12. Σαρκῶδές τι μόριον
13. ἐν τῷ τοῦ στόματος ὑψηλῷ φαίνεται κρεμάμενον, ἐὰν
14. διανοίξας τις ἐπιπλεῖστον ὅλον τὸ στόμα τὴν γλῶτταν καταστείλῃ.
15. τοῦτο τὸ σαρκίον ὀνομάζεται δύο ὀνόμασι πρὸς τῶν
16. παλαιῶν Ἑλλήνων, γαργαρεών τε καὶ κίων, οἱ δὲ μετὰ τούτους
17. ἰατροὶ σχεδὸν ἅπαντες οὐχ οὕτως, ἀλλὰ κιονίδα καλοῦσιν
1. αὐτό. τῶν γὰρ σταφυλὴν ὀνομαζόντων αὐτὸ βέλτιόν
2. ἐστι μηδ’ ὅλως μνημονεύειν, οὐ γὰρ τὸ μόριον, ἀλλ’ ἕν τι
3. τῶν παθῶν αὐτοῦ σταφυλὴν ὀνομάζομεν. ὀλιγάκις οὖν τοῦτο
4. τὸ πάθημα γίνεται κατὰ τὸν κίονα, φλεγμαίνει δὲ πάνυ πολλάκις,
5. καὶ δηλονότι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς
6. ἐξ ἐπιῤῥοῆς ὑγρῶν ἡ νόσος, οὕτω καὶ τόδε τὰ πρῶτα τῶν
7. βοηθημάτων ἀναστέλλει τὸ ῥεῦμα. στυπτικῆς οὖν δυνάμεως
8. χρὴ ταῦτα εἶναι· μετρίας μὲν οὔσης τῆς ἐπιῤῥοῆς, μετρίως
9. στυφούσης, ἣν αὐστηρὰν ἰδίως ὀνομάζουσιν· ὅταν δὲ σφοδροτέρα
10. συστῇ, διὰ τῆς στρυφνῆς. ἄμφω μὲν γὰρ στύφουσιν,
11. ἀλλ’ ἀσθενέστερον μὲν αὐστηρὰ, σφοδρότερον δὲ ἡ στρυφνή.
12. εἴρηνται δὲ ἀμφοτέρων πολλάκις αἱ ὗλαι, ἀλλὰ καὶ νῦν ἀναμνῆσαι
13. βέλτιον, ὅπως ἐπὶ μὲν τῶν μικρῶν φλεγμονῶν τὰς
14. ἀσθενεῖς στύψεις, ἐπὶ δὲ τῶν μεγάλων τὰς σφοδρὰς παραλαμβάνητε,
15. διακλύσματα μὲν γὰρ σύμμετρα τά τε τῶν φοινίκων
16. ἐστὶν ἢ φοινικοβαλάνων ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν,
17. ἀφεψημένων ποτὲ μὲν ὕδατι μόνῳ, ποτὲ δὲ καὶ βραχέος
18. μέλιτος ἐμβεβλημένου. παραπλησίως δὲ τούτῳ καὶ τὸ διὰ
1. ῥόδων, ἑλίκων τε ἀμπέλων καὶ βάτου καὶ κυνοσβάτου καὶ
2. σχίνου καὶ κισσοῦ καὶ κύπρου καὶ τερεβινθίνης καὶ ῥάμνου
3. καὶ ἀσπαλάθου καὶ κυπέρου καὶ κυτίνου καὶ τῶν καλουμένων
4. κερατίων καὶ μορέας ῥιζῶν. ὑποκυστίδος τε καὶ μήλων
5. αὐστηρῶν ἢ στρυφνῶν ἀπίων τῶν τε καλουμένων ὄων, ἅπερ
6. οὖα καλοῦσιν οἱ πολλοὶ, προστιθέντες κατὰ τὴν πρώτην
7. συλλαβὴν τοῦ ὀνόματος τὸ υ, ὡς εἶναι τρία γράμματα τοῦ
8. ὀνόματος τὰ πάντα, τό τε ο καὶ τὸ υ καὶ τὸ α, κατὰ δὲ
9. τοὺς Ἑλληνίζοντας τό τε ο καὶ τὸ α. τούτων δὲ ἰσχυρότερα
10. τό τε τῆς μυρσίνης καὶ τὸ τῶν μύρτων ἐστὶν ἀφέψημα
11. καὶ τὸ τῶν στρυφνῶν κυδωνίων μήλων, ἀκρεμόνων τε
12. τῶν μαλακῶν, πρίνου καὶ κομάρου καὶ σμίλακος καὶ φηγοῦ
13. καὶ τῶν βαλάνων αὐτῶν, μεσπίλων τε καὶ κράνων καὶ μεμαικύλου
14. καρποῦ. γενναιότατα δὲ κηκίδων καὶ ῥοῦ τοῦ ἐπὶ
15. τὰ ὄψα καὶ τῆς βυρσοδεψικῆς καὶ μυρίκης καρποῦ καὶ
16. τῆς ἀκάνθης τῆς Αἰγυπτίας ὀνομαζομένης, ὁμοίως τοῦ καρποῦ.
17. τούτων ἑκάστου κατὰ μόνας καὶ σὺν ἄλλοις ἑψηθέντων
18. ἀνακογχυλίζεσθαι χρὴ τῷ ὕδατι. θαυμαστὸν γὰρ ὅπως
19. αἱ μίξεις αὐτῶν ὠφελιμώτεραι πολλάκις γίνονται τῆς τῶν
1. ἁπλῶν χρήσεως. ξηροῖς δὲ λειωθεῖσι προσάπτεσθαι τοῦ γαργαρεῶνος,
2. ἀτρέμα πως ἀνάγοντα πρός τε τὴν ἄνω χώραν
3. καὶ τὴν ἐκτὸς, ὡς ἐπὶ τὴν γλῶτταν. ἐμβεβλήσθω δὲ κοχλιαρίῳ
4. λειούμενα τὰ ξηρὰ φάρμακα καὶ βέλτιον, εἰ κατὰ τὸ
5. πέρας εἰς ἐγκαρσίαν τομὴν ἢ εὐθεῖαν εἴη τελευτῶν τὸ κοχλιάριον.
6. καὶ τούτων δὲ αὐτῶν μέτρια μέν ἐστι τὰ ξηρὰ
7. ῥόδα καὶ τὸ ἄνθος αὐτῶν ἀκρέμονές τε ξηρανθέντες, ὧν
8. ἄρτι διῆλθον φυτῶν, ὑποκυστίς τε καὶ ῥῆον, ὅ τε τῶν σκυτέων
9. λίθος, ᾧ λαμπρύνουσι τὰ τῶν γυναικῶν ὑποδήματα,
10. καλεῖται δὲ ἀγήρατος, ἀλόη τε καὶ κύπρος, ἄνθος τε σχίνου
11. καὶ ῥίζα νάρδου τῆς Ἰνδικῆς καὶ τῆς παρ’ ἡμῖν ὀρείας. ἰσχυρότερον
12. δὲ τούτων, ἀλλὰ χωρὶς τοῦ τραχύνειν ἐπιφανῶς
13. στύφει τῆς Αἰγυπτίας ἀκάνθης ὁ καρπὸς, ῥῆόν τε καὶ τὸ
14. διφρυγὲς ὀνομαζόμενον, ὅ τε τοῖς ὄψοις ἐπιβαλλόμενος ῥοῦς
15. τά τε στρυφνὰ βαλαύστιόν τε καὶ κύτινοι καὶ σίδια καὶ κηκὶς,
16. καὶ μᾶλλον ὅταν ἀκριβῶς ὀμφακῖτις εἴη. στύφουσι
17. δ’ ἀκριβῶς καὶ αἱ στυπτηρίαι πᾶσαι, λεπτομερεστέρα δὲ αὐτῶν
18. οὖσα ἡ σχιστὴ καὶ χρησιμωτέρα ἐστὶν αὐτῶν. χάλκανθος
1. δὲ σφοδροτάτην ἔχων στύψιν οὐκ ἀπήλλακται τοῦ θερμαίνειν,
2. καὶ διὰ τοῦτο τοῖς σηπεδονώδεσιν ἕλκεσιν ἁρμόττει,
3. ὅμως δὲ παροξύνει γαργαρεῶνα, κᾂν ἤδη ᾖ σκιῤῥώδης. οἱ
4. χυλοὶ δὲ στύφοντες ἁπάντων τῶν εἰρημένων φυτῶν εἰσι καὶ
5. τῶν καρπῶν αὐτῶν ὡσαύτως. εἴρηται δὲ περὶ αὐτῶν ἐν ταῖς
6. διαχρίστοις στοματικαῖς, ὧν αἱ μὲν διὰ γλεύκους, αἱ δὲ διὰ
7. μέλιτος μίξεως σκευάζονται. διαφθείρονται γὰρ οἱ χυλοὶ τοὐπίπαν,
8. ἄνευ μέλιτος ἀποτεθέντες, ἢ πάλιν ἀποξηραίνονται
9. μέχρι πλείονος ἑψηθέντες. ἔνιοι δὲ χυλοὶ, κᾂν ἐν ἡλίῳ θερινῷ
10. ξηρανθῶσιν ἄχρι συμμέτρου πάχους, ἐν τῷ χρόνῳ ξηραίνονται,
11. καὶ ἄν γε πλειόνων ἐτῶν γεννηθῶσιν, εἰς τοσοῦτον
12. ἥκουσι ξηρότητος, ὡς λειοῦσθαι δύνασθαι παραπλησίως κυτίνοις
13. καὶ βαλαυστίῳ. τοιοῦτοι δέ εἰσιν ὅ τε τῆς ὑποκυστίδος
14. χυλὸς καὶ ὁ τῆς ὄμφακος καὶ τῆς γλυκυῤῥίζης καὶ
15. ὁ τοῦ κενταυρίου καὶ καθόλου φάναι πάντες οἱ χυλοὶ, κᾂν
16. χωρὶς μέλιτος ἐπιπλέον ἑψηθῶσιν, οὐ διαφθείρονται μὲν, ἐν
17. τῷ χρόνῳ δὲ γίνονται ξηροὶ, τινὲς μὲν, ὡς ἔφην, λειοῦσθαι
18. δυνάμενοι, τινὲς δὲ ὅσοι τὸ γλίσχρον ἔχουσι φύσει πλατύνονται
1. μᾶλλον ἢ λειοῦνται. ἁπλᾶ μὲν οὖν ταῦτα χρήσιμα, σύνθετα
2. δὲ ἐξ αὐτῶν κατὰ τρεῖς χρείας γίνονται, μίαν μὲν ἐκ
3. τῶν ὁμογενῶν, ὅταν τῷ σφοδρῷ τὸ μαλακὸν μίξομεν, ἀποροῦντες
4. τοῦ μέσου, ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα μετὰ κηκίδος
5. ἢ στυπτηρίας λειώσαντες, ἕκαστόν τε τῶν εἰρημένων
6. ἔμπροσθεν πραέων φαρμάκων τῷ σφοδρῷ συμπλέξαντες.
7. ἔσται γὰρ ἀριθμὸς οὐκ ὀλίγος κατὰ τὴν τῶν τοιούτων ὑπάλλαξιν,
8. ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν ἐκ δυοῖν τινων μίξιν ἔσται
9. πλείω φάρμακα, κατ’ ἄλλην ἄλλου ποσότητα μιγνυμένων
10. αὐτῶν, οἷον εἰ διαπλάσιον εἴη τὸ τῶν ῥόδων ἄνθος τῆς
11. στυπτηρίας ἢ τοὐναντίον τοῦδε, διπλασία τοῦ ῥόδων ἄνθους
12. ἡ στυπτηρία. δύναιτο δ’ ἄν τι διπλάσιον, ἀλλὰ καὶ τριπλάσιον
13. καὶ τετραπλάσιον, ἑκάτερον ἑκατέρῳ μίγνυσθαι. πρόδηλον
14. δ’ ὅτι καὶ ἴσον ἴσῳ. τοῦτο μὲν οὖν μέσον ἂν εἴη
15. τῶν ἄκρων, τὰ δ’ ἄλλα πάντα τινὰ μὲν ἐγγυτέρω τοῦ μαλακωτέρου
16. τὰ πλέον ἔχοντα τῶν ῥόδων, τὰ δὲ τοῦ σφοδροτάτου
17. τὰ πλέον ἔχοντα τῆς στυπτηρίας. ἑκατέρων δ’ αὐτῶν
18. οὐκ ἄδηλον τὸ μᾶλλον καὶ ἧττον. ὄντων γὰρ δυοῖν
1. φαρμάκων, ἰσχυρὸν μὲν ἐν οἷς πλείων ἐστὶν ἡ στυπτηρία
2. τῶν ῥόδων, ἰσχυρότατον δ’ ἐστὶ καθὸ τριπλασία τῶν ῥόδων
3. ἡ στυπτηρία περιέχεται τοῦ διπλάσιον ἔχοντος φαρμάκου.
4. ὅπερ οὖν ἀεὶ λέγοντος ἀκούετέ μου καὶ νῦν ἐρῶ. μωρίζουσιν
5. οἱ ζητοῦντες ὁποῖόν ἐστι τὸ κρεῖττον ἐπὶ δυοῖν
6. ὁμογενῶν φαρμάκων ἢ τὸ κάλλιστον ἁπάντων αὐτῶν. ὥσπερ
7. εἰ ζητοίης γε εἰ χόνδρον ἄμεινον ἢ πτισάνην διδόναι τοῖς
8. νοσοῦσιν, ἢ πότερον οἶνον ἢ ὀξύμελι ἢ τῶν καθαιρόντων
9. φαρμάκων. ἆρά γε βελτίων ἐστὶν ἐλλέβορος λευκὸς ἢ μέλας
10. ἢ καθόλου περὶ πάντων τῶν βοηθημάτων τί κάλλιστόν
11. ἐστιν. ἅπαντα γὰρ ἐν τῷ πρός τι τό γε ὠφελεῖν ἔχει καὶ
12. τὸ βλάπτειν, καὶ τοῦτο Ἱπποκράτους εἰπόντος, ὧν οἶδα
13. πρώτου πάντων οἱ μετ’ αὐτὸν ἠκολούθησαν. ἔνιοι δὲ τῶν
14. νεωτέρων ἰατρῶν, ὥσπερ ἄλλα πολλὰ φλυαροῦσιν, οὕτω καὶ
15. τὰ τοιαῦτα. τεθέασθε δὲ πολλάκις ἔργῳ τοῦ λεγομένου τὴν
16. ἀλήθειαν. ἀκαίρως γοῦν ἔνιοι χρησάμενοι φαρμάκοις οἷς εἶχον,
1. εἶτ’ ἐκ τοῦ παροξῦναι τὸ πάθος ἐφ’ ἕτερα μεταβάντες
2. ἄνευ μεθόδου καὶ μηδὲν τούτοις ἀνύσαντες τὴν τρίτην
3. ἐφεξῆς ἐφ’ ἕτερα μετάβασιν, ἔστι δ’ ὅτε καὶ τετάρτην ἀλόγως
4. ποιήσαντες καὶ νομίσαντες τὸ πάθος εἶναι κακόηθες,
5. ἐκάλεσάν με συμβουλεῦσαί τι. κᾀγὼ κελεύσας αὐτοὺς ἃ κέκτηνται
6. φάρμακα δεῖξαί μοι τὸ συμφέρον τῇ παρούσῃ καταστάσει
7. συνεβούλευον. καὶ φάντων αὐτῶν δι’ οὗ συνεβούλευσα
8. φαρμάκου παροξυνθῆναι τὸν κάμνοντα καὶ διὰ τοῦτο
9. χρῆσθαι δεδιότων, ἀλλὰ νῦν γε πεισθέντας ἐμοὶ χρήσασθαι
10. προτρέψας, ἐπέδειξα κᾀκείνοις καὶ ὑμῖν ἑκάτερον ὧν ἔλεγεν
11. Ἡρόφιλος, ἀληθὲς ὑπάρχον. ἐάν τε γὰρ εἴπῃς οὐδὲν εἶναι
12. τὰ φάρμακα μόνα καθ’ αὑτὰ, προσηκόντως ἐρεῖς, οὐδὲν γάρ
13. ἐστιν, ἐὰν μὴ τὸν χρώμενον ὀρθῶς σχῇ, ἐάν τε πάλιν οἷόν
14. περ θεῶν χεῖρας εἶναι τὰ φάρμακα, καὶ τοῦτο ὀρθῶς ἐρεῖς.
15. ἀνύει γὰρ μεγάλα τὸν χρώμενον αὐτοῖς ἔχοντα γεγυμνασμένον
16. ἐν λογικῇ μεθόδῳ μετὰ τοῦ καὶ συνετὸν εἷναι φύσει.
17. τινὲς γὰρ οὐ μόνον βελτίους ὄντες ἀμφισβητοῦσι περὶ σοφίας
1. τοῖς συνετωτάτοις. ἡ μὲν οὖν τῶν ὁμογενῶν φαρμάκων μίξις
2. ἕνεκα τῆς τῶν μεταξὺ χρείας γίνεται, καὶ διὰ τοῦτο ἀεὶ
3. δύο ἔχειν ὑμᾶς ἐναντία ταῖς δυνάμεσιν ἐφ’ ἑκάστου πάθους
4. ἀξιῶ. μιγνύντες γὰρ αὐτὰ παμπόλλων τῶν μεταξὺ φαρμάκων
5. εὐπορήσετε. μία μὲν οὖν αἰτία τῆς τῶν ὁμογενῶν φαρμάκων
6. μίξεως ἥδε καὶ δὴ λέλεκται· μία δὲ ἄλλη τῆς τῶν
7. ἑτερογενῶν ἐκ τοιούτου γίνεται λογισμοῦ. σπανίως ἂν εὕροι
8. τις διάθεσιν ἤτοι διαφορούντων μόνον ἢ ἀποκρουομένων
9. δεομένην. αἱ μὲν γὰρ μικραὶ, καθ’ ὧν οὐδὲ τὸ τῆς διαθέσεως
10. ὄνομα προφέρουσιν οἱ ἰατροὶ, παραχρῆμα καθίστανται·
11. μείζονα δ’ ὑπόθεσιν ἔχοντος τοῦ γεννωμένου πάθους ἀδύνατόν
12. ἐστι διὰ τῶν ἀποκρουομένων αὐτὸ τελέως ἰᾶσθαι, καὶ
13. μάλισθ’ ὅταν ᾖ τὸ τοῦ κάμνοντος σῶμα πολύχυμον ἢ τὸ
14. πεπονθὸς μόριον ἄῤῥωστον φύσει. διὰ τοῦτο οὖν ἀναγκαζόμεθα
15. πολλάκις μὲν εὐθέως ἐν ἀρχῇ, πολλάκις δὲ ὀλίγον
16. ὕστερον μιγνύναι τι τῶν διαφορητικῶν. ἢν δ’ ὀδύνη συνείη
17. σφοδρὰ καὶ τῶν παρηγορικῶν· χρεία τοίνυν ἐστὶ τηνικαῦτα
1. τῶν εἰρημένων φαρμάκων ἑκάστῳ μεμίχθαι τε τῶν διαφορητικῶν.
2. ὄντων δὲ καὶ τούτων παμπόλλων, ἀπὸ τῶν μαλακωτέρων
3. ἄρχεσθαι χρὴ, παροξύνεται γὰρ ὑπὸ τῶν δριμέων τὰ
4. φλεγμαίνοντα. διὰ τοῦτο οὖν ἐγένοντο σύνθετα φάρμακα
5. πρός τε τὰς τῶν ἄλλων μορίων φλεγμονὰς καὶ πρὸς
6. τὰς τοῦ γαργαρεῶνος, οἷον ὅταν τῇ στυπτηρίᾳ μίξωμεν ἴριν
7. Ἰλλυρικὴν ἢ τὸ τῶν ὀρόβων ἄλευρον ἢ λιβανωτὸν ἢ σμύρνην.
8. ὄντων δὲ καὶ τῶν στυφόντων πολλῶν καὶ τῶν ἀδήκτως
9. διαφορούντων οὐκ ὀλίγων ἡ ποικιλία τῶν πρὸς τοὺς φλεγμαίνοντας
10. κίονας ἁρμοττόντων φαρμάκων εἰκότως ἐγένετο
11. παμπόλλη. σὺ δὲ θεασάμενος ὅπως ἔχῃ μεγέθους τε καὶ θερμότητος
12. ἡ φλεγμονὴ τό τε ἀποῤῥέον αὐτῆς ὁπόσον ἐστὶ κατασκεψάμενος,
13. ἔτι τε τὴν ποσότητα τῶν ἐν τῷ σώματι χυμῶν
14. στοχασάμενος ἢ τῷ τοῖς στύφουσιν ἢ τῷ τοῖς διαφοροῦσιν
15. ἐπικρατουμένῳ φαρμάκῳ χρήσῃ. παραγράψω δὴ πάλιν
16. κᾀνταῦθα φάρμακα τὰ τοῖς ἐμπειροτάτοις γραφέντα τὰ
17. μὲν ἅμα τοῖς οἰκείοις διορισμοῖς, οὐκ ὀλίγα δὲ καὶ χωρὶς
1. τῶν διορισμῶν, ἐφ’ ὧν ἐγὼ προσθήσω καθάπερ ἐπὶ τῶν
2. ἄλλων, ὅσα πρόσθεν ἔγραψα, τοὺς οἰκείους διορισμούς.
3. Περὶ τοῦ προκειμένου παθήματος
5. οὕτως ἔγραψεν Ἀρχιγένης τὸ πρῶτον τῶν φαρμάκον.
6. σταφυλῆς δὲ χαλασθείσης προσάπτου ὀπῷ λείῳ ἢ κηκίδι
7. λείᾳ μετὰ ἁλῶν, ἢ αὐτοῖς ἁλσὶ διαλύτοις, ἢ λυκίου ῥίζῃ
8. λείᾳ ἢ ὀμφακίῳ μετὰ μέλιτος. εἰ δὲ εὔτονον ἐθέλοις,
9. χαλκάνθου, λεπίδος, σχιστῆς, μίσυος, σμύρνης, κηκίδος ἴσα
10. λεῖα, οἴνῳ ἀναλαβὼν χρῖε. εἰ ταυτὶ μόνα γράψας ὁ Ἀρχιγένης
11. ἐπαύσατο, τελέως ἂν ἐμεμψάμην χωρὶς διορισμοῦ γράψαντι
12. φάρμακα δυνάμεως ἐναντιωτάτης. ἐπεὶ δὲ διὰ τῶν
13. ἑξῆς γεγραμμένων ἐπανορθοῖ, καὶ αὐτὸ τούτων ἀδιόριστον
14. ὀρθῶς ἐποίησεν. ὅτι δὲ ἀδιορίστως εἴρηται ταῦτα μαθεῖν
15. πάρεστιν ἐντεῦθεν. σταφυλῆς, φησὶ, χαλασθείσης προσάπτου
16. ὀπῷ λείῳ. ἔδει μὲν οὖν κᾀνταῦθα προστεθεικέναι ποίῳ φησὶν
17. ὀπῷ, ἀλλ’ ἐπεὶ πᾶσιν ἤδη πεπίστευται τὸν Κυρηναϊκὸν
1. ὀπὸν ἄριστα ποιεῖν πρὸς τὰς φλεγμονὰς τοῦ κίονος, οὐ
2. προσέθηκε τοῦ Κυρηναίου. κατὰ τοῦτο μὲν οὖν καί τις
3. αὐτῷ μέμψαιτο. καθ’ ὅσον δὲ δριμύτατον καὶ θερμαντικώτατον
4. φάρμακον τὸν Κυρηναϊκὸν ὀπὸν μετὰ τῶν ἐναντίων
5. ἔγραψε, μὴ προσθεὶς διορισμὸν μηδὲ δηλώσας πότε μὲν τῷ
6. ὀπῷ χρῆσθαι προσήκει, πότε δὲ τοῖς στυπτικοῖς φαρμάκοις,
7. κατὰ τοῦτο κακῶς ἐποίησε. χάλκανθον γὰρ καὶ λεπίδα χαλκοῦ
8. καὶ τὴν σχιστὴν, δῆλον δὲ ὅτι μὲν στυπτηρίαν λέγει
9. καὶ μίσυ καὶ κηκίδα, πάντα ἴσα λειοῦν ἐν οἴνῳ κελεύσας,
10. προσμίξας δὲ αὐτοῖς καὶ σμύρνης ἴσον τῷ συντεθέντι φαρμάκῳ
11. χρίει τὴν σταφυλὴν, ἰσχυροτάτῳ δηλονότι κατὰ τὴν
12. στύψιν ὑπάρχοντι. παρεμυθήσατο δὲ τὸ τῆς γραφῆς ἀδιόριστον,
13. προσγράψας τῷ περὶ τοῦ φαρμάκου λόγῳ τὴν λέξιν
14. ταύτην. εἰ δ’ εὔτονον ἐθέλοις, ὡς γὰρ ἐπισταμένοις ἡμῖν
15. πότε τοῖς εὐτόνοις ἐστὶ χρηστέον, οὕτως ἔγραψε καὶ τοῦτο.
16. μικτὸν δὲ φάρμακον ἐν οἷς ἔγραφεν ἔστιν ἡ κηκὶς μεθ’
17. ἁλῶν, αὐτὴ μὲν στύφουσα σφοδρῶς, οἱ δ’ ἅλες διαφοροῦντες
18. μετά τινος βραχείας στύψεως. ἰδίᾳ δὲ τοῖς ἁλσὶν οὐκ
1. ἄν τις χρήσαιτο κατ’ ἀρχὰς, ὥσπερ οὐδὲ τῷ ὀπῷ, ἀλλ’ ἐπὶ
2. σκιῤῥουμένης ἤδη καὶ χρονιζούσης τῆς φλεγμονῆς τοῦ κίονος.
3. αὐτὸς δὲ οὐ κίονος ἔγραψεν, ἀλλὰ σταφυλῆς χαλασθείσης,
4. ὁμοίως τοῖς πολλοῖς ἡγούμενος τὴν φλεγμονὴν τοῦ κίονος
5. σταφυλὴν ὀνομάζεσθαι καὶ τί θαυμαστὸν ὅπου καὶ τῶν
6. καθ’ ἡμᾶς τις ἐπ’ Ἀττικισμῷ σεμνυνόμενος, ὡς τὸ μόριον
7. αὐτὸ σταφυλὴν ὀνομάζεσθαι. πλέον γὰρ αὐτὸς ἠγνόει τοῦ
8. Ἀρχιγένους, καίτοι παρά τε τοῖς ἄλλοις παλαιοῖς εὐπορηκὼς
9. τὴν χρῆσιν τῆς προσηγορίας καὶ παρὰ τῷ Ἱπποκράτει
10. κατὰ τὸ προγνωστικὸν ἐν τῇδε τῇ λέξει. οἱ δὲ γαργαρεῶνες
11. ἐπικίνδυνοι καὶ ἀποτέμνεσθαι καὶ διακαίεσθαι καὶ ἀποσχάζεσθαι,
12. ἔστ’ ἂν ἐρυθροὶ ὦσι καὶ μεγάλοι. καὶ γὰρ φλεγμονὴ
13. ἐπιγίνεται τουτέοισι καὶ αἱμοῤῥαγία. ἀλλὰ χρὴ τὰ τοιαῦτα
14. ἄλλοις μηχανήμασι πειρᾶσθαι κατισχναίνειν ἐν τούτῳ τῷ
15. χρόνῳ. ταῦτα προειπὼν ὁ Ἱπποκράτης φησὶν ἐφεξῆς· ὅταν
16. δὲ ἀποκριθείη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται
17. τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ πελιὸν, τὸ δὲ
18. ἀνωτέρω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν.
1. ἄμεινον δὲ καὶ ὑποκενώσαντα΄ τὴν κοιλίην τῇ χειρουργίῃ
2. χρῆσθαι, ἢν ὅ τε χρόνος ἐγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.
3. ἔτι δὲ σαφέστερον ὁ Διοκλῆς ἡρμήνευκεν ὁποῖόν
4. ἐστι πάθος ἡ καλουμένη σταφυλὴ καὶ μετὰ τοῦτον Πραξαγόρας
5. καὶ Μαντίας καὶ ὅσοι τὰ συνεδρεύοντα τοῖς πάθεσιν
6. ἔγραψαν. ἔνιοι δὲ καὶ διὰ τοῦτο σταφυλὴν εἶπον κεκλῆσθαι
7. τὸ πάθος, ὅτι ῥαγὶ σταφυλῆς ἔοικε τὸ ἄκρον τοῦ γαργαρεῶνος.
8. τὰ δὲ ἐφεξῆς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένα
9. καλῶς εἴρηται, καὶ διορισμοὺς τῆς χρήσεως αὐτῶν προσγράψαντος.
10. ἔχει δὲ ἡ λέξις οὕτω.
11. Κοινῶς
12. δὲ ἐπὶ τῶν κατὰ παρίσθμια ἢ τὸν κίονα φλεγμονῶν ἢ ἑλκώσεων
13. ἀρχομένων μὲν εὐθὺς ἁρμόδιος ἡσυχία, ἀσιτία
14. καὶ ἀκόλουθος δίαιτα. ἀναγαργαρίσματα δὲ ἁπλᾶ ἡσυχῆ
15. στύφοντα, ὀξύκρατον ὑδαρὲς χλιαρὸν ἢ μελίκρατον ἢ φοινικοβαλάνων
16. ἢ ἑλίκων ἀμπέλου ἢ μήλων κυδωνίων ἢ μεσπίλων
17. ἢ ἀχράδων ἢ ῥόδων ἀφεψήματος, μιγνυμένου μετὰ τῶν
18. ἀφεψημένων αὐστηρῶν μέλιτος ὀλίγου. καλῶς ἐνταῦθα προσέγραψε
1. τοῖς αὐστηροῖς χρῆσθαι, μιγνύναι δὲ μέλιτος ὀλίγου.
2. μικρὸν δ’ ἔμπροσθεν αὐτῷ καθ’ αὑτὸ τῷ μελικράτῳ κελεύσας
3. χρῆσθαι κατὰ τὴν ἀρχὴν τῶν φλεγμονῶν οὐκ ὀρθῶς
4. ἐποίησε. οὐδὲν γὰρ ἔχει στυπτικὸν τὸ μελίκρατον, ἀλλὰ κυριώτατον
5. μὲν αὐτὸ ἄν τις ῥυπτικὸν εἴποι, σὺν τούτῳ δὲ
6. καὶ διαφορητικὸν λέγων, οὐκ ἂν ἁμάρτοι. τὰ δ’ οὖν ἐφεξῆς
7. ὑπ’ αὐτοῦ γεγραμμένα καλῶς εἴρηται κατὰ λέξιν οὕτως
8. ἔχοντα. ποιεῖ καὶ ἀκακίας χυλὸς ὕδατι ἀνεθείς. διαχριστέον
9. δὲ ταῖς παραπλησίαις τῶν στοματικῶν, οἷον καὶ ἡ διὰ μόρων
10. λιτὴ καὶ ῥοὸς Συριακῆς καὶ βυρσοδεψικῆς ἀποβρέγματι
11. ἑψηθέντι μέχρι συστῇ, μέλι προσμίξας χρῶ. ἢ ῥοιῶν γλυκειῶν
12. καὶ ὀξειῶν χυλὸν καθεψήσας μέχρι μέλιτος πάχος σχῇ,
13. χρῶ. ἢ σταφυλῆς ὄμφακος ἐκπιέσματα αὐτὸς σκευάσας χρῶ.
14. ἢ βάτου ἢ σχίνου ἢ τερμινθίνου ἢ σμύρνης ἢ ῥόδων χυλῷ
15. μετὰ μέλιτος χρῶ. καὶ μετὰ ταῦτα δὲ καταπλάσσειν ἔξωθεν,
16. σχιστὴν μετ’ ἀλόης τοῦ ἡμίσεος καὶ ὀλίγης ἀκακίας, σὺν
17. χυλῷ στρύχνου, συμβουλεύσας ἐπιφέρει κατὰ λέξιν οὕτως.
18. ἐπιμενούσης δὲ τῆς φλεγμονῆς ἀναγαργαριζέσθω ὄξει χλιαρῷ
1. ἰδίᾳ, ἢ κηκίδος λείας προσμιγείσης ἢ βάτου ἢ ἀγριελαίου
2. ῥίζης, ἢ κυπέρου ἀφεψήματι μετὰ μέλιτος, ἢ γλυκεῖ μεθ’
3. ὕδατος, ἢ συκίτῃ θερμῷ, ἢ μαλάχης ἀφεψήματι. πρόδηλον
4. μὲν ὅτι κοινὰ ταῦτα βοηθήματα, καθότι προείρηται, τοῦ τε
5. κίονός ἐστι καὶ τῶν παρισθμίων. οὐκ ὀρθῶς δέ μοι δοκεῖ
6. τῷ γλυκεῖ μεθ’ ὕδατος θαῤῥεῖν, ἀσθενεῖ πρὸς τὰ τοιαῦτα
7. φαρμάκῳ. καθάπερ καὶ τῷ συκίτῃ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι,
8. πρὶν ἢ πρὸς διαπύησιν ἀφίκοιτο τὸ πάθος, ἐχρῆν
9. δὲ τοῦτον αὐτὸ τοῦτο δεδηλωκέναι. συνάπτων δὲ τοῖς
10. προειρημένοις ὁ Ἀρχιγένης ὡδί πως ἔγραψεν. διάχριε δὲ καὶ
11. τοῖς ἀνωτέρω πρὸς τὰ ἐν τοῖς ῥώθωσιν ἑλκύδρια μεταγραφεῖσιν.
12. ἰδίως δὲ πίσσῃ σὺν ἐλαίῳ ἢ μέλιτι. ἢ κροκόμαγμα
13. μετ’ ὀλίγης κηκίδος σὺν μέλιτι ἢ στυπτηρία στρογγύλη μετὰ
14. ῥόδων ἄνθους λελειωμένη ἢ ῥόδα ξηρὰ ἢ τὸ ἄνθος αὐτῶν
15. λεῖα προσέμπασσε ἢ ἐμφύσα εἴς τε τὰ παρίσθμια καὶ τὴν
16. σταφυλήν. ἢ κυπέρου ῥίζαν ἢ μυρσίνην ἢ σχῖνον ἢ βάτον
17. ἢ κηκίδα ἢ ἅλας λεπτοὺς ὁμοίως ἔμπαττε, ἢ ὀμφακίνῳ ἢ
18. σχίνῳ μετὰ μέλιτος διάχριε, ἢ ῥόδων ἄνθος ἢ κρόκον μετὰ
1. ῥοιᾶς χυλοῦ. ἐνταῦθα πάλιν ἔμιξε τὴν στυπτικὴν ἀγωγὴν τῇ
2. διαφορητικῇ χωρὶς διορισμῶν. οὐδὲν γὰρ ὅμοιον ἐμπάττειν
3. ἅλας λεπτοὺς ἢ ῥόδα ξηρὰ καὶ τὸ ἄνθος αὐτῶν, ἢ πίσσῃ
4. σὺν ἐλαίῳ χρῆσθαι, θερμαντικῷ τε καὶ διαφορητικῷ φαρμάκῳ,
5. ἢ κηκίδι καὶ στυπτηρίᾳ, στυπτικωτάτοις φαρμάκοις.
6. χρονιζούσης μὲν γὰρ καὶ σκιῤῥουμένης τῆς φλεγμονῆς καλῶς
7. ἄν τις ὑγρὰν πίτταν προσφέρῃ ἢ τὴν ξηρὰν ἐλαίῳ τήξας.
8. τηνικαῦτα δὲ καὶ οἱ ἅλες χρήσιμοι προκεκενωμένου δηλονότι
9. τοῦ σώματος, ἀρχομένου δὲ ἢ αὐξανομένου καὶ μετὰ θερμότητος
10. πολλῆς ἀκμάζοντος, ἐναντιώτατον βοήθημα ἔλαιον
11. καὶ ἡ πίττα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ ἅλες. ἐφεξῆς
12. δὲ καλῶς ἔγραψεν ὁ Ἀρχιγένης ἐπ’ ἀκμάζοντος τοῦ πάθους
13. βοηθήματα, δηλοῖ δὲ ἐκ τούτου αὐξανόμενον καὶ μηδὲν ὠφελούμενον
14. ὑπὸ τῶν προγεγραμμένων. ἔχει δὲ ἡ λέξις αὐτοῦ
15. κατὰ τόνδε τὸν τρόπον· εἰ δ’ ἐπακμάζοι τὸ πάθος ἢ κοιλία
16. ὑποσυρέσθω ἢ ἀναγαργαριζέσθωσαν πιτύρων πλύμματι θερμῷ,
17. ἢ πτισάνης χυλῷ ἢ γλυκεῖ χλιαρῷ ἢ ἀφεψήματι γλυκείας
18. ῥίζης μετὰ γλυκέος καὶ ὑσσώπου ἢ σύκων οἴνῳ
1. ἀφεψημένων ἢ πτισάνης χυλῷ, ἐναφεψημένων αὐτῷ σταφίδων.
2. ὠφελοῦνται δὲ μεγάλως, ἐὰν ἀμυγδάλινον ἔλαιον εἰς
3. τὰ ὦτα ἐγχέῃς, ἔξωθέν τε πυριατέον πραέως σπόγγοις ἀποτεθλιμμένοις
4. καὶ ὠμὴν λύσιν ἐπιθετέον, τὴν διὰ κριθίνου
5. ἀλεύρου ἢ διὰ λινοσπέρμου ἢ τήλεως, ἢ καὶ σμῆγμα ἐκ τούτων.
6. ἐὰν μὲν οὖν πρὸς διαπύησιν φαίνηται ὄντα τὰ παρίσθμια,
7. συνεργητέον τῷ σύκων ἀφεψήματι συνεχῶς καὶ
8. μονονουχὶ ἀδιαλείπτως διδόντας ἀναγαργαρίζεσθαι ἢ τῷ μελικράτῳ
9. θερμῷ ὁμοίως. εἰ δὲ μηδὲν ὑποφαίνοιτο τοιοῦτον,
10. ἐπιτείνοιντο δὲ καὶ δυσκατάποτοι, ἐν ἀρχῇ τε πνιγμοῦ ὑποπτεύοιντο
11. εἶναι, τήν τε κοιλίαν εὐτόνῳ κλυστῆρι ἢ βαλάνῳ
12. ὑπακτέον ἢ φλεβοτομητέον ἀπ’ ἀγκῶνος, σικύας τε κατὰ τοῦ
13. τραχήλου καὶ ἀνθερεῶνος κολλητέον μετὰ ἀμύξεως, πυρίαις
14. τε καὶ καταπλάσμασι συνεχέστερον καὶ εὐτονώτερον χρησόμεθα
15. καὶ τοῖς ἀναγαργαρίσμασι συνεχῶς. εἰ δὲ πρὸς μηδὲν
16. τούτων εἴκοι, ἐπιτείνοιτο δὲ, τάς τε ὑπὸ τὴν γλῶτταν φλέβας
17. τμητέον ἢ τὰς ἐγκανθίδας τε ἢ καὶ τὴν ἐν μετώπῳ.
18. διαχρηστέον δὲ αὐτοὺς συνεχῶς χολῇ ταυρείᾳ καὶ ἐλατηρίῳ
1. ὁμοῦ μετὰ μέλιτος ἢ ἁλσὶ σὺν ἐλαίῳ παλαιῷ μετὰ μέλιτος
2. καὶ ὄξους ἢ κενταυρίῳ μετὰ μέλιτος ἢ ἀψινθίῳ μετὰ νίτρου
3. καὶ μέλιτος, ἢ χελιδόνας ὅλας σὺν τοῖς πτεροῖς καύσας καὶ
4. λεάνας σὺν μέλιτι κατάχριε. φασὶ δ’ ἔνιοι καὶ ἄκρως ποιεῖν
5. χελιδόνος νεοττοὺς τοὺς λιπαροὺς λίαν προσφάτους, εἴτε τεταριχευμένους
6. ὀπτοὺς καὶ διδομένους αὐτοῖς φαγεῖν, εὐθέως
7. γὰρ κουφίζουσι τὸν πνιγμόν. ἐὰν δὲ παῖδες ἢ πρεσβῦται
8. ὦσι, θεῖον καὶ ἴριν μετὰ μέλιτος δὸς ἐκλείχειν· ὅτι ταῦτα
9. κοινὰ περὶ ἀμφοτέρων, ὥσπερ ἐν ἀρχῇ προεῖπεν, σταφυλῆς
10. τε καὶ παρισθμίων ἐστὶν ἰάματα, δῆλον ἐποίησεν καὶ ἐξ ὧν
11. ἐπιφέρων φησίν. ἔνιοι δὲ τοῖς συναγχικοῖς ἢ κυναγχικοῖς
12. ἐλατηρίου ἢ χολῆς ταυρείας ἀνὰ β΄. ὀβολοὺς μετὰ χλιαροῦ
13. μελικράτου διδόασι πίνειν. τινὲς δὲ ὄνους τοὺς ὑπὸ τὰς ὑδρίας
14. ποτίζουσι σὺν ὕδατι, ἢ ἐκλείχειν διδόασιν ἢ διαχρίουσι τὰ
15. ἀλγοῦντα καὶ λίαν μαρτυροῦσιν ὠφελεῖσθαι. καὶ δι’ ἀτμοῦ
16. πυριώμενοι ἔσωθεν τοῦτον τὸν τρόπον, ὀρίγανον ἢ ὕσσωπον
17. ἢ θύμβραν σὺν ἱκανῷ ὄξει ζέσας ἐπιμελῶς, ἐν χύτρᾳ
1. περιπεπλασμένῃ, τὸ δὲ πῶμα ἐχέτω κατὰ μέσον τρῆμα, εἶτα
2. κάλαμον τῷ τοῦ πώματος τρήματι, ἕως τοῦ πάσχοντος ἐναρμόσας,
3. ἔα πυριᾶσθαι. ἐὰν δὲ κατακαίηται τὸ στόμα ζέοντος
4. τοῦ καλάμου, ὠὸν κενὸν τετρημένον ἑκατέρωθεν ἐν τῷ
5. στόματι κρατείτωσαν καὶ δι’ αὐτοῦ ὁ κάλαμος διερχέσθω.
6. μαλακωτέρα δὲ ἡ πυρία γίνεται, ἐὰν ἀντὶ τοῦ ὄξους ὕδωρ
7. ᾖ. ἔνιοι δὲ νίτρον καὶ ὀρίγανον καὶ καρδάμου σπέρμα καὶ
8. ἔλαιον τετριμμένα ἐν ὀξυκράτῳ μιγνύουσι καὶ ὁμοίως πυριῶσιν.
9. ἢ σποδῷ νεοσσῶν χελιδόνος μήπω ἐπτερωκότων
10. διάχριε, ἢ στρύχνου χυλὸν καὶ βούτυρον ἴσον μετὰ ῥοδίνης
11. κηρωτῆς τῷ ἀνθερεῶνι ἐπιτίθει. τοὺς πνιγομένους πισσαρίῳ
12. μετὰ ὕδατος καὶ νίτρου πότιζε. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν.
13. ἐγὼ δ’ οὐδέποτε ἐπεχείρησα δοῦναι τῶν ἐν ταῖς τοιαύταις
14. διαθέσεσιν οὐδενὶ τῶν πινομένων φαρμάκων, ὁποίων
15. αὐτός τε καὶ ἄλλοι τινὲς μέμνηνται. τοῦτ’ οὖν τὸ ἐπὶ τῷ
16. τέλει τῆς λέξεως τῆς προγεγραμμένης γεγραμμένον κατὰ λέξιν
17. οὕτως τοὺς πνιγομένους πισσαρίῳ καὶ νίτρῳ μετὰ ὕδατος
18. πότιζε. τίνι λόγῳ εἴρηται μὴ δυνάμενος ἐμαυτὸν πεῖσαι,
1. ἀλλὰ μηδὲ τῶν διδασκάλων τινὰ μηδὲ ἄλλον χρώμενον ἰδὼν,
2. οὐδ’ αὐτὸς ἐπεχείρησα χρῆσθαι. τὸ μὲν γὰρ φλεβοτομεῖν τοὺς
3. πνιγομένους καὶ τὸ κλύζειν δριμεῖ κλυστῆρι καὶ τὸ καθαρτικὰ
4. διδόναι χάριν τοῦ κενῶσαι τὸ σύμπαν σῶμα
5. καὶ μεταστῆσαι κάτω τὴν ῥοπὴν τῶν ἐπὶ τὰ πεπονθότα
6. μέρη φερομένων χυμῶν, εὔλογόν τέ ἐστι καὶ διὰ πολλῆς πείρας
7. κεκριμένον. ὁμοίως δὲ καὶ τὸ μετὰ τὴν κένωσιν τοῦ
8. παντὸς σώματος καὶ τὴν ἀντίσπασιν τὴν ἐπὶ τὰ κάτω δριμέσι
9. χρῆσθαι φαρμάκοις ἱκανῶς διαφοροῦσιν, εὔλογόν τε ἅμα
10. καὶ τῇ πείρᾳ μαρτυρούμενον. πίσσαν δὲ μεθ’ ὕδατος καὶ νίτρου
11. ποτίζειν οὔτε τινὰ θεασάμενος ἄλλον οὔτε τῷ λόγῳ
12. ποδηγούμενος ἀπεσχόμην.
13. Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν
15. εὐπορίστων κατὰ λέξιν οὕτως ἔγραψεν. πρὸς τὰς τῆς κιονίδος
16. φλεγμονὰς διάχριστα. ἁλὶ λείῳ καὶ μέλιτι διαχρίων ἀναστέλλεις
17. τὴν κιονίδα, πίσσῃ διαχρίων ἀναπίεζε τῷ δακτύλῳ,
18. ὀπὸν Κυρηναϊκὸν διεὶς ὕδατι προσάπτου τῆς κιονίδος. χαλκίτιδι
1. λείᾳ προσάπτου παραπλησίως. ὀμφακίῳ λείῳ μετὰ μέλιτος
2. χρῶ. ταῦτα μὲν ὁ Ἀπολλώνιος. ἔξεστι δὲ ἡμῖν ὁρᾷν
3. ἐπὶ τῶν ἄνευ διορισμοῦ γεγραμμένων, εἰ μή τις εἰδείη τὰς
4. ἄνευ διορισμοῦ γεγραμμένας δυνάμεις ἑκάστου ἐν τῷ προσήκοντι
5. καιρῷ χρῆσθαι, μεγίστην ἐργάζεται βλάβην. γέγραπται
6. γοῦν ἐνταῦθα πρῶτον μὲν ἁπάντων ἁλὶ λείῳ χρῆσθαι μετὰ
7. μέλιτος, ὕστατον δὲ ὀμφακίῳ μετὰ μέλιτος. ἐναντία δὲ δύναμίς
8. ἐστιν ὀμφακίῳ πρὸς τοὺς ἅλας, ὥστε εἰ χρήσαιτό τις
9. ἐν ἀρχῇ τοῖς ἁλσὶ καὶ μάλιστα πληθωρικοῦ τοῦ σώματος ἢ
10. καὶ τῶν κατὰ τὴν κεφαλὴν ὄντων, ἐσχάτως βλάψει τὸν πάσχοντα.
11. τὸ δὲ ὀμφάκιον ἐν ἀρχῇ χρησιμώτατόν ἐστιν, οὐχ
12. ἕλκον οὐδ’ ἐπισπώμενον ἐφ’ ἑαυτὸ τὸ ἐκ τοῦ βάθους, ὥσπερ
13. οἱ ἅλες μετὰ τοῦ μέλιτος, ἀλλ’ ἀποκρουόμενον. ἅλες δὲ μετὰ
14. μέλιτος διαφορητικὴν ἔχουσι δύναμιν, βραχυτάτου τοῦ στυπτικοῦ
15. μεμιγμένου τοῖς ἁλσίν. ὅταν δὲ τὸ μέλι μιχθῇ,
16. κᾀκεῖνο τελείως ἀμαυροῦται καὶ τὸ διὰ τῆς πίσσης δὲ ταῖς
17. κεχρονισμέναις φλεγμοναῖς, καὶ ὡς ἂν εἴποι τις, ἤδη σκιῤῥουμέναις
18. ἐπιτήδειος, ὥσπερ γε καὶ ὁ Κυρηναϊκὸς ὀπὸς οὐκ
1. ἀρχομέναις, ἀλλὰ μετὰ τὸ τοῖς στύφουσιν ἀποκρουσθῆναι τὸ
2. ἐπιῤῥέον. ἡ δὲ χαλκῖτις οὐδ’ ὅλως ἐπιτήδειός ἐστι, πλὴν εἰ
3. σφόδρα κεχρονικυῖά τε καὶ δυσθεράπευτος ἡ διάθεσις ᾖ. δακνῶδες
4. γάρ ἐστι φάρμακον ὠμὴ παραλαμβανομένη καὶ διὰ
5. τοῦτο καθαίρειν ταύτης τὴν δύναμιν βουλόμενοι, πολλάκις
6. αὐτῇ χρώμεθα ὅταν καυθῇ. ἐφεξῆς τῶν προγεγραμμένων ὁ
7. Ἀπολλώνιος ἔγραψε ταῦτα κατὰ λέξιν. ἀναγαργαρίσματα
8. πρὸς τοὺς τῆς κιονίδος κατακρεμασμούς. ὀρίγανον τρίψας καὶ
9. ὄξει καὶ ὕδατι μίξας ἀνάζεσον καὶ ἰσχάδων χυλῷ μίξας χρῶ
10. καὶ δίδου ἀναγαργαρίζειν. ἢ ὕσσωπον τρίψας καὶ ἰσχάδων
11. χυλῷ ἑφθῶν μίξας χρῶ. ὀρίγανον ὁμοίως, ἡδύοσμον καὶ πήγανον
12. καὶ κόριον τρίψας γάλακτι ὀνείῳ δίδου ἀναγαργαρίζεσθαι.
13. σέλινον καὶ δάφνης φύλλα λεῖα τρίψας καὶ διεὶς οἴνῳ
14. ἤ ἀφεψήματι φακοῦ χρῶ. οἶδα δέ τινα πᾶσι τοῖς ὑπ’ αὐτοῦ
15. χρώμενον ἀδιακρίτως ἐν ἀρχῇ φλεγμονῆς γαργαρεῶνος ἑνὶ
16. τούτων χρησάμενον καὶ ἐσχάτως βλάψαντα. πρὸς γὰρ τοῖς
17. ἄλλοις οὐδὲ τί ποτ’ ἐστὶν ὁ κατακρεμασμὸς τοῦ κίονος
18. ἐνόησε, βουλομένου τοῦ Ἀπολλωνίου τὴν πάνυ κεχαλασμένην
1. ἄνευ φλεγμονῆς ἐνδείκνυσθαι διάθεσιν τοῦ γαργαρεῶνος,
2. ἥντινα καὶ ἀποτέμνειν εἰθίσμεθα καὶ ὄντως ἐπ’ αὐτῆς ταύτης
3. τὰ ὑποφλεγματίζοντα καὶ θερμαίνοντα φάρμακα χρήσιμα.
4. καὶ γὰρ τοὐπίπαν ὑπόλευκος γίνεται καὶ ἀναιμοτέρα.
5. ἐφεξῆς δὲ γράφει κατὰ λέξιν ὁ Ἀπολλώνιος οὕτως. οὖρον
6. ὄνου ὡς πλεῖστον καὶ θερμότατον δίδου πίνειν. τὸ δὲ αὐτὸ
7. καὶ ἐπὶ συνάγχης. ἐπὶ τῶν τοιούτων βοηθημάτων θαυμάζω
8. τοὺς γράψαντας, οἶδα γὰρ ἐγὼ πάντας ἀνθρώπους
9. πλὴν ὀλίγων πάνυ θᾶττον ἀποθανεῖν ἐθέλοντας ἢ πιεῖν
10. οὖρον ὄνου. ὁ δέ γε καὶ ὡς πλεῖστον προσέθηκεν, καὶ ἄλλως
11. δὲ, καθάπερ ἔφην πρόσθεν, ἀτοπώτατόν ἐστι φλεγμονὴν ἐν
12. στόματι θεραπεύοντα διδόναι φάρμακον ποτὸν, ὅτι μὴ τῶν
13. καθαιρόντων εἴη τι. ταῦτα γὰρ ἑτέρας ἕνεκα χρείας δίδονται,
14. τῶν δ’ ἄλλων ἱκανὰ καὶ χωρὶς τοῦ καταπίνεσθαι βοηθεῖν
15. δυνάμενα. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὁμοίαν
16. ἔχει τὴν ἀτοπίαν, ὃ καὶ αὐτὸ κελεύει πίνειν. γράφει γοῦν
17. οὕτω περὶ αὐτοῦ, δάφνης φύλλα τρίψας ἐν οἴνῳ καὶ ὕδατι
18. δίδου πίνειν. Ἥρας οὖν ἄμεινον Ἀπολλωνίου πολλῷ τόνδε
1. τὸν τρόπον ἔγραψε πρὸς κιονίδας κεχαλασμένας. ♃ κηκίδος
2. ὀμφακίτιδος μέρος α΄. ἁλὸς ἀμμωνιακοῦ μέρος α΄. λειώσας
3. ἕκαστον ἰδίᾳ καὶ ὁμοῦ πληρώσας κοχλιάριον παράπτου τῆς
4. σταφυλῆς. λίθον τὸν καλούμενον ἀγήρατον, ᾧ χρῶνται οἱ
5. σκυτεῖς εἰς τὸ λαμπρύνειν τὰ ὑποδήματα τῶν γυναικῶν ἀποξύσας,
6. πλήρου κοχλιάριον καὶ πρόσφερε τῇ σταφυλῇ. τούτων
7. τῶν δύο φαρμάκων τὸ μὲν ἕτερον τὸ ὕστερον ἀλυπότατόν
8. ἐστιν, οὐδὲν οὐδὲ βλάψαι δυνάμενον μέγα, οὐδ’ ὠφελῆσαι
9. καθ’ ὃν ἄν τις αὐτῷ καιρὸν εἴη χρώμενος, ἰσχυρότερον δὲ τὸ
10. πρῶτον. ἐπὶ οὖν τῶν ἀρχομένων ἢ σφοδρῶς ἐρυθρῶν οὐκ
11. ἐπιτήδειον. εἰ δὲ προκεκενωμένου ὅλου τοῦ σώματος, ἀποκρουστικοῖς
12. τε φαρμάκοις κεχρημένων ἡμῶν, μετὰ ταῦτα προσφέροιτο
13. μὴ σφόδρα ἐνερευθοῦς ὄντος τοῦ γαργαρεῶνος ὠφελῆσαι
14. δυνάμενον, ἐξ ἐναντίων γὰρ ἰσχυρῶν σύγκειται δυνάμεων,
15. ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. οὐκ ὀρθῶς οὖν
16. ἐποίησεν ὁ Ἥρας ἀδιορίστως αὐτὰ γράψας. ὁ δὲ Ταραντῖνος
17. Ἡρακλείδης ἐν τοῖς πρὸς Ἀντιοχίδα καὶ αὐτὸς οὕτως
18. ἔγραψε πρὸς κιονίδας φλεγμαινούσας. ὀμφάκιον ξηρὸν λεάνας
1. ἀνάμιξον μέλιτος τὸ ἱκανὸν καὶ διάψα. ἢ κηκίδι λείᾳ μετὰ
2. μέλιτος ἢ στυπτηρίας σχιστῆς ὁμοίως. ἢ ὀπῷ Κυρηναϊκῷ
3. μετὰ μέλιτος. ἢ τῇ μελαντηρίᾳ, ᾗ οἱ σκυτεῖς χρῶνται. ἢ τῇ
4. Ἀνδρωνείῳ δυνάμει, ἣν ἐν τοῖς τραυματικοῖς ἐκθήσομαι, μετ’
5. οἴνου. δεῖ δὲ προσαναγαργαρίζεσθαι μετὰ ταῦτα τῷ τοῦ
6. φακοῦ ἀφεψήματι. καλῶς ἐπὶ τῷ τέλει προσέγραψε τοῦτο,
7. σφοδρὰ γάρ ἐστι πάντα τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα
8. στρυφνὰ ταῖς ποιότησιν ὄντα καὶ διὰ τοῦτο τραχύνοντα.
9. πραΰνειν οὖν βούλεται τὴν ὑπ’ αὐτῶν τραχύτητα τῷ τῶν
10. φακῶν ἀφεψήματι, μετρίως δὲ φλεγμαινόντων οὐκ ἀνάγκη
11. τούτοις χρῆσθαι, καθάπερ οὐδ’ ὅταν ἐξέρυθροί τε σφόδρα
12. καὶ θερμὴν ἔχοντες φλεγμονὴν ὦσιν οἱ κίονες, ἀλλ’ οὐδ’ ἐπὶ
13. ταῖς παρακμαῖς αὐτῶν. ἐπικρατεῖν γὰρ χρὴ τηνικαῦτα τὴν
14. τῶν διαφορητικῶν φαρμάκων δύναμιν. Ἀσκληπιάδης δὲ περὶ
15. αὐτῶν οὕτως ἔγραψε, ξηρὸν πρὸς κεχαλασμένας κιονίδας.
16. ἀνήθου σὺν τῷ σπέρματι καὶ ταῖς ῥίζαις λαβὼν ὅσον ἐξαρκεῖ
17. καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν τὸ στόμα φιμώσας καὶ
18. πηλῷ περιπλάσας ὄπτα ἐν καμίνῳ, ὥστε τὸ ἄγγος πυρωθῆναι,
1. ἔπειτα ἐξελὼν τῆς καμίνου, τρῖβε κεκαυμένον τὸ ἄνηθον
2. καὶ ἀνελόμενος ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν τοῦ
3. ἀνήθου μέρη δύο καὶ Ἰλλύριδος χνοώδους μέρος α΄. μίξας
4. ἐμφύσα διὰ καλαμίδος. ἄλλο. ♃ ῥόδων ξηρῶν ξέστην α΄.
5. νάρδου Κελτικῆς σὺν ταῖς ῥίζαις καὶ τῇ περικειμένῃ γῇ δεσμίδιον
6. α΄. χελιδόνων ἀγρίων τῆς νεοττιᾶς ξηρᾶς 𐅻 γ΄. σμύρνης
7. 𐅻 η΄. κηκίδας ὀμφακίτιδας ἀριθμῷ ιε΄. κόψας καὶ σήσας
8. ἐμφύσα καὶ παράπτου τοῖς δακτύλοις. τούτων τῶν δύο
9. φαρμάκων τὸ μὲν πρότερον οὐδ’ ὅλως οὐδὲν ἔχει τῶν ἀποκρουστικῶν,
10. ἀλλ’ ἔστιν ὅλον διαφορητικὸν, τὸ δὲ δεύτερον
11. μικτὸν ἐξ ἐναντίων, διαφορητικοῦ μὲν ἱκανῶς τῆς τῶν ἀγρίων
12. χελιδόνων νεοττιᾶς, στυπτικοῦ δὲ τῶν κηκίδων, μέσης δὲ
13. δυνάμεως τῆς σμύρνης, μικτῆς δὲ τῆς νάρδου τῆς Κελτικῆς,
14. ἔχει γὰρ καὶ στῦφον καὶ διαφοροῦν ἄμφω μέτρια. τὸ
15. μέντοι διὰ καλάμου ἐμφυσᾶσθαι τὰ τοιαῦτα φάρμακα πάνυ
16. μέμφομαι, καταφέρεται γὰρ αὐτῶν πολὺ καὶ εἰς τὸν φάρυγγα
17. καὶ τὸν στόμαχον. βέλτιον οὖν εἰς κοχλιάριον ἐμβαλόντας
1. ἀναπιέζειν αὐτὸς, καθάπερ ὁρᾶτε ποιοῦντά με. καὶ τρίτον
2. ἄλλο φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν ἐφεξῆς τῶν προειρημένων
3. δυοῖν αὐτοῖς ὀνόμασιν οὕτω.
4. ♃ Πεπέρεως λευκοῦ 𐅻 α΄. σμύρνης 𐅻 α΄. σχιστῆς
6. 𐅻 β΄. κηκίδος ὀμφακίτιδος 𐅻 β΄. λείοις παράπτου. τοῦτο
7. τὸ φάρμακον μετὰ τὴν ἀρχὴν ἄχρι παντὸς δύναται χρήσιμον
8. εἶναι χωρὶς τῶν σφοδρῶς ἐξερύθρων, ἐπ’ ἐκείνων γὰρ φυλάττεσθαι
9. χρὴ μιγνύειν τὰ δριμέα καὶ δακνώδη σφοδρῶς,
10. οἷόν πέρ ἐστιν ἐνταῦθα τὸ πέπερι. καὶ ἄλλο δὲ τῆς αὐτῆς
11. δυνάμεως ἔγραψεν ἐφεξῆς πρὸς τὰς ὀγκώδεις ἐκ τῶνδε συγκείμενον.
12. ♃ λίθου ἀγηράτου 𐅻 δ΄. λίθου Ἀσίου τοῦ ἄνθους
13. 𐅻 δ΄. γῆς Σαμίας 𐅻 δ΄. στυπτηρίας σχιστῆς 𐅻 β΄. κρόκου
14. πεφωγμένου 𐅻 β΄. κηκίδων ὀμφακιτίδων 𐅻 β΄. λείοις
15. χρῶ. τούτῳ δὲ ἡμεῖς κεχρήμεθα πολλάκις, ὄντι καλλίστῳ καὶ
16. κατὰ πάντα καιρὸν ὠφελεῖν δυναμένῳ, πλὴν, ὡς ἐπὶ τοῦ
17. πρὸ τούτου λέλεκταί μοι, μήτε κατ’ ἀρχὰς εὐθέως μήθ’
18. ὅταν ἐρυθρὸς ᾖ καὶ θερμὸς ὁ τῆς φλεγμονῆς ὄγκος. ἐπὶ δὲ
1. τῶν ἤδη κεχρονισμένων καὶ τοῦ σώματος κενοῦ, μετὰ μίαν
2. χρῆσιν εὐθέως ἐπιδείκνυται μεγίστην ὠφέλειαν. καὶ γὰρ τὰ
3. σφοδρῶς στύφοντα καὶ διαφοροῦντα καὶ τὰ τῆς μέσης ὕλης
4. εὐκράτως ἐν αὐτῷ μέμικται.
5.
6. Σκεύαζε πρὸς αὐτὸν τὸν καιρὸν φοινίκων ὀστᾶ καὶ
7. καρύων ἁπαλῶν, ἀώρων, ξηρῶν, ἑκατέρου 𐅻 δ΄. καύσας καὶ
8. λειοτριβήσας χρῶ, ξηρῷ παραπτόμενος. καὶ κατὰ τοῦτο τὸ
9. φάρμακον ἡ τῶν κεκαυμένων ὀστῶν τοῦ φοίνικος δύναμις
10. ἱκανῶς ἐστι διαφορητική. καὶ γὰρ ἐπ’ ἄλλων αὐτῆς παθῶν
11. πεῖραν ἔχομεν ὡς τοιαύτης. καὶ ἡ τῶν καρύων δὲ τῶν ἁπαλῶν
12. ξηρανθέντων τέφρα τὸ διαφορητικὸν ἔχει μετὰ τοῦ
13. στυπτικοῦ. καὶ Σωρανὸς δὲ φάρμακον ἀδιορίστως ἔγραψεν,
14. ἐπὶ τίνων ἰδίως ποιεῖ μὴ προσθείς. ἔχει δὲ ἡ λέξις αὐτοῦ
15. τόνδε τὸν τρόπον. γλυκύῤῥιζαν θλάσας ἐπίχει μέλι καὶ γλυκὺ
16. ὕδωρ ἴσον, εἶτα ἑψήσας δίδου τὸν χυλὸν ἀναγαργαρίζεσθαι.
17. ἥμαρτε μὴ προσγράψας ὅτι παρηγορικώτατόν ἐστι τοῦτο τὸ
1. φάρμακον, ἐν ταῖς ἀκμαῖς τῶν φλεγμονῶν ὠφελεῖν μεγάλα
2. δυνάμενον. γίνεται τούτου χρεία, κᾀπειδὰν ὑπὸ τῶν στρυφνῶν
3. φαρμάκων ἀμετρότερόν τις ἐρεθίσῃ τε καὶ τραχύνῃ τὸν
4. φλεγμαίνοντα κίονα, παρηγορεῖ γὰρ αὐτὸν τοῦτο τὸ φάρμακον.