13. Καλεῖται μὲν ἰδίως στοματικὰ
15. τὰ πρὸς σταφυλὰς παρίσθμια καὶ πάσας τὰς ἐν τῷ στόματι
16. γινομένας ἐξαίφνης φλεγμονὰς ἁρμόττοντα. συντίθεται δὲ διὰ
17. τῆς προειρημένης ὕλης, ἧς αἱ κατὰ μέρος συνθέσεις πάμπολλαι
1. τετυχήκασι γεγενημέναι τοῖς ἰατροῖς, ἐγὼ δὲ κᾀνταῦθα τῶν
2. ἐνδόξων μνημονεύσω.
3. Τὸ διὰ τῶν
4. μόρων φάρμακον στοματικὸν, ποιοῦν πρός τε παρίσθμια καὶ
5. σταφυλὰς καὶ τὰς ἄλλας τὰς ἐν τῷ στόματι φλεγμονὰς διαχριόμενόν
6. τε καὶ ἀνακογχυλιζόμενον, ὡς προείρηται. σκευάζει
7. δὲ αὐτὸ ὁ μὲν Ἥρας οὕτω. ♃ μόρων χυλοῦ κοτύλας
8. στ΄. ἕψε ὡς γλοιοῦ πάχος ἔχειν, εἶτα πρόσμιξον λεῖα, κρόκου
9. 𐅻 α΄. σμύρνης 𐅻 β΄. ὀμφακίου 𐅻 α΄. σχιστῆς τριώβολον,
10. μέλιτος κοτύλην α΄. αὐτὸς δέ φησιν ὁ Ἥρας καὶ ἑτέρως
11. σκευάζειν αὐτὸ κατὰ τόνδε τὸν τρόπον· κρόκου 𐅻 τὸ
12. ἥμισυ ἐπεμβαλλομένης καὶ γλυκέος κοτύλης μιᾶς καὶ οἴνου
13. ἀθαλάσσου αὐστηροῦ, κοτύλης μιᾶς, ἡ δὲ ἕψησις μέχρι μελιτώδους
14. συστάσεως.
15. Ἀνδρόμαχος
16. δὲ περὶ τοῦ διὰ μόρων φαρμάκου κατὰ λέξιν οὕτω
17. γράφει. ♃ μόρων χυλοῦ κοτύλας στ΄. βαλὼν εἰς αὐτὸ κηκίδας
18. ε΄. γλυκείας τε ῥίζης 𐅻 κ΄. οἴνου Χίου κοτύλην α΄.
1. ἡλίαζε ἢ ἕψε. εἶθ’ ὅταν συστραφῇ, ἄρας τὰς ῥίζας ῥῖπτε, τὰς
2. δὲ κηκίδας λειώσας μίγνυε σμύρνης 𐅻 α΄. κρόκου 𐅻 α΄.
3. σχιστῆς 𐅻 α΄. ὀμφακίου 𐅻 β΄. τινὲς δὲ καὶ στυπτηρίας 𐅻 β΄.
4. μέλιτος Ἀττικοῦ κοτύλην μίαν. εὔδηλον δ’ ὅτι τοῦτο τὸ
5. φάρμακον στυπτικώτερόν ἐστι τοῦ προγεγραμμένου, μάλιστα
6. ἐὰν τὴν στυπτηρίαν προσλάβῃ. ἱκαναὶ μὲν γὰρ καὶ αἱ κηκίδες
7. καὶ τὸ ὀμφάκιον στυπτικώτερον ἱκανῶς ἀποτελεῖν αὐτό.
8. τῆς στυπτηρίας δὲ προστεθείσης ἐπιπλέον αὐξηθήσεται τὰ
9. τῆς στυπτικῆς δυνάμεως αὐτῷ. καλῶς μέντοι μέμικται κατὰ
10. τὴν σκευασίαν ἡ γλυκεῖα ῥίζα, πραϋντικὴ τραχυτήτων ὑπάρχουσα
11. καὶ κατὰ τοῦτο τὴν ἐκ τῶν στυφόντων τραχύτητα
12. παρηγορεῖν δυναμένη. ἀντὶ δὲ τοῦ τῶν μόρων χυλοῦ βάλλεται
13. καὶ ὁ τῶν βατίνων ὀνομαζομένων χυλὸς, τῶν ἄλλων
14. ὅπως ἂν ἐθέλῃς προστιθεμένων, εἴθ’ ὡς Ἥρας εἴθ’ ὡς Ἀνδρόμαχος
15. ἔγραψεν. εἴρηται δ’ ὑπ’ ἐμοῦ πρόσθεν, ὅπως ἐνδέχεται
16. ποικίλλειν αὐτὸ τῇ τῶν ἐπιβαλλομένων ἐπιμιξίᾳ. λέλεκται
17. δ’ ὅτι καὶ διὰ τοῦ χυλοῦ τῶν καρύων, τῶν ἄλλων
18. ὁμοίως ἐμβαλλομένων, συντίθεσθαι δύναται τὸ φάρμακον,
1. ἀλλὰ καὶ διὰ ῥοιῶν χυλοῦ παραπλησίως σκευάζεται καὶ μόνου
2. τοῦ χυλοῦ μετὰ μέλιτος σκευαζομένου καὶ τῶν ἄρτι λελεγμένων
3. ἐπεμβαλλομένων. οὕτω δὲ καὶ ὁ τῶν βάτων καρπὸς
4. μετὰ μέλιτος σκευασθεὶς αὐτάρκως στῦφον γίνεται φάρμακον,
5. ὥσπερ γε καὶ ὁ διὰ τοῦ χυλοῦ τῶν καρύων, καθότι
6. πρόσθεν εἴρηται. ἀλλὰ καὶ ποικίλα τῇ συνθέσει φάρμακα
7. διὰ ῥοιῶν χυλοῦ γέγραπται τοῖς ἰατροῖς, ὥσπερ καὶ τῷ Ἀνδρομάχῳ
8. κατὰ τήνδε τὴν λέξιν.
9.
10. ♃ Ῥοιῶν ἀπυρήνων γλυκειῶν μέρη δύο καὶ ὀξειῶν μέρος α΄.
11. ἔκθλιβε τὸν χυλὸν εἰς ἄγγος χάλκεον, ὥστε ἔχειν χοέα α΄.
12. εἶτα διυλίσας ἕψε ἐπὶ πυρὸς μαλακοῦ, ἕως λειφθῇ τὸ γ΄.
13. ἔστω δὲ λείας σμύρνης ἀμιναίας 𐅻 η΄. κροκομάγματος 𐅻 η΄.
14. ὀμφακίου 𐅻 η΄. Ἰλλυρίδος 𐅻 η΄. στυπτηρίας 𐅻 δ΄. κηκίδος
15. 𐅻 η΄. τούτοις παραχέας ὑγρὸν λέαινε καὶ ἕψε ὡς μέλιτος
16. πάχος ἔχειν, εἶτα κατεράσας εἰς θυείαν λέαινε καὶ χρῶ, ὁτὲ
17. μὲν σὺν μέλιτι, ὁτὲ δὲ ἀκράτῳ. οὗτος οὐ συνέψει τὸ μέλι τῷ
1. χυλῷ τῶν ῥοιῶν, ἀλλ’ ὕστερον ὅταν σκευασθῇ χρῆσθαι κελεύει
2. διττῷ φαρμάκῳ, ποτὲ μὲν ἀκράτῳ πρὸς τὰς δηλονότι
3. στύψεως δεομένας φλεγμονὰς, ποτὲ δὲ καὶ μετὰ μέλιτος, ὅταν
4. καὶ διαφορεῖσθαι δέωνται. τὸ πλῆθος δὲ τοῦ χυλοῦ χρέως
5. εἶναι κελεύει, τουτέστι ξε. στ΄. τῶν Ῥωμαϊκῶν ξεστῶν. ἐν
6. Ῥώμῃ γὰρ ἰατρεύσας τοῖς πᾶσι πόλεως ταύτης χρῆται μέτροις.
7. ἐπεμβάλλει δὲ αὐτοῖς σμύρνης μὲν καὶ κροκομάγματος
8. καὶ κηκίδος καὶ ἴρεως Ἰλλυρικῆς, Ἰλλυρίδα γὰρ αὐτὴν εἴωθεν
9. ὀνομάζειν, ἔτι δὲ πρὸς τούτοις καὶ ὀμφακίου τῶν πέντε
10. ἀνὰ γο α΄. αἱ γὰρ ὀκτὼ δραχμαὶ οὕτω δύνανται. τῆς δὲ
11. στυπτηρίας τῆς σχιστῆς ἡμιούγγιον. ἔγραψε δὲ ἐφεξῆς ὁ Ἀνδρόμαχος
12. καὶ τὸ διὰ τοῦ γλεύκους στοματικὸν φάρμακον,
13. ὡδί πως κατὰ λέξιν γράφων.
14.
15. ♃ Κηκίδας λ΄. ῥοὸς βυρσοδεψικοῦ ξε. β΄. γλεύκους ξε.
16. στ΄. τὰς κηκίδας θλάσας ἔμβρεξον σὺν τῷ ῥοῒ, ἡμέραν καὶ
17. νύκτα ἐν τῷ γλεύκει, εἶτα ἕψε ἕως ἂν γένηται τὸ τέταρτον
1. τοῦ παντὸς, καὶ διηθήσας δι’ ὀθονίου καὶ ἐκθλίψας σύστρεψον
2. ἐν λοπάδι, ἕως ἂν μελιτῶδες γένηται, εἶτα λεῖα πρόσβαλλε
3. στυπτηρίας σχιστῆς 𐅻 α΄. κρόκου 𐅻 α΄. σμύρνης 𐅻 α΄.
4. συμμίξας ἀπόθου καὶ χρῶ. οὐδὲν περὶ τοῦ γλεύκους ἐδήλωσεν,
5. ἐξ ὁποίας αὐτὸ σταφυλῆς βούλεται λαμβάνεσθαι, πότερον
6. τῆς τὸν αὐστηρὸν οἶνον γεννώσης ἢ τὸν γλυκὺν, ἢ τὸν
7. μέσον. ἡμᾶς οὖν χρὴ γινώσκειν, ὅτι τὸ μὲν διὰ τοῦ γλυκέος
8. σκευασθὲν φάρμακον παρηγορικώτερόν τε καὶ μέτριον ἔσται
9. καὶ ἧσσον δραστικὸν, ἐφ’ ὧν δὲ χρὴ στύψει χρῆσθαι σφοδροτέρᾳ,
10. διὰ τῶν στρυφνῶν οἴνων σκευασθὲν σφοδρότερον
11. μὲν στύφει, τὸ πραΰειν δ’ οὐκ ἔχει. δῆλον δ’ ὅτι καὶ τὸ διὰ
12. τοῦ μέσου τούτων σκευασθὲν τὴν μέσην ἔχει δύναμιν.
13. Κρίτων δὲ τὸ διὰ
14. τοῦ χυλοῦ τῶν ῥοιῶν φάρμακον οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασιν.
15. στοματικὴ ἡ διὰ ῥοιῶν πρὸς ἕλκη καὶ τὰ ἀφθώδη.
16. ♃ ῥοιῶν γλυκειῶν χυλοῦ κοτύλας στ΄. ἕψε ἐν χαλκῷ ἀγγείῳ
17. εἰς τὸ γ΄. εἶτα λείου κινναμώμου 𐅻 α΄. κασσίας 𐅻 α΄. σμύρνης
18. 𐅻 α΄. ὀμφακίου τριώβολον, κρόκου τριώβολον, νάρδου
1. Ἰνδικῆς τριώβολον, τούτοις πρόσμιγε μέλιτος κοτύλην μίαν,
2. καὶ οὕτω προσεμβαλὼν τὸν χυλὸν, ἐπὶ μαλθακοῦ πυρὸς κινῶν,
3. ἕψε ἕως συστραφῇ, καὶ χρῶ. γράφει δὲ καὶ ἄλλην σύνθεσιν
4. τοῦ διὰ ῥοιῶν φαρμάκου τοιαύτην ἐφεξῆς. ♃ ῥοιῶν
5. γλυκειῶν σὺν τοῖς λεπύροις τεθλασμένων καὶ ἐκπεπιεσμένων
6. ξε. ἕξ. μέλιτος καλοῦ ξε. α΄. βαλὼν εἰς χύτραν ἕψε, ἕως ἂν
7. μέλιτος σχῇ πάχος, εἶτα σχιστῆς γο α΄. σμύρνης γο S΄. λεῖα
8. ποιήσας ἔμβαλλε καὶ μίξας χρῶ, στυπτικώτερον δηλονότι
9. τοῦτο τὸ φάρμακον ὁ Κρίτων ἔγραψε τοῦ πρὸ αὐτοῦ. γελοίως
10. οὖν τινες ποιοῦσιν, ἐρωτῶντες, πότερόν ἐστιν αὐτῶν
11. κρεῖττον θατέρου, ἑκάτερον γὰρ ἐν ἰδίῳ καιρῷ κρεῖττόν ἐστι
12. θατέρου, πρὸς μὲν τὰ σφοδροτέρας στύψεως δεόμενα τοῦτο
13. τὸ δεύτερον, πρὸς δὲ τὰ διαφορήσεως τὸ πρότερον μάλιστα,
14. διότι καὶ τὸ κιννάμωμον ἐνέβαλλεν αὐτῷ διαφορητικὸν φάρμακον.
15. ἔγραψε δὲ καὶ τὸ διὰ γλεύκους ὁ Κρίτων ὡδί πως.
16. Στοματικὴ
17. ἡ διὰ τοῦ γλεύκους ποιεῖ καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ ἐν ἕδρᾳ.
1. ♃ γλεύκους ξε. ἕξ. ἕψε μέχρι ξε. β΄. εἶτα μῖξον ῥοὸς βυρσοδεψικῆς
2. 𐅻 δ΄. οἱ δὲ 𐅻 β΄. καὶ κηκίδων 𐅻 δ΄. οἱ δὲ καὶ
3. κηκίδας λ΄. κρόκου 𐅻 β΄. οἱ δὲ 𐅻 α΄. στυπτηρίας σχιστῆς
4. 𐅻 β΄. τινὲς δὲ σμύρνης 𐅻 α΄. μέλιτος ξε. α΄. μίξας χρῶ.
5. πολλὰ δὲ καὶ ἄλλα φάρμακα διὰ τῶν εἰρημένων χυλῶν γέγραπται
6. πολλοῖς τῶν ἰατρῶν, πεποικιλμένα ταῖς συμμετρίαις,
7. ἐνίων μὲν ἅπαντα βαλλόντων τὰ προειρημένα, τινῶν δὲ καὶ
8. ἀφαιρούντων ἄλλων ἄλλο, καὶ τῶν μὲν πλέον, τῶν δὲ ἔλαττον
9. βαλλόντων, ἐφ’ ὧν ὡς εἶπον, ἐπισκοπεῖσθαι χρὴ τί τὸ
10. πλεονάζον ἐστὶ, πότερον τὸ στυπτικόν τε καὶ ἀποκρουστικὸν
11. ἢ τὸ παρηγορικόν τε καὶ πεπτικὸν ἢ τὸ διαφορητικόν.
12. οὕτω γὰρ ἂν ἔσται καλῶς αὐτοῖς χρῆσθαι. διὸ καὶ καταλείψω
13. τὰς κατὰ μέρος τῶν γεγραφότων διαφορὰς, ἐφ’ ἕτερα
14. δὲ φάρμακα μεταβήσομαι, χωρὶς τῶν εἰρημένων χυλῶν
15. σκευαζόμενα.
16. Στοματικὸν φάρμακον ἔγραψεν
18. ὅ τε Ἀνδρόμαχος καὶ ὁ Κρίτων τὴν αὐτὴν συμμετρίαν
1. ἔχον. ἀρκέσει τοιγαροῦν τὴν γραφὴν εἰπεῖν Ἀνδρομάχου ὡδί
2. πως ἔχουσαν αὐτοῖς ὀνόμασιν. στοματικὴ Ἀριστοκλέους πρὸς
3. συνάγχας καὶ τὰ λοιπὰ τὰ ἐν τῷ στόματι, ταύτῃ καὶ Ἀντίπατρος
4. ἐχρήσατο. ♃ κηκίδας ἀριθμῷ λ΄. ὄξους λευκοῦ
5. κύαθον α΄ S". οἱ δὲ κυάθους θ΄. σμύρνης 𐅻 η΄. νάρδου Ἰνδικῆς
6. 𐅻 α΄. ῥοῦ τῆς ἐπὶ τὰ ὄψα, κύαθον α΄ S". οἱ δὲ κυάθους
7. θ΄. στυπτηρίας σχιστῆς 𐅻 α΄. πεπέρεως κόκκους κ΄.
8. μέλιτος Ἀττικοῦ κυάθους β΄. οἱ δὲ κύαθον α΄ S". ἕψονται
9. δ’ αἱ κηκίδες ἐν τῷ ὄξει, ἕως ἂν ἁπαλαὶ γένωνται, καὶ λεανθεῖσαι
10. μίγνυνται τῷ μέλιτι ἐπὶ τῆς χρήσεως, τινὲς δὲ καὶ
11. μανδραγόρου σπέρματος γο α΄. ταῦτα μὲν ὁ Ἀνδρόμαχος
12. ἔγραψε, τάχα δ’ ἄν τις ἀπορήσειε διὰ τί γράψας ὄξους
13. κύαθον ἕνα S". προσέγραψεν, οἱ δὲ κυάθους θ΄. παρὰ πολὺ
14. γὰρ ἡ συμμετρία τῆς συμμετρίας ὑπερέχει, καθάπερ γε πάλιν
15. κᾀν τῷ φάναι, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα κύαθον α΄ S". οἱ δὲ
16. κυάθους θ΄. κατὰ μόνας οὖν ἐξεταζόμενον ἑκάτερον ἀπορίαν
17. ἔχει, πρὸς ἄλληλα δὲ συμπλεκόμενα προσηκόντως γέγραπται.
18. ἐὰν μὲν γὰρ κυάθους θ΄. ἐμβάλλωμεν τοῦ ὄξους, ἐμβαλοῦμεν
1. καὶ τοῦ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα τοὺς αὐτοὺς θ΄. ἐὰν δὲ κύαθον
2. α΄ S". τοῦ ὄξους, ἀρκέσει καὶ τοῦ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα
3. κύαθος α΄ S". ὥστε ἐπὶ μὲν τοῦ πλέον ἔχοντος ὄξους φαρμάκου
4. τὴν ἕψησιν ἐπὶ πλέον γίνεσθαι, ἐπὶ δὲ τοῦ ἔλαττον
5. ἐπ’ ὀλίγον. ἄμεινον δὲ πολλῷ τὸ ἐπὶ πλέον, οὕτω γὰρ καὶ
6. αἱ κηκίδες ἔσονται μαλακαί. εὔδηλον δ’ ὅτι γενναῖόν ἐστι
7. τὸ φάρμακον, ἐξ ἐναντίων συγκείμενον. αἱ μὲν γὰρ κηκίδες
8. καὶ τὸ ὄξος καὶ ὁ ῥοῦς στυπτικώτερα ἔσται καὶ ἀποκρουστικώτατα.
9. διαφορητικώτατον δέ ἐστι τὸ πέπερι, μικτῆς δυνάμεως
10. ἡ νάρδος, ἡ σμύρνη δὲ διαφορητικῆς μὲν, ἀλλ’ ἀδήκτου
11. καὶ παρηγορικῆς μετὰ τοῦ συμπέττειν, διαφορητικῆς δὲ
12. καὶ τὸ μέλι δυνάμεώς ἐστιν, ἀλλὰ χωρὶς τοῦ δάκνειν
13. τὰ ἐν τῷ στόματι, ἐπειδὴ τοῖς ὀφθαλμοῖς δακνῶδές ἐστιν.
14. περὶ δὲ τῆς τοῦ ὄξους δυνάμεως ἤδη πολλάκις ἀνεμνήσαμεν,
15. ὡς καὶ τέμνει καὶ διαφορεῖ καὶ ἀποκρούεται. τὸ δὲ λευκὸν
16. πρόσκειται κατὰ τὴν γραφὴν, ἵνα λεπτομερὲς ᾖ. ἔνιοι δὲ καὶ
17. τοῦ ὄξους πέντε κυάθους καὶ τοῦ ῥοῦ τοὺς αὐτοὺς ἐμβάλλουσι,
1. μεταξύ πως ἱστάμενοι τῶν τε τὸ πλεῖστον ἐμβαλλόντων
2. καὶ τῶν τὸ ἐλάχιστον ἑκατέρου. δῆλον οὖν ὅτι μέσον
3. ἐκείνων τῇ δυνάμει τὸ φάρμακον παρασκευάζουσιν, ὥσπερ
4. καὶ τῇ συμμετρίᾳ.
5. Στοματικὸν πρὸς συνάγχας ἡ διὰ
8. βήσασα, πρὸς τὰ ἀπηλπισμένα ποιοῦσα ᾗ χρῶμαι. ♃ ἀνίσου
9. σπέρματος, σελίνου σπέρματος, ἄμμεως σπέρματος, σχίνου
10. ἄνθους· στυπτηρίας σχιστῆς, Ἰλλυρικῆς ἴρεως, βήσασα, ὅ
11. τινες ἅρμαλα καλοῦσι, κινναμώμου, σμύρνης τρωγλοδυτικῆς,
12. ἀριστολοχίας μακρᾶς ἀνὰ γο α΄. κασσίας, ῥόδων ξηρῶν ἀνὰ
13. γο α΄. κροκομάγματος γο α΄. κόστου, χελιδόνων σποδοῦ προσφάτου
14. ἀνὰ γο γ΄. κρόκου γο α΄ S". νάρδου Ἰνδικῆς, ἀμώμου
15. ἀνὰ γο S". κηκίδας η΄. λείοις σὺν μέλιτι χρῶ, ἐπὶ δὲ τῆς
16. χρείας ἄνιε μέλιτι. τοῦτο δὲ αὐτὸ τὸ φάρμακον καὶ
17. ὁ Ἥρας ἔγραψεν ὀλίγου δεῖν ἅπαν ὡσαύτως, μόνα γὰρ
18. ὑπήλλαξε τὰ τῶν ῥόδων καὶ οὐκ αὐτὰ μᾶλλον, ἀλλὰ τὸ
1. ἄνθος αὐτῶν καὶ προσθεὶς ἐπὶ τέλει, τινὲς δὲ καὶ κασσίας
2. πυῤῥᾶς γο α΄. περὶ δὲ τῶν χελιδόνων ἀμφότεροι γεγράφασιν
3. ἀσαφῶς, καίτοι σαφῶς ἄλλων γεγραφότων, εἰ καὶ διαφωνοῦσιν
4. ἀλλήλοις. οἱ μὲν γὰρ τὴν νεοττιὰν κελεύουσι καίειν,
5. ἐκ τῶν ἀποπατημάτων μάλιστα τῶν χελιδόνων συγκειμένην,
6. οἱ δὲ αὐτὰς τὰς χελιδόνας, οἱ δὲ τοὺς νεοττοὺς αὐτῶν. οὗτοι
7. δὲ ἀσαφέστερον ἔγραψαν, ὁ μὲν Ἀνδρόμαχος χελιδόνων σποδοῦ
8. προσφάτου, ἔδει δὲ προσθεῖναι κεκαυμένων. τοιοῦτον
9. γάρ τοι τὸ σποδοῦ δηλοῖ, πλὴν εἰ τὴν νεοττιὰν κελεύει λειοῦν.
10. ὁ δὲ Ἥρας χελιδόνων τοῦ χέσματος, μὴ προσθεὶς μηδὲ
11. αὐτὸς τὸ κεκαυμένου. ἴσως οὖν οὐδέτερος βούλεται τὸ κεκαῦσθαι
12. τὸν ἀπόπατον τῶν χελιδόνων, ὥσπερ ἄλλοι. ἔν τισι
13. μέντοι τῶν ἀντιγράφων οὕτω διαγέγραπται. ♃ χελιδόνων
14. τῶν ἁπαλῶν γο α΄. καθάπερ ἐν ἑτέροις χελιδόνων τῶν ἀπὸ
15. δοκῶν. πρόδηλον δ’ ὅτι δριμὺ καὶ διαφορητικόν ἐστι τὸ
16. φάρμακον τὸ ἐκ τῶν χελιδόνων ἀποπάτημα, καθάπερ καὶ τὰ
17. ἄλλα πάντα ἁπάντων τῶν ζώων, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον,
18. ὥσπερ καὶ αὐτῶν τῶν ζώων καυθέντων ἡ τέφρα. εἴρηται
1. δὲ ἡμῖν καὶ περὶ τοῦ βήσασα κατὰ τὴν τῶν ἁπλῶν
2. φαρμάκων πραγματείαν, ὡς ἔστι τῆς τρίτης τάξεως τῶν θερμαντικῶν,
3. καὶ νῦν ὦς τοιοῦτον ἀναμέμικται τῷ προκειμένῳ
4. φαρμάκῳ, τὰ πλεῖστα τῆς διαφορητικῆς δυνάμεως ἔχοντι,
5. καθάπερ ἔνια τῶν ἄλλων στοματικῶν τῆς στυπτικῆς τε καὶ
6. ἀποκρουστικῆς. τά τε γὰρ εἰρημένα φάρμακα διαφορητικώτατα
7. καὶ πρὸς αὐτοῖς ἔτι τὸ κιννάμωμον ὑπὲρ ἅπαντα, λεπτομερῆ
8. τε καὶ διαφορητικὴν ἔχον δύναμιν, ἀλλὰ καὶ τὰ
9. σπέρματα τό τε τοῦ ἀνίσου καὶ τὸ τοῦ σελίνου καὶ τὸ τοῦ
10. ἄμμεως διαφορητικά. καὶ ἡ ἴρις δὲ καὶ ἡ ἀριστολοχία τῶν
11. διαφορητικῶν ἐστιν, ὥσπερ καὶ ἡ σμύρνα. μικτῆς δὲ δυνάμεως
12. ἔκ τε τῆς διαφορητικῆς καὶ τῆς στυπτικῆς ἐστὶ κασσία
13. καὶ κρόκος καὶ νάρδος καὶ ἄμωμος καὶ κόστος. ἐπικρατεῖ
14. δὲ ἐν αὐταῖς ἡ θερμαντική τε καὶ διαφορητικὴ καὶ μάλιστα
15. ἐν τῷ κόστῳ. μικτῆς δὲ καὶ τὸ τοῦ σχίνου ἄνθος, ἀλλ’
16. ἀσθενοῦς καθ’ ἑκάτερα καὶ τὸ στύφειν καὶ τὸ θερμαίνειν.
17. αἱ δὲ κηκίδες, δῆλον δ’ ὅτι τὰς ὀμφακίτιδας λέγω, τῶν στυφόντων
18. ἱκανῶς εἰσὶ φαρμάκων, ὥσπερ καὶ ἡ σχιστὴ στυπτηρία.
1. τὰ ῥόδα δ’ ἔμπαλιν ἀσθενεστάτην ἔχει τὴν στύψιν. ἐξ
2. ἐναντίων οὖν ταῖς δυνάμεσι σύγκειται τῶν κατὰ μέρος φαρμάκων
3. τὸ προκείμενον ἐν τῷ λόγῳ, καὶ οὐ μόνον γε ἐναντίων,
4. ἀλλὰ καὶ ἰσχυρῶν ἑκατέρων, καὶ καθάπερ εἶπον ἔμπροσθεν,
5. ἰσχυροτέρων πολὺ τῶν διαφορητικῶν ἢ τῶν στυπτικῶν.
6. ἐπεὶ δὲ τὴν σκευασίαν αὐτοῦ σαφῶς ἔγραψεν Ἥρας,
7. διὰ τοῦτο καὶ τὴν ἐκείνου λέξιν κοινῇ παραγράψω τόνδε
8. τὸν τρόπον ἔχουσαν.
9. Στοματικὴ ποιοῦσα
10. πρὸς συνάγχας καὶ φλεγμονὰς παρισθμίων καὶ ἕλκη
11. τὰ γινόμενα ἐν τῷ στόματι, ἁρμόζει δὲ καὶ στοματικοῖς καὶ
12. δυσεντερικοῖς ἄκρως, ἐν ψυχρῷ διδομένη κυάμου μέγεθος.
13. ἔστι δὲ καὶ ἀρτηριακὴ καλὴ καὶ ἀνώδυνος. ♃ ἀνίσου γο α΄.
14. ἄμμεως γο α΄. σελίνου σπέρματος γο α΄. κόστου γο α΄ S".
15. σχίνου ἄνθους γο α΄. κασσίας γο α΄. ἴρεως Ἰλλυρικῆς γο α΄.
16. σχιστῆς γο α΄. κηκίδας ὀμφακίτιδας μέσας τῷ μεγέθει η΄.
17. κροκομάγματος γο α΄. κρόκου γο α΄ S". σμύρνης γο S". ῥόδων
18. ἄνθους γο β΄. ἀριστολοχίας μακρᾶς γο α΄. βήσασα σπέρματος
1. γο α΄. κινναμώμου γο α΄. ναρδοστάχυος γο α΄ S".
2. ἀμώμου βότρυος γο S". τινὲς δὲ καὶ κασσίας πυῤῥᾶς γο α΄.
3. σποδοῦ χελιδόνων τοῦ χέσματος γο α΄. τὴν σμύρναν λειοτρίβει
4. μετὰ μέλιτος, τὰ δὲ λοιπὰ πάντα κόψας καὶ σήσας βάλλε
5. εἰς ὅλμον, καὶ ἀναμίξας ὑπέρῳ κατάτεμνε τὴν σμύρναν μετὰ
6. μέλιτος συμμέτρου, ἵνα γένηται τὸ φάρμακον μέλιτος παχύτερον.
7. ἐπὶ δὲ τῆς χρείας μέλιτι διεὶς διάχριε καὶ δίδου ἀναγαργαρίζεσθαι
8. δι’ ὕδατος ἢ ὑδρομέλιτος ἢ χυλοῦ πτισάνης.
9. ἐν κασσιτερίνῳ δὲ ἀποτίθεται ἀγγείῳ.
10. Ἄλλη,
12. ποιεῖ καὶ συναγχικοῖς. ♃ χελιδόνων ἀγρίων κεκαυμένων τῆς
13. σποδοῦ 𐅻 δ΄. κρόκου 𐅻 α΄. νάρδου Ἰνδικῆς 𐅻 α΄. μέλιτι
14. ἀναλάμβανε, ἡ κρᾶσις πρὸς τὰς ὑποκειμένας διαθέσεις. δεῖ δὲ
15. τὰς χελιδόνας καίειν τὸν τρόπον τοῦτον. ἁλσὶ καταπάσαντες
16. τοὺς νεοττοὺς σὺν τοῖς πτεροῖς βάλλομεν εἰς ἄγγος κεραμεοῦν
17. καὶ τοῦτο φιμώσαντες τίθεμεν ἐπ’ ἀνθράκων. χάριν
18. εἰδέναι χρὴ τῷ Ἀσκληπιάδῃ οὕτω σαφῶς γράψαντι, ὅπως
1. κελεύει καίεσθαι τοὺς νεοττοὺς τῶν χελιδόνων. ὅτι τὰ ζῶα
2. αὐτὰ καὶ μὴ τὸν ἀπόπατον αὐτὸν εἰς τὴν σύνθεσιν τοῦ
3. φαρμάκου παρασκευάζειν ἀξιοῖ. γέγραπται δὲ καὶ τῷ Ἀνδρομάχῳ
4. διὰ χελιδόνων στοματικὸν φάρμακον ὡδί πως αὐτοῖς ὀνόμασιν.
5. ♃
6. Χελιδόνων κεκαυμένων νεοττῶν ια΄. μέλιτος κυ. α΄. οἱ δὲ
7. κυάθους β΄. μυρσίνης χλωρᾶς χυλοῦ κυ. α΄. οἱ δὲ κυάθους
8. β΄. σμύρνης τριώβολον, καύσας τοὺς νεοττοὺς μίσγε πάντα
9. καὶ λεάνας χρῶ. σαφῶς καὶ οὕτως ἐνταῦθα τοὺς νεοττοὺς
10. κελεύει καίεσθαι. αὗται μὲν αἱ προγεγραμμέναι δύο διὰ χελιδόνων
11. εἰσὶν ἄνευ τοῦ βήσασα. αἱ δὲ ἄλλαι πρὸ αὐτῶν δύο
12. στοματικαὶ διά τε χελιδόνων καὶ τοῦ βήσασα. τρίτη δὲ ἄλλη
13. συζυγία φαρμάκων ἐστὶν ὁμογενῶν, ἐν ᾗ χωρὶς τῶν χελιδόνων
14. αἱ διὰ τοῦ βήσασα σκευάζονται.
15. Βέλτιον
16. εἶναι νομίζω μηδὲ τὰς ἄλλας παραλιπεῖν ὁπόσας ἐπαινοῦσιν
1. οἱ περὶ τὴν τῶν φαρμάκων ἐμπειρίαν σπουδάζοντες, ἐνταῦθα
2. προσγράψαι, καὶ μάλιστα ἐπειδὴ πολλῶν ἐνταῦθα καὶ αὐτοὶ
3. πεῖραν ἔχομεν, τὰ μὲν αὐτοὶ χρησάμενοι, τὰ δὲ τοὺς συνιατρεύοντας
4. ἡμῖν εἰδότες. ἄρξομαι δὲ ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου
5. γεγραμμένων, αὐτὰς συνθέμενος ὡς ἐκεῖνος ἔγραψεν.
6. ♃ Μέλιτος λίτραν μίαν,
7. στυπτηρίας ὑγρᾶς λίτραν μίαν, ῥόδων ἄνθους λίτρας S".
8. ὑποκυστίδος χυλοῦ γο γ΄. ἕψε στυπτηρίαν μέλιτι, εἶτα τὰ
9. ξηρὰ, καὶ οὕτω χρῶ. ἕψε δ’ ἐπ’ ὀλίγον. καλόν ἐστιν ὄντως
10. τοῦτο τὸ φάρμακον καὶ δεῖ κεχρῆσθαι τρισὶ τρόποις αὐτῷ,
11. καθάπερ ὁρᾶτε χρώμενον ἐμὲ τοῖς πλείστοις τῶν στοματικῶν
12. φαρμάκων. εἷς μὲν γὰρ τρόπος χρήσεώς ἐστι καὶ μάλιστα
13. ἐν ἀρχῇ διαλύοντα τὸ φάρμακον ἢ δι’ ὕδατος θερμοῦ
14. ἢ δι’ ὑδρομέλιτος, τουτέστι διὰ μελικράτου ἀνακογχυλίζεσθαι.
15. καὶ γὰρ καὶ παρηγορικόν ἐστι τοῦτο καὶ τὸ δέον ἀνύει.
16. μεταξὺ δὲ τῆς τοιαύτης χρήσεως καὶ ἀκράτῳ τῷ φαρμάκῳ
17. χρῆσθαι προσήκει, τοῦτο μὲν διαχρίοντα τοῖς δακτύλοις,
18. τοῦτο δὲ καὶ διὰ κοχλιαρίου προσαπτόμενον μετὰ τοῦ
1. ἀναπιέζειν καὶ ἀδεὲς πρὸς τοὐκτὸς ἄγειν τὴν κιονίδα. συμφέρει
2. γὰρ ὡς ὅτι μάλιστα πρὸς τὴν γλῶσσαν αὐτὴν ῥέπειν
3. ἀποχωροῦσαν τῆς εὐθύτητος ἥν ἴσχει τὰ πολλὰ πρὸς τὸν
4. λάρυγγα.
5. ♃ Κροκομάγματος 𐅻 β΄. ἴρεως 𐅻 δ΄.
7. σανδαράχης 𐅻 S". τουτέστι τριώβολον, τερμινθίνης 𐅻 β΄.
8. λυκίου Ἰνδικοῦ 𐅻 α΄. σταφίδος 𐅻 η΄. ἀλόης 𐅻 α΄. ὀμφακίου
9. 𐅻 α΄. στροβύλων πεφωγμένων 𐅻 η΄. γλυκέος χυλοῦ
10. 𐅻 α΄. σχιστῆς 𐅻 α΄. βαλαυστίου 𐅻 α΄. ῥόδων ἄνθους 𐅻 β΄.
11. μέλιτος κοτύλας β΄ S". ἔν τισι δὲ ἀντιγράφοις 𐆂ο α΄ S".
12. γέγραπται. αὐτὸς μὲν ὁ Ἀνδρόμαχος οὐκ ἔγραψεν ὅπως
13. μίγνυσθαι τὸ μέλι χρὴ, πότερον ὠμὸν ἢ ἑφθὸν ἢ μόνον
14. ἀπηφρισμένον, ἐγὼ δ’ ἀξιῶ τὸ ἀπηφρισμένον μίγνυσθαι.
15. ἔγραψε δὲ καὶ ἄλλας στοματικὰς διαχρίστους ὁ Ἀνδρόμαχος,
16. ἁπάσας καλὰς, καὶ διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι μὴ
17. παραλιπεῖν αὐτὰς, ἀλλ’ ὑπογράψαι πάσας ἑξῆς, ὡς ἐκεῖνος
18. ἔγραψεν. στοματικὴ ᾗ χρῆσθαί φησιν αὐτός. ♃ ἄνθους ῥόδων
1. 𐅻 β΄. πιτυΐδων 𐅻 α΄. κρόκου 𐅻 α΄. σὺν μέλιτι. ἄλλη
2. καὶ αὐτῇ κεχρῆσθαί φησι. ♃ ἴρεως Ἰλλυρικῆς 𐅻 η΄. κρόκου
3. 𐅻 η΄. οἱ δὲ 𐅻 δ΄. ῥόδων ἄνθους 𐅻 δ΄. σὺν μέλιτι. ἄλλη
4. ♃ μίσυος Κυπρίου 𐅻 η΄. ἴρεως Ἰλλυρικῆς 𐅻 δ΄. σμύρνης
5. 𐅻 η΄. κρόκου 𐅻 α΄. σὺν μέλιτι. ἄλλη εὐώδης ἁπαλὴ πρὸς
6. φλεγμονὰς καὶ ἐσχάρας καλή. ♃ πυρῆνος 𐅻 γ΄. ἀμύλου 𐅻 β΄.
7. σχιστῆς 𐅻 α΄. ῥόδων ἄνθους 𐅻 α΄. κρόκου τριώβολον σὺν
8. μέλιτι. ταῦτα ἐκ τοῦ Κρατίππου νάρθηκος εἶναί φησιν. ἄλλη
9. στοματικὴ Μενεκράτους. ♃ κρόκου 𐅻 δ΄. βαλαυστίου 𐅻 γ΄.
10. ῥόδων ἄνθους 𐅻 α΄. οἱ δὲ 𐅻 S". ἐρείκης καρποῦ 𐅻 α΄.
11. μαλαβάθρου 𐅻 α΄. νάρδου Ἰνδικῆς 𐅻 α΄. στροβύλους κ΄.
12. μέλιτι. ἄλλη, ἣν ἐκ τῶν Μελίτου φησὶν εἶναι. ♃ ῥοῦ ἐρυθροῦ
13. 𐅻 β΄. ῥόδων ἄνθους 𐅻 α΄. κόστου, κρόκου ἀνὰ τριώβολον
14. σὺν μέλιτι. ταύτην καὶ ἀναγαργαρίζεσθαι σὺν γλυκεῖ
15. ἢ ὑδρομέλιτί φησιν, οὐκ οἶδ’ ὅπως τοῦτο προσγράψας. ἅπασαι
16. γὰρ ἀναγαργαρίζεσθαι δύνανται. ἄλλη στοματικὴ, ἣν καὶ
17. αὐτὸς ἐπαινεῖ. ♃ σχοίνου ἄνθους, σμύρνης, κρόκου, κασσίας,
18. στυπτηρίας σχιστῆς, Ἰλλυρίδος ἀνὰ 𐅻 δ΄. νάρδου Ἰνδικῆς 𐅻 α΄.
1. σὺν μέλιτι ἑφθῷ. ἐνταῦθα μὲν οὖν προσέθηκε τὸ ἑφθῷ,
2. κατὰ δὲ τὰς ἔμπροσθεν ἁπλῶς εἶπε μέλιτι, συγχωρῶν ἡμῖν
3. ὡς ἂν θέλωμεν σκευάζειν. ἐγὼ δ’, ὡς ἔφην, μέλιτι ἀπηφρισμένῳ
4. χρῶμαι.
5.
6. Διάχριστοι πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας Ἀσκληπιάδου.
7. ♃ ῥοῦ ἐρυθροῦ 𐅻 δ΄. ἀκακίας 𐅻 α΄. μυελοῦ 𐅻 δ΄. οἴνῳ
8. Πραμνείῳ διαλύσας, ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ χρῶ διαχρίων.
9. οὐκ οἶδ’ ὅπως παρέλιπε προσγράψαι τῷ τοῦ μυελοῦ,
10. πότερον ἐλαφείου ἢ μοσχείου βούλεται βάλλεσθαι. ἐπεὶ τοίνυν
11. οὐ προσέγραψεν, ἀσφαλέστερόν ἐστιν ἐλαφείου βάλλειν,
12. ἰσχυρὸν γὰρ εἶναι βούλεται τὸ φάρμακον. ἔστι δὲ ἰσχυρότερος
13. ὁ ἐλάφειος μυελὸς τοῦ μοσχείου. ἄλλη. ♃ ὑποκυστίδος
14. χυλοῦ 𐅻 β΄. βαλαυστίου 𐅻 α΄. λυκίου ὁλκὴν α΄. ἀκακίας
15. 𐅻 α΄. ἀναλάμβανε ἐλαίας ὀμφακιζούσης τῷ χυλῷ καὶ μέλιτι
16. φυράσας χρῶ.
17. Διάχριστοι στοματικαὶ τοῖς δυσχεραίνουσι τὰς
18. φαρμακώδεις ποιότητας ἐπιτήδειοι.] Περὶ μὲν τῶν γυναικῶν
19. τί δεῖ καὶ λέγειν, καὶ μάλιστα ὡς αἱ πλούσιαι δυσχεραίνουσιν
1. ὑπὸ τρυφῆς τὰς φαρμακώδεις στοματικάς; ἤδη δὲ καὶ
2. ἄνδρες τινὲς οὐ μόνον ὑπὸ τρυφῆς, ἀλλὰ καὶ κακοστόμαχοι
3. φύσει πως ὄντες, οὐ φέρουσι τὰ τοιαῦτα φάρμακα. καὶ
4. μέντοι καὶ παραῤῥυέντα πολλάκις εἰς στόμαχον οὐ μόνον
5. ἀηδῆ πώς ἐστιν, ἀλλὰ καὶ βλαβερά. τὰ γοῦν ἐπιεικέστατα
6. αὐτῶν κρόκον ἔχει καὶ σμύρναν καὶ στυπτηρίαν. ἄμεινον
7. οὖν ἐνίας τῶν στοματικῶν ἄνευ τούτων γεγονυίας ἔχειν.
8. ἐπὶ μὲν δὴ τῶν μετρίων φλεγμονῶν ἢ τῶν παρισθμίων η
9. σταφυλῆς, ἄν τε ἄλλου τινὸς μέρους, ἀρκοῦσιν οἱ χυλοὶ μόνοι
10. τῶν εἰρημένων ἄρτι καρπῶν, ὅ τε τῶν βάτων καὶ ὁ τῶν
11. μόρων, ῥοιαί τε καὶ μῆλα τὰ Κυδώνια. καὶ μέντοι καὶ ὁ
12. τῶν καρύων χυλὸς, ὅταν μετὰ μέλιτος μόνον γένηται, τὴν
13. γεῦσιν ἡδεῖαν ἔχει καὶ γλεῦκος τὸ ἐκ τῶν στρυφνοτέρων σταφυλῶν,
14. ἐξ ὧν ὁ Ἀμιναῖος οἶνος γεννᾶται, βληθέντος εἰς
15. αὐτὸ ῥοῦ. τοῦθ’, ὡς προέγραψε, κάλλιστον γίνεται φάρμακον
16. ἑψηθὲν, ὡς εἴρηται. πρὸς δὲ τὰς πλείονος δεομένας στύψεως
17. φλεγμονὰς ἐποίησα διαχρίστους στοματικὰς τοιάσδε. τῶν
18. αὐστηρῶν ῥοιῶν τὸν χυλὸν ἢ τῶν αὐστηρῶν κυδωνίων ἢ
1. καὶ ἀμφοτέρων κατὰ τὴν ἔμπροσθεν εἰρημένην ἀναλογίαν
2. ἔμιξα μέλιτι, καὶ ἦν αὔταρκες. ὁ δὲ τῶν συκαμίνων χυλὸς
3. ἀσθενὲς φάρμακον. ἀλλὰ τούτου γε καὶ τῶν εἰρημένων μέσος
4. ἐστὶ κατὰ τὴν στύψιν ὁ τῶν βάτων. ἰσχυρὸς δὲ οὐδενὸς
5. ἧττόν ἐστι καὶ ὁ ἐκ τοῦ λέμματος τῶν καρύων, καίτοι γε
6. οὐκ ὢν ἐν τῇ γεύσει στρυφνός. ἑκάστῳ δὲ τούτων ἔνεστιν
7. ὄμφακας ἐκθλίψαντας μιγνύειν, ἐὰν μὲν βουληθῇς σφοδρότερον
8. ἐργάσασθαι, κατὰ τὸ ἴσον· εἰ δὲ μή γε, πάντως κατὰ
9. τὸ ἥμισυ. σφοδρότατος δὲ αὐτῶν ἐστιν, ἐὰν τὰς ῥοιὰς ὅλας
10. κόψας μετὰ τῶν λεμμάτων ἐκθλίψῃς τὸν χυλὸν, καὶ
11. μᾶλλον δὲ ἂν ὦσι στρυφναί. καὶ ἔτι γε στρυφνότατον ἐν
12. τούτοις ἔσται, προσμιχθέντος τῷ τῶν οὕτω κοπεισῶν αὐστηρῶν
13. ῥοιῶν χυλῷ τοῦ τῆς ὄμφακος, ἅμα συμμέτρῳ μέλιτι.
14. κάλλιον δὲ ἐὰν τὰς ὅλας κεκομμένας ῥοιὰς ἀνεψήσας γλυκεῖ
15. διηθήσῃς. ἔσται δέ σοι καὶ διὰ μόνων τῶν γλυκειῶν ῥοιῶν
16. σκευάζοντι τὸ φάρμακον, ὥσπερ ἀσθενέστερον οὕτως ἥδιον
17. ἐργάσασθαι, καὶ μᾶλλον ἐὰν διὰ τοῦ χυλοῦ μόνου χωρὶς τῶν
1. σιδίων αὐτὸ συνθῇς. ἐγὼ δὲ πολλάκις ἔμιξα τὰ τρία γένη
2. τῶν ῥοιῶν, αὐστηρῶν τε καὶ ὀξέων καὶ γλυκειῶν. ὅπως δὲ
3. μὴ λίαν τραχύνοι, γλυκυῤῥίζης χυλὸν μιγνύων ἐργάσῃ κάλλιστον
4. τὸ φάρμακον. καὶ διὰ τῶν ὀπωρῶν δὲ γενόμενον αὐτὸ
5. καθ’ αὑτὸ μόνον κάλλιστόν ἐστι φάρμακον ἀνακογχυλίζεσθαί
6. τε καὶ διαχρίεσθαι βουλομένοις τὰς ἐν τῷ στόματι
7. φλεγμονάς. ἔστι δὲ καὶ τοῦτο τὸ μὲν αὐστηρότερον, τὸ δὲ
8. μετριώτερον τῇ στύψει, καὶ λεχθήσεται περὶ τῆς συνθέσεως
9. αὐτοῦ μικρὸν ὕστερον. ἐπεὶ δ’ οὐ μόνον ἀποκρουστικὸν δεῖ
10. ἡμᾶς ἔχειν φάρμακον, ἀλλὰ καὶ διαφορητικὸν, εἰ σκιῤῥούμενόν
11. τι φαίνοιτο, σκευάσεις οὕτως αὐτό. τοῖς μέσοις κατὰ τὴν
12. δύναμιν τῶν εἰρημένων τι ἐμβαλεῖς ἑψομένοις γλήχωνος ἢ
13. θύμων ἢ ὀριγάνου ἢ ὑσσώπου ἢ ἡδυόσμου ἢ καλαμίνθης,
14. εἶτα διηθήσας ἕξεις ἄριστον φάρμακον. εἰ δὲ θερμότερον
15. ἐθέλεις εἶναι, πεπέρεως ἐπεμβάλλειν χρή. ἐσκεύασα δέ ποτε
16. καὶ χωρὶς τοῦ γλήχωνος ἢ θύμων ἤ τινος τοιούτου τὸ διὰ
17. τῶν χυλῶν, μόνον αὐτῷ πεπέρεως ἐπεμβαλών. ἅπασι δὲ αὐτοῖς
18. τὸν τῆς γλυκυῤῥίζης χυλὸν μιγνὺς ἄμεινον ἐργάσῃ τὸ
1. φάρμακον. εἰ δὲ πλουσίοις σκευάζοις, καὶ ἀμώμου τι
2. μίξεις. ἡ δὲ ποσότης τῶν τοιούτων ἡ αὐτή σοι γινέσθω
3. τοῖς τὸν κρόκον καὶ τὴν στυπτηρίαν καὶ τὴν σμύρνην λαμβάνουσιν,
4. ὡς προγέγραπται. ἀντ’ ἐκείνων γάρ σοι ἔσται τὸ
5. ἄμωμον, καὶ τὴν μαστίχην δὲ τὴν Χίαν ἐνέβαλόν ποτε, μετὰ
6. τὸ διηθῆσαι δὲ δηλονότι καὶ ἀφελεῖν ἤδη τά γε ἐνεψημένα
7. τὰ τοιαῦτα.