7. Ἐγὼ δ’
8. ὅτε πρῶτον ἐκ τῆς Ἀλεξανδρείας ἐπανῆλθον εἰς τὴν πατρίδα
9. πορευθεὶς εἰς ἀγρὸν, εὗρόν τινα τῶν κηπουρῶν ὑπό τε σταφυλῆς
10. καὶ παρισθμίων καὶ ἀντιάδων πνιγόμενον. ἐχρῆτο δὲ
11. διακλύσματι μελικράτῳ, ῥόδων ἐνεψημένων ἐν αὐτῷ. θεασάμενος
12. οὖν ἀκμάζοντα τὸν καρπὸν τῶν καρύων, ἐκέλευσα περιελόντας
13. αὐτῶν τὸ ἔξωθεν λέπος, ᾧ καὶ τοὺς βαφέας
14. ἑωράκειν χρωμένους, αὐτίκα κόψαντας ἐν ὅλμῳ δι’
15. ὀθονίου τὸν χυλὸν διηθῆσαι, μὴ γινώσκων ὅπως ἔχοι πάχους
16. ἢ λεπτότητος. εὑρεθέντος δὲ ὑδατώδους αὐτοῦ καὶ
17. λεπτοῦ κατὰ τὴν σύστασιν, ἀνακογχυλίζεσθαι προστάξας
18. αὐτῷ τὸν κηπουρὸν, ἐπειδὴ πάνυ λεπτὸς ἐφαίνετο, προαφεψήσας
1. ἔμιξα μέλι σύμμετρον, ὡς ἐπὶ τοῦ διὰ μόρων
2. ἠπιστάμην μιγνύμενον, ἑψήσας τε μέχρι συστάσεως μελιτώδους,
3. κατέλιπον χρῆσθαι τῷ κηπουρῷ. θεασάμενος δὲ ταχίστην
4. τὴν ὠφέλειαν ἀκολουθοῦσαν αὐτῷ, βέλτιον ἡγησάμην
5. ἐπὶ πολλῶν πειραθῆναι, κᾀκ τούτου βάσανον ἱκανὴν λαβὼν
6. τῆς δυνάμεως τοῦ φαρμάκου, διὰ παντὸς χρῶμαι, καθάπερ
7. ἴστε. θαυμάζειν οὖν ἐπῆλθέ μοι τῶν ἔμπροσθεν ἰατρῶν, οὐδενὸς
8. αὐτῶν ἐπινοήσαντος, εὐπορίστῳ τε καὶ γενναίῳ τῷ χυλῷ
9. τούτῳ χρῆσθαι, καὶ ταῦτα μέντοι θεωμένων, ὅπως αἱ χεῖρες
10. βάπτονται τῶν λεπιζόντων τὰ κάρυα τὰ χλωρά. φαίνεται
11. γὰρ ἐκ τούτων ὁποῖός τις αὐτῶν ὁ χυλὸς καὶ δυσέκλυτος
12. ὑπάρχει ἡ στύψις, ὥστε μηδὲ διὰ τῶν γενναιοτάτων ἐκπλύνεσθαι
13. ῥυμμάτων. ἔτι δὲ μᾶλλον ἐθαύμασα τῶν ἰατρῶν εἰ
14. καὶ τοὺς βαφέας ὁρῶντες, ὡς τοιούτοις χρωμένους τοῖς λέμμασι
15. τῶν καρύων, οὐκ ἐνόησαν ἰσχυρὰν εἶναι τὴν δύναμιν
16. αὐτῶν. εἰ μὴ γὰρ ἐγκατέβαινε τῷ βάθει τῶν χειρῶν ἢ δι’
17. ὅλης διεδύετο τῆς οὐσίας τῶν ἐρίων, οὐκ ἂν ἦν δυσέκπλυτος.
1. ἐγκαταβαίνουσα δὲ δηλοῖ λεπτομερῆ τὴν οὐσίαν εἶναι
2. τοῦ χυλοῦ, μάλιστα δὲ ὠφελεῖν εὔλογόν ἐστι τὴν στύψιν, ὅταν
3. ἐν οὐσίᾳ τοιαύτῃ περιέχηται. τὰ γάρ τοι παχυμερῆ τῶν στυφόντων
4. συνάγοντα τῇ στύψει καὶ πυκνοῦντα τὴν ἐπιφάνειαν
5. αὐτῶν σωμάτων οἷς ὁμιλεῖ, μέχρι τοῦ βάθους τῶν σωμάτων
6. ὁδοιπορεῖν ἑαυτὰ κωλύει. οἷς γὰρ καὶ ἄλλως διὰ τὸ
7. παχυμερὲς τῆς οὐσίας ἀδύνατον ἦν ἐξικνεῖσθαι πρὸς τὸ βάθος,
8. τούτοις ἔτι ἀδυνατώτερον πυκνωθέντος τοῦ σώματος
9. ὅλον ὠφελῆσαι τὸ φλεγμαῖνον. ἄριστον οὖν εἶναι τὸν χυλὸν
10. τῶν καρύων πεισθεὶς, ἑψηθέντος τε μετὰ τοῦ μέλιτος αὐτοῦ
11. γευσάμενος, οὐδὲν ἀηδὲς ἔχοντος εἰς τέτταρας μοίρας ἀεὶ
12. διαιρῶν, ἐμβάλλω μὲν αὐτίκα τῇ μιᾷ τῶν στυφόντων τι, τῇ
13. δευτέρᾳ δὲ σμύρνης καὶ κρόκου καὶ τῇ τρίτῃ θείου ἀπύρου
14. καὶ νίτρου. τὴν τετάρτην δὲ φυλάττω μόνην εἰλικρινῆ,
15. παιδίοις τε χρήσιμον ἐσομένην διὰ τὴν γλυκύτητα καὶ τοῖς
16. ἐκλύτοις τὴν γνώμην ἀνδράσι καὶ γυναιξίν. ἐγὼ μὲν οὖν
17. ὑπὸ τοῦ λόγου ποδηγηθεὶς εὗρον ὥσπερ τὴν τῶν νευροτρώτων
18. ἀγωγὴν, οὕτω καὶ τοῦτο τὸ φάρμακον ἁπάντων ἄμεινον.
1. ἔστι μὲν γὰρ καὶ τὸ διὰ τῶν βατίνων ἰσχυρότερον τοῦ
2. διὰ τῶν μόρων, ὥσπερ γε τοῦτο τοῦ διὰ τοῦ γλεύκους.
3. ἁπάντων δὲ τούτων βέλτιόν ἐστι τὸ διὰ τοῦ χυλοῦ τῶν
4. καρύων. ἐπὶ μὲν ἀρχομένων τῶν φλεγμονῶν ἅμα τοῖς στύφουσιν
5. ἰσχυρῶς σκευασθὲν, ἐπὶ δὲ τῶν ἀκμαζουσῶν, εἰ΄ κρόκου
6. τι καὶ σμύρνης προσλάβοι, καὶ μέντοι καὶ μόνον ἐνίοτε
7. δύναται τὰς μετρίας φλεγμονὰς ἰᾶσθαι. ἡνίκα δὲ διαφορεῖσθαι
8. χρὴ τὸ σφηνωθὲν τοῦ τὴν φλεγμονὴν ἐργασαμένου
9. χυμοῦ, μετὰ τῆς τῶν δριμέων μίξεως χρήσιμον ὑπάρχει. ἀλλ’
10. ἴσως ἐρεῖ τίς μοι τῶν πενήτων ἰατρῶν, ἀγαπᾷν αὐτὸ εἰ πυξίδα
11. μίαν ἔχοι πληρῶσαι τοῦ φαρμάκου σκευάσας ἅπαξ, ἐμὲ
12. δὲ κελεύειν ἢ ἐξ ἀρχῆς εὐθέως τέτταρας αὐτοῦ ποιῆσαι συνθέσεις
13. ἢ μίαν ἀποθέμενον ἐκ μέλιτός τε καὶ χυλοῦ
14. συγκειμένην ἐπὶ τῆς χρείας αὐτῇ μιγνύειν, ἄχρι μὲν ἐπιῤῥεῖ
15. τι τοῖς φλεγμαίνουσι τὰ στύφοντα σφοδρῶς, ἐπειδὰν δὲ παύσηται,
16. τὰ πέπτοντα, κενώσεως δὲ χρῃζόντων τῶν ἐπιῤῥυέντων
17. τὰ διαφοροῦντα· δύσεργον δ’ εἶναι τοῦτο καὶ χαλεπὸν
1. οἷς οὐκ ἔστιν οἴκοι παρασκευὴ τῶν ἁπλῶν ἁπάντων φαρμάκων·
2. ἀλλ’ οὐδ’ εἰς ὁδοιπορίας ἐπιτήδειόν με παρασκευὴν
3. ὑφηγεῖσθαι, καθ’ ἃς οὐχ οἷόν τε τέτταρας ἑκάστου φαρμάκου
4. διαφορὰς ἐπιφέρεσθαι. διὰ τοῦτο οὖν καὶ ἐπενοήθη κᾀμοὶ
5. καὶ τοῖς πρὸ ἐμοῦ τὰ μέσα ταῖς δυνάμεσιν φάρμακα,
6. πρός τε τὰς ὁδοιπορίας ἐπιτήδεια γεννησόμενα καὶ τοῖς πένησιν
7. ἰατροῖς χρήσιμα. τίνα μὲν οὖν ἐστι ταῦτα μικρὸν ὕστερον
8. ἐρῶ, νυνὶ δὲ ἀπαντῆσαι τῷ λόγῳ τῶν πενήτων ἰατρῶν
9. βούλομαι. καθάπερ γὰρ αὐτοὶ τὴν πενιχρὰν παρασκευὴν
10. ἐπαινοῦσιν, οὕτω χρὴ καὶ τοῖς πλουσίοις ἐπιτρέπειν αὐτοῖς
11. ἀξίαν πλούτου παρασκευὴν φαρμάκων κεκτῆσθαι. γινώσκω
12. γὰρ ἤδη που καὶ αὐτὸς οὐ μόνον ἰατροὺς πένητας ὄντας
13. πολλοὺς, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτῶν θεραπευομένους, οἷς ἀγαπητόν
14. ἐστιν, ἐπειδὰν νοσῶσιν, χόνδρον ἅμα μελικράτῳ προσενέγκασθαι
15. καὶ καθαρὸν ἄρτον ἔχειν ἤ τι τῶν εἰς κατάπλασμα
16. χρησίμων ἀλεύρων. ἀλλὰ τὸν γεγραφότα θεραπευτικὴν
17. πραγματείαν εὔλογόν ἐστιν ἁπάσης τῆς ὕλης μνημονεύειν,
1. ὅπως τοῖς τε εὐποροῦσιν αὐτοῖς ὑπάρχῃ τεχνικῶς
2. χρῆσθαι τοῖς τε πένησιν ἐκείνοις μόνοις, ὧν ἂν ἑκάστοτε
3. τύχωσιν εὐποροῦντες.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 6.2, ed. Kühn, 1826, vol. 12, p. 905-910. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:6.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩