5. Τὰς
6. ἐπιπολῆς ἑλκώσεις ἐν τῷ στόματι γινομένας ὀνομάζουσιν
7. ἄφθας, ἐχούσας τι καὶ θερμότητος πυρώδους. γίνονται δὲ
8. τοὐπίπαν αὗται τοῖς βρέφεσιν, ὅταν ἤτοι μοχθηρὸν εἴη τὸ
9. γάλα τῆς τιτθῆς ἢ μὴ καλῶς αὐτὸ πάνυ πέττῃ τὸ παιδίον.
10. εὐίατοι δ’ εἰσὶ τοὐπίπαν ἐπὶ τοῖς μετρίως στύφουσι καθιστάμεναι,
11. ποτέ γε μὴν καὶ χρονίζουσι καὶ δύσλυτοι καὶ τῷ
12. χρόνῳ σηπεδονῶδες ἔχουσι τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν
13. νομήν. γέγραπται οὖν καὶ πρὸς αὐτὰς φάρμακα, μέτρια μὲν
14. πρὸς τὰς μηδὲν ἐχούσας κακόηθες, ἰσχυρὰ δὲ πρὸς τὰς ἤδη
15. νομῶδές τι καὶ σηπεδονῶδες ἐχούσας. μνημονεύσω δ’ ἐγὼ
16. τῶν τοῖς νεωτέροις ἠθροισμένων, ἐπειδὴ τά τε τῶν παλαιῶν
17. ἰατρῶν ἄριστα γεγράφασιν, ἐκλέξαντες αὐτοὶ μετὰ
1. πείρας μακρᾶς καί τινα τῶν ὕστερον μεθευρημένων προστεθείκασιν.
2. εὕροις δ’ ἂν μετὰ τοὺς παλαιοὺς Μαντίᾳ καὶ
3. Ἡρακλείδῃ τῷ Ταραντίνῳ πλεῖστα φάρμακα γεγραμμένα.
4. ὡσαύτως δὲ καὶ Μενεκράτης ἐνέγραψε βιβλίον ἀρίστων φαρμάκων,
5. ὧν αὐτὸς εὗρε τὰ πλεῖστα, καθάπερ γε καὶ ὁ Καππαδόκης
6. Ἥρας. Ἀνδρόμαχος δὲ δύο καὶ τρίτον ἐν ᾧ τὰ
7. τῶν ὀφθαλμῶν γέγραπται φάρμακα. πλείονα δὲ βιβλία συνέθεσαν
8. ὅ τε Ἀντώνιος Μούσας καὶ μετ’ αὐτὸν Ἀσκληπιάδαι
9. δύο καὶ μετ’ αὐτοὺς Κρίτων. ἀλλ’ οὗτοι μὲν οἱ τρεῖς
10. μετὰ τὸν Ἀνδρόμαχον γεγόνασιν, Ἥρας δὲ ἔμπροσθεν Ἀνδρομάχου
11. καὶ μετ’ αὐτὸν Μούσας τε καὶ Μενεκράτης. πολὺ
12. δ’ ἔτι τούτων ἀνωτέρω· ὁ Ἡρακλείδης καὶ ὁ διδάσκαλος
13. αὐτοῦ Μαντίας. ἀλλὰ Μαντίας μὲν, ὡς ἐξ ἀρχῆς ἦν Ἡροφίλειος,
14. οὕτω καὶ διέμεινεν ἄχρι παντός. ὁ δ’ Ἡρακλείδης
15. ἐπὶ τὴν τῶν ἐμπειρικῶν ἰατρῶν ἀγωγὴν ἐπέκρινεν ἰατρὸς
16. ἄριστος τά τε ἄλλα τῆς τέχνης γεγονὼς καὶ πλείστων φαρμάκων
17. ἔμπειρος. ὅταν οὖν αἱ ἄφθαι, περὶ τούτων γὰρ πρόκειται
18. λέγειν, ἐκτράπωνται πρὸς τὸ κακόηθες, ἰσχυροτέρων
1. δέονται φαρμάκων, ὁποῖα καὶ τὰς ἄλλας ἐν παρισθμίοις τε
2. καὶ στόμασιν διαθέσεις ἰᾶται. προειρημένων οὖν μοι τῶν
3. σκοπῶν τῆς ἐκείνων συνθέσεως, οὐδὲν ἔτι δέομαι περὶ τούτων
4. λέγειν, ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἀφίξομαι τῶν προεγνωσμένων,
5. ἀρξάμενος ἀπὸ τῶν Ἀνδρομάχῳ γεγραμμένων, ὡς
6. εἴωθα κατὰ λέξιν αὐτὰ γράφειν.
7. Οὐ
8. μόνον Ἀνδρόμαχος, ἀλλὰ καὶ ἄλλοι διττὰ γένη φαρμάκων
9. ἔγραψαν πρὸς ἄφθας. ἐπὶ μὲν τῶν οὐδέπω κακόηθες ἐχουσῶν,
10. τὰ μέτρια ταῖς δυνάμεσι φάρμακα συνθέντες, ἐπὶ δὲ
11. τῶν κακοηθευομένων ἰσχυρότερα. προσγράφουσι δ’ ἐν τούτοις
12. αὐτοὶ, ποτὲ μὲν ὅτι πρὸς ἄφθας καὶ ἕλκη τόδε τὸ
13. φάρμακον ἁρμόττει, ποτὲ δ’ ὅτι πρὸς ἄφθας τὰς σηπεδονώδεις.
14. ὅταν δὲ ἁπλῶς προσγράφωσι πρὸς ἄφθας, τὰς ἁπλᾶς
15. δηλοῦσι καὶ μηδὲν ἐχούσας κακόηθες. ὁ δ’ οὖν Ἀνδρόμαχος
16. πρὸς τὰς κακοήθεις ἄφθας οὕτως ἔγραψεν. πρὸς ἄφθας τὰς
17. ἐν τῷ στόματι καὶ ἕλκη. ♃ σχιστῆς κεκαυμένης 𐅻 β΄. ἐρείκης
18. καρποῦ 𐅻 α΄. σὺν ἐλαίῳ ἔκμασσε τῷ δακτύλῳ τοὺς
1. τόπους. ἄλλο πρὸς τὰ αὐτά. ♃ ἰοῦ 𐅻 β΄. στυπτηρίας σχιστῆς
2. μέρη β΄. κηκίδος χνοώδους μέρος α΄. λεάνας δι’ ὀθονίου χνόϊσον,
3. εἶτα ἐλαίῳ ἐμβρέχων τὸν δάκτυλον καὶ ἀναλαμβάνων
4. τὸ ξηρὸν, παράπτου ἐπιπολὺ ἐκμάσσων τὰ παρίσθμια καὶ
5. τὴν ὑπερῴαν σὺν τῇ σταφυλῇ. ἀφίστησι δὲ δερμάτια καὶ
6. αἴρει τοὺς περὶ τὸ σῶμα τραχυσμοὺς καὶ τύλους ἀποδερματίζει,
7. τὰ δ’ ἕλκη ἐπουλοῖ. πρὸς δὲ τὰς ἐπιπολαίους ἄφθας
8. ὡδί πως ἔγραψεν. πρὸς ἄφθας λύκιον Ἰνδικὸν σὺν οἴνῳ
9. λεανθὲν περιχριόμενον, ποιεῖ καὶ ἐρείκης καρπὸς λεῖος ἢ ῥόδα
10. ξηρὰ σὺν μέλιτι. ταῦτα προειπὼν ἐπιφέρει, ἐὰν δὲ μέλανα
11. ᾖ καὶ πονηρὰ, σταφίδος καθαρᾶς μέρη τρία, ἄνισον ἴσον,
12. λεῖα σὺν μέλιτι διάχριε, εἶτα διάκλυζε.
13. Κρίτων δὲ οὕτως ἔγραψε
14. πρὸς ἄφθας. ἀνδράχνην εἰς μέλι ἀποβάπτων μασῶ. ἢ ἐλαίας
15. φύλλοις ἐν οἴνῳ ἑψημένοις διακλυζέσθω ἢ μυρσίνης λευκῆς
16. τῶν φύλλων ἐν ἀφεψήματι μετ’ οἴνου. ἢ ἰοῦ σκώληκος
17. τριώβολον ἐν οἴνου κοτύλης τετάρτῳ λειώσας διακλυζέσθω.
18. καὶ ἡ κηκὶς δὲ τριβεῖσα ἐν ὄξει δριμεῖ διαχρίεται· ἐπὶ δὲ
1. παιδίων δᾳδία καὶ μυελὸν βόειον ἑψήσας ψώμιζε. ποιεῖ δὲ
2. καὶ ἀμύγδαλα πικρὰ μετὰ μέλιτος. πρὸς δὲ τὰς μελαινομένας
3. ἄφθας ἐκγεγιγαρτισμένῃ σταφίδι καὶ ἀνίσῳ λείοις
4. μετὰ μέλιτος διάχριε. ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἀποσμήξας
5. ὀροβίῳ μετὰ μέλιτος καὶ κηκίδι μετὰ μέλιτος προσάπτου.
6. ἁρμόζει καὶ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα μετὰ μίνθης κλωνίων.
7. ἔστω δὲ τοῦ μὲν ῥοῦ πλῆθος ὅσον τοῖς τρισὶ δακτύλοις,
8. τῆς δὲ μίνθης κλωνία τρία καὶ ῥόδων φύλλα ὅσον ἑπτὰ καὶ
9. στροβίλια ἑπτὰ, τούτοις πᾶσι μετὰ μέλιτος λειωθεῖσι χρῶ
10. ἢ λυκίῳ μεθ’ ὕδατος. ἁρμόζει καὶ τρὺξ οἴνου γλυκέος μετὰ
11. μέλιτος διαχριομένη. ἢ στυπτηρίαν καὶ σίδια ῥοιᾶς γλυκείας
12. ἐξ ἴσου τρίψας καὶ στέατι χηνείῳ μίξας διάχριε, ὕδατι θερμῷ
13. συνεχέστερον διάκλυζε καὶ πρόσαπτε χηνείῳ στέατι. ἄλλο
14. Μούσα. ♃ μυρίκης καρποῦ 𐅻 στ΄. στυπτηρίας σχιστῆς 𐅻 β΄.
15. ἐν ἐλαίῳ. ἄλλο μάλιστα ἐπὶ παιδίων. ῥοῦν ἐρυθρὸν λεῖον
16. μετὰ μέλιτος μίξας διάχριε ἢ στέαρ ὕειον καὶ μέλι τετηγμένα,
17. δίδου δὲ αὐτοῖς διακλύζεσθαι γάλα ὄνειον, ἐπιπλεῖστον
1. δὲ φερομένου τοῦ σιέλου, κηκίδα καὶ στρύχνον ὄξει
2. διεὶς, ποίησον διακλύζεσθαι, λευκόϊα ξηρὰ τρίψας μετὰ μέλιτος
3. διάχριε. ταῦτα γράψαντι τῷ Κρίτωνι μέμψαιτ’ ἄν τις
4. εἰκότως ὅπερ τοῖς ἄλλοις ἀεὶ μέμφομαι, καταλέγουσιν ἐφεξῆς
5. ἀδιορίστως βοηθήματα μὴ ἀρχομένου τοῦ πάθους προσθεῖσιν
6. ἢ ἀναβαίνοντος ἢ καταβαίνοντος ἢ ἀκμάζοντος ἢ
7. παρακμάζοντος, μήθ’ ὅτι μικρὸν ᾖ, καὶ ἐπιεικὲς ἢ μοχθηρὸν
8. οὕτως, ὡς ἐζεῦχθαί τι σηπεδονῶδες αὐτῷ. τούτων γὰρ
9. τῶν γεγραμμένων φαρμάκων ἔνια μὲν ἁπλούστατά ἐστιν,
10. ἐπὶ παιδίων ἁρμόττοντα μάλιστα μηδεμίαν ἐχόντων διάθεσιν,
11. οἷον ὅταν ὕειον στέαρ καὶ μέλι τετηγμένα παραλαμβάνῃ,
12. καὶ πολὺ μᾶλλον ὅταν διακλύζεσθαι ὄνειον γάλα κελεύει.
13. ἁπλούστατον δὲ φάρμακόν ἐστι καὶ ἡ ἀνδράχνη ἐμβαφθεῖσα
14. μέλιτι καὶ διαμασωμένη καὶ τὸ διὰ τῶν φύλλων
15. τῆς ἐλαίας διάκλυσμα καὶ τὸ διὰ τῆς λευκῆς μυρσίνης ὁμοίως.
16. ἰσχυρότατον δὲ καὶ τὸ διὰ τοῦ ἰοῦ καὶ τοῦ οἴνου, καθάπερ
17. γε καὶ ἡ κηκὶς ὄξει δριμεῖ τριβεῖσα καὶ διαχριομένη.
18. πάνυ γὰρ ἰσχυρὸν τοῦτο τὸ φάρμακον, ὥσπερ καὶ τὸ διὰ
1. τοῦ ἰοῦ. ἀλλ’ ἐπ’ ἐκείνου μὲν ὀλίγιστον τοῦ ἰοῦ. τριώβολον
2. γὰρ εἶπεν ἐν οἴνου κοτύλης τετάρτῳ λειωθὲν καὶ διακλυζόμενον
3. ἀσθενὲς γίνεται τῷ πλήθει τῆς τοῦ οἴνου μίξεως
4. ἐκλυθέν. ἡ δὲ κηκὶς ἐν ὄξει δριμεῖ λειωθεῖσα παχεῖα οὕτως,
5. ὡς διαχρίεσθαι, πάνυ σφοδρόν ἐστι φάρμακον, ὥσπερ γε
6. καὶ τὸ διὰ τῆς στυπτηρίας καὶ σιδίων ῥοιᾶς γλυκείας συντιθέμενον,
7. ὅπερ εἰ μὴ ἐμέμικτο τῷ χηνείῳ στέατι, πρὸς σηπεδόνας
8. ἂν ἥρμοττεν ἰσχυράς. ἰσχυρὸν δὲ καὶ τὸ διὰ τοῦ
9. τῆς μυρίκης καρποῦ καὶ τῆς στυπτηρίας, ἀλλ’ οὐχ οὕτως,
10. ὡς τὸ διὰ τῆς κηκίδος καὶ τοῦ ὄξους. ἅπαξ δὲ μόνον καλῶς
11. ἐποίησε προσθεὶς κατὰ λέξιν οὕτως. ἐπιπλέον δὲ φερομένου
12. τοῦ σιέλου κηκίδα καὶ στρύχνον ὄξει διεὶς ποίησον
13. διακλύζεσθαι. τὸ γὰρ ἐπιπλέον φέρεσθαι τὸ σίελον ἐμφαντικόν
14. ἐστι τοῦ τὴν διάθεσιν εἶναι μείζονα. κάλλιον δὲ ἦν
15. ἄντικρυς εἰρηκέναι, νομώδους δὲ τῆς διαθέσεως γενομένης
16. ἢ γενομένων ἑλκῶν βαθέων, ἤ τι τοιοῦτον προσγράψας.
17.
18. Καλῶς οὖν ἐποίησεν ὁ Ἀσκληπιάδης, εἰ καὶ μὴ πολλὰ φάρμακα
1. πρὸς ἄφθας ἔγραψεν, ἀλλ’ ἐπί γε τοῖν δυοῖν ἐν ἀρχῇ
2. γράψας οὕτω. πρὸς ἄφθας χωρὶς νομῆς, ἔπειτα μετὰ δύο
3. πάλιν προσγράψας πρὸς τὰς νεμομένας ἄφθας, ἄδηκτα γάρ
4. ἐστι τὰ δύο φάρμακα τὸ μὲν ἕτερον τὸ πρότερον, ἐν ᾧ
5. φησι, μυελὸν βόειον μέλιτι μίξας καὶ χλιάνας διάχριε, μάλιστα
6. δὲ νηπίοις ἐστὶ χρήσιμον. τὸ δὲ ἐφεξῆς εἰρημένον
7. στέαρ ὕειον μέλιτι μίξας χρῶ. πρὸς δὲ τὰς νεμομένας
8. ἄφθας κηκίδων ἀφεψήματι κελεύσας κύαθον ἕνα καὶ
9. μέλιτος ἴσον μίξαντα καὶ ἀναζέσαντα χρῆσθαι. ἐγὼ δὲ
10. ἔφθασα καὶ τοῦτο καὶ ἄλλα τρία μετ’ αὐτὸ γεγραμμένα,
11. μικρὸν ἔμπροσθεν ἐν τοῖς πρὸς τὰς νομὰς φαρμάκοις γράψας,
12. καὶ γὰρ οὐδὲν ἡγοῦμαι διαφέρειν, εἴτ’ ἐξ ἄφθης εἴτ’
13. ἐξ ἄλλου τινὸς ἡ μετάπτωσις εἰς τὴν νομὴν γένοιτο.
14.
15. Ἀπολλώνιος δὲ ὁ Ἡροφίλειος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων
16. φαρμάκων ὡδί πως ἔγραψε κατὰ λέξιν πρὸς τὰς λευκὰς
17. ἄφθας. χαλκῖτιν ἐλαίῳ τρίψας διάχριε πτερῷ, τοῦτο
1. παραχρῆμα παύει. ἐπειδὰν δὲ καθαρὰ γένηται, μυρίκης καρπὸν
2. λεάνας καὶ διεὶς μελικράτῳ ἢ οἴνῳ διάχριε, μάλιστα νηπίοις.
3. εἶτ’ ἐφεξῆς γράφει ἄλλο καὶ μάλιστα πρὸς τὰς μελαίνας
4. ἄφθας, σταφίδι ἐκγεγιγαρτισμένῃ καὶ ἀνίσῳ λείοις μετὰ
5. μέλιτος διάχριε. καὶ πάλιν ἄλλο ἐφεξῆς. χαλκάνθῳ κεκαυμένῳ
6. λείῳ μετὰ μέλιτος χρῶ. φαίνεται γὰρ ἐπὶ τῶν κακοήθων
7. τοῖς φαρμάκοις τούτοις κελεύων χρῆσθαι. ἔγραψε γοῦν
8. κατὰ μὲν τὸ πρῶτον τῶν φαρμάκων πρὸς τὰς λευκὰς
9. ἄφθας, κατὰ δὲ τὸ δεύτερον πρὸς τὰς μελαίνας, ἐνδεικνύμενος
10. τὸ παρὰ φύσιν τῆς χρόας καὶ τὸ μέγεθος τοῦ πάθους.
11. ἐφεξῆς δὲ προσγράψας διακλύσματα πρὸς ἄφθας, ἐπιφέρει
12. κατὰ λέξιν οὕτως, οἴνῳ μέλανι αὐστηρῷ καὶ ὑποστύφοντι
13. διάκλυζε. ἐλαίας φύλλοις ἐν οἴνῳ ἑψημένοις διάκλυζε.
14. μυρσίνης λευκῆς φύλλα ἀφεψήματι μετ’ οἴνου παραπλησίως
15. χρῶ. ταῦτα τὰ διακλύσματα χωρὶς διορισμοῦ γεγραμμένα
16. βλάβην οὐδεμίαν ἐπιφέρει. καὶ γὰρ ἐπὶ τῶν μετρίων
17. καὶ ἐπὶ τῶν μειζόνων καὶ τῶν μεγίστων διαθέσεων
18. ἁρμόζει. καλῶς δὲ ἐφεξῆς ἔγραψεν ἄλλο σφόδρα ἐνεργοῦν. ἰοῦ
19. σκώληκος τριώβολον τρίψας ἐν οἴνου κοτύλης τετάρτῳ δίδου
1. διακλύζεσθαι, εἶθ’ οὕτως οἴνῳ διάκλυζε. τοῦτο γὰρ ἐπὶ τῶν
2. ἰσχυροτέρων ἁρμόζει, καθάπερ γε καὶ τὸ ἐφεξῆς οὕτω γεγραμμένον
3. ἅλμην ἐλαιῶν καὶ ὄξους ἴσον μίξας δίδου διακλύζεσθαι,
4. εἶθ’ οὕτως οἴνῳ διάκλυζε. μετὰ δὲ ταῦτα μελικράτῳ,
5. εἶθ’ ἑξῆς ὕδατι χρῶ, ἐπὶ πᾶσι δ’ ἐλαίῳ διάκλυζε.
6. μετὰ ταῦτα δὲ δύο γράφει φάρμακα διαφόροις εἴδεσιν ἀφθῶν
7. ἁρμόζοντα. τὸ μὲν γὰρ ὕσσωπον τριφθὲν πρὸς τὰς θερμὰς
8. καὶ ἀναβιβρωσκομένας διαθέσεις καὶ καθαρὰς ἐναντιώτατόν
9. ἐστιν. ἁρμόζει δὲ ταῖς ῥυπαραῖς καὶ ταῖς φλεγμονώδεσιν
10. ἄφθαις. τὸ δ’ ὀμφάκιον μετ’ οἴνου ἐπιτήδειον ταῖς καθαραῖς
11. καὶ δακνομέναις καὶ ἀναβιβρωσκομέναις. κελεύει δὲ τὸ
12. μὲν ὀμφάκιον μετ’ οἴνου τρίψαντα διακλύζεσθαι, τὸ δ’ ὕσσωπον
13. μετ’ οἴνου ἢ μελικράτου. ἰσχυρὸν δὲ πάνυ τὸ μετὰ
14. ταῦτα φάρμακον, ὡς ἤδη καὶ νομώδεσιν ἄφθας ἁρμόζον,
15. ὃ συντίθησι, μυρίκης καρπὸν ἕψων μετ’ ὄξους. ἰσχυρὸν δὲ
16. καὶ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον, ἐφ’ οὗ φησι κηκίδα τρίψας,
17. ἐν ὄξει δριμεῖ δίδου διακλύζεσθαι. τὸ δὲ μετὰ ταῦτα
18. γεγραμμένον, ἐφ’ οὗ φησιν, ὀπῷ σιλφίου διειμένῳ παραπλησίως
1. χρῶ, μετὰ δὲ ταῦτα ἐλαίῳ διάκλυζε. καὶ αὐτὸ δριμὺ
2. καὶ δακνῶδές ἐστι καὶ διαφορητικὸν, οὐ στυπτικόν. οὐκ ὀρθῶς
3. οὖν ἀναμέμικται τὰ στυπτικὰ καὶ στρυφνὰ καὶ ἀποκρουστικὰ
4. τοῖς διαφορητικοῖς καὶ δριμέσιν ἄνευ διορισμοῦ
5. γεγραμμένα. τὸ δ’ ἐφεξῆς τούτοις, ὅτι μὲν δι’ ὄξους σκευάζεται
6. γενναῖόν ἐστιν· ὅτι δὲ οὐ προσέθηκε τῷ ὄξει τὸ
7. δριμὺ καὶ ὅτι διὰ λίνου καρποῦ μετριώτερον γίνεται, προσέθηκε
8. δὲ αὐτῷ καὶ τὰς αἴρας, διαφορητικὸν ἱκανῶς φάρμακον.
9. διὰ τοῦτο οὖν αὐτὸ καὶ πρὸς τὰ τῆς γλώττης οἰδήματά
10. φησιν ἁρμόττειν. παραγράψω δὲ καὶ πᾶσαν αὐτοῦ
11. τὴν ῥῆσιν. λίνου καρπὸν καὶ αἴρας ἴσα τρίψας μετ’ ὄξους
12. διάκλυζε. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πρὸς τὰ τῆς γλώττης
13. οἰδήματα. πραότερον δὲ πολὺ τούτων ἁπάντων φάρμακον
14. ἐφεξῆς ἔγραψε κατὰ λέξιν οὕτως. φύλλα κοκκυμηλέας
15. κόψας καὶ γάλακτι μίξας, οἴνῳ διάκλυζε. προσκειμένου γὰρ
16. τῷ λόγῳ τοῦ διάκλυζε δῆλόν ἐστιν ὅτι πολλῷ τῷ γάλακτι
17. μίγνυσιν ὀλίγα τῶν φύλλων, ὡς εἴ γε τὰ φύλλα τῷ γάλακτι
18. συλλειωθέντα φάρμακον ἐκέλευσεν εἶναι διάχριστον,
1. ἦν ἂν οὕτω γε δῆλον ὅτι πολλὰ μὲν τὰ φύλλα, τὸ γάλα δὲ
2. ὀλίγον εἶναι ἐκέλευσεν. ἐφεξῆς δὲ προσγράψας διαμασητὰ
3. πρὸς ἄφθας ἐπιφέρει, ἐλαίας ἁλμάδας διαμασητέον.
4. εὔδηλον δ’ ὅτι πραότατον φάρμακόν ἐστιν. εἶτ’ αὖθις ἑξῆς·
5. ἀνδράχνην εἰς μέλι ἀποβάπτοντα διαμασητέον. καὶ τοῦτο
6. ὁμοίως πρᾶόν ἐστι. διαφέρει δ’ ἀλλήλων τὰ δύο ταῦτα τῷ
7. τὰς μὲν ἁλμάδας καὶ στύφειν καὶ διαφορεῖν, πλεῖστον δ’
8. ἐν αὐταῖς ἔχειν τὸ στυπτικόν. τὴν δὲ ἀνδράχνην μετὰ τοῦ
9. μέλιτος ἀσθενέστερον εἶναι φάρμακον. ἐφεξῆς δὲ καλῶς ἐποίησεν
10. εἰπὼν, ἐπὶ παιδίων ἁρμόττειν ἃ μέλλει λέγειν φάρμακα.
11. γράφει δὲ περὶ αὐτῶν κατὰ λέξιν οὕτω. ὅταν παιδίον
12. ἄφθας ἔχῃ, σεμίδαλιν καὶ μυελὸν βόειον καὶ ἄλευρον ἕψας
13. ψώμιζε, ἐὰν δὲ μὴ δύνηται θηλάζειν. ἄλλο. σπλῆνα βοὸς
14. ἑψήσας ἐν οἴνῳ καὶ τρίψας μετὰ μέλιτος ψώμιζε. τοῦτο μὲν
15. οὖν περίεργον τὸ φάρμακον. ἐφεξῆς δὲ καλῶς ἔγραψεν, ἀπέχεσθαι
16. κατὰ τὴν δίαιταν δριμέων τε καὶ ἁλυκῶν καὶ ὀξέων
17. σιτίων τε καὶ ποτῶν, εἶτα οὐκ οἶδ’ ὅπως ἐφεξῆς τούτῳ
18. γράφει κατὰ λέξιν οὕτως. χαλκάνθην λείαν κεκαυμένην μετὰ
1. μέλιτος διάχριε. τοῦτο ἐχρῆν ἀνωτέρω γεγράφθαι μετὰ τῶν
2. ἰσχυρῶν φαρμάκων.
3. Ἔνια
4. μὲν καὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς ἄφθας ταὐτὰ
5. τοῖς προγεγραμμένοις ἐστὶν, ἀλλ’ ἔδοξέ μοι πᾶσαν αὐτοῦ
6. τὴν λέξιν ἐφεξῆς γράψαι μηδὲν παραλιπόντι. γράφει οὖν οὕτως.
7. πρὸς ἄφθας διακλύσματα μὲν ποιεῖ· ἐλαίας φύλλων
8. ἀφέψημα ἢ μυρσίνης φύλλων λευκῆς ὁμοίως ἢ ἐλαίας κολυμβάδος
9. ὕδωρ. ποιεῖ καὶ ἡ ἀμόργη καὶ πρασίου χυλὸς ἢ
10. φακοῦ ἀφέψημα ἢ βάτου ἢ κύπρου ἢ ἰοῦ σκώληκος τριώβολον,
11. ἐν οἴνου κνιδίου κοτύλης τετάρτῳ, τοῦ διακλυζέσθω.
12. διάχριστοι δὲ ποιοῦσι καὶ αἱ πλείονες τῶν ἀναγραφησομένων
13. στοματικῶν, ἰδιαίτερον δὲ συμφωνεῖ ταῦτα. ♃ σχιστῆς,
14. ῥόδων ἄνθη ἴσα, μυρίκης καρποῦ τὸ διπλοῦν, ξηροῖς χρῶ.
15. ἢ λίβανον, γλυκυῤῥίζης χυλὸν ἴσα, κηκίδος, σμύρνης, ἀνίσου
16. ἀνὰ ὀλίγον, σὺν προτρόπῳ περίχριε. ἄλλο. μάνναν καὶ
1. ἅλας ἴσα ξηρὰ διὰ πτεροῦ κατάψα. ἄλλο. τρυγὶ οἴνου γλυκέος
2. σὺν μέλιτι κατάχριε. ἄλλο. μίσυ καὶ στυπτηρίαν καὶ
3. ῥοῦν σὺν μέλιτι. ἢ χαλκῖτιν μετ’ ἐλαίου πτερῷ διάχριε, ἀγαθὸν
4. σφόδρα. ἢ ἐλαίας φύλλα μετ’ ἐλαίου διάχριε. ὅταν δὲ
5. καθαρθῇ, μυρίκης καρπῷ σὺν μελικράτῳ ἢ οἴνῳ διάχριε. ἢ
6. ἀποσμήξας ὀροβίνῳ καὶ μέλιτι καὶ κηκίδι μετὰ μέλιτος προσάπτου.
7. ἢ μυρίκης σπέρμα καὶ σχιστῆς τὸ γ΄. μετ’ ἐλαίου
8. διάχριε. τοῦτο καὶ πρὸς νομὰς ποιεῖ. ἢ στέαρ ὕειον ἢ χήνειον
9. ἔμπασον μάννα καὶ διάχριε. ἢ κηκίδα λείαν μετ’ ἐλαίου.
10. ἢ στυπτηρία ὑγρὰ ἀνιεμένη. ἢ φύλλα κύπρου διαμασάσθωσαν.
11. ἢ λυκίου ῥίζαν ξηρὰν παράπτου. ἢ θαλλία λεῖα μετὰ
12. μέλιτος. ἢ κηκίδα μεθ’ ἁλῶν. ἐὰν δὲ ἐπιταθῇ καὶ νέμηται
13. σηπεδονικῶς, διακλύσμασι μὲν καὶ ἀναγαργαρίσμασι χρηστέον
14. τοῖς πρὸς ἄφθας τοῖς εὐτονωτέροις. ἰδίως δὲ ἅλμην συνεχέστερον,
15. ἢ ἱερὰν βοτάνην ὕδατι ἢ οἴνῳ ἐναφεψήσας δὸς διακλύζεσθαι
16. ἢ ἀναγαργαρίζεσθαι. διαχρίσμασι μὲν τῶν πρὸς
17. ἄφθας τοῖς εὐτονωτέροις· ἰδίως δὲ κέρας ἐλάφειον
1. λεάνας παράτριβε. ἢ χαλκάνθῃ ὀπτῇ λείᾳ μετὰ μέλιτος. ἢ
2. ἰῷ χαλκοῦ ἢ λεπίδι μετὰ μέλιτος. ἄκρως ποιεῖ πρὸς νομὰς
3. μαράθρου ῥίζης κεκαυμένης σποδός. ταῦτα πρὸς ἄφθας ὁ
4. Ἀρχιγένης ἔγραψεν ἐν τῷ πρώτῳ περὶ φαρμάκων, ὀλίγου
5. δεῖν ἅπαντα καὶ τοῖς ἄλλοις γεγραμμένα. τί δή ποτ’ οὖν
6. ἠξίωσα δὶς γράψαι ταῦτα καίτοι φυλαττόμενος οὕτως πράττειν;
7. ὅτι καὶ τὸν Ἀρχιγένην τῶν ἄλλων ἐπιστάμενος ἀξιολογώτερον,
8. ἐν τῷ τὰ κοινὰ μετὰ τῶν οἰκείων γράφειν διορισμῶν,
9. ἑώρων καὶ αὐτὸν ἐν πολλοῖς ἀμελοῦντα τῆς τοιαύτης
10. διδασκαλίας. νῦν οὖν ἐφεξῆς ἅπαντα χύδην ῥίπτει τὰ
11. βοηθήματα, μετὰ τὸ συνεχὲς ἀλλήλοις εἰρημένα πραότατά
12. τε καὶ δριμύτατα. τί γὰρ ὅμοιον ἰὸς ἔχει φακοῦ καὶ βάτου
13. καὶ κύπρου ἀφεψήματι; τί δὲ κηκὶς στέατι χηνείῳ καὶ ὑείᾳ;
14. δριμὺ μὲν γὰρ καὶ διαβρωτικὸν, ἰσχυρῶς τε ξηραῖνον φάρμακόν
15. ἐστιν ὁ ἰός· βάτος δὲ καὶ κύπρος καὶ φακὸς ἐλαχίστην
16. ἔχει στύψιν. οὕτω δὲ καὶ ἡ κηκὶς ἰσχυρότατα στύφουσα
17. τὴν ἐναντίαν ἔχει δύναμιν ὑείῳ τε καὶ χηνείῳ στέατι.
1. γέγραπται δὲ ἐφεξῆς ἀλλήλων, καθάπερ τὰ πρότερα καὶ τὰ
2. ἄλλα δὲ ὅσα ἐμνημόνευσε, τὴν αὐτὴν ἀταξίαν ἔχει. βέλτιον
3. δ’ ἦν, ὥσπερ ἅπαξ που κατὰ τὸν λόγον ἔφη, τοῦτο καὶ
4. πρὸς νομὰς ποιεῖ, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν
5. ἄλλων διορίσαι προσγράψαντα, τοῦτο μὲν βρέφεσιν ἢ παισὶν
6. ἁρμόττειν εἰπόντα, τουτὶ δὲ τοῖς τελείοις καὶ τουτὶ μὲν ἀρχομέναις
7. ἢ μετρίαις ἄφθαις, τουτὶ δὲ ἀκμαζούσαις ἢ ἰσχυραῖς,
8. ἁπάντων δὲ μᾶλλον ἤτοι διαπύροις καὶ θερμαῖς ἢ
9. ψυχροτέραις μᾶλλον· καὶ τῶν διαπύρων τουτὶ μὲν ταῖς
10. ἐρυθροτέραις, τουτὶ δὲ ταῖς ξανθοτέραις. αἱ μὲν γὰρ τὸ
11. φλεγμονῶδες, αἱ δὲ τὸ ἐρυσιπελατῶδες ἔχουσιν, ὥσπερ γε
12. πάλιν αἱ μὴ διάπυροι φλεγμαντικαὶ τοὐπίπαν εἰσὶν, καθάπερ
13. τῶν χρονιζουσῶν ἔνιαι τοῦ μελαγχολικοῦ χυμοῦ κακίαν
14. ἐπικτῶνται. διαγνώσονται δ’ ἅπασαι ῥᾳδίως ὄψει τε ἅμα
15. καὶ ἁφῇ, τῇ μὲν ὄψει διὰ τῶν χρωμάτων καθότι λέλεκταί
16. μοι καὶ νῦν. αἱ μὲν γὰρ ἐρυθρότεραι τὸν αἱματικὸν ἐπικρατεῖν
17. ἐνδείκνυνται χυμὸν, αἱ δὲ ξανθότεραι τὸν πικρόχολον,
18. ὥσπερ γε πάλιν αἱ μὲν λευκαινόμεναι τὸν φλεγματικώτερον
1. αἱ δὲ πελιδνούμεναί τε καὶ μελαινόμεναι τὸν μελαγχολικόν.
2. ὁ γὰρ ταῦτα διορισάμενος ἐπιστάμενός τε τὴν ἑκάστου τῶν
3. ἁπλῶν φαρμάκων δύναμιν, ὡς ἐν τῇ αὐτῶν διδασκαλίᾳ γέγραπται,
4. καθ’ ἕκαστον εἶδος ἄφθης ἐπιστήσαιτο χρῆσθαι
5. τοῖς τε ἁπλοῖς καὶ συνθέτοις φαρμάκοις, ὡς πολλάκις ἤδη
6. προείρηται. συνεπισκέψεται δὲ καὶ τὰς τῶν σωμάτων φύσεις,
7. εἰ καὶ μαλακαί τέ εἰσι καὶ ὑγραὶ, καθάπερ ἐπὶ παίδων εὐνούχων
8. τε καὶ γυναικῶν· ἢ σκληραί τε καὶ ξηραὶ, καθάπερ
9. ἐπὶ τῶν ἁλιέων καὶ ναυτῶν καὶ κυνηγετῶν καὶ γεωργῶν.
10. τοῖς γὰρ ἰσχυροτέροις σώμασι τὰ ἰσχυρότερα προσάξεις φάρμακα,
11. τοῖς δ’ ἀσθενεστέροις τὰ μαλακώτερα. ἐγὼ δὲ ἐπὶ
12. μὲν τῶν βρεφῶν, ὅσα ψωμίζουσιν αἱ τροφοὶ, φακῆν μετὰ
13. βραχέος ἄρτου καὶ μυελοῦ ἐλαφείου ἢ μοσχείου δίδωμι. μίγνυμι
14. δὲ τῇ τροφῇ καὶ μήλων κυδωνίων ἢ τῶν ἄλλων ὅσα
15. στύφει, καθάπερ ἐν Ῥώμῃ τὰ κεστιανὰ καλούμενα καὶ τῶν
16. τοιούτων ἀπίων, οὔων τε καὶ μεσπίλων καὶ κράνων καί ποτε
17. καὶ θριδακίνης καὶ σέρεως καὶ στρύχνου καὶ ἀνδράχνης μίγνυμι
18. τῷ ψωμίσματι, διαπύρου τῆς ἄφθης ὑπαρχούσης. εἰ
1. δὲ μὴ ψωμίζεσθαι ἔτι δύναται, τὴν τροφὴν ἐπὶ τοῖς τοιούτοις
2. διαιτῶ μετ’ εὐπεψίας δηλονότι. καὶ μέντοι καὶ διαχρίω
3. τὰ βρέφη φαρμάκοις, εἰ μὲν ὑπερύθρους βλέποιμι τὰς ἄφθας,
4. ἐν ἀρχῇ μὲν τοῖς μετριώτατα στύφουσί τε καὶ ψύχουσιν·
5. ἐφεξῆς δὲ τοῖς διαφοροῦσιν ἀδήκτως· εἰ δὲ ὑποξάνθους,
6. τοῖς αὐτοῖς μὲν, ἀλλὰ μᾶλλον ψύχουσι· εἰ δὲ φλεγματικωτέρας,
7. τοῖς στυπτικοῖς· εἰ δὲ μελαινομένας, τοῖς διαφοροῦσι
8. γενναιότερον. ἐπὶ δὲ τῶν μειζόνων παιδίων ταῖς
9. ὁμοιογενέσι δυνάμεσι τῶν φαρμάκων χρώμενος ἐπιτείνω
10. τὴν δύναμιν αὐτῶν, ὥσπερ γε καὶ τὰ τέλεια καὶ σκληρὰ
11. σώματα ταῖς καθ’ ἕκαστον ὧν εἶπον ἰσχυροτάταις. ἤρκεσε
12. δέ μοι διαπαντὸς ἐπὶ τούτων μίσυϊ χρῆσθαι μετ’ οἴνου στύφοντος,
13. ἐπιτείνοντί τε καὶ ἀνιέντι τὴν δύναμιν αὐτοῦ. τὸ
14. δὲ μᾶλλον ἢ ἧττον στύφειν τὸν οἶνον καὶ τὸ παχύτερον ἦ
15. ὑγρότερον ἐργάζεσθαι τὸ σκευασθὲν, ἐκ τῆς τοῦ μίσυός τε
16. καὶ οἴνου μίξεως γίνεται. εἰ δὲ ῥυπαρὰ ἡ ἄφθα ἐπιφαίνοιτο,
17. σὺν οἰνομέλιτι τρίβω τὸ μίσυ. τοῖς δὲ ἰσχυροτέρων ἢ κατὰ
18. τὸ μίσυ φαρμάκων χρῄζουσιν ὁ ἰὸς ὁμοίως σὺν οἴνῳ τε καὶ
1. οἰνομέλιτι χρήσιμος ὑπάρχει. διαχριστέον δὲ δηλονότι τοῖς τοιούτοις
2. φαρμάκοις τὰ πεπονθότα μόρια τοῦ στόματος, ἀγαθὸν
3. δὲ εἰς ταῦτα φάρμακόν ἐστι χαλκῖτις ἐλαίῳ λειωθεῖσα.
4. τὰ μὲν δὴ τοιαῦτα δραστήρια, μέτρια δὲ καὶ μάλιστα πρὸς
5. τὰς ἀρχομένας διαθέσεις ὀμφάκιον σὺν οἴνῳ καὶ οἰνομέλιτι
6. καὶ ῥοῦς ὁμοίως. ἐπὶ δὲ τῶν παιδίων ἀρκεῖ καὶ τῶν ῥόδων
7. τὸ ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ξηρὰ καὶ τὰ διακλύσματα διὰ τῶν
8. μετρίως στυφόντων ἐπὶ τῆς ἡλικίας τε καὶ φύσεως τῶν τοιούτων
9. σωμάτων. ἑνὶ δὲ λόγῳ αἱ μέτριαι μὲν ἄφθαι μάλιστα ἐπὶ
10. τῶν ἁπαλῶν σωμάτων μετρίων χρήζουσι φαρμάκων· αἱ δὲ
11. ἰσχυραὶ καὶ μάλιστα ἐπὶ σκληρῶν σωμάτων ὑπὸ τῶν ἰσχυροτέρων
12. θεραπεύονται. ἰσχυρὰ δὲ δηλονότι λέγω φάρμακα τά τε
13. ἰσχυρῶς στύφοντα καὶ δάκνοντα· καθάπερ γε μέτρια τὰ μηδόλως
14. μὲν δάκνοντα, μετρίαν δὲ στύψιν ἔχοντα. γίνεται δὲ κᾀπὶ
15. τούτων, ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν ἔμπροσθεν εἴρηται, σύνθετα
16. φάρμακα καὶ πολλάκις ἐκ τῶν ἐναντίων, ὁποῖόν ἐστι καὶ
17. τὸ δι’ ἐλαίου τε καὶ χαλκίτεως. αὐτὸ μὲν γὰρ καθ’ αὑτὸ τοὔλαιον
18. ἐναντιώτατόν ἐστι τῇ διαθέσει τῆς ἄφθης, ὥσπερ γε
1. καὶ ἡ χαλκῖτις, ἐπειδὴ τὸ μὲν ὑγραίνει τε καὶ ῥυπαίνει, δάκνει
2. δὲ σφοδρῶς ἡ χαλκῖτις, ἡ δὲ μίξις αὐτῶν ὅταν σύμμετρος γένηται,
3. κάλλιστον ἀποτελεῖ φάρμακον. ὥσπερ οὖν ἐκ κηρωτῆς
4. τε καὶ ἰοῦ σαρκωτικὸν ἐδείκνυτο γίνεσθαι φάρμακον, ἀμφοτέρων
5. ἐναντίων ὑπαρχόντων σαρκώσει, κατὰ τὸν αὐτὸν λόγον
6. ἐξ ἐλαίου τε καὶ χαλκίτεως ἐπιτήδειον γίνεται φάρμακον.
7. εἰ δὲ εἰς σηπεδονῶδες τραπῇ, ἑλκώσεις τε ποιήσει, οὔτε ἄφθαν
8. ἔτι προσήκει τὸ πάθος ὀνομάζειν, οὔτε τὰς τοιαύτας διαθέσεις
9. ἰώμενα φάρμακα τοῖς πρὸς τὰς ἄφθας χρησίμοις ἐγκαταριθμεῖν,
10. ὥσπερ οὐδὲ τοῖς ἐρυσιπέλατα ἰωμένοις τὰ διαφοροῦντα
11. γενναίως, ὅσα διὰ τῆς τῶν ψυχόντων φαρμάκων προσαγωγῆς
12. ἐγένετο πελιδνὰ καὶ σκληρὰ μόρια, μεταπεσόντα πρὸς σκληρώδη
13. διάθεσιν ἐκ τῆς ἐρυσιπελατώδους. ἀμέλει καὶ τῷ ἀδιορίστῳ
14. τῶν τοιούτων γραφῶν ἀπατώμενοί τινες ἐρυσιπέλασί τε
15. τὰ θερμὰ καὶ διαφορητικὰ φάρμακα, ταῖς τε ἄφθαις τὰ πρὸς
16. σηπεδόνας ἁρμόττοντα προσφέροντες οὐ μικρὰς ἐργάζονται
17. τὰς βλάβας.