8. Ἐν τοῖς
9. ὑγροῖς καὶ θερμοῖς τόποις τοῦ σώματος, ὁποῖόν ἐστι τὸ
10. στόμα, ταχέως ἐπιγίνεται σηπεδὼν, ἐξ ἧς ἄν τινος αἰτίας
11. ἑλκωθὲν τύχῃ, συντελεῖ δὲ εἰς τοῦτο καὶ τὸ μηδὲν ἐπικεῖσθαι
12. δύνασθαι διὰ παντὸς φάρμακον, ὥσπερ ἐπὶ τῶν ἄλλων
13. ἑλκῶν. ἐκκλύζεται γὰρ ὑπὸ τοῦ σιάλου πάντα, διὸ καὶ τοῖς
14. ἰσχυροτάτοις φαρμάκοις ἀναγκαζόμεθα χρῆσθαι πολλάκις ἐπ’
15. αὐτῶν. ἰσχυρότατα δέ ἐστιν ὅσα τὴν καλουμένην ἐσχάραν
16. ἐργάζεται παραπλησίως τοῖς καυτηρίοις. ἐπὶ μὲν οὖν τῶν
17. ἐκτὸς, ὅταν ἐσχαρωθῇ τὸ θεραπευόμενον μόριον, ἀφιστάμεθα
18. τῶν ἰσχυρῶν φαρμάκων, ἐπὶ τὰ τὰς ἐσχάρας ἀφαιροῦντα
1. μετιόντες, ἅπερ εὔδηλον ὅτι τῆς ῥυπτικῆς ἐστι ποιότητός
2. τε καὶ δυνάμεως. ἐπὶ δὲ τῶν ἐν τῷ στόματι διὰ τὴν
3. τοῦ χωρίου φύσιν ἀσφαλὲς εἶναι δοκεῖ μοι μιγνύναι τοῖς
4. ῥύπτουσι φαρμάκοις ἔνια τῶν ἰσχυρῶν, ἃ κατὰ μόνας προσφερόμενα
5. τὰς ἐσχάρας ἐργάζεται. διὰ ταύτην οὖν τὴν αἰτίαν
6. ῥυπτικωτάτῳ μέλιτι μίγνυμεν φάρμακα τὰ αὐτὰς τὰς ἐσχάρας
7. ἐργαζόμενα. καθάπερ ἐπὶ τῶν ῥυπαρῶν ἑλκῶν ἔν γε τῷ
8. δέρματι γεννωμένων, ἔφαμεν χρῆναι μιγνύναι τῷ μέλιτι τὰ
9. βραχέως ῥυπτικὰ, λιβανωτὸν, ὄροβον, ἴριν, ἀριστολοχίαν,
10. ὅσα τε ἄλλα τοιαῦτα, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθέντες,
11. ὡς Ἱπποκράτης ἔφη. ὁ μὲν γὰρ ἐπ’ ἀμφοῖν λογισμὸς
12. εἷς ἐστιν συμμέτρως ἔχων, ὡς πρὸς τὴν διάθεσιν τὸ
13. ῥυπτικὸν προσφέρειν φάρμακον. ἕξεις δὲ σύμμετρον τὸ μέλι
14. τῷ μὲν ἐπὶ τῶν ἑλκῶν ῥύπῳ τοῖς ἀσθενέσι τῶν ῥυπτικῶν
15. μιχθέν. ἐφ’ ὧν δὲ διὰ τὴν τοῦ τόπου φύσιν ὑποστροφὴν
16. σηπεδόνος εὐλαβούμεθα τῶν ἰσχυροτέρων τι προσλαβὸν, εὐλόγως
17. οὖν ἔμιξαν τῷ μέλιτι τὰ ξηρὰ φάρμακα, δι’ ὧν τὰς
18. ἐσχάρας ἐργαζόμεθα, τινὰ μὲν οὖν τῶν τοιούτων φαρμάκων
1. ἔμπροσθεν διῆλθον ἐν ἐκείνῳ τῷ λόγῳ, καθ’ ὃν γέγραπται
2. πρὸς τὰς ἐν τῷ στόματι νομάς. τὰ γὰρ αὐτὰ καὶ πρὸς
3. ἐσχάρας ἔφασαν ἁρμόττειν, μέλιτος αὐτοῖς μιγνυμένου, καὶ
4. νῦν δὲ ἐπ’ αὐτοῖς ἅπαντα γράψω καί τινα δόξει δεύτερον
5. λέγεσθαι. τὰ μὲν οὖν ὑπ’ Ἀνδρομάχου γεγραμμένα μικρὸν
6. ἔμπροσθεν ἀναμνῆσαί με χρὴ μόνον, ἐν οἷς ἐδίδαξέ τινα
7. φάρμακα πρὸς τὰς ἐν στόματι νομὰς, παραθήσομαι δὲ τὰς
8. ἀρχὰς αὐτῶν μόνας. ἓν μὲν οὖν φάρμακον οὕτως ἔγραψεν.
9. Συνέθηκεν αὐτὴν διὰ πυρῆνος, ἀμύλου
11. καὶ σχιστῆς καὶ ῥόδων ἄνθους καὶ κρόκου μέλι μιγνύς.
12. ἕτερον τοιοῦτον ἔγραψεν. τροχίσκος πρὸς τὰς ἐν τῷ στόματι
13. διαθέσεις, ἐσχάρας, νομὰς, ᾧ καὶ αὐτῷ σὺν μέλιτι χρῆται.
14. καὶ τὰ ἄλλα δὲ πάντα τὰ πρὸς τὰς νομὰς ὑπ’ αὐτοῦ
15. γεγραμμένα καὶ πρὸς ἐσχάρας ἁρμόττει μετὰ μέλιτος.
16. Μίσυ ὠμὸν παραχρῆμα
2. αἴρει· ἐν ἄλλῳ μετὰ μέλιτος ὀπτόν. πρὸς δὲ τὰς ἐν τῷ στόματι
3. ὑδαρεῖ καὶ ὀλίγῳ χρῶ. ἔστωσαν δὲ μίσυος ὀπτοῦ δραχμαὶ
4. γ΄. μέλιτος καλοῦ κύαθοι στ΄. χρῶ. ὁμοίως ποιεῖ καὶ
5. χαλκῖτις ὀπτὴ μετὰ μέλιτος, ὡς εἶναι γλοιῶδες.
6. Ἐπὶ δὲ
7. τῶν λεγομένων ἐσχαρῶν ἰδίως συμφωνεῖ κυνεία μετὰ μέλιτος
8. διαχριομένη. ἢ χάλκανθον κηρύματι θαλασσίας πορφύρας εἱλήσας
9. σύγκαυσον μὴ σκύλλων, εἶτα λεῖον μετὰ μέλιτος διάχριε.
10. ἢ πίσσῃ ὑγρᾷ μετὰ μέλιτος ἴσου, ἐλάχιστον κεδρίας
11. προσμίξας χρῶ. ἢ ῥοὸς βυρσοδεψικῆς, ἱκανῶς βραχείσης εἰς
12. τὸ ὕδωρ, μέχρι γλοιῶδες γένηται, ἑψήσας μέλιτι μῖξον καὶ
13. χρῶ. καὶ ὁ Συριακὸς ῥοῦς ποιεῖ μετὰ μέλιτος ἢ χελιδόνων
14. κεκαυμένων τε καὶ ἀνθρωπείας κόπρου τὸ ἴσον σὺν μέλιτι
15. διάχριε. ἢ λύκου ἥπατος ξηροῦ, ὡς κοχλιάρια δύο λεάνας
16. δὸς πιεῖν. τούτων τῶν φαρμάκων τὰ μὲν ἄλλα πάντα ἐπαινῶ,
17. τὸ δὲ διὰ τῆς ῥοὸς μέμφομαι στυπτικῆς ὂν δυνάμεως, οὐδαμῶς
1. ἁρμοττούσης ἐσχάραις. περὶ δὲ τοῦ λυκείου ἥπατος
2. οὐκ ἔχω τί εἴπω. πρὸς μὲν γὰρ τὰς ἡπατικὰς διαθέσεις
3. οἶδα ποτιζόμενον τὸ φάρμακον αὐτὸ καθ’ ἑαυτὸ καὶ μιγνύμενον
4. τῷ δι’ εὐπατορίου. εἰ δὲ καὶ πρὸς ἐσχάρας τὰς ἐν
5. τῷ στόματι πινόμενον ἁρμόττει, κατά τινα τῆς ὅλης οὐσίας
6. ἰδιότητα τῇ πείρᾳ χρὴ κρῖναι μόνον, περὶ ἧς οὐδὲν ἔχω φάναι
7. μὴ κεχρημένος αὐτοῖς ἐπὶ τῶν τοιούτων. ἡ δὲ κυνεία
8. κόπρος, ὅταν ὀστᾶ βεβρωκότες ὦσιν οἱ κύνες, ἀρίστη κατὰ
9. πάντα ἐστὶ καὶ ὡς βοηθοῦσα μεγάλως καὶ ὡς οὐδεμίαν
10. ἀηδίαν ἐμφαίνουσα τῷ προσφερομένῳ. τὴν δὲ ἀνθρωπείαν
11. ὡς βδελυρὰν ἀεὶ παρῃτησάμην. ἐχρήσατο γοῦν τις αὐτῇ μὴ
12. προλέγων, ἀλλὰ λανθάνειν πειρώμενος. ἐλάμβανε δὲ οὐ τὴν
13. ἐπιτυχοῦσαν, ἀλλὰ παιδίοις ἐδίδου τὸ πλεῖστον τῆς τροφῆς
14. ἄρτον μετὰ τῶν ὀσπρίων, ἃ καλοῦνται θέρμοι, καὶ οὕτω
15. ξηραίνων εἶχεν ἀποκειμένην πρὸς ἅ ποτε βούλοιτο χρῆσθαι.
16. καὶ Μούσας δὲ ἐπὶ πλεῖστον ἐχρήσατο πρῶτος τῇ κυνείᾳ,
17. λευκὴν ἀεὶ παραλαμβάνων. γράφει γοῦν ἐπ’ αὐτοῦ
18. τοῦ προκειμένου παθήματος ὡδί πως, ὁμοίως τῇ αὐτῇ κυνείᾳ
1. λευκῇ χρώμενος. καὶ μέντοι καὶ ταῦτα κατὰ λέξιν ὁ αὐτὸς
2. Μούσας ἔγραψεν.
3. Πρὸς συνάγχην κυνείαν λευκὴν
4. λαβὼν ξήρανον καὶ λεάνας σῆσον κοσκίνῳ ἰατρικῷ, ἔχε
5. δὲ ἕτοιμον ἐν σταθμιδίῳ καινῷ, ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι
6. καὶ τότε διάχριε, ὥστε καταπίνειν. ταῦτα γράψαντι τῷ
7. Μούσᾳ δικαίως μαρτυρεῖν ἔστιν. ἰσχυρότερον γὰρ τούτου
8. τοῦ φαρμάκου οὐδὲν ἔγνωμεν, οὐδ’ ἐπὶ κυναγχικῶν οὐδ’
9. ἐπὶ τῇ τῶν παρισθμίων μεγάλῃ φλεγμονῇ ἢ ἀντιάδων κινδυνευόντων
10. πνιγῆναι.
11. Καὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων φαρμάκων
12. πεπειράμεθα καλῶς ποιούντων, ἃ κατὰ λέξιν οὕτως
13. ἔγραψεν. ♃ χαλκίτεως ὀπτῆς, μέλιτος Ἀττικοῦ τὸ αὔταρκες,
14. τὴν χαλκῖτιν τρῖβε μετὰ τοῦ μέλιτος, ὡς λάβῃ γλοιοῦ πάχος,
15. καὶ χρῶ. ἄλλη πρὸς ἐσχάρας ποιοῦσα καὶ μυδῶντα καὶ
16. δυσώδη. ♃ μίσυος κεκαυμένου 𐅻 η΄. ἴρεως Ἰλλυρικῆς
17. δραχμὰς δ΄. κρόκου 𐅻 α΄. ταῦτα λεῖα ποιήσας καὶ μίξας
18. ἀπόθου εἰς πυξίδα ξυλίνην καὶ χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος.
1. καὶ μέντοι καὶ τούτοις ἐφεξῆς ὧδέ πως ἔγραψεν. ἕτερον
2. φάρμακον ἡ ἀνθηρὰ πρὸς τὰ ὅμοια ποιοῦσα. ♃ ἴρεως
3. Ἰλλυρικῆς, σανδαράχης, κυπέρου ἀνὰ 𐅻 δ΄. στυπτηρίας σχιστῆς,
4. σμύρνης, κρόκου, κροκομάγματος ἀνὰ 𐅻 β΄. ταῦτα
5. λειώσας καὶ μίξας χρῶ. τινὲς δὲ καὶ ῥόδων ἄνθος καὶ κηκίδας
6. προσβάλλουσιν ἀνὰ 𐅻 β΄. χρῶ δὲ πρὸς μὲν τὰς σηπεδόνας
7. καὶ τὰ ἀφιστάμενα οὖλα καὶ αἱμασσόμενα ξηρῷ, πρὸς
8. δὲ τὰς ἐσχάρας μετὰ μέλιτος.
9. Ὁ Ταραντῖνος Ἡρακλείδης
11. ἐν τοῖς πρὸς Ἀντιοχίδα κατὰ λέξιν οὕτως ἔγραψε
12. περὶ τῶν ἐν τῶν στόματι σηπεδόνων. ποιεῖ μὲν καὶ ἡ ἀνθηρὰ
13. προσαπτομένη. ἐὰν δὲ εὐτονωτέρα ὑπάρχῃ ἡ σηπεδὼν,
14. εὔθετός ἐστιν ἡ δύναμις αὕτη. ♃ βδελλίου κεκαυμένου μέρη
15. γ΄. ἀρσενικοῦ μέρος α΄. λεῖα μίξας χρῶ καὶ ἄνωθεν δὲ τίλμα
16. προσεπιτίθει καταβάψας εἰς ῥόδινον καὶ ἐκθλίψας. ἔνιοι δὲ
17. τοῦ βδελλίου ἐμβάλλουσι μέρη γ΄.
18. ♃ Χαλκίτιδος μέρος
2. α΄. κονίας ἀσβέστου τὸ ἴσον, ἀρσενικοῦ μέρος S". μίξας λεῖα
3. χρῶ.
4. ♃ Ῥόδων ἄνθους 𐅻 δ΄. στυπτηρίας σχιστῆς
6. 𐅻 β΄. κηκίδος 𐅻 β΄. σμύρνης 𐅻 α΄. λεάνας καὶ μέλιτι μίξας
7. χρῶ. πρὸς τὰ δὲ ἐλαφρῶς ἐσχαρώδη ἕλκη ἔμβαλλε στυπτηρίας
8. 𐅻 δ΄. σμύρνης τριώβολον, κηκίδων 𐅻 α΄. ἄλλο. ὄξους
9. δριμυτάτου ὅσον κοτύλην α΄. λαβοῦσα ἔμβαλλε ἁλὸς τοσοῦτον,
10. ὥστε μηκέτι τήκεσθαι, εἶτα ἕψε ἕως ξηρανθῇ, καὶ λαμβάνουσα
11. ἀπὸ τούτου, ἐπίχεε ὄξους κύαθον α΄. καὶ δίδου
12. διακατέχειν ἐν τῷ στόματι χρόνον ἱκανὸν, εἶτα τὸ δεύτερον,
13. καὶ τοῦτο ποίει τρὶς ἢ τετράκις τῆς ἡμέρας πρὸς τὰ ὑποκείμενα
14. θεωροῦσα. ἐπὶ δὲ τῶν παίδων ἔρια ἐπὶ μηλωτίδι
15. περιτιθεῖσα, καταβάπτουσα τὸν τόπον, διάψα σχηματίζουσα,
16. ὅπως μὴ καταπίῃ αὐτό. ἔνιοι δὲ ξηρῷ τῷ ἁλὶ χρῶνται τρίψαντες
17. μετὰ τοῦ ὄξους καὶ ἀναξηράναντες. ποιεῖ δὲ καὶ στυπτηρία
18. στρογγύλη, ἴσα καὶ σῶρυ. δεῖ δὲ καὶ διακλύζεσθαι
1. φακοῦ ἀφεψήματι μέλιτος μιγέντος ὀλίγου ἢ ῥόδων ἀποβρέγματι
2. μετὰ μέλιτος. μὴ κρατουμένης δὲ τῆς σηπεδόνος καίειν
3. κέλευε, τοὺς κύκλῳ τόπους σκεπάσαντα διαφανεῖ καυτηρίῳ,
4. μέχρις ἂν μηδὲν ἀποῤῥέῃ ὑγρὸν, κεκρατημένος δὲ ὁ τόπος
5. φαίνηται. μετὰ δὲ ταῦτα διακλύζεσθαι τοῖς εἰρημένοις καὶ
6. τῇ ἀνθηρᾷ δυνάμει χρῆσθαι διὰ μέλιτος, ἕως ἂν περιῤῥαγῶσιν
7. αἱ ἐσχάραι, καὶ τότε δὴ μέλιτι χρῶ. ἄλλη εὐώδης ἁπαλὴ
8. πρὸς φλεγμονὰς καὶ ἐσχάρας καλή. ♃ πυρῆνος δραχμὰς γ΄.
9. ἀμύλου δραχμὰς β΄. σχιστῆς 𐅻 α΄. ῥόδων ἄνθους δραχμὴν
10. μίαν, κρόκου τριώβολον σὺν μέλιτι. ταύτην ἐκ τοῦ Κρατίππου
11. νάρθηκος εἶναί φησιν.