Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 6.1, ed. Kühn, 1826, vol. 12, p. 894-905. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:6.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ζ.

1. Ἀληθὴς μὲν ἀμέλει καὶ ὁ λεγόμενος ὑπὸ
2. τῶν πλείστων τεχνιτῶν ἐστι λόγος, ὡς οὐκ ἴσον οὐδ’
3. ὅμοιον εἴη παρὰ ζώσης φωνῆς μαθεῖν ἢ ἐκ συγγράμματος
4. ἀναλέξασθαι. τοῖς γε μὴν φιλοπόνοις καὶ φύσει συνετοῖς
5. οὐχ ἡ τυχοῦσα πολλάκις ὠφέλεια γίνεται βιβλίοις ἐντυγχάνουσι
6. σαφῶς γεγραμμένοις. ἐπιστάμενος οὖν κᾀγὼ πρώτοις
7. μὲν τοῖς ἑταίροις, ὅσοι καὶ διὰ τῶν ἔργων ἔγνωσαν ὁπόσην
1. ἔχει δύναμιν ἡ λογικὴ μέθοδος εἰς εὐπορίαν φαρμάκων, οὐ
2. σμικρὸν ὄφελος ἐκ τῆσδε τῆς πραγματείας ἔσεσθαι, βουλόμενος
3. δὲ καὶ τοῖς ἄλλοις βοηθεῖν, ὅσοι κάμνειν ἐπὶ τοῖς καλλίστοις
4. οὐκ ὀκνοῦσιν, τὴν τοῦ λόγου τοῦδε διέξοδον ἐνεστησάμην,
5. οὐκ ἐσπευμένην οὐδὲ σύντομον ἐν αὐτῇ τὴν διδασκαλίαν
6. ποιούμενος, ἀλλ’ ἐκτεταμένην τε καὶ μακροτέραν,
7. ὁποίαν διὰ τῶν ἄνευ γραφῆς λόγων ἑκάστοτε πρὸς τοὺς
8. ἑταίρους εἴωθα ποιεῖσθαι. διαφέρει γὰρ ἡ λογικὴ τῶν βοηθημάτων
9. εὕρεσις τῆς ἐμπειρικῆς, ὡς καὶ πρόσθεν ἤδη μοι κατὰ
10. τὸν τῶν νευροτρώτων λόγον εἴρηται, τῇ καθόλου γνώσει τῆς
11. δυνάμεως τῶν φαρμάκων, οἷς χρῆσθαι προσήκει καθ’ ἕκαστον
12. τῶν παθῶν. ἐπὶ γοῦν τῶν στοματικῶν ὀνομαζομένων
13. φαρμάκων, ὁποῖόν ἐστι τὸ διὰ τῶν μόρων ἅπασι γινωσκόμενον,
14. ὁ πρῶτος σκοπὸς τῆς ἰάσεως ἐστὶ κοινὸς ἁπάντων
15. τῶν φλεγμαινόντων μορίων, εἶθ’ ἑξῆς ὁ δεύτερος, ἴδιος ἐξ
16. αὐτοῦ θεραπευομένου. τίς οὖν ἡ τῶν φλεγμαινόντων ἐστὶ
17. διάθεσις ἐγνῶσθαι χρὴ πρότερον, εἰ μέλλοιμεν ἐξ αὐτῆς ἔνδειξίν
1. τινα τῶν βοηθημάτων λήψεσθαι. προμεμαθήκαμεν δὲ
2. καὶ προαποδεδειγμένον ἔχομεν, ἐξ ἐπιῤῥοῆς αἵματος θερμοῦ
3. γίνεσθαι τὰς φλεγμονάς. ἐμάθομεν δὲ καὶ ὡς τὸ ἐπιῤῥεον
4. τοῦτο κατ’ ἀρχὰς μὲν ἀναστεῖλαί τε καὶ ἀποκρούσασθαι
5. προσήκει, πλὴν εἰ παλινδρομήσει ἐπί τι κύριον μόριον,
6. ἕτερόν τι μεῖζον ἐργάζεσθαι πολὺ κακόν. ἀλλ’ οὐ νῦν ἐστι
7. χρεία τῶν τοιούτων διορισμῶν, ὡς μεμνημένων γὰρ ἡμῶν
8. ὅπως χρὴ τὸ σύμπαν σῶμα προπαρασκευάζειν εἰς τὴν κατὰ
9. τὸ μόριον ὁτιοῦν συνισταμένων παθῶν ἴασιν, ἐπὶ τὸ προκείμενον
10. ἀφίξομαι. καὶ γὰρ φλεβοτομίᾳ χρώμεθα καὶ καθάρσει
11. καὶ κλυστῆρσι καὶ ἀσιτίαις, ὅταν ἡμῖν τὸ πᾶν σῶμα
12. φαίνηται πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον. εἰ δὲ μηδέτερον
13. εἴη τούτων, ἐπὶ τὴν διὰ τῶν τοπικῶν ἴασιν εὐθέως
14. ἀφικνούμεθα. πῶς οὖν εὑρίσκειν αὐτὰ χρὴ τὸν μέλλοντα
15. καλῶς ἰᾶσθαι τὰς ἐν τῷ στόματι φλεγμονάς; ὁ γάρτοι λόγος
16. οὕτως εὐθέως σε διδάσκει, καὶ πῶς δεῖ τοῖς εὑρημένοις χρήσασθαι
17. προσηκόντως ἑωρακότας δὲ τοὺς ἑταίρους πολλάκις
18. ἀναμιμνήσκω τοῖς τῶν καλεσάντων ἰατρῶν εἰς συμβουλήν με
1. φαρμάκοις θεραπεύσαντα τὰς διαθέσεις, ὧν ἕνεκεν ἐκλήθην.
2. ἀδύνατον γάρ ἐστι καλῶς χρῆσθαι φαρμάκῳ μὴ γινώσκοντα
3. τὴν δύναμιν αὐτοῦ, καθ’ ἣν ἐνεργοῦν ὠφελεῖ. κατὰ τὸν οὖν
4. αὐτὸν τρόπον ἐπὶ τῶν ἐν τῷ στόματι συνισταμένων φλεγμονῶν
5. ὁ κοινὸς σκοπὸς ἁπασῶν αὐτῶν, ἐὰν προσλάβῃ τὴν
6. ἐκ τῆς τοῦ μορίου φύσεως ἔνδειξιν, εὑρήσει πρῶτον μὲν τὸ
7. γένος τῶν φαρμάκων οἷς χρῆσθαι προσήκει, εἶτα ἑξῆς τὰς
8. κατὰ μέρος ἐν αὐτοῖς διαφορὰς, ἐάν γε προγινώσκῃ τῶν
9. ἁπλῶν φαρμάκων τὴν δύναμιν, ὡς ἤδη πολλάκις ἐδείχθη.
10. τὸ μὲν οὖν γένος τῶν ἀποκρουστικῶν φαρμάκων ἐπὶ τῶν
11. ἀρχομένων φλεγμονῶν ἐν τῇ τῶν ψυχόντων ἐστὶν ὕλῃ. τούτων
12. δὲ αὐτῶν διττῶν ὄντων, ὡς ἐμάθομεν, ὅσα στύφειν
13. πέφυκεν, ἐναργεστέραν ἔχει τὴν δύναμιν εἰς τὸ θᾶττον ἀποκρούσασθαι
14. τὸ ἐπιῤῥέον, ὑπάρχει δ’ εὐθέως αὐτοῖς καὶ τὸ
15. συνάγειν καὶ πυκνοῦν τὴν ἐπιφάνειαν τοῦ σώματος, ᾧ προσάγεται.
16. κοινὸς μὲν οὖν ὁ σκοπὸς οὗτός ἐστι τῆς τῶν ἀρχομένων
17. φλεγμονῶν κωλύσεως ἀπὸ τοῦ πάθους ἐνδεικτικῶς
1. εὑρημένος. ὁ δὲ ἀπὸ τῆς τοῦ θεραπευομένου μορίου φύσεως
2. αὐτῷ προσέρχεται, γινωσκόντων ἡμῶν ἀραιοτέραν εἶναι καὶ
3. μαλακωτέραν τὴν ἐπιφάνειαν τοῦ κατὰ τὸ στόμα χιτῶνος,
4. οὐ σμικρῷ τῆς τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος.
5. ὑπάρχει δέ τι καὶ ἄλλο τοῖς κατὰ τὸ στόμα μορίοις διττὸν,
6. οὐχ ὑπάρχον τῷ δέρματι. τῆς τε γὰρ ἀηδίας τῶν προσαγομένων
7. αἰσθάνεται φαρμάκων, ὑποκειμένους τε δύο πόρους
8. ἔχει, δι’ ὧν εἴς τε τὴν γαστέρα καὶ τὸν πνεύμονα καταῤῥυῆναί
9. τι δύναται τῶν στοματικῶν φαρμάκων, ὁποῖόν ἐστι
10. καὶ τὸ διὰ χαλκάνθου. καί τις ἰατρὸς οὔτε ἀσύνετος οὔτε
11. ἄπειρος φαρμάκων δυνάμεως μίξας τοῦτο τῷ στοματικῷ
12. πολὺ μὲν ἰσχυρότερον εἰργάσατο, βλάπτων δὲ ἱκανῶς, ὁπότε
13. παρεῤῥύη τι πρὸς τὸν στόμαχον ἢ τὸν λάρυγγα καὶ ταῦτα
14. μὲν εὐθέως αὐτὰ καὶ δι’ αὐτῶν δὲ τὴν γαστέρα τε καὶ τὴν
15. τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα. συνυπάρχει δὲ τῷ φαρμάκῳ
16. καὶ ἡ κατὰ τὴν γεῦσιν ἀηδία, κατά τε τὴν χρῆσιν
17. αὐτὴν ἀνιῶσα καὶ παραμένουσα δι’ ὅλης ἡμέρας, ὡς κᾀν 
1. ταῖς ἐδωδαῖς εἶναι λυπηράν. τοῖς οὖν οὕτως ἰσχυροῖς τε ἅμα
2. καί τινα δηλητηρίαν ἔχουσι δύναμιν οὐ προσήκει χρῆσθαι
3. θεραπεύοντι τὰς ἐν τῷ στόματι διαθέσεις ἄνευ μεγάλης ἀνάγκης.
4. οὐ γὰρ περὶ φλεγμονῶν μόνον εἰρῆσθαι χρὴ νομίζειν
5. τὸν λόγον, ὅτι μηδ’ ἐκ τῆς τούτων ἐνδείξεως εὕρομεν αὐτὸν,
6. ἀλλὰ κοινὸν εἶναι πάντων τῶν κατὰ τὸ στόμα τὴν ἔνδειξιν
7. ἐκ τῆς φύσεως τοῦ μορίου ἐσχηκότα. ταῦτ’ οὖν ἐννοήσας
8. ὁ τὸ διὰ χυλοῦ τῶν συκαμίνων φάρμακον συνθεὶς, πρῶτον
9. μὲν ἕψησεν αὐτὸ μετὰ μέλιτος, ὅπως ἀποκείμενον
10. ἕτοιμον ἔχοι καθ’ ὅλον τὸν ἐνιαυτὸν, οὐ μόνον ἐκείνῳ τῷ
11. καιρῷ, καθ’ ὃν ἐκθλίψαντα τὴν ὀπώραν ἔστι τῷ χυλῷ
12. χρῆσθαι. βελτίων γὰρ μόνος ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν,
13. καί με πολλάκις οὕτως ἐπὶ τῶν τοιούτων φλεγμονῶν
14. χρώμενον ἐθεάσασθε. διαρκέστερος δὲ ἰδίως ὁ μετὰ τοῦ
15. μέλιτος σκευαζόμενος. ὠνόμασα δὲ αὐτὸν διαρκέστερον οὐ
16. μόνον ὅτι ταχέως διαφθείρεται χωρὶς τῆς μετὰ τοῦ μέλιτος
17. ἑψήσεως ἀποτεθεὶς, ὡς μηκέτι ἔχειν ἡμᾶς αὐτῷ χρῆσθαι
18. κατὰ τὸν ἐφεξῆς χρόνον, ἀλλὰ καὶ ὅτι χρησιμώτερός ἐστιν
1. εἰς τοὺς ἑπομένους καιροὺς τῆς φλεγμονῆς ἄχρι τῆς παντελοῦς
2. ἰάσεως. ὥσπερ γὰρ ἐν ἀρχῇ τῶν ἀπωθουμένων τὸ ἐπιῤῥέον
3. ἐστὶ χρεία φαρμάκων, οὕτω μετὰ τὴν ἀρχὴν ἄχρι τοῦ
4. τέλους μικτοῦ τινος ἐξ ἀμφοῖν, τοῦ τε ἀποκρουομένου καὶ
5. τοῦ διαφοροῦντος. ἐπικρατεῖν δὲ χρὴ κατὰ μὲν τοὺς πρώτους
6. χρόνους τὸ στῦφον, ἐπὶ δὲ τῆς τελευτῆς τὸ διαφοροῦν, ἐν
7. δὲ τῷ μεταξὺ τὴν τούτων ἰσομοιρίαν ὑπάρχειν ἀμφοῖν. ὅταν
8. δὲ οἷον σκιῤῥῶδές τι λείπηται τῆς φλεγμονῆς, οὐδ’ ὅλως χρὴ
9. μεμίχθαι τῷ διαφοροῦντι τὸ στῦφον, ἐὰν κεκενωμένον εἴη
10. τὸ σύμπαν σῶμα, οὐ μὴν οὐδὲ ἐν ἀρχῇ τῷ στύφοντι τὸ
11. διαφοροῦν ἄμεινόν ἐστι μιγνύειν. ὁ δὲ τὸ διὰ τοῦ χυλοῦ
12. τῶν συκαμίνων φάρμακον συνθεὶς ὀλίγον γε φαίνεται κρόκου
13. τε καὶ σμύρνης αὐτῷ συμμίξας, κοινὴν μὲν ἐχόντων
14. δύναμιν τὴν πεπτικὴν τῶν φλεγμονῶν, ἰδίαν δὲ ἑκατέρου·
15. τοῦ μὲν κρόκου τὸ στῦφον, τῆς σμύρνης δὲ τὸ θερμαίνειν
16. εἰς τοσοῦτον, ὡς διαφορεῖν ἱκανῶς. ἐξικνεῖται γάρ τοι μέχρι
17. τοῦ βάθους τῶν σωμάτων ἡ σμύρνα μᾶλλον τοῦ κρόκου,
1. λεπτομερῆ τὴν οὐσίαν ἔχουσα, καὶ ἐκ τούτου διττὴν ὠφέλειαν
2. παρέχεται, συνεπαγομένη μέν πως ἅμα αὑτῇ καὶ τὰς
3. τῶν μεμιγμένων δυνάμεις, ἐκθεραπεύουσα δὲ μέχρι τοῦ βάθους
4. τὰ φλεγμαίνοντα. καὶ μέντοι καὶ συμπράττουσιν ἀλλήλοις
5. ὅ τε κρόκος καὶ ἡ σμύρνη πρὸς τὴν εἰς τὸ βάθος
6. δίοδον, ὁ μὲν οἷον ἐπωθῶν τὴν σμύρναν, ἡ δ’, ὡς ἂν εἴποι
7. τις, ποδηγοῦσα τὸν κρόκον. ὥσπερ γὰρ ἧττον ἔχει λεπτομερῆ
8. τὴν οὐσίαν ὁ κρόκος τῆς σμύρνης διὰ τὴν στύψιν, οὕτως ἡ
9. σμύρνα λεπτομερεστέραν ἔχουσα, θᾶττον μὲν εἰς τὸ βάθος
10. διαπέμπει τὴν ἑαυτῆς δύναμιν, θᾶττον δὲ παλινδρομεῖ πρὸς
11. τὸ δέρμα, συναναφέρουσα τὰ λεπτυνθέντα τῶν ἐν τῷ βάθει.
12. τοῦτο οὖν αὐτῆς τὸ τάχος τῆς ἐπανόδου κωλύουσιν
13. αἱ τῶν στυφόντων μίξεις, οὐ γὰρ δὴ μόνος ὁ κρόκος. ἔστι
14. γοῦν ἐν τῷ διὰ μόρων ὀνομαζομένῳ φαρμάκῳ στοματικῷ
15. τῶν τε συκαμίνων ὁ χυλὸς, οὐκ ὀλίγην στύφουσαν ἔχων
16. ποιότητά τε καὶ δύναμιν, ἕτερά τε τῶν ἐπιμιγνυμένων, ὅταν
17. ἰσχυρόν τις τὸ φάρμακον γενέσθαι βουληθῇ· ταῦτ’ οὖν τὰ
1. στύφοντα ποδηγεῖται μὲν ὑπὸ τῆς σμύρνης, συνεπωθεῖ δ’
2. ἐκείνην αὐτὰ καὶ οὕτως ἀλλήλοις συμπράττει πρὸς τὸ μέχρι
3. πλείονος ἐξικνεῖσθαι τὴν δύναμιν αὐτῶν. ἐθεάσασθε δέ με
4. πολλάκις τῷ διὰ μόρων φαρμάκῳ κατ’ ἀρχὰς μὲν μιγνύντα
5. ῥοῦ χυλὸν ἢ ὄμφακος, ὃ καλοῦσιν ἰδίως ὀμφάκιον. εἰ δὲ μὴ
6. παρείη ταῦτα, ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα ξηρὰ βαλαύστιόν
7. τε καὶ κυτίνους καὶ σίδια ξηρὰ καὶ κηκίδα τὴν ὀμφακῖτιν
8. ὀνομαζομένην, ἔτι τε τὸν τῆς πίτυος φλοιὸν καὶ τὸν
9. τοῦ λιβανωτοῦ καὶ τὸν τῆς ὑποκυστίδος τε καὶ σχίνου χυλὸν
10. καὶ συνελόντι φάναι τὰ στύφοντα πάντα χωρὶς τὴν
11. φθαρτικὴν δύναμιν ἐχόντων, ἣν ὀνομάζουσι δηλητήριον, εἶδός
12. τι τῶν θανασίμων οὖσαν. ἐμάθετε γὰρ ὡς οὐ πᾶν τὸ θανάσιμον
13. εὐθύς ἐστι καὶ δηλητήριον. ὥσπερ δὲ ἐν ἀρχῇ
14. τῆς φλεγμονῆς ἡ τῶν τοιούτων μίξις ἰσχυρότερον ἐργάζεται
15. τὸ στοματικὸν φάρμακον, οὕτως ὅταν στῇ τὸ ἐπιῤῥέον, οὐδενὸς
16. τῶν τοιούτων ἐστὶ χρεία μόνον. ἀρκεῖ γὰρ τηνικαῦτα
17. τὸ τοῦ κρόκου τε καὶ τῆς σμύρνης προσειληφὸς εἰς τὸ πέψαι
1. τὴν φλεγμονὴν, ὡς ὁπόταν γε πεφθῇ, μίγνυμεν ἤδη τι καὶ
2. τῶν διαφορούντων, ὡς ἐθεάσασθε πολλάκις ἐμβάλλοντά με
3. τὸν ἀφρὸν τοῦ νίτρου καί ποτε καὶ αὐτὸ τὸ νίτρον, ὅσον
4. ἐστὶ λεπτομερὲς, ὀνομαζόμενον ὑπὸ πάντων ἤδη βερενίκιον,
5. ἔτι τε πρὸς τοῦτο καὶ θεῖον ὃ καλοῦσιν ἄπυρον, ἐνίοτε δὲ
6. σίρον. ἐναφεψημένου αὐτῷ ποτὲ μὲν ὀριγάνου, ποτὲ δὲ
7. ὑσσώπου, ποτὲ δὲ ἄλλου τινὸς τῶν ὁμοίων, οἷον γλήχωνος,
8. θύμβρας, θύμου, καλαμίνθης ἡμέρου τε καὶ ἀγρίας. οὕτω
9. μὲν ἄν τις αὐτῷ τῷ διὰ μόρων φαρμάκῳ καλῶς χρῷτο, τῷ
10. ποσῷ τῶν καθόλου σκοπῶν, ἐξαλλάττων αὐτοῦ τὴν χρῆσιν.
11. ἄχρι μὲν ἐπιῤῥεῖ τι, τοῦτο ἀποκρούεσθαι προσήκει. στάντος
12. δὲ αὐτοῦ τὰ πέπτοντα προσφέρειν, εἶτα ἑξῆς τὰ διαφοροῦντα.
13. δῆλον γὰρ ὅτι ταύτῃ χρώμενος τῇ μεθόδῳ καὶ
14. ἐπιγινώσκων τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν οὐδέ ποτε
15. ἀπορήσει βοηθημάτων, ἐάν τε κυνηγετῇ κατ’ ὄρος, ἐάν τε
16. καταπράττηταί τι τῶν κατ’ ἀγρὸν ἔργων, ἐάν τε ἐν ὁδοιπορίᾳ
17. ποτὲ τῶν παρεσκευασμένων ἀπορῇ φαρμάκων, ὡς Ἐρασίστρατος
18. ἔγραψεν, ἐθεράπευσεν ἑαυτὸν ἐπὶ τὸν τοῦ βάτου 
1. χυλὸν ἐλθὼν οὐ παρόντος ἐν ἐκείνῳ τῶ χωρίῳ τοῦ Ἀνδρωνείου.
2. γινώσκων γὰρ ὅτι καὶ αὐτὸ τὸ Ἀνδρώνειον ἐν
3. τῷ στύφειν ἔχει τὸ κῦρος τῆς θεραπείας, ἐζήτησεν ὕλην στύφουσαν,
4. οὐχ ὡς οἱ περὶ Σεραπίωνα καὶ Μηνόδοτόν φασιν,
5. ἐμπειρικῇ χρησάμενος ὁμοίου μεταβάσει. κατὰ ταύτην γὰρ
6. ὑμῖν ἔνδειξα πλείστην μὲν ἀνομοιότητα τοῦ χυλοῦ τοῦ βάτου
7. πρὸς τὸν Ἀνδρώνειον τροχίσκον ὑπάρχουσαν, ὀλιγίστην
8. δὲ ὁμοιότητα, καθ’ ἓν μόνον τὸ στύφειν. ἀλλ’ ὅ γε τὴν γενικὴν
9. δύναμιν, ἣν καθόλου καλοῦσιν, ἐπιστάμενος, ἐν ᾗπερ
10. ἂν ὕλῃ ταύτην εὑρίσκῃ, θαῤῥῶν ἐκείνῃ χρῆται. πάμπολυ δὲ
11. πλῆθος ὑλῶν τοιούτων, αἷς ἁπάσαις ἔνεστι χρήσασθαι μόνας
12. φεύγοντα τὰς ἄγαν ἀηδῆ τινα δύναμιν ἐχούσας φθαρτικήν.
13. οὕτως οὖν κᾀγὼ τὸ διὰ τοῦ χυλοῦ τῶν χλωρῶν
14. καρύων ἐσκεύασα φάρμακον, οὔτε ἰδών τινα τῶν διδασκάλων
15. οὔτε γεγραμμένον εὑρὼν, οὗ τῆς δυνάμεως πεπείραμαι
16. πολλῷ τῆς τῶν ἄλλων στοματικῶν δυνάμεως ὑπερεχούσης.
17. ἄλλα δὲ λέγω τό τε διὰ τῶν μόρων καὶ τὸ διὰ τῶν βατίνων,
18. οὕτω γὰρ ὀνομάσουσι τὸν καρπὸν τοῦ βάτου, καὶ τρίτου
1. τοῦ διὰ γλεύκους καὶ τετάρτου τοῦ διὰ τῶν ῥοιῶν χυλοῦ
2. καὶ πέμπτου διὰ τῶν στυφόντων μήλων, ὧν κάλλιστ’
3. ἐστὶ τὰ κυδώνια καὶ τὰ στρουθία καλούμενα, καὶ μετὰ ταῦτα
4. πρὸς τὴν προκειμένην χρείαν τὰ κεστιανὰ παρὰ Ῥωμαίοις
5. ὀνομαζόμενα. σύνθετα δὲ ἐκ πολλῶν τοιούτων ἐστὶ τὰ διὰ
6. τῶν ὀπωρῶν σκευαζόμενα.

Cliquer un n° de page pour en afficher l’image