Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 6.3, ed. Kühn, 1826, vol. 12, p. 910-919. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:6.3

4.
5. Εἴπωμεν οὖν ἤδη τι περὶ τῆς τῶν μέσων φαρμάκων συνθέσεως,
6. ἀπὸ τοῦ διὰ τῶν μόρων ἀρξάμενοι. κοινὸν δὲ αὐτοῖς
7. ἐστι πρὸς τὰ μέσα τὴν συμμετρίαν ὁρίσαι τοῦ μέλιτος πρὸς
8. τὸν χυλὸν, εὑρίσκεται δὲ αὕτη διὰ τῆς πείρας. ἀναμίξας γὰρ
9. τῷ μέλιτι τὸν μιγνύμενον χυλὸν καὶ γευσάμενος, εἰ μέν σοι
10. φαίνοιτο συμμέτρως ἔχειν, ὁμοίως αὖθις αὐτὰ μίξεις, εἰ δὲ
11. ἐλλείπειν τι δοκοίη, προσθήσεις. οἷον εὐθέως ἐπὶ τοῦ τῶν
12. συκαμίνων χυλοῦ τὸ πέμπτον εἰ μιχθείη μέλιτος, εἴη ἂν μέση
13. κρᾶσις, ὡς ἑψηθέντος τοῦ φαρμάκου τοῖς πλείστοις μὲν ἀρέσκειν
14. πάνυ τὴν μίξιν, ὀλίγους δὲ μέμψασθαι, τοὺς μὲν ὡς
15. γλυκύτερον εἴη, τοὺς δὲ ὡς αὐστηρότερον. ὡς γὰρ καὶ τὸ
16. μελίκρατον ἔνιοι μὲν ὑδαρέστερον, ἔνιοι δὲ γλυκύτερον ἡδέως
17. πίνουσιν, οὕτω καὶ τοῖς φαρμάκοις ἑκάτεροι χαίρουσι κατὰ
1. τὴν οἰκείαν φύσιν. ὅταν γοῦν τις αὑτῷ φάρμακον ἀξιώσῃ
2. σκευασθῆναι, πάντως δεῖ που τεθεᾶσθαι τῷ μὲν γλυκυτέροις
3. ἡδομένῳ πλέον τοῦ μέλιτος ἐμβάλλοντα, τῷ δὲ τοῖς ἐναντίοις
4. ἧττον. ἐπὶ μὲν οὖν τῶν καταπινομένων φαρμάκων
5. στοχάζεσθαι χρὴ μάλιστα τῆς τῶν προσφερομένων αὐτὰ φύσεως.
6. τὸ γὰρ ἀηδῶς ληφθὲν ἀνατρέπει τὸν στόμαχον. ἐπὶ
7. δὲ τῶν στοματικῶν ἐγχωρεῖ καταφρονῆσαί ποτε τῆς τοιαύτης
8. ἀκριβείας. ἡ τοίνυν μέση κρᾶσις, ὥσπερ ἔφην, τοῦ χυλοῦ
9. πρὸς τὸ μέλι πενταπλάσιον ἐχέτω τὸν χυλὸν τῷ πλήθει.
10. ἄκους δέ μου προσέχων τὸν νοῦν ἀκριβῶς οἷς χρῶμαι ῥήμασιν
11. ἐν τῇ πρὸς ἄλληλα συμμετρίᾳ τῶν μιγνυμένων φαρμάκων.
12. ἄρτι μὲν γὰρ ἐκέλευσα πενταπλάσιον εἶναι τῷ
13. πλήθει τὸν χυλὸν τοῦ μέλιτος, οὐδὲν διαφέρον εἰ καὶ κατὰ
14. τὸν ὄγκον εἴποιμι πενταπλάσιον εἶναι δεῖν αὐτόν. ὁποτέρως
15. γὰρ ἂν ῥηθῇ, μετρῆσαι χρὴ τὰ μιγνύμενα φάρμακα. τῷ μέντοι
16. σταθμῷ κελεύσαντός μου πενταπλάσιον εἶναι τόδε τὸ
17. φάρμακον, τοῦδε διὰ ζυγοῦ χρὴ ποιεῖσθαι τὴν συμμετρίαν
1. τοῦ βάρους αὐτῶν. ἄχρι μὲν οὖν τῆς τοῦ χυλοῦ πρὸς τὸ
2. μέλι μίξεως, οὐκ ἀναγκαῖόν ἐστι κοτύλης ἢ κυάθου μνημονεύειν,
3. ἀλλ’ ἀρκεῖ φάναι πενταπλάσιον εἶναι χρῆναι τὸν χυλὸν
4. τοῦ μέλιτος. ἐὰν δέ τι τούτοις μιγνύῃς ἄλλο τῶν εἰρημένων
5. ἀρτίως ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὁπόσοις οὖσι κατὰ
6. τὸν ὄγκον αὐτοῖς ὁπόσον μίξεις ἐκείνων, ἐπὶ ζυγοῦ στήσας,
7. οἷον ἐπ’ αὐτοῦ τοῦ διὰ τῶν μόρων ἐν τῇ τοῦ Καππάδοκος
8. Ἥρα βίβλῳ φαρμακίτιδι, μέλιτος μὲν ἐμβάλλεται λίτραν α΄.
9. τοῦ χυλοῦ δὲ τῶν μόρων λίτρας στ΄. ἐπιμίγνυσι δ’ αὐτοῖς
10. 𐅻 α΄. τοῦ κρόκου, τῆς δὲ σμύρνης τὸ διπλάσιον. ἴσον δὲ
11. τῷ κρόκῳ βάλλει καὶ τοῦ χυλοῦ τῆς ὄμφακος, ὅπερ ὀμφάκιον
12. ὀνομάζεται, καὶ τούτου πάλιν ἥμισυ τῆς σχιστῆς
13. στυπτηρίας. ἐμοὶ δὲ ἀρέσκει πενταπλάσιον μὲν τοῦ μέλιτος
14. βάλλειν τὸν χυλὸν, ἴσον δὲ κρόκου τε καὶ σμύρνης ἑκατέρου
15. 𐅻 α΄ S". ὥστε ἐξ ἀμφοτέρων τὰς τρεῖς συνάγεσθαι.
16. τοῦ δὲ ὀμφακίου βαλὼν μέν τις καὶ οἴνου αὐστηροῦ κοτύλην
17. μίαν, ὡς ὁ Ἥρας ἀξιοῖ. καλῶς ἂν μίξῃ 𐅻 α΄. εἰ δὲ
18. χωρὶς οἴνου σκευάζοιτο, πολὺ πλέον ἐμβάλλειν αὐτοῦ προσήκει.
1. εἰ μὲν μέσον τῇ κράσει βουληθῇς γενέσθαι τὸ φάρμακον,
2. γο α΄. εἰ δὲ αὐστηρότερον ὡς πρὸς τὰς ἀρχὰς ἁρμόσῃ,
3. πάντως μὲν δύο καὶ τρεῖς ποτε μίξας οὐκ ἂν ἁμάρτοις. εἰ
4. δὲ οὐκ ἔχοις ὀμφάκιον, ἀντ’ αὐτοῦ ῥοῦ χυλὸν ἔμβαλλε. καὶ
5. εἰ βουληθῇς δὲ τὸ ἴσον ἑκατέρου βάλλειν, οὐδ’ οὕτω τι
6. βλάψεις. ὅ γε μὴν Ἥρας ἐν τῇ συμμετρίᾳ τοῦ φαρμάκου καὶ
7. τοῦτο προσέγραψεν οὕτω. τινὲς δὲ καὶ κοτύλην μίαν γλυκέος
8. οἴνου, δηλονότι γλεῦκος δηλῶσαι βουληθεὶς, προείρηκε
9. γὰρ οἴνου αὐστηροῦ ἀθαλάσσου κοτύλην α΄. ἐμοὶ δὲ οὐκ
10. ἀρέσκει, τοῦ μέλιτος αὐτάρκους βεβλημένου, μετὰ τοῦ καὶ
11. κοτύλην αὐστηροῦ οἴνου προσειληφέναι, μιγνύει πάλιν οἴνου
12. ἄλλην γλυκέος κοτύλην, ἔσται γὰρ οἰνῶδες πάνυ τὸ φάρμακον.
13. ἕψουσι δὲ τὸ διὰ τῶν μόρων τοῦτο φάρμακον ἔνιοι
14. μὲν ἐξ ἀρχῆς μίξαντες τὸν χυλὸν τῶν συκαμίνων, ἔνιοι δέ τι
15. βραχὺ προεψήσαντες. ὁ δὲ Ἥρας ἔοικεν ἐπιπλέον ἀξιοῦν
16. ἕψειν τὸν χυλὸν μόνον, ἔγραψε γοῦν οὕτως. μόρων χυλοῦ
17. κοτύλας στ΄. ἕψε ὡς γλοιοῦ ἔχειν τὸ πάχος, εἶτα πρόσμιξον 
1. λεῖα κρόκου 𐅻 α΄. καὶ τἄλλα δηλονότι τὰ εἰρημένα. κᾀγὼ
2. δὲ ἀξιῶ προεψεῖσθαι τὸν χυλὸν μόνον αὐτὸν καθ’ ἑαυτὸν,
3. εἶθ’ οὕτως προσλαμβάνειν τὸ μέλι. κᾀπειδὰν ἤδη μέλλῃς αἴρειν
4. τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐπιμιγνύειν τὰ λοιπά. φαίνεται
5. δὲ ὁ Ἥρας ἅμα τῷ μέλιτι κελεύων καὶ τἄλλα μίγνυσθαι.
6. τὸν μὲν οἶνον οὖν εὐλόγως ἄν τις τότε μιγνύοι. τὴν
7. σμύρναν δὲ καὶ τὸν κρόκον ἄμεινον ἐπὶ τῷ τέλει τῆς ἑψήσεως
8. προσεμβάλλειν, ἄχρι τοσούτου μετὰ τῶν ἄλλων ἕψοντας
9. ἢ μετὰ τὸ θεῖναι κάτω τὴν κακάβην κινοῦντας, ἄχρις
10. οὗ πάνθ’ ἑνωθῇ καλῶς. τὸ δ’ ἐπιπλέον ἕψειν αὐτὰ καθαιρετικὸν
11. τῆς δυνάμεως γίνεται τῶν ἀρωματικῶν φαρμάκων.
12. λιθάργυρος μὲν γὰρ καὶ μολύβδαινα, καὶ ἄλλα πολλὰ τῶν
13. μεταλλικῶν ἑψόμενα βελτίω γίνεται. κρόκος δὲ καὶ σμύρνα
14. καὶ ἄλλα πολλὰ τῶν ἀρωμάτων ἐν ταῖς ἑψήσεσιν ἀποβάλλει
15. τὴν δύναμιν. ἡ μὲν οὖν τοῦ μέσου τῇ δυνάμει φαρμάκου
16. συμμετρία τε καὶ ἕψησις ἁρμόττουσα ταῖς μετρίαις
17. φλεγμοναῖς καὶ ταῖς τῶν μειζόνων ἀκμαῖς, ἔτι τε τὸ πρὸς τὰς
18. ἀρχὰς καὶ τὰς αὐξήσεις αὐτῶν ἁρμόττον φάρμακον εἴρηται.
1. πρὸς δὲ τὰς σκληρυνομένας φλεγμονὰς, ὅταν ἤδη παύσηται
2. μὲν ἡ ἀκμὴ καὶ μηκέτι ἐπιῤῥέῃ μηδὲν, ἥκῃ δὲ τοῦ
3. διαφορεῖν ὁ καιρὸς, ἐπιμίγνυσθαι προσήκει τῷ στοματικῷ
4. φαρμάκῳ τῶν διαφορητικῶν ἔνια. τοιαῦτα δ’ ἐστὶν ὅ τε
5. ἀφρὸς τοῦ νίτρου καὶ αὐτὸ τὸ μαλακὸν νίτρον, Ἀσίας τε
6. πέτρας ἄνθος καὶ θεῖον ἄπυρον. ἀρκεῖ δὲ τῇ προειρημένῃ
7. τοῦ μέσου συμμετρίᾳ συμμιχθῆναι νίτρου μὲν γο S". τοῦ
8. θείου δὲ γο β΄. εἰ δὲ μήτε ἐσκευασμένον ἔχοις αὐτὸ οὕτω
9. μήτε παρείη σοι νίτρον ἢ θεῖον ἢ τὸ τῆς Ἀσίας πέτρας ἄνθος,
10. ἀναζέσας ὀρίγανον ἐν σιρκίῳ, καλοῦσι δὲ αὐτὸ παρ’
11. ἡμῖν πάντες ἕψημα, μίξας τῷ στοματικῷ φαρμάκῳ κέλευσον
12. ἀνακογχυλίζειν· μὴ παρόντος δὲ ἑψήματος, ἐν μελικράτῳ
13. προαναζέσας τὸ ὀρίγανον. οὐδὲν δὲ διαφέρει κᾂν ὕσσωπον
14. ἐμβάλῃς ἀντὶ τῆς ὀριγάνου, κᾂν εἰ γλήχωνα, κᾂν εἰ θύμον,
15. κᾂν εἰ θύμβραν ἢ καλαμίνθην ἢ τὴν εὐώδη μίνθην, ἣν οἱ
16. παλαιοὶ καλοῦσιν ἡδύοσμον. ἐν μέντοι ταῖς ἀκμαῖς τῶν φλεγμονῶν
17. οὐ μόνον οὐδὲν χρὴ τῶν τοιούτων φαρμάκων προσφέρειν,
18. ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὀλιγάκις μὲν χρῆσθαι
1. τοῖς στοματικοῖς φαρμάκοις, διακλύσμασι δὲ καὶ ἀναγαργαλίσμασι
2. παρηγορικωτέροις πέπτειν τὴν φλεγμονὴν, οἷόν ἐστι
3. τό τε διὰ τῶν λιπαρῶν ἰσχάδων ἀφέψημα καὶ τὸ σχίνινον
4. ἔλαιον, ἐπὶ διπλοῦ σκεύους χλιαινόμενον. ἀλλὰ καὶ αὐτὸ
5. τὸ στοματικὸν φάρμακον ἐν ταῖς ἀκμαῖς ἀνακογχυλίζεσθαι
6. προσήκει, μιγνύμενον ὑδαρεῖ μελικράτῳ ἢ θερμῷ τῷ σιραίῳ·
7. μὴ παρόντων δὲ τούτων, ὕδατι θερμῷ. ἐπικρατεῖν γὰρ χρὴ
8. τηνικαῦτα τὴν παρηγορικήν τε καὶ πεπτικὴν ἀγωγὴν, ὥσπερ
9. ἐν ταῖς παρακμαῖς τὴν διαφορητικὴν, ἥτις διὰ τῶν ἰσχυροτέρων
10. γίνεται φαρμάκων. τὸ δὲ ἐμὸν φάρμακον, τὸ διὰ τοῦ
11. χυλοῦ τῶν καρύων, ὅτι μὲν ἁπάντων τῶν ἄλλων ἐστὶ δραστικώτατον,
12. ἔργῳ πεπείρασθε, πρὸς ὑμᾶς γὰρ ὁ λόγος ἐστί
13. μοι τοὺς ἑταίρους, οἷς μάλιστα χαριζόμενος ἐπὶ τήνδε τὴν
14. πραγματείαν ἥκω. ὅτι δὲ καὶ πάντων ἐστὶν εὐωνότατόν τε
15. καὶ εὐποριστότατον οὐδεὶς ἀγνοεῖ. ῥίπτουσι γὰρ οἱ κηπουροὶ
16. τὰ λέμματα τῶν χλωρῶν καρύων, ὅταν ἐκλέψαντες αὐτὰ
17. τύχωσιν, ὥστε κοφίνους μεγίστους πληροῦν ἡμᾶς προῖκα. τὸ
18. μέλι τοίνυν μόνον ὡς πένησιν ἰατροῖς, καὶ γὰρ κᾀκείνοις
1. ἡμᾶς δεῖ κοινωνεῖν ὧν ἐροῦμεν, ὑπολείπεται μόνον ὅταν ᾖ
2. δεόμενον, ἄλλο δ’ οὐδὲν, εἰ μὴ βούλοισθε, πολλάκις γὰρ οὕτω
3. σκευασθὲν τὸ φάρμακον οὐδέν τι χεῖρον ἐφάνη τοῦ διὰ τῶν
4. μόρων εἰς ὃ τὸν κρόκον καὶ τὴν σμύρναν ἐνεβάλομεν. ἀλλ’
5. εἰ καὶ στυπτηρίας αὐτῷ προσμῖξαι βουληθείημεν, οὐκ ἀνάγκη
6. τὴν σχιστὴν ἐμβάλλειν. αὐτάρκως γὰρ στύφει καὶ ἡ ὑγρὰ,
7. ἣν καλοῦσιν ἔνιοι φόριμον, εὐωνοτάτην τε καὶ εὐποριστοτάτην
8. ὑπάρχουσαν ἐν πᾶσι χωρίοις, ἀπολειπομένην μέντοι τῇ
9. λεπτομερείᾳ τῆς σχιστῆς, καὶ διὰ τοῦτο ἧττον ἀνύουσαν. καὶ
10. μέντοι κᾂν ὁ κηπουρὸς αὐτὸς ἤ τις ἄγροικος ἄλλος, ἐθέλῃ
11. σοι σκευάσαι τὸ φάρμακον, ἔχοι προῖκα καὶ τοὺς κυτίνους
12. ἐμβάλλειν ξηροὺς κόψας τε καὶ διασήσας, ὀνομάζονται δ’
13. οὕτως αἱ πρωτόγονοι ῥοιαὶ, καθ’ ὃν γὰρ χρόνον ἀνθοῦν
14. παύεται τὸ δένδρον, ὁ καρπὸς αὐτοῦ φαίνεται σχηματιζόμενος
15. εἰς ἰδέαν ῥοιᾶς, ὃν ἔνεστιν ἀφελόντα καὶ ξηραίνοντα
16. φυλάττειν εἰς τὸν καιρὸν τοῦ καρποῦ τῶν καρύων. ἐν μὲν
17. γὰρ τῇ τελευτῇ τοῦ ἦρος οἱ κύτινοι γεννῶνται· παυσαμένου
18. δὲ τοῦ θέρους εἰς τελείωσιν ἀφικνεῖται τὰ κάρυα, καὶ μέντοι
1. καὶ καταπίπτουσιν ἐπὶ τὴν γῆν πολλοὶ τῶν κυτίνων ἢ
2. ὑπὸ ἀνέμου διασεισθέντες ἢ καὶ ἄλλως πως οὓς ἔνεστιν
3. ἀνελομένους ξηραίνειν, ὡς μηδὲ κατὰ τοῦτο δοκεῖν τι
4. δαπανᾷν τοὺς πένητας ἰατρούς. ἴστε δὲ δήπου καὶ ὡς ὁ
5. τῶν ὀξέων τε καὶ στρυφνῶν ῥοιῶν, ὧν ὀλίγου δεῖν ἄβρωτος
6. ὁ καρπὸς, οἱ κύτινοι κρείττους εἰσὶν, ὥστε κᾂν ἀφέλῃς
7. τῶν δένδρων αὐτοὺς, ἢ οὐδείς σε κωλύσει τὸ παράπαν ἢ
8. βραχυτάτην αἰτήσει δοῦναι τιμήν. τὸ δὲ βαλαύστιον ὀνομαζόμενον
9. ἄβρωτόν ἐστι τελέως, ἐπὶ τῷ βουλομένῳ συλλέγειν
10. ὑπάρχον, ὥσπερ ὀρίγανος καὶ θύμβρα καὶ θύμος καὶ ὅσα
11. τοιαῦτα. καὶ τοίνυν καὶ τὸ βαλαύστιον, εἰ θελήσει τις ὠμὸν
12. κόψας καὶ διασήσας ἐμβαλεῖν κατὰ τὴν ἀναλογίαν ἣν ἔμπροσθεν
13. εἶπον ἴσα ὀμφακίῳ, χρήσιμον ἐργάσεται τὸ φάρμακον.
14. ἀλλὰ καὶ τὰ λέμματα τῶν ῥοιῶν, εὐποριστότατόν ἐστι πρᾶγμα
15. στύψιν ἱκανωτάτην ἔχοντα, συμβάλλεσθαι τοῖς εἰρημένοις
16. εὐθὺς ἐν ἀρχῇ δυνάμενα, κάλλιστον δ’ ἂν γένοιτο φάρμακον,
17. εἰ κατ’ ἐκεῖνον τὸν καιρὸν τῶν ῥοιῶν οὔπω μὲν οὐσῶν 
1. τελείων, οὐ μὴν οὐδὲ πόῤῥω πάνυ τῆς τελειώσεως
2. ἐμβάλλειν ἀπ’ ἀρχῆς ἑψημένῳ χυλῷ τῶν καρύων ἐθελήσαις.
3. χρὴ δὲ θλᾷν ἐν ὅλμῳ πρότερον αὐτὰ, ἕνεκα τοῦ ταχέως
4. ἐς τὸ σκευαζόμενον φάρμακον ὅλην ἐκταθῆναι τὴν δύναμιν
5. αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image