6. Οὐσῶν δ’ ἐν ταῖς ῥοιαῖς τριῶν διαφορῶν,
8. ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν αὐστηραὶ, στρυφναὶ δὲ
9. ἕτεραι, καί τινες ὀξεῖαι, τὰς μὲν αὐστηρὰς μόνας ἐμβαλόντι
10. σοι στυπτικώτερον ἔσται τὸ φάρμακον. τὰς δὲ γλυκείας
11. ἥδιον, ὥσπερ γε καὶ σφοδρότερον, εἰ τὰς ὀξείας ἐμβάλλοις.
12. ἐγὼ δ’ εἴωθα τὸ ἴσον ἑκάστου γένους μιγνύναι· καὶ γὰρ καὶ
13. ἄλλως αὐτὰς μόνας τὰς πεπείρους ῥόας ὅλας κόπτων μετὰ
14. τῶν λεμμάτων, εἶτα τὸν χυλὸν ἐκθλίβων ἕψων τε μετὰ μέλιτος,
15. οὐ μόνον στοματικὸν ἴσχω φάρμακον, ἀλλὰ καὶ πολλοῖς
16. ἄλλοις ὠφέλιμον, ὡς αὖθις εἰρήσεται. καὶ γίνεται καὶ
17. οὗτος ὁ χυλὸς ἀμείνων εἰς πάντα τῶν τριῶν τῆς ῥοιᾶς
1. εἰδῶν ἢ γενῶν ἢ διαφορῶν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.
2. μίγνυμεν δὲ καὶ τῶν βάτων τὸν καρπὸν, ὃν ἔνιοι μὲν—ἀπὸ
3. τοῦ φυτοῦ παρονομάζουσι βάτινα προσαγορεύοντες, ἔνιοι
4. δὲ συνθέτῳ προσηγορίᾳ μόρα καλοῦσι, προστιθέντες τὰ
5. ἀπὸ τῶν βάτων, ἐξ ὧν ὁ χυλὸς ὁμοίως σκευαζόμενος τῷ
6. διὰ τῶν συκαμίνων ἄμεινον ἐκείνου γίνεται φάρμακον, ἀπολειπόμενον
7. δὲ τοῦ διὰ τῶν καρύων. καὶ μήλων δὲ τῶν κυδωνίων
8. ἀχράδων τε καὶ μεσπίλων ὁ χυλὸς ὁμοίως σκευασθεὶς
9. στοματικὸν γίνεται τὸ φάρμακον, ἐπιτήδειόν τε καταποθῆναι
10. τοῦ διὰ τῶν καρύων, οὐκ ἔχοντος τοῦτο. βλαβερὸν
11. μὲν γὰρ οὐκ ἔστιν ὡς χάλκανθον, οὐ μὴν εὐστόμαχόν
12. γε. πρόδηλον δ’ ὅτι καὶ τὸ διὰ τῶν ῥοιῶν ἐστιν ἐπιτήδειον
13. ἐκλύτῳ καὶ ἀνορέκτῳ στομάχῳ, λείπεται μέντοι τοῦ διὰ
14. τῶν μήλων. ἀβλαβὴς δὲ καὶ ὁ τῶν βατίνων χυλὸς εἰς κατάποσιν,
15. ὥσπερ γε καὶ ὁ τῶν συκαμίνων, ἀλλ’ ὁ τῶν βατίνων
16. ἔχει τι καὶ τονωτικὸν τοῦ στομάχου τοῦ τῶν συκαμίνων
17. οὐκ ἔχοντος. ἐμβάλλεται δὲ οὐ κατὰ τὴν αὐτὴν
1. ἀναλογίαν ἅπασι τοῖς χυλοῖς τὸ μέλι. πλείστου μὲν γὰρ ὅ τε
2. τῶν καρύων δεῖται καὶ μετ’ αὐτὸν ὁ τῶν βατίνων τε καὶ
3. συκαμίνων, ὀλίγου δὲ ὅ τε τῶν μήλων καὶ τῶν ῥοιῶν καὶ
4. ἀχράδων, ἐν τῷ μεταξὺ δὲ αὐτῶν ὁ μεσπίλων, καὶ ἀπὸ κρανίων
5. δὲ καὶ βραβύλων καὶ τῶν καλουμένων παρ’ ἡμῖν προύμνων.
6. σκευάζεται δὲ παρ’ ἡμῖν στοματικὰ φάρμακα κατὰ τὸν
7. αὐτὸν τρόπον, ὃν κατ’ ἀρχὰς εἶπον ἐπὶ τῶν μόρων, ἐφ’ ὧν
8. ἁπάντων τῆς κατασκευῆς ἐρῶ τινα λόγον κοινὸν τόνδε. παχεῖ
9. μὲν φανέντι τῷ χυλῷ τὸ μέλι μιγνύειν εὐθέως προσῆκεν,
10. εἰ δ’ ὑγρότερος εἴη, προεψηθέντι. δέχεται δὲ ὁ τῶν ἀπίων
11. μὲν καὶ μήλων χυλὸς, ἔτι δὲ τῶν πλείστων ὀπωρῶν, ἴσον
12. ἑαυτῶν τὸ μέλι, τῶν στρυφνῶν δ’ ἱκανῶς, οἷοσπερ ἐστὶν ὁ
13. τῆς κρανίας καρπὸς, ἐνίοτε μὲν διπλάσιον, ἔστι δ’ ὅτε καὶ
14. τριπλάσιον. πάντα δ’ οὖν ταῦτα καταπίνειν ἀκίνδυνον. χαλκάνθου
15. δὲ μιχθέντος ἢ μιχθείσης, ὁποτέρως σοι φίλον ὀνομάζειν,
16. οὐ πάνυ τι χρὴ καταπίνειν τὸ σκευασθὲν τοῦτο φάρμακον,
17. πλὴν εἰ κατὰ τὸν στόμαχον ἢ κατὰ τὴν κοιλίαν
1. ἑλκώδη διάθεσιν ὑπονοήσαιμεν γίνεσθαι. καὶ κατὰ τὸ στόμα
2. δὲ αὐτὸ κακοήθων ἑλκῶν γινομένων, ἀμείνω τὰ διὰ χαλκάνθου
3. φάρμακα. δραχμὴ δὲ ἀρκεῖ μιγνυμένη τῇ προειρημένῃ
4. συνθέσει, καθ’ ἣν ἡ μία τοῦ μέλιτος εἴρηται βάλλεσθαι λίτρα,
5. καὶ πλέον δ’ ἄν ποτε καλῶς βληθείη πρὸς τὰ σηπεδονώδη
6. τῶν ἑλκῶν. ἕκαστον δὲ ὧν εἶπον ἐμβάλλειν ποτὲ καὶ
7. γλεύκει σταφυλῶν αὐστηρῶν, ἃς ὀνομάζουσιν ἀμιναίας. ἄμεινον
8. δὲ τὸ τελευταῖον γλεῦκος εἰς τὰ τοιαῦτα. τὸ γὰρ ἐν
9. ἀρχαῖς ῥέον ὑγρότερόν ἐστι καὶ ὑδατωδέστερον, ἐμβάλλειν
10. δὲ χρὴ τῶν εἰρημένων φαρμάκων τὰ στρυφνότερα, καθάπερ
11. ἐμὲ ἐθεάσασθε πολλάκις ἤτοι ῥοιὰς ἢ βαλαύστιον ἢ κυτίνους
12. ἢ ἀκάνθης Αἰγυπτίας καρπὸν ἢ τὸν τῆς κρανίας ἤ τι
13. τῶν οὕτω στυφόντων μιγνύντα· μάλιστα δὲ ἐπιτήδειός ἐστι
14. ῥοῦς, εἴτε ἀῤῥενικῶς ἐθέλοις ὀνομάζειν αὐτόν εἴτε θηλυκῶς.
15. ἔστι δὲ διττὸς, ὁ μὲν ἕτερος ἐπιπαττόμενος τοῖς ὄψοις εὐστόμαχος,
16. ὁ δὲ ἕτερος τοῖς βυρσοδέψαις χρήσιμος. ἑκάτερος
17. δὲ ἐνεψηθεὶς ἐν τῷ γλεύκει στοματικὸν ἐργάζεται φάρμακον,
18. ᾧ μιγνύειν ἔξεστί σοι τἄλλα κατὰ τὴν αὐτὴν ἀναλογίαν τῇ
1. διὰ τῶν μόρων εἰρημένῃ. χωρὶς δὲ τοῦ μιχθῆναι μέλιτι μόνον
2. αὐτὸ τὸ γλεῦκος εἰς μελιτώδη σύστασιν ἀχθὲν, ἐξαιρεθέντων
3. τε τῶν ἐμβληθέντων, ἀγαθὸν γίνεται φάρμακον εἰς
4. ἀρχὰς καὶ ἀναβάσεις καὶ ἀκμάς· εἰς δὲ τὰς παρακμὰς, ἐὰν
5. δᾷδας ἐπιμίξῃς λιπαρὰς ἢ καὶ κόψας εἰς λεπτὰ καὶ θλάσας
6. ἐμβάλλῃς τῷ γλεύκει μετὰ τῆς ῥοῦ, κᾄπειτα μετὰ μίαν ἡμέραν
7. ἑψήσας, ἄχρις ἂν ἐναπόθωνται τῷ γλεύκει τὴν ἑαυτῶν
8. ποιότητα, τηνικαῦτα δὲ ἐξαίρειν μὲν ἐκεῖνα καὶ ἀποῤῥίπτειν,
9. ἕψειν δὲ τὸ γλεῦκος ἕως ἐπιτηδείου συστάσεως, ὡς διάχριστον
10. γενέσθαι τὸ φάρμακον. ὅσα δὲ ἔμπροσθεν εἶπον ἐμβάλλεσθαι
11. τῶν στυφόντων εἰς τὸ διὰ τῶν καρύων τοῦ χυλοῦ
12. σκευαζόμενον φάρμακον, ἅπαντα καὶ νῦν ἀκηκοέναι πίστευε
13. τῷ γλεύκει μιγνύμενα. καὶ μέντοι κᾂν πολυτελέστερον ἐθέλῃς
14. ποιῆσαι τὸ φάρμακον, ἐμβαλεῖς καὶ κασσίας φλοιὸν ἢ
15. νάρδον Ἰνδικὴν ἢ τὸ τοῦ μαλαβάθρου φύλλον. ὥσπερ γὰρ
16. τοῖς πένησιν, οὕτω καὶ τοῖς πλουσίοις χρὴ γράφειν ἡμᾶς
17. φάρμακα. τὰ δὲ αὐτὰ τοῖς προειρημένοις στοματικοῖς φαρμάκοις
1. μίγνυται. δραχμὴ δὲ ἀρκεῖ τῶν τριῶν ἑκάστου,
2. πρὸς τὴν τοσαύτην συμμετρίαν τοῦ φαρμάκου, καθ’ ἣν ἡ
3. λίτρα τοῦ μέλιτος ἐμβάλλεται. βλάψεις δ’ οὐδὲν, εἰ προσθήσεις
4. ἑκάστης δραχμῆς τὸ ἥμισυ μέρος, ὡς γενέσθαι πάσας
5. τέτταρας καὶ ἡμίσειαν. πρὸς δὲ τὰς σκληρυνομένας φλεγμονὰς
6. τὰ δυνάμενα διαφορεῖν γενναιότερον ἐμβάλλεται κοπέντα
7. δηλονότι καὶ διασηθέντα, καιρὸς δ’ ἐμβάλλειν αὐτὰ μὴ κατ’
8. ἀρχὰς, ἀλλ’ ὁπόταν ἐγγὺς γένηται τῆς παντελοῦς ἑψήσεως
9. τὸ φάρμακον ἢ καὶ τελέως ἑψημένον, ὡς χαμαὶ τίθεσθαι τὸ
10. ἀγγεῖον. ἔστι δὲ ταῦτα κόστος τε καὶ ἄμωμον καὶ τὸ καλούμενον
11. μάκερ. ὀνομάζεται δὲ οὕτω φλοιός τις ἀρωματικὸς
12. ἐκ τῆς Ἰνδίας κομιζόμενος, ἱκανῶς θερμαίνων τε καὶ στύφων,
13. ἀλλὰ καὶ ὁ Κυρηναῖος ὀπὸς εἰς διαφόρησιν τῶν σκληρυνομένων
14. φλεγμονῶν ἐπιτήδειος, ὥσπερ γε καὶ ὁ Μηδικὸς
15. ἤ τις τῶν μετ’ αὐτούς. τοῖς πένησι δ’ ἐμβλητέον ἀντὶ τῶν
16. πολυτελῶν φαρμάκων τῶν διαφορητικῶν ἤτοι δίκταμνον ἢ
17. ἄκορον ἢ μῆον ἢ πύρεθρον ἢ καρδαμώμου τε καὶ νάπυος
18. ἴσον, εἰς τριῶν δραχμῶν σταθμοὺς συμπληρουμένου τοῦ τῶν
1. μιγνυμένων ὄγκου, πρὸς τὴν εἰρημένην ἐξ ἀρχῆς τῶν στοματικῶν
2. φαρμάκων συμμετρίαν, ἐν οἷς ἦν ἡ λίτρα τοῦ μέλιτος.
3. εἰ δὲ καὶ τεττάρων ἢ πέντε ποιῆσαι θελήσεις δραχμῶν
4. τὸ συμπληρούμενον ἐκ τούτων, διαφορητικώτερον ἕξεις
5. τὸ φάρμακον. ἀνάλογον γὰρ ἀεὶ χρὴ ταῖς κατασκευαῖς τῶν
6. παθῶν συναυξάνεσθαι καὶ συμμειοῦσθαι τὴν σφοδρότητα
7. τῶν φαρμάκων.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 6.4, ed. Kühn, 1826, vol. 12, p. 919-925. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:6.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩