Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 6.5, ed. Kühn, 1826, vol. 12, p. 925-928. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:6.5

8. Ἐπὶ τοῦ διὰ γλεύκους εἰς κοτύλας
10. δέκα τοῦ γλεύκους, τρεῖς μὲν ἐμβάλλομεν κοτύλας τοῦ
11. ῥοῦ τῶν βυρσοδεψῶν ἢ τοῦ τοῖς ὄψοις ἐπιπαττομένου. συναμφοτέρων
12. δὲ ἐμβαλλομένων, ἑκατέρου μίαν τε καὶ ἡμίσειαν
13. καὶ βραχὺ πλέον. ἀνάλογον δὲ καὶ τῶν διαφορητικῶν, ὁποῖον
14. ἂν εὐπορῶμεν. εἰ δὲ ἓν ἔχοιμεν μόνον ἢ κατ’ ἀρχὴν ἐμβάλλειν
15. τῶν στυπτικῶν ἢ κατὰ τὸ τέλος τῶν διαφορητικῶν,
16. ἐκείνου τὸ πᾶν ἐμβάλλομεν, ὅπερ ἐξ ἁπάντων ἠθροίζετο. τῷ τ’
17. οὖν προειρημένῳ διὰ τῶν καρύων ἐπεμβάλλεσθαι πάντα καὶ
1. τῷ διὰ τοῦ γλεύκους. ἐμβάλλειν δ’ εἰ οἷόν τε καὶ εἴ τι μὴ
2. λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, οἷον ἢ κηκίδα τὴν ὀμφακῖτιν
3. ὀνομαζομένην ἢ ἀκρέμονας μαλακοῦ βάτου ἢ κυνοσβάτου
4. καὶ κρανίας, ἧς καὶ τὸν καρπὸν ἔφαμεν ἐμβάλλεσθαι
5. δεῖν, ὥσπερ καὶ τῶν προύμνων μύρτα τε καὶ τῆς μυρίκης
6. καὶ Αἰγυπτίας ἀκάνθης τὸν καρπὸν, ἅπαντά τε τὰ στύφοντα
7. χωρὶς τῶν φαρμακώδη δύναμιν ἐχόντων, ὅπως μὴ
8. καταποθέντα βλάπτῃ. πάντα δὲ τὰ ὁπωσοῦν σκευασθέντα
9. φάρμακα στοματικὰ χρήσιμα γίνεται κατά τινας ἰδίους καιροὺς,
10. ἐὰν αὐστηρότερα μὲν γένηται, κατὰ τὰς ἀρχὰς καὶ τὰς
11. σφοδρὰς ἐπιῤῥοὰς, ἐὰν δὲ μετριώτερα, κατὰ τὰς ἀκμὰς, ἐὰν
12. δὲ διαφορητικώτερα, κατὰ τὰς παρακμὰς, ὥστε κᾂν μὴ σκευάσωμεν
13. αὐτοί τι μηδὲ τὴν συμμετρίαν τῶν ἐμβληθέντων
14. ἴδωμεν, ἀλλὰ γευσώμεθα μόνον αὐτοῦ συνθέτου φαρμάκου,
15. γινώσκειν ἡμᾶς ὅπως αὐτῷ χρηστέον. τούτων οὖν ἡμᾶς μεμνημένους
16. ὅταν ἀνάγκη ποτὲ καταλάβῃ τῶν ἐκ πολλῆς
17. πείρας κεκριμένων φαρμάκων ἀποροῦντας αὐτοὺς σχεδιάζειν
1. ἐκ τῆς κατ’ ἐκεῖνο τὸ χωρίον ὕλης εὐπορίστου, συνθεῖναι
2. δυνήσεσθε φάρμακον ἐπιτήδειον. οὐ μόνον δ’ εἰς τοῦτο
3. χρήσιμόν ἐστι, μεμνῆσθαι τῶν προειρημένων, ἀλλὰ καὶ πρὸς
4. τὴν τῶν εὑρημένων ἐπιτήδειον χρῆσιν. ἐὰν μὲν γὰρ ἐπικρατοῦσαν
5. ἐν αὐτοῖς εὑρίσκητε τὴν στυπτικὴν ποιότητα, κατ’
6. ἀρχὰς χρῆσθαι προσῆκεν· ἐὰν δὲ τὴν παρηγορικήν τε καὶ
7. χαλαστικὴν καὶ πεττικὴν, ἐν ταῖς ὀδύναις τε καὶ ἀκμαῖς τῶν
8. φλεγμονῶν· ἐάν δὲ σκιῤῥούμενόν τι καὶ δύσλυτον ὑπολείπηται
9. τῆς φλεγμονῆς, ἐν ταῖς παρακμαῖς διαφορητικήν. οὕτω
10. δὲ κᾀν τοῖς μεταξὺ καιροῖς τὰ μεταξὺ τῶν εἰρημένων φαρμάκων
11. προσοίσετε φάρμακα, μεταβαίνοντες ἀπὸ τῶν ἀποκρουστικῶν
12. ἐπὶ τὰ διαφορητικὰ κατὰ βραχύ. κᾂν μὲν ἓν
13. φάρμακον ὑμῖν ὑπάρχον ᾖ, ἐκλύοντες μὲν αὐτὸ μίξει μελικράτου
14. τε καὶ ὕδατος, ἐπιτείνοντες δὲ διὰ τῆς τῶν εὐπορίστων
15. ἐπιμιξίας. ἔστι δὲ εὐπόριστα μὲν τῶν στυφόντων ῥόδα
16. καὶ μύρτα καὶ μυρσίνη καὶ σχῖνος καὶ βάτος καὶ κυνόσβατον
17. καὶ κηκὶς ἡ ὀμφακῖτις ὀνομαζομένη καὶ ὁ τῆς Αἰγυπτίας
18. ἀκάνθης καρπὸς, αἵ τε στυπτηρίαι πᾶσαι. ἐφεξῆς δὲ
1. αὐτῶν εὐπόριστα, ῥοῦς ὁ ἐπὶ τὰ ὄψα καὶ ὁ τῶν βυρσοδεψικῶν
2. καὶ ὁ χυλὸς, ὃς ἀπὸ τῆς Συρίας κομίζεται. οὗτος
3. μὲν οὖν αὐτὸς καθ’ ἑαυτὸν μίγνυται. ὁ δὲ τῶν σκυτοδεψῶν
4. καὶ ὁ ἐπὶ τὰ ὄψα προαφεψηθέντες ὕδατι τοῦτο παρέχουσιν
5. εὔχρηστον εἰς τὴν μίξιν. ἔστι δὲ ἐκ τῶν εὐπορίστων καὶ γλαύκιον
6. καὶ ὀμφάκιον καὶ κύτινοι καὶ βαλαύστια, ἐκ δὲ τῶν
7. διαφορούντων εὐπόριστα μέτρια μὲν ἰσχάδων ἀφέψημα καὶ
8. πίτυρον καὶ μελίκρατον ἐναφεψημένης ὀριγάνου καὶ ὑσσώπου
9. ἢ θύμου ἢ καλαμίνθης ἢ γλήχωνος ἢ τῆς εὐώδους μίνθης,
10. ἣν ἡδύοσμον ὀνομάζουσιν. ἰσχυρότερα δὲ καὶ ταῦτα
11. μὲν ἐπὶ πλεῖον ἑψημένα. καὶ νίτρου δὲ ἀφρὸς ἢ καὶ αὐτὸ
12. κεκαυμένον. ἰσχυρότερον δὲ τούτων ἐστὶ τὸ θεῖον ἄπυρον.

Cliquer un n° de page pour en afficher l’image