς ἀποῤῥεῖν. μετὰ δὲ
12. τὴν χρῆσιν τοῦ φαρμάκου οἴνῳ προσκλύζεσθαι παραίνει.
13. ἄλλο. ♃ σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων 𐆅 S". πεπέρεως
14. λευκοῦ ὀξύβαφον, κόκκου κνιδίου 𐅻 β΄. ναρδοστάχυος
15. 𐅻 β΄. κασσίας 𐅻 α΄. πυρέθρου 𐅻 β΄. σμύρνης 𐅻 β΄.
16. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

17. Ζίγγιβερ
2. ἕψε μετ’ ὀξυμέλιτος καὶ τρίψας ἐπιμελῶς ἐντίθει εἰς
3. τὸ τρῆμα καὶ περίπλαττε ἔξωθεν. ἄλλο. κισσοῦ δάκρυον
4. χαλβάνῃ μίξας ἢ ὀπῷ τιθυμάλλου ἢ συκῆς ἀγρίας διαλύσας
5. χρῶ ὡς προείρηται.

6. ♃ Ὀποῦ μήκωνος
8. 𐅻 β΄. πεπέρεως λευκοῦ κεκομμένου καὶ σεσησμένου
9. 𐅻 α΄. σμύρνης δραχμὰς β΄. στύρακος 𐅻 β΄. χαλβάνης 𐅻 α΄.
10. γλυκέος εἰς ἀνάληψιν ὅσον ἀρκεῖ, κόπτε ὁμοῦ καὶ ἀνάπλαττε
11. καταπότια καὶ περίπλαττε τὸν ὀδόντα καὶ ἐντίθει τῷ βρώματι.
12. ἄλλο. ♃ ὑοσκυάμου χυλοῦ 𐅻 β΄. σμύρνης δραχμὰς β΄.
13. ὀπίου 𐅻 β΄. χαλβάνης δραχμὰς β΄. στύρακος 𐅻 β΄. ζιγγιβέρεως
14. δραχμὰς β΄. πεπέρεως 𐅻 α΄. ὀποῦ Συριακοῦ τὸ ἴσον,
15. γλυκέος ὅσον ἐξαρκεῖ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

16. ♃ Ἐλαίας
17. δακρύου 𐅻 α΄. σμύρνης δραχμὰς β΄. ἐλλεβόρου μέλανος 𐅻 α΄.
18. ὀποβαλσάμου σπέρματος δραχμὴν μίαν, στύρακος 𐅻 α΄. πεπέρεως
1. δραχμὴν μίαν, ὑοσκυάμου δραχμὴν μίαν, μηκωνείου
2. 𐅻 α΄. καστορίου τετρώβολον, χαλβάνης δραχμὰς στ΄. ὀποῦ
3. Κυρηναϊκοῦ 𐅻 α΄. ὀποῦ καρπάσου 𐅻 α΄. πάνακος 𐅻 α΄.
4. σαγαπηνοῦ τετρώβολον, πυρέθρου τετρώβολον, σταφίδος
5. ἀγρίας 𐅻 β΄. κεδρίας τὸ αὔταρκες, ὥστε ἐμπλαστρῶδες γενέσθαι.
6. ἄλλο. ♃ θείου ἀπύρου 𐅻 δ΄. ἀσφάλτου δραχμὰς β΄.
7. ἀμόργης ἐλαίου 𐅻 δ΄. πίσσης ὑγρᾶς δραχμὰς η΄. κεδρίας δραχμὰς
8. ιβ΄. πεπέρεως μακροῦ δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄.
9. πυρέθρου 𐅻 δ΄. σταφίδος ἀγρίας 𐅻 α΄. ἐλλεβόρου μέλανος
10. 𐅻 α΄. κόκκου Κνιδίου 𐅻 α΄. ὀποπάνακος 𐅻 α΄. πίσσης ξηρᾶς
11. λίτραν μίαν. ὄξει ἀναλάμβανε τὰ ξηρὰ, εἶτα ἐπίβαλλε
12. τὰ τηκτὰ καὶ ἀνελόμενος χρῶ, περιπλάττων τὴν μύλην τῷ
13. φαρμάκῳ.

14.
15. Πύρεθρον εἰς ὄξος βαλὼν, ἔα ἐπὶ ἡμέρας γ΄ ἢ δ΄.
16. ἔπειτα τρίψας ἐπιτίθει τῷ πεπονθότι ὀδόντι, φυλαττόμενος
17. τοὺς παρακειμένους ὀδόντας. δεῖ δὲ περικαθαίρειν ἐπιμελῶς
18. καὶ τότε περιπλάττειν τὸ φάρμακον καὶ τοῦτο ποιεῖν ἐπὶ δύο
1. ἢ τρεῖς ἡμέρας, οὕτω γὰρ ἀπόνως σαλεύεται. ἄλλο. ♃ σικύου
2. ἀγρίου τὰς ῥίζας, τοῦτο σκευάσας, ὥσπερ τὸ πύρεθρον,
3. χρῶ καθὰ προείρηται.

4.
5. Εἴρηται μέν μοι καὶ πρόσθεν, ὡς διὰ γεροντικὴν ἡλικίαν
6. ἔνιοι σείονται ξηραινόμενοι, βραχεῖαν ἐκ τῶν συναγομένων
7. οὔλων φαρμάκοις στύφουσι βοήθειαν ἔχοντες, εἰρήσεται
8. δὲ καὶ νῦν ὅπως ἔνιοι πληγέντες ἐσείσθησαν. εἰσὶ δὲ
9. οἳ καὶ χωρὶς πληγῆς, ἐφ’ ὧν τεκμαίρομαι διαβρεχόμενον ὑγρότητι
10. πολλῇ τὸ καταφυόμενον εἰς τὰς ῥίζας αὐτῶν νεῦρον
11. χαλᾶσθαι καὶ διὰ τοῦτο τοῖς ξηραίνουσι φαρμάκοις θεραπεύεσθαι.
12. ἐπεὶ δὲ προπετεστέρους τῶν ἄλλων ἑώρων τοὺς
13. σειομένους ὀδόντας γινομένους, καὶ μάλιστα ὅταν ἐκ πληγῆς
14. πάθωσιν, ἔδοξέ μοι ῥινᾷν αὐτῶν τοσοῦτον, ὅσον ὑπὲρ τοὺς
15. ἄλλους ἐστὶν, ὅπως μὴ προσκρούσωσι τοῖς ἀντιτεταγμένοις
16. ἐν τῷ διαλέγεσθαι καὶ μασᾶσθαι. εὑρὼν δὲ καὶ τὴν πεῖράν
17. μοι μαρτυρήσασαν σιδήριον ἐποίησα ῥινίον, ὡς ἐνεργεῖν
1. ταχέως. αἱ γὰρ πολλαὶ παραγωγαὶ σείουσι τὸν ὀδόντα
2. δεόμενον ἀκινησίας, εἰ μέλλοι παγήσεσθαι. ποτὲ μὲν οὖν ἐξοχαί
3. τινες ἀνώμαλοι φαίνονται τῶν ὀδόντων κατά τινα μέρη
4. ῥινήσεως δεόμεναι, ἔσθ’ ὅτε δὲ καὶ ὁμαλὲς ἔχουσαι τὸ πέρας
5. ὁμαλοῦς καὶ τῆς ῥινήσεως δέονται. χρὴ δὲ περιθέντα τοῖς
6. οὔλοις ἄχρι τῆς ῥίζης τῶν ὀδόντων ὀθόνην μαλακὴν, εἶτα
7. περιλαμβάνοντα πράως τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς,
8. ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως, ὅπως μὴ σείοιτο ῥινώμενος,
9. οὕτως ἐπιχειρεῖν τῇ χειρουργίᾳ. ἐὰν δὲ ἀλγήματος αἰσθάνηται
10. ἐν τῷ παράγεσθαι τὴν ῥίνην καὶ μὴ διακρατεῖσθαι σφοδρότερον
11. τοῖς δακτύλοις τὸ πεπονθὸς, παύεσθαι μὲν ἐν τῷ
12. παραυτίκα, προσενεγκόντα δὲ ἐν τῷ μεταξὺ τῶν ῥηθησομένων
13. τι φαρμάκων αὖθις ἐπιφέρειν, ὡς εἴρηται, βραχύ τε διαστήσαντα
14. μέχρι τοῦ κατὰ τὸν ὀδόντα πέρατα ἀποτρῖψαι, καὶ
15. τοῦτο ποιεῖν οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ δίς που καὶ τρὶς,
16. ἀλλὰ τῇ δευτέρᾳ προστάξαντα τῷ πάσχοντι μήτε διαλέγεσθαί
17. τι μήτε σκληρὸν ἔδεσμα προσφέρεσθαι, χρῆσθαι δὲ
1. τροφῇ χυλῷ πτισάνης καὶ ῥοφήματι τῷ ἐκ χόνδρου καὶ
2. ἄρτῳ διαβρόχῳ καὶ τοῖς οὕτω μαλακοῖς. ἡ δὲ τῶν ὠφελούντων
3. τοὺς σειομένους ὕλη τοιάδε τίς ἐστι.

4. Τοὺς δὲ σειομένους ὀδόντας στῆσαι
6. θέλων, σμύρνης, πομφόλυγος, στυπτηρίας σχιστῆς, ἀμύλου
7. ἴσα λείοις προσάπτου. ἢ ἐλαιῶν λευκῶν χυλὸν καὶ πήγανον
8. μέλιτι μίξας παράτριβε, εἶτα περίπλασσε νάρδῳ μετὰ στυπτηρίας
9. ὑγρᾶς. ἢ στρογγύλῃ στυπτηρίᾳ μεθ’ ἁλὸς διπλοῦ
10. τοῖς ὀδοῦσι περίπλασσε. ἢ σχιστῆς καὶ μίσυος ἴσα μετὰ κεδρίας,
11. πάχος ὑγρᾶς κηρωτῆς περίχριε τοὺς ὀδόντας καὶ ἔα
12. ἀποῤῥεῖν φλέγμα, εἶτα διακλυζέσθω ὀνείῳ γάλακτι θερμῷ ἢ
13. ὄξει ἢ οἴνῳ ἐναφεψημένων σιδίων καὶ κηκίδος.

14. Μέλι, κηρὸν,
15. ἴσα ἐν ἡλίῳ θερμῷ ὕδατι ἀνιεὶς, πίσσης τὸ ἥμισυ πρόσμιξον,
16. καὶ ποιήσας ἐμπλαστρῶδες, δίδου διαμασᾶσθαι. ἐὰν
17. δὲ ᾖ ξηρὸν, βραχὺ ἔλαιον πρόσμιξον· ἄκρως ποιεῖ καὶ ἡ Χία
1. μαστίχη μασωμένη. πρὸς αἱμωδίαν. ἐπὶ δὲ αἱμωδίας ἀνδράχνην
2. διαμασάσθωσαν ἢ ἔλαιον θερμὸν διακρατείτωσαν.

3.
4. Περὶ δὲ τῶν ὀδοντοφυούντων βρεφῶν, ἐὰν ὦσιν ἐπαλγεῖς,
5. κυνείῳ γάλακτι τὰ οὖλα περίχριε. ἢ λαγωοῦ ἐγκεφάλῳ, ἐὰν
6. χρίσῃς τὰ οὖλα βρέφους, ταχέως ὀδοντοφυεῖ.

7. Ἐὰν ὀδονταλγοῦντι βατραχίου φύλλα ἐπὶ τοῦ κατὰ
9. τὸν ἀλγοῦντα βραχίονος ἐπιθῇς, ἀπόνους μὲν ποιεῖ, ἑλκοῖ δὲ
10. τὸν βραχίονα, ὃν θεραπεύσεις ὡς προσήκει. ἐὰν δὲ ὀδοντοφυοῦν
11. παιδίον ἀλγήματα ἔχῃ, τὸ τοῦ παλαιοῦ κοχλίου κέρας
12. ἐνδήσας δέρματι περίαπτε.

13. Οὔλων πονούντων διακλύσματα
14. μὲν ποιεῖ σχεδὸν τὰ καὶ πρὸς ὀδονταλγίαν γεγραμμένα, πλὴν
15. ἰδιαίτερον ποιεῖ ὄξος, ἀπεζεσμένης ὑοσκυάμου ῥίζης.
16. τὰ δὲ φλεγμαίνοντα οὖλα στυπτηρίαν μεθ’ ἁλὸς τετάρτου
17. μέρους λείοις προσάπτου, μετὰ δὲ τὸν δηγμὸν οἴνῳ ἢ ἐλαίας
1. φύλλων ἀφεψήματι διακλυζέσθωσαν. ἐπὶ δὲ τῶν ῥευματιζομένων
2. καὶ περιβιβρωσκομένων μετὰ ἐξοιδήσεώς τε καὶ ὀδύνης
3. καὶ ὑπονεμομένων ἄκρως ποιεῖ ἡ πυρία. πυριᾷν δὲ μηλωτίδι
4. ἔριον περιδήσας, εἰς ζεστὸν ἔλαιον ἀπόβαπτε καὶ πρόσαγε
5. τοῖς οὔλοις ἕως ἐξομαλισθῇ καὶ λευκὰ τὰ κύκλῳ γένηται.
6. οὕτω γὰρ ἵσταται ἡ νομὴ καὶ ἐξ ὑγιοῦς τῆς σαρκὸς τὸ
7. περιβρωθὲν τρέφεται. μετὰ ταῦτα δὲ χρῶ προστρίμμασι καὶ
8. τοῖς ἀναγεγραμμένοις περὶ ὀδόντων. ἰδίως δὲ συμφωνεῖ κηκὶς
9. λειοτάτη, ὀξύβαφον μετὰ σμύρνης ὡς κυάθου τὸ μέγεθος,
10. χρῶ λείοις ξηροῖς. ἐὰν δὲ ἐκφυόμενος ὀδοὺς δυσχερῶς
11. ἀναστέλλῃ καὶ διακεντῇ τὸ οὖλον, κύπρον μετὰ βουτύρου
12. καὶ μύρου σουσίνου χρῖε κατὰ τὴν ἔκφυσιν. περὶ ἐπουλίδων.
13. ἐπὶ δὲ τῶν ἐπουλίδων προσάπτου χαλκάνθῳ καὶ μυρσίνῳ
14. ἴσοις μετ’ ὀλίγης σχιστῆς. ποιοῦσι δὲ καὶ αἱ πλείους τῶν
15. ἀνθηρῶν.

16. Καὶ τὰ προφυλακτικὰ δὲ
17. τῶν ὀδόντων τῆς ἀλγηδόνος Ἀρχιγένης οὕτως ἔγραψε κατὰ
1. λέξιν. ἐπὶ δὲ τῶν περὶ τοὺς ὀδόντας ἀλγημάτων φυλακτικὰ
2. μὲν ἁρμόζει τὰ τοιαῦτα, τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ
3. μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου καὶ οὐδέποτε ἀλγήσεις.
4. καλῶς διατηρεῖ ἀπόνους καὶ ἰσχυροὺς τοὺς ὀδόντας,
5. ἐὰν κύαμον Αἰγύπτιον δίχα τοῦ ἐντὸς πικροῦ λεῖον ποιῶν,
6. παρατρίβῃς τοὺς ὀδόντας καὶ τὰ οὖλα ἅπαξ τοῦ ἔτους. ἢ
7. σχιστῇ μετ’ ὀλίγης σμύρνης παράτριβε καὶ οὐδέποτε βρωθήσονται.
8. ἐὰν δὲ ἀποστύφῃ, μέλιτι χρῶ. ἢ ἀρκευθίδας λεπτὰς
9. καὶ κυπαρίσσου φύλλων τὸ ἴσον, κηκίδος ὀλίγον σὺν μέλιτι
10. ἑφθῷ δραχμιαίους τροχίσκους ποιήσας χρῶ, προδιαμασῶ καὶ
11. ἐπιδιακλύζου οἴνῳ εὐώδει. ἢ ἴρεως Ἰλλυρικῆς καρύου Ποντικοῦ
12. μέγεθος διαμάσησαι καὶ ὁμοίως διακλύζου. ἢ προσμίξας
13. ἁλσὶν ὀμφακίνην κηκίδα ἐν οἴνῳ εὐώδει ἑψημένην διαμασῶ.
14. ἄριστα δὲ ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων ῥῶσίν
15. τε τῶν οὔλων καὶ τῶν ὀδόντων, ἔτι δὲ εὐπρέπειαν καὶ
16. τὰ ὑπογεγραμμένα σμήγματα. ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδήσας
17. καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας λείοις σμήχου. ἢ
1. δασύποδος κεφαλὴν κεκαυμένην λεάνας χρῶ. ἢ ἅλας καὶ μέλι
2. λεάνας, μέχρι κηρωτῶδες γένηται, καθαρῷ ὀθονίῳ ἐνδήσας
3. καῦσον, εἶτα μίξας ἴριν Ἰλλυρικὴν ὀλίγην σμῆχε τοὺς ὀδόντας.

4. ♃ Πεπέρεως,
6. πυρέθρου, ὀποῦ τιθυμάλλου, χαλβάνης ἀνὰ 𐅻 α΄. λεάνας, ἀναλάμβανε
7. τὴν χαλβάνην καὶ ἐντίθει εἰς τὸ βρῶμα.

8. ♃ Ὑοσκυάμου σπέρματος, ὀπίου,
10. νίτρου, σμύρνης, πυρέθρου, πεπέρεως ἀνὰ 𐅻 α΄. χαλβάνης
11. 𐅻 β΄. μετ’ οἴνου λείοις χρῶ. ἄλλη μυλικὴ ᾗ χρῶμαι. ♃ Στυπτηρίας
12. σχιστῆς 𐅻 α΄. πεπέρεως λευκοῦ 𐅻 β΄. ὀποπάνακος
13. ἢ πεπέρεως μακροῦ τετρώβολον, σώρεως τετρώβολον, κόμμεως
14. βεβρεγμένου ἐν ὕδατι 𐅻 β΄. τῆς ὅλης σταθμίας, κηροῦ
15. τὸ διπλοῦν, ἀνατρίβων ἐν ὕδατι θερμῷ πρόσμιξον καὶ οὕτω
16. χρῶ. ἄλλη ἡ Χαιρέα. ♃ σμύρνης 𐅻 α΄. ἐλλεβόρου 𐅻 α΄ S".
17. πυρέθρου 𐅻 α΄. S". ἴρεως Ἰλλυρικῆς 𐅻 α΄. S". στυπτηρίας σχιστῆς
1. τριώβολον, ὕδατι λεάνας περίχριε τὸν ὀδόντα καὶ
2. ἐπάνω κηρὸν ἐπίθες. ἄλλη μυλικὴ ἐκ τῶν Ἀφρόδα. ♃ στυπτηρίας
3. σχιστῆς 𐅻 δ΄. σμύρνης τριώβολον, πεπέρεως κόκκους ε΄.
4. ἐγὼ δὲ τριώβολον καὶ κάλλιον ποιεῖ, ῥητίνῃ ἀναλάμβανε
5. προπερικαθάρας, ἐντίθει εἰς τὸ βρῶμα ἐπάνω καὶ σπλήνιον
6. ἐγχρίσας ἐπιτίθει. ἄλλη μυλικὴ τοῦ αὐτοῦ· καὶ μὴ περικαθάρας
7. ἐντίθει εἰς τὸ βρῶμα καὶ ἐπάνω τοῦ φαρμάκου σπλήνιον
8. περίπλασσε, ποιεῖ ὑοσκυάμου σπέρματος, ὀποῦ μήκωνος,
9. σμύρνης, νίτρου, πυρέθρου, πεπέρεως λευκοῦ, ἑκάστου
10. μέρος α΄. χαλβάνης μέρη β΄. μετ’ ὄξους λεάνας χρῶ. ἄλλη ἐκ
11. τῶν Ἀφρόδα. ♃ ὀποῦ πευκεδάνου 𐅻 α΄. ὀποῦ μήκωνος
12. 𐅻 α΄. τιθυμάλλου μυρσινήτου, ὀποῦ Κυρηναϊκοῦ ἀνὰ 𐅻 α΄.
13. χαλβάνης 𐅻 α΄ S". τῇ χαλβάνῃ ἀναλάμβανε καὶ εἰς τὸ βρῶμα
14. ἐντίθει καὶ περικαθάρας σπληνίῳ ἔμπλασσε, ὥρᾳ μιᾷ παύει.
15. μυλικὴ καλή. στυπτηρίας σχιστῆς μηκωνείῳ ἀναλαβὼν χρῶ,
16. ἐντιθεὶς καὶ περιπλάσσων. μυλικὴ ἄλλη ὡς Ἀριστοκράτης.
17. ♃ μήκωνος 𐅻 β΄. σαγαπηνοῦ ὀβολὸν α΄ S". ὀποῦ Κυρηναϊκοῦ
18. τὸ ἴσον, πεπέρεως 𐅻 α΄. σφονδύλου τὸ ἴσον, σμύρνης
1. τὸ ἴσον, χαλβάνης τὸ ἴσον, πυρέθρου τὸ ἴσον, κρόκου τὸ ἴσον,
2. μέλι ὡς γλοιῶδες γενέσθαι.

3. ♃ Μέλιτος λίτραν μίαν, ὄξους
5. δριμέος 𐆅 α΄. στυπτηρίας σχιστῆς γο στ΄. οἱ δὲ ὑγρᾶς γο δ΄.
6. ἕψε μέχρις ἂν μελανθῇ. πρὸς ὀδόντας σειομένους. ♃ στυπτηρίας
7. σχιστῆς μέρος α΄. μάννης μέρος α΄. λείοις χρῶ, προσπάσσων
8. τὸν σειόμενον ὀδόντα.

9. Πενταφύλλου ῥίζας
10. σὺν οἴνῳ ἑψήσας δίδου διακλύζεσθαι μετὰ τὸ δεῖπνον,
11. ἀφέψου δὲ εἰς τὸ τρίτον μέρος. ἄλλο. λαπάθου ῥίζας σὺν
12. οἴνῳ ἢ ὄξει ἑψήσας, ἀρσενικὸν λεῖον ἐπιπάσας, ὀλίγον τοῦ
13. ὑγροῦ δίδου διακρατεῖν, ἑψέσθω δὲ ἄχρις ἂν εἰς τὸ τρίτον
14. ἔλθῃ. πρὸς οὖλα πλαδαρά. ♃ πυρέθρου 𐅻 γ΄. θύμου 𐅻 β΄.
15. στυπτηρίας σχιστῆς τριώβολον, ἴρεως Ἰλλυρικῆς 𐅻 α΄. λείοις
16. χρῶ καὶ ἐπιτίθει τοῖς οὔλοις.

17. Στυπτηρία στρογγύλη ἐνειληθεῖσα
1. χάρτῃ καίεται, εἶτα λεανθεῖσα χρωΐζετα μίλτῳ. τούτων προσάπτου
2. τῶν οὔλων καὶ ἐντίθει τοῖς ὑποφθορίοις.

3.
4. Χαλβάνης, ὀπίου, πεπέρεως, κηροῦ, σταφίδος ἀγρίας, κόκκου
5. κνιδίου ἀνὰ 𐅻 α΄. λεάνας ἀναλάμβανε κηρῷ καὶ περίπλασσε.

6. Ὀπὸν σιλφίου
7. ἐντίθει ἢ αὐτὴν τὴν ῥίζαν ἢ χαλβάνην μετὰ πεπέρεως
8. ἢ ὄπιον μετὰ χαλβάνης ἢ ὀποπάναξ ἐμπλασσόμενος. πρὸς
9. ὀδόντων πόνους. ♃ σώρεως 𐅻 β΄. στυπτηρίας σχιστῆς 𐅻 β΄.
10. μίσυος 𐅻 α΄. ξηρῷ χρῶ.

11. ♃ Κέρατος ἐλαφείου
12. κεκαυμένου λίτρας β΄. ἐρίων οἰσυπηρῶν ἁπαλῶν γο γ΄.
13. ἁλὸς ἀμμωνιακοῦ γο δ΄. πεπέρεως λευκοῦ γο β΄. κόστου γο α΄.
14. σχιστῆς γο β΄. σχίνου καὶ περδικίου βοτάνης κεκαυμένης σὺν
15. τοῖς ἐρίοις ἢ μόνης, τέταρτον λίτρας, μαλαβάθρου φύλλων
16. γο α΄. κόψας ὁμοῦ χρῶ.

17. Κριθὰς
2. καὶ ἅλας μέλιτι καὶ οἴνῳ δεύσας ἔνδησον εἰς χάρτην καὶ
3. καύσας καὶ λειώσας τρῖβε τὰ οὖλα. ἄλλο. χαλκάνθην, στυπτηρίαν,
4. σίδια ῥοιᾶς γλυκείας ἴσα λεάνας παράτριβε τὰ οὖλα
5. νῆστις, εἶτα οἴνῳ στυπτικῷ διακλύζου. ἄλλο πρὸς οὖλα ἡλκωμένα.
6. ♃ νίτρου κεκαυμένου, κυπέρου κεκαυμένου, ἑκάστου
7. ἴσον, λείοις μετὰ μέλιτος διάχριε. ἄλλο πρὸς οὖλα καὶ ὀδόντας
8. σειομένους. ♃ Ἴρεως γε δ΄. πίτυος φλοιοῦ γο δ΄. σχιστῆς
9. γο α΄. ξηρῷ χρῶ. ἄλλο πρὸς σειομένους ὀδόντας.
10. σχῖνον, μυρσίνην, κηκίδα ἑψήσας ἐν οἴνῳ δίδου διακλύζεσθαι.
11. ἄλλο. ♃ ἁλὸς μέρη δύο, στυπτηρίας σχιστῆς κεκαυμένης
12. καὶ ἐσβεσμένης ὄξει δριμεῖ μέρος ἓν, λείοις χρῶ, εἶτα
13. οἴνῳ διακλυζέσθω.

14. Χάλκανθον
15. τρίψας μετὰ ἐλαίου παράπτου τῶν ῥιζῶν ἐρίῳ. ποιεῖ καὶ
16. πρὸς βεβρωμένους ὀδόντας ἀναληφθὲν κηρῷ, καὶ ἐντιθέμενον
17. μετὰ μυρσίνης ἴσης τριβὲν καὶ μέλιτι ἀναληφθέν. πρὸς
18. σειομένους ὀδόντας. πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρατεῖν
1. ποίει. καὶ κέρατα τοῦ ἐλάφου ἐν οἴνῳ ἑψημένα. πρὸς
2. δὲ τοὺς βεβρωμένους ὀδόντας καππάρεως ῥίζαν σὺν ὄξει δριμεῖ
3. ἕψε εἰς ἥμισυ καὶ χλιαρῷ διακλύζου ἢ τὸν φλοιὸν ὁμοίως.
4. τὸ δ’ αὐτὸ καὶ πρὸς πόνους ποιεῖ.

5.
6. ♃ Θείου ἀπύρου μέρος α΄. βουτύρου μέρος α΄. πήξας
7. πυρία διὰ μηλωτίδος. ἄλλη πρὸς ὀδόντων πόνους. ἅλατι
8. προσμίξας τοὺς ὀδόντας, κονίαν στακτὴν λαβὼν, χλιάνας κατάσχες
9. ἐν τῷ στόματι μέχρι χρόνου συμμέτρου. ἔδει προσκεῖσθαι
10. ἐπὶ τοῦ τῶν οὔλων πόνου.

11. ♃ Πεπέρεως, πυρέθρου,
12. τιθυμάλλου ὀποῦ, χαλβάνης ἀνὰ 𐅻 α΄. λεάνας ἀναλάμβανε
13. τῇ χαλβάνῃ καὶ ἐντίθει εἰς τὸ βρῶμα. ἄλλη. ♃
14. πεπέρεως ὀβολὸν α΄ S". κόκκου κνιδίου τὸ ἴσον, χαλβάνης
15. 𐅻 α΄ S". ἀφρονίτρου ὀβολοὺς δύο, κρόκου ὀβολὸν α΄ S".
16. ἴρεως ξηρᾶς ὀβολὸν α΄ S". ῥόδων ἁπαλῶν 𐅻 S". τρίψας,
17. μέλιτι ἀναλάμβανε καὶ ἐμπλαστρῶδες ποιήσας ἔμπλασσε τὴν
18. μύλην.

1. Μελάνθιον φώξας καὶ τρίψας
2. μετ’ ὄξους δριμέος κατάπλασσε τὸ βρῶμα τῆς μύλης
3. καὶ οὐκ ἔτι βρωθήσεται, ἀλλὰ μένει οἷόν ἐστιν. οἱ δὲ καὶ
4. νίτρου 𐅻 α΄. μετ’ ὄξους δριμέος. πρὸς τὸ αὐτό. ♃ καστορίου,
5. πυρέθρου ὀπτοῦ, χαλβάνης ἴσον ἑκάστου μίξας ἐντίθει.

6. ♃ Ἀλεύρου ἐρεβίνθου
7. καθαροῦ 𐅻 β΄. φυράσας ὀπῷ τιθυμάλλου, ἐπίθες ἐπὶ τὸν
8. ὀδόντα καὶ ἐπάνω κισσοῦ φύλλα καὶ ἐάσας ὥραν αἶρε καὶ
9. αὐτομάτως θρυβήσεται. ποιεῖ τοῦτο καὶ πρὸς βεβρωμένους,
10. κηρωτὴν δ’ ἐπὶ τῆς χρείας μαλάξας περιτίθει.

11. ♃ Σώρεως, κηκίδος ὀμφακίνης, σταφίδος
13. ἀγρίας, στυπτηρίας σχιστῆς, θείου ἀπύρου, πεπέρεως μακροῦ,
14. λεῖα ποιήσας, κεδρίᾳ μίσγων λέαινε καὶ κηρὸν τήξας
15. καλῶς περίχρισον τὸν ὀδόντα. ἐκβάλλει δὲ αὐτοὺς καὶ
16. πύρεθρον καὶ τιθυμάλλου μυρσινίτου ὀπὸς μετὰ ἀλεύρου
17. ὀροβίνου, ὥστε στεατώδη γενέσθαι καταπλασθείς. ἢ πύρεθρον
1. ἡμέραις μ΄. βραχὲν ὄξει καὶ περιπλαττόμενον τῷ ὀδόντι.
2. ἄλλο πρὸς τοὺς τετρημένους. ♃ Καστορίου, πυρέθρου,
3. ὀπίου, χαλβάνης ἴσον ἑκάστου μίξας ἐντίθει.

4. Ἔνια
5. τῶν ὑπ’ ἐμοῦ συντεθέντων ὀδοντοτριμμάτων τῇ πείρᾳ δοκιμασθέντα
6. καὶ φανέντα γενναίαν ἔχειν ἐνέργειαν, ἄξια γραφῆς
7. ἔδοξεν εἶναί μοι, καὶ πρῶτόν γε τὰς ψυχρὰς διαθέσεις
8. τῶν ὀδόντων ἰωμένων, ἐάν τε διὰ ψυχροῦ πόσιν ὕδατος ἄμετρον
9. ἢ τῶν ὑπὸ χιόνος ψυχθεισῶν ὀπωρῶν ἤ τινων ἐδεσμάτων
10. ἢ πομάτων ὦσι γεγονυῖαι καὶ πρὸς τούτοις, ἐὰν διὰ
11. χυμὸν ψυχρὸν ἐκ τῆς κεφαλῆς εἰς αὐτοὺς καταῤῥέοντα. τούς
12. μὲν οὖν διὰ χυμὸν ἐψυγμένους μεγάλως ὀνίνησιν ὁ ἀποφλεγματισμός.
13. ὅπως δὲ δεῖ ποιεῖν τοῦτον, καθ’ ἕτερον κεφάλαιον
14. ἰδίᾳ γεγραμμένον ἔχεις. τοὺς δὲ ἄνευ χυμοῦ διὰ
15. μόνου τοῦ νῦν εἰρημένου φαρμάκου θεραπεύειν προσήκει,
16. χρῆσθαί τε αὐτῷ καὶ μετὰ τὸν ἀποφλεγματισμὸν ἄμεινόν
17. ἐστιν, ὅπως ἐκκενώσῃς μὴ μόνον τὸν βλάπτοντα χυμὸν, ἀλλὰ
18. καὶ τὴν ὑπ’ αὐτοῦ γεννωμένην διάθεσιν ἐκθεραπεύσῃς. ἡ δὲ
1. σύνθεσις τοῦ φαρμάκου τῷδε τῷ τρόπῳ γίνεται. λαβὼν
2. δύο βοτάνας, ὧν ἡ μὲν σιδηρῖτις, ἡ δὲ περδικίας ὀνομάζεται,
3. ξήρανον ἐν οἴκῳ ἀτρέμα χωρὶς ἡλίου προσβολῆς, ὡς μήτε
4. ὑγρὰς ἔτι μήτε ξηρὰς εἶναι, καὶ καῦσον εἰς τοσοῦτον, ὡς
5. ὅτε πρῶτον ἐπιτήδειοι γένοιντο κοπῆναι καὶ διατμηθῆναι
6. παύσασθαι καίοντα. διαφθείρεται γὰρ ἡ δύναμις αὐτῶν ἐπιπλέον
7. καυθεισῶν. ἐν ἑτέρῳ δὲ χυτριδίῳ καυθήτωσαν ἅλες
8. ὀρυκτοὶ μετὰ σχιστῆς στυπτηρίας Ἀττικῷ μέλιτι φυραθέντες,
9. εἶτα μετὰ τῶν ἄλλων ταῦτα μιχθέντα κοπτέσθωσαν καὶ
10. διασησθέντα καλῶς λεπτῷ κοσκίνῳ, πάλιν ἐν θυΐᾳ τριβέσθωσαν,
11. βέλτιον γὰρ ἔσται τὸ φάρμακον εἰς ὅσον ἂν ἀκριβέστερον
12. λειωθῇ. χρῆσθαι δὲ αὐτῷ δεῖ, μόνους τοὺς ὀδόντας
13. τρίβοντας χωρὶς τῶν περικειμένων οὔλων, εἰ μὴ τύχοι
14. ταῦτα ὄντα πλαδαρὰ, ξηραντικὴν γὰρ ἔχον δύναμιν τὸ φάρμακον.
15. ἐπιτήδειον μέν ἐστιν τοῖς ὑγροῖς οὔλοις, ἐναντίον δὲ
16. τοῖς ξηροῖς, τὰς μέντοι μετὰ τὰ οὖλα ῥίζας τῶν ὀδόντων
17. ἀνατρίβειν αὐτῷ χρὴ, καθάπερ γε καὶ αὐτοὺς τοὺς ὀδόντας.
18. ἡ δὲ τῶν μιγνυμένων εἰς τὴν σύνθεσιν τοῦ φαρμάκου συμμετρία
1. τοιαύτη ἐστὶ, τῶν μὲν βοτανῶν μετὰ τὸ καυθῆναι
2. 𐅻 ιστ΄. τῶν δὲ ἁλῶν τῶν μετὰ τῆς στυπτηρίας καυθέντων
3. 𐅻 ια΄. ἔστω δὲ τῶν μὲν βοτανῶν ἴσος ἑκατέρας σταθμὸς
4. μιγνύμενος πρὶν καυθῆναι. οἱ δὲ ἅλες τετραπλάσιοι
5. τῷ σταθμῷ τῆς στυπτηρίας ἔστωσαν, τῶν δὲ ἄλλων μηδὲν
6. καέσθω. ξηρὰ δ’ ἐμβαλλέσθω κατὰ τὴν ὑπογεγραμμένην συμμετρίαν.
7. ♃ ὀριγάνου κόμης 𐅻 β΄. πεπέρεως 𐅻 θ΄. ἐν ἄλλῳ
8. 𐅻 β΄. πυρέθρου 𐅻 β΄. κόστου 𐅻 γ΄. σελίνου σπέρματος
9. 𐅻 γ΄. ἴρεως Ἰλλυρικῆς 𐅻 ε΄. ἡδυόσμου ξηροῦ 𐅻 β΄. κέρατος
10. ἐλαφείου ἢ αἰγείου κεκαυμένου 𐅻 β΄. σεσέλεως, ὑσσώπου
11. ἀνὰ 𐅻 β΄. ἐὰν εὐῶδες αὐτὸ βουληθῇς εἶναι, κασσίας ἢ ἀμώμου
12. μίξας 𐅻 β΄. εἰ δὲ βασιλεῖ σκευάσεις, ἐμβαλεῖς κινναμώμου
13. 𐅻 α΄.

14.
15. Καλλιτρίχου καρποῦ λίτραν α΄. στυπτηρίας σχιστῆς καὶ
16. στρογγύλης ἀνὰ γο γ΄. ναρδοστάχυος γο β΄. μαλαβάθρου φύλλων
17. γο α΄. πεπέρεως λευκοῦ γο α΄. πυρέθρου 𐅻 ε΄. κόψας
18. καὶ λειώσας ὁμοῦ πάντα παράπτου τῶν οὔλων, ἄχρι τῶν
19. ῥιζῶν τῶν ὀδόντων.

1. Λαβὼν τῆς περδικίας βοτάνης μόδιον
5. Ἰταλικὸν, ἐν ἄλλῳ μνᾶν, ἁλῶν λευκῶν καὶ λεπτῶν 𐆅 α΄.
6. μέλιτος ἑξάγειον α΄. κόψον, ὡς γενέσθαι μάζαν ψαφαρωτέραν,
7. εἶτα ἐμβαλὼν εἰς χύτραν καινὴν περίπλασον πηλῷ κεραμικῷ.
8. τὸ δὲ πῶμα ἡρμοσμένον, κατὰ μέσον τρῆμα ἔχον, δι’ οὗ κινείσθω
9. ῥάβδῳ ἐξ ἀνθρακιᾶς. ὠπτημένῳ, ἕως οὗ μήτε καπνῶδες
10. μήτε ἀτμῶδες ἀναφέρηται, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ
11. ψύξας λάμβανε ἐπ’ αὐτοῦ 𐅻 ιδ΄. πεπέρεως λευκοῦ 𐅻 ε΄.
12. πεπέρεως μέλανος 𐅻 στ΄. πυρέθρου 𐅻 στ΄. στυπτηρίας σχιστῆς
13. κεκαυμένης καὶ ἐσβεσμένης οἴνῳ αὐστηρῷ 𐅻 β΄. κισσήρεως,
14. σμύρνης, ὑσσώπου, σελίνου σπέρματος, γλήχωνος ἀνὰ
15. γο β΄. ἡδυόσμου, ἴρεως Ἰλλυρικῆς, ἀνὰ 𐅻 γ΄. ταῦτα προξηράνας
16. ἐν ἡλίῳ, κόπτε, σῆθε καὶ μίγνυε τῷ ἐκ τῆς χύτρας
17. προλελειωμένῳ. ἄλλο. ♃ περδικίου προσφάτου 𐅻 ι΄. μέλιτος
1. 𐅻 δ΄. στυπτηρίας σχιστῆς 𐅻 δ΄. ἴρεως Ἰλλυρικῆς 𐅻 δ΄.
2. πεπέρεως λευκοῦ 𐅻 η΄. μέλανος 𐅻 γ΄. κισσήρεως 𐅻 β΄. σμύρνης
3. 𐅻 γ΄. πυρέθρου 𐅻 β΄. ἡδυόσμου ξηροῦ 𐅻 γ΄. ὑσσώπου
4. 𐅻 β΄. γλήχωνος 𐅻 β΄. σελίνου σπέρματος 𐅻 β΄. σιδηρίτιδος
5. βοτάνης 𐅻 γ΄. ἁλῶν ὀρυκτῶν 𐅻 ιδ΄. τὴν περδίκιον καὶ τὴν
6. σιδηρίτιδα καὶ τὸ μέλι καὶ τοὺς ἅλας φυράσας καῦσον, τὴν
7. δὲ σχιστὴν ἰδίᾳ καύσας οἴνῳ σβέσον, εἶτα ὁμοῦ πάντα κόψας
8. χρῶ. ἄλλο. ♃ ἁλῶν ὀπτῶν διὰ μέλιτος τῶν μετὰ τοῦ
9. περδικίου 𐅻 ιδ΄. στυπτηρίας σχιστῆς, ὀπτῆς, ἐσβεσμένης οἴνῳ
10. αὐστηρῷ, ἴρεως Ἰλλυρικῆς ἀνὰ 𐅻 δ΄. ἑλξίνης, σμύρνης, ἡδυόσμου
11. ξηροῦ ἀνὰ 𐅻 γ΄. γλήχωνος ξηρᾶς, κισσήρεως, πυρέθρου,
12. ὑσσώπου, σελίνου σπέρματος ἀνὰ 𐅻 β΄. φύλλου
13. μαλαβάθρου 𐅻 β΄. πεπέρεως λευκοῦ 𐅻 ε΄. μέλανος 𐅻 στ΄.
14. κόψας, σήσας χρῶ. ἄλλο. ♃ ἁλῶν ὀπτῶν διὰ τοῦ μέλιτος
15. τῶν μετὰ τοῦ περδικίου 𐅻 ιδ΄. γλήχωνος 𐅻 β΄. στυπτηρίας
16. σχιστῆς, ὀπτῆς καὶ ἐσβεσμένης οἴνῳ αὐστηρῷ 𐅻 δ΄.
17. ἴρεως Ἰλλυρικῆς 𐅻 δ΄. πεπέρεως λευκοῦ 𐅻 ε΄. καὶ μέλανος
18. 𐅻 στ΄. κισσήρεως 𐅻 β΄. σμύρνης 𐅻 γ΄. ἡδυόσμου 𐅻 γ΄. πυρέθρου
19. 𐅻 β΄. ὑσσώπου 𐅻 β΄. σελίνου σπέρματος 𐅻 β΄. οἱ
1. ἅλες πεπλυμένοι μέλιτι καλῶς φυρῶνται, τριβέντες καὶ ἐντεθέντες
2. εἰς χύτραν καινήν· ἔπειτα δεῖ τὸ περδίκιον ἐπιτιθέναι
3. μεταξὺ τῶν ἁλῶν αὐτοῦ ἐνσπειρομένων, ἔπειτα δὲ
4. ἐπιτιθέντος ἐπιτιθέντος περιπλάσσεται πηλῷ καὶ ἐν τῷ κλιβάνῳ
5. ὀπτᾶται, ἐξαιρεθέντα δὲ τρίβεται συντριβομένων τῶν
6. ἁλῶν, πάνυ δὲ λείοις χρῆσθαι.

7. ♃ Νίτρου γο α΄. σηπίας ὀστράκου
9. γο α΄. σμύρνης γο α΄. λείοις χρῶ. ὀδοντότριμμα κάλλιστον.
10. ♃ στυπτηρίας σχιστῆς γο στ΄. μαστίχης γο α΄. ῥόδων κόμης
11. γο γ΄. ἴρεως γο δ΄. λείοις χρῶ καὶ ὕδατι χλιαρῷ
12. διακλύζου.

13. Πυθικοῦ
14. λεγόμενόν τι βιβλίδιον εἶναι μικρὸν, ὁ Δαμοκράτης
15. ἐπέγραψε Πυθικὸν, ἀπὸ τοῦ δόντος αὐτῷ τὰς τῶν στοματικῶν
16. φαρμάκων συνθέσεις ὀνομάσας οὕτω, ἐν ᾧ κατὰ τὸ
17. τέλος καὶ ταῦτα γέγραπται·

1. Ὀδοντοτρίμμασιν δὲ τούτοις χρώμενος
2. Λευκοὺς τηρήσεις τοὺς ὀδόντας κᾀσινεῖς.
3. Τὰ πλαδαρά τε οὖλα καταστέλλεις ἅμα.
4. Αἴρεις δὲ καὶ τὰς τῶν στομάτων δυσωδίας,
5. Ποιῶν τὸ μὲν ἄκρως λευκὸν οὕτω σκευάσας,
6. Κέρατος ἐλαφείου τετράκις κεκαυμένου
7. Λίτρας τέσσαρας, ἁλὸς λίτραν α΄.

Ἐν ἄλλῳ δ’ εὗρον οὕτω.

8. Κέρατος ἐλαφείου κεκαυμένου τετράκις
9. Λίτρας S". ἁλὸς γο διπλᾶς,
10. Ἀμμωνιακοῦ ξηροῦ τε καὶ μὴ τοῦ πικροῦ,
11. Χόνδρου τε λίτραν α΄. μαστίχης Χίας λίτραν μίαν.
12. Κόστου λίτρας γο γ΄. ἢ πλεῖον βραχὺ,
13. Σχίνου τε λευκῆς ταὐτὸ καὶ λευκοῦ πεπέρεως
14. γο α΄. φύλλου μαλαβάθρου γο β΄.
15. Κόψας ἐν ὅλμῳ πάντα καὶ σήσας ἅμα
16. Χρῆσθαι κελεύσεις, ὡς φράσω μετ’ οὐ πολύ.
17. Εἰ δὲ θελήσεις αὐτὸ σκευάσαι ποτὲ
1. Πρὸς φλεγμονὴν οὔλων καὶ τραύματα ἔχοντα,
2. Σαρκῶν ἐπιφύσεις τετυλωμένας, σχιστῆς
3. Προσέμβαλε στυπτηρίας λίτραν μίαν.
4. Ἄλλο Δαμοκράτους ὀδοντότριμμα.
5. Τὸ δὲ μᾶλλον οὕτω γενέσθαι δυνάμενον,
6. Μετὰ εὐχερείας καὶ τὸ συμφέρον πολὺ
7. Ἔχον, μετά τινος ἡδονῆς τῶν χρωμένων.
8. Χλωρὰν ἐπὶ πολὺ, τὴν σιδηρῖτιν πόαν,
9. Εἰς λοπάδα καινὴν εὐμεγέθη πολλὴν ἐμβαλὼν,
10. Κριθῆς παράμισγε τὸ μέτριον τῆς προσφάτου,
11. Κᾆτα θές γε ἐπ’ αὐτῆς τῆς πόας δεσμίδιον,
12. Ἅλας περίπασσε, εἶτα τῆς πόας πάλιν,
13. Εἶτα κριθὴν πάλιν, εἶτα τοῦτο πολλάκις
14. Ποιῶν, ἀποπλήρου τὸ πᾶν κύτος τῆς λοπάδος.
15. Ἄνωθεν δὲ ἱκανὸν τῆς πόας τιθεὶς πάλιν,
16. Εἰς ἴπνον ἔχοντα θερμασίαν ἢ κλιβάνῳ
17. Θεῖναι κέλευσον νύκτα ὅλην ἵνα ἐκφρυγῇ,
18. Μᾶλλον δ’ ἵνα ἐκκαῇ καὶ δυνηθῇ ῥᾳδίως
1. Λεῖον γενέσθαι καὶ διελθεῖν κοσκίνῳ.
2. Εὐωδίας δὲ χάριν πρόσβαλλε βραχὺ
3. Λευκοῦ πεπέρεως καὶ λιβάνου μὴ πολύ.
4. Σχίνου δὲ πλεῖον καὶ κυπείρου τῆς καλῆς.
5. Ταῦτα ἀφαιρῶν πάντα καταμίσγεις μόνον,
6. Χίας πολὺ πλέον, μαστίχης ξηρᾶς πάνυ
7. Διδόναι χρὴ τοῖς θέλουσι εἰς ἑσπέραν.
8. Ὄρθρου δὲ πάλιν τοῖς καθαρίοις ἀνδράσιν,
9. Ἐπὶ διακλύζεσθαι μετὰ φάρμακα κράματι,
10. Πρόσταττε χρῆσθαι καὶ μάλιστ’ εἰς ἑσπέραν.
11. Ὄρθρου δ’ ὀξυμέλιτος εὖ κεκραμένου,
12. Μάλιστα πρὸς τὰς τῶν στομάτων δυσωδίας.

13. Στυπτηρίας καύσας ἐπὶ μύακος
14. χαλκοῦ καὶ ὀστράκου, κατασβέννυε οἴνῳ αὐστηρῷ, ἀπὸ
15. ταύτης λάβε γο θ΄. μαστίχης γο στ΄. λιβάνου γο α΄. φύλλου
16. 𐅻 δ΄. κυπέρου 𐅻 δ΄. καὶ χρῶ. ἄλλη ᾗ χρῶμαι. ♃ κέρατος
17. ἐλαφείου κεκαυμένου 𐅻 β΄. μαρμάρου γο α΄. ὀριγάνου 𐅻 δ΄.
18. χρῶ.

1.
2. ♃ Τραγοριγάνου 𐅻 β΄. ὑσσώπου 𐅻 δ΄. περδικίου βοτάνης,
3. τῆς τιβερίας ἀναδευθείσης μέλιτι καὶ ἅλατι λεπτῷ καὶ καυθείσης
4. ἐν χύτρᾳ ὡς ἀνθρακωθῆναι γο γ΄. πεπέρεως 𐅻 δ΄.
5. κόψας, σήσας, τούτῳ χρώμενος ἀπόθου, οὔτε ἀλγήσονται
6. ὀδόντες οὔτε τμηθήσονται οὔτε παρουλίδες αἱμαχθήσονται
7. οὔτε ὑπερσαρκώσουσιν οὔτε ῥευματισθήσονται, ἕξεις δὲ εὐῶδες
8. τὸ στόμα καὶ λαμπροὺς τοὺς ὀδόντας. τινὲς δὲ ταρίχους
9. καύσαντες ἐν χύτρᾳ προσβάλλουσι τῷ φαρμάκῳ ἢ κύβιον.
10. κατ’ ἰδίαν γὰρ ἐάν τις χρήσηται τῇ σποδιᾷ, οὐκ ἀλγήσει.

Cliquer un n° de page pour en afficher l’image