Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 7.1, ed. Kühn, 1826, vol. 13, p. 1-14. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:7.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Η.

1. Ἔθος ἐστὶ τοῖς νεωτέροις ὀνομάζειν ἀρτηριακὰς,
2. μὴ προστιθεῖσι πότερον ἀντιδότους λέγουσιν ἢ κατὰ
3. σημαινόμενον ἕτερον. ἔνιοι δὲ ἐκλεικτὰ προσαγορεύουσιν αὐτὰ
4. μὴ προστιθέντες φάρμακα, καί τινες μὲν ὅλως οὐδένα διορισμὸν
5. αὐτοῖς προσέγραψαν, ἔνιοι δὲ ὀλιγάκις προσέθηκαν,
6. οἱ μὲν πρὸς ἀποκεκομμένην φωνὴν, οἱ δὲ γενικώτερον ἔτι
7. πρὸς βεβλαμμένην φωνήν. εἰσὶ δὲ οἳ πρὸς τετραχυσμένην
1. ἀρτηρίαν καὶ πρὸς ἡλκωμένην ἔγραψαν, ὥστε εὐλόγως οἱ
2. χρώμενοι ταῖς ἀρτηριακαῖς, φαρμάκοις ὀνομαζομένοις ἀδιορίστως,
3. ἐνίοτε μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ οὐδὲν ὅλως
4. ὠφελοῦσι τοὺς πάσχοντας, ἀλλὰ βλάπτουσι τὰ μέγιστα. πρόδηλον
5. δ’ ὅτι τὴν τραχεῖαν ἀρτηρίαν ἐπὶ τῶν τοιούτων παθῶν
6. αἰτιῶνται. πάλαι μὲν οὖν, ὁπότ’ οὐδὲ τὰς ὁμοίως τῇ
7. καρδίᾳ σφυζούσας ἀρτηρίας οὕτως ὠνόμαζον, ἐπὶ μόνης τῆς
8. ἐκ τοῦ πνεύμονος ἀνισχούσης εἰς τὸν λάρυγγα τὸ τῆς ἀρτηρίας
9. ἐπέφερον ὄνομα, φλέβας ὀνομάζοντες τοὐπίπαν, ὥσπερ
10. τὰς ἄλλας ὅσαι μὴ σφύζουσιν, οὕτω καὶ τὰς σφυζούσας.
11. ὕστερον δὲ τῆς προσηγορίας ἐθισθείσης ἐπὶ τῶν σφυζουσῶν
12. λέγεσθαι, διὰ τὴν ὁμωνυμίαν προσθέντες τὸ τῆς τραχείας
13. ὄνομα τὴν εἰς τὸν πνεύμονα καθήκουσαν ἐκ τῆς λάρυγγος
14. ἀρτηρίαν οὕτως ὠνόμασαν, ἅμα τῷ καὶ βρόγχον αὐτὴν καλεῖν,
15. ἐπειδὴ τὰ χονδρώδη σώματα, τὸ πλεῖστον τῆς οὐσίας
16. αὐτῆς μέρος ὄντα, βρογχία προσαγορεύουσιν. ὑπαλείφει δὲ
17. τὴν ἀρτηρίαν αὐτὴν ἔνδοθεν παχὺς ὑμὴν, ὃν διὰ τὸ
18. πάχος ἔνιοι χιτῶνα προσαγορεύουσιν. ὅταν οὖν τι πάθος
1. ἤτοι κατὰ τοῦτον ἢ κατὰ τοὺς ἐν τῷ λάρυγγι γένηται μῦς,
2. ἀρτηριακὰς ὀνομάζουσι τὰς ἰωμένας αὐτὰ, μὴ προστιθέντες,
3. ὡς ἔφην, ἀντιδότους. ἀνόμοιαι δὲ κατ’ εἴδη ταῖς δυνάμεσίν
4. εἰσιν αἱ γεγραμμέναι πρὸς αὐτῶν, καὶ διὰ τοῦτο συμβαίνει
5. τοὺς χωρὶς διορισμοῦ χρωμένους αὐταῖς ἀποτυγχάνειν τοῦ
6. σκοποῦ πολλάκις. ὅτι δὲ πολλή τίς ἐστιν ἡ διαφορὰ τῶν
7. γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ὑπὸ τῶν ἰατρῶν,
8. ἔνεστί σοι μαθεῖν ἐκ τριῶν παραδειγμάτων, ὧν τὸ μὲν ἀδηκτότατόν
9. ἐστι καὶ ἀκριβῶς ἐμπλαστικὸν ἐκλεαῖνον τὰς τραχύτητας,
10. τὸ δ’ ἐναντίον τῷδε δριμύτητος δακνώδους οὐκ
11. ὀλίγον ἔχον, ὡς ἐὰν ἀκριβῶς ὑγιαίνοντι μορίῳ προσαχθῇ,
12. τραχύνειν αὐτό. μέσον δὲ ἀμφοῖν τῶν εἰρημένων ἐστίν ἄλλο
13. γένος φαρμάκων ἀρτηριακῶν, ἀδήκτου ῥυπτικῆς δυνάμεως.
14. τὸ μὲν οὖν ἐμπλαστικὸν ἔστι διὰ γλυκέος Κρητικοῦ καὶ
15. κόμμεως καὶ τραγακάνθης καὶ γλυκυῤῥίζης κατασκευαζόμενον,
16. τὸ δὲ δριμὺ διὰ πεπέρεως καὶ κασσίας καὶ κινναμώμου καὶ
17. χαλβάνης καὶ ῥητίνης τερμινθίνης. τὸ μέσον δὲ ἀμφοῖν ἐκ
18. πτισάνης χυλοῦ καὶ ἀμυγδάλων καὶ κυάμων ἔτνους, ὅσα τε
1. ἄλλα τοιαῦτα. μεταξὺ δὲ τοῦ μέσου καὶ τῶν ἄκρων ἑκατέρου
2. πλείω φάρμακά ἐστι, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἀποκεχωρηκότα
3. τοῦ μέσου. περὶ ὧν ἐφεξῆς διοριῶ, τοὺς μὲν
4. προσθέντας τινὰ διορισμὸν ἐπαινῶν, τοὺς δὲ ἁπλῶς προσγράψαντας
5. οὐκ ἀποδεχόμενος. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν εἰσιν
6. οἱ διορισμοὺς ἐλλιπεῖς ποιησάμενοι, ὁποῖός ἐστι καὶ τῶν
7. γραψάντων, ἀρτηριακὴ ἡ πρὸς ἀποκεκομμένας φωνὰς, ἢ πάλιν,
8. ἀρτηριακὴ ἡ πρὸς τοὺς βραγχωδῶς φθεγγομένους. τό τε
9. γὰρ ἀποκεκόφθαι τὴν φωνὴν, ὅπερ ἐστὶ μὴ δύνασθαι φθέγγεσθαι,
10. πλείοσιν αἰτίαις ἕπεται, τοῦτο μὲν τοῖς ἀπὸ κεφαλῆς
11. χρονίσασι κατάῤῥοις, τοῦτο δ’ ἐμπύοις καὶ φθισικοῖς καὶ
12. τοῖς ἐκ βοῆς μεγάλης καὶ πολλῆς παθοῦσιν, εἶτα μὴ καλῶς
13. ἐκθεραπευθεῖσιν ἢ καὶ γεννωμένην ἔτι τὴν διάθεσιν ἔχουσιν.
14. ὡσαύτως δὲ καὶ βραγχώδης ἡ φωνὴ γίνεται διά τε
15. τὰς αὐτὰς αἰτίας καὶ διὰ ψυχροῦ πνεύματος εἰσπνοήν. ἡ μὲν
16. οὖν διάθεσις ὁμογενής ἐστιν ἀφωνίας τε καὶ βράγχους, μεγέθει
17. δὲ ἀλλήλων διαφέρει τὰ πάθη ταῦτα, σφοδρότερον
18. μὲν καὶ δυσλυτώτερον διαβρόχων ὑγρότητι γινομένων τῶν
1. φωνητικῶν ὀργάνων ἡ ἀφωνία, μετριώτερον δὲ ὑγρανθέντων
2. ὁ βράγχος. ὄργανα δὲ φωνητικὰ λέγοντός μου τήν τε
3. ἀρτηρίαν ἀκούετε καὶ τὸν λάρυγγα καὶ τὴν φάρυγγα. τοῖς
4. μὲν οὖν ἐκ τοῦ βοῆσαι σφοδρῶς ἐπὶ πλεῖον κακωθεῖσι τὴν
5. φωνὴν ὅμοιόν τι συμβαίνει πάθημα τῷ γενομένῳ πολλάκις
6. ταῖς χερσὶ καὶ σκέλεσι καὶ ψόαις καὶ ῥάχει καὶ μυσὶ καμοῦσι
7. πλείονα. καλοῦσι δ’ ἔνιοι τῶν γυμναστῶν τὴν τοιαύτην διάθεσιν
8. τῶν μυῶν, ἐν οἷς συνίσταται, φλεγμονώδη κόπον. κατὰ
9. μὲν οὖν ἀρτηρίαν ὁ ἔνδον αὐτῆς ὑμὴν ἢ χιτὼν ἢ ὅπως ἂν
10. ὀνομάζειν ἐθέλοι τις, ὑπὸ τοῦ κατὰ τὰς μεγάλας φωνὰς
11. πνεύματος ἔξω φερομένου πληττόμενος, εἰς τὴν φλεγμονώδη
12. διάθεσιν ἀφικνεῖται, πολλῷ δὲ μᾶλλον, ἐὰν πρὸς τῷ μεγέθει
13. τῆς φωνῆς ὀξύτης τις ἔτι προσείη. κατὰ δὲ τὸν λάρυγγα
14. πρὸς τῇ πληγῇ ταύτῃ καὶ ἡ τῶν κινούντων αὐτὸν μυῶν
15. βλάβη τῆς ἐνεργείας μείζονα τὴν διάθεσιν ἐργάζεται. θεραπείας
16. δὲ γένος αὐτῶν ἐπὶ παντὸς μορίου ταῖς ὕλαις διαλλάττον
17. ἐστίν. ἐλαίῳ μὲν γὰρ ἀνατρίβειν σκέλη καὶ χεῖρας 
1. καὶ ῥάχιν ἐγχωρεῖ ῥᾳδίως, διὰ τοῦ δέρματος εἰς τοὺς ὑποκειμένους
2. αὐτῷ μῦς ἀφικνουμένης τῆς δυνάμεως αὐτοῦ. κατὰ
3. δὲ τὴν τραχεῖαν ἀρτηρίαν οἱ χόνδροι μετὰ τὸ δέρμα τεταγμένοι
4. κωλύουσι τὴν εἰς τὸν ὑποκείμενον ὑμένα δίοδον
5. τῆς τῶν μαλαττόντων χρισμάτων δυνάμεως. ὥσπερ γὰρ
6. ἔλαιον, οὕτω καὶ ἄλλα πολλὰ σύνθετα φάρμακα τὴν αὐτὴν
7. ὠφέλειαν ἐργάζεται. καὶ τά γε κατ’ ἀρχὰς ἄκοπα λεχθέντα,
8. μόνα ταῦτα κατὰ βραχὺ τὴν προσηγορίαν ἀφ’ ἑαυτῶν ἐξέτειναν
9. ἐπὶ τὰ παραπλήσια ταῖς συστάσεσιν, κᾂν ἕνεκα τοῦ
10. θερμῆναι σφοδρῶς παραλαμβάνωνται. κοινὴ δὲ ὕλη βοηθημάτων
11. τοῖς φωνητικοῖς ὀργάνοις πρὸς τἄλλα ἐστὶν ἡ ἐκ
12. τῶν λουτρῶν. εὔδηλον δ’ ὅτι τὴν διὰ τῶν γλυκέων ὑδάτων
13. λέγω, τὰ γὰρ θαλάττια καὶ θειώδη καὶ στυπτηριώδη καὶ
14. χαλκανθώδη καὶ ἀσφαλτώδη διὰ τὸ ξηραίνειν ἰσχυρῶς οὐκ
15. ἐπιτήδεια. καὶ μέντοι καὶ ποιοῦσιν οὕτως οἱ φωνασκοῦντες,
16. ὅταν ἀγωνιζόμενοι θραύσωσι τὴν φωνήν. εἰσὶ δ’ οὗτοι κιθαρῳδοί
17. τε καὶ κήρυκες, οἵ τε τὴν τραγῳδίαν καὶ κωμῳδίαν
18. ὑποκρινόμενοι. λουτροῖς τε γὰρ πολλοῖς χρῶνται καὶ
1. τροφὰς ἀδήκτους τε καὶ χαλαστικὰς ἐσθίουσιν. εἰ δὲ καὶ
2. τραχύτητος αἰσθάνοιντο, τὰς ἐμπλαττομένας τοῖς ὁμιλοῦσι
3. μορίοις παραλαμβάνουσιν. εἷς γάρ ἐστιν ἑαυτῷ χιτὼν συνεχὴς,
4. ὅ τε ἐν τῇ φάρυγγι καὶ τῷ λάρυγγι καὶ στομάχῳ καὶ
5. ἀρτηρίᾳ τῇ τραχείᾳ κατὰ τὰ ἔνδον ἐπιτεταμένος. ἐὰν δὲ
6. μὴ καθίστηται τῇ τε διαίτῃ καὶ τοῖς λουτροῖς ἡ γενομένη
7. διάθεσις ἐν τοῖς φωνητικοῖς ὀργάνοις, ἐπὶ τὰς ἀρτηριακὰς
8. παραγίνονται, τροφαῖς χρώμενοι παρ’ ὅλον τοῦτον τὸν χρόνον,
9. ὅσαι διὰ γάλακτος, ἀμύλου τε καὶ χόνδρου καὶ ὠῶν
10. καὶ ἰτρίων σύγκεινται. εἰ δὲ μὴ διὰ τούτων ἐκθεραπευθείη,
11. ἐξεύρηνται τοῖς ἰατροῖς αἱ πρὸς αὐτῶν ὑπογλωττίδες ὀνομαζόμεναι.
12. εἰσὶ δὲ αὗται φάρμακα τῆς αὐτῆς ταῖς ἀφλεγμάντοις
13. ἀρτηριακαῖς δυνάμεως, δι’ οἴνου θηραίου καὶ κόμμεως
14. καὶ τραγακάνθης καὶ γλυκυῤῥίζης συγκείμεναι, ἅπερ, ὡς ἔφην,
15. ἐκλεαίνει τε ἅμα καὶ ἀναστέλλει τὰς τραχύτητας. ὅσον δ’
16. ἂν ἐν τοῖς μέρεσιν ὑπολείπηται φλεγμονῶδες, πέττει τε τοῦτο
17. καὶ ταχέως ἐκθεραπεύει. φιλόπονον δ’ εἶναι χρὴ τὸν ὑποτιθέντα
18. τῇ γλώττῃ τὸ φάρμακον, ὡς κατὰ βραχὺ τηκομένου
1. δέχεσθαι τῷ λάρυγγι τὸ καταῤῥέον εἰς αὐτὸ, ἀνθιστάμενον
2. τῇ γινομένῃ βηχί. καρτερήσαντες γὰρ ὡς μὴ βῆξαι συγχωρήσουσιν
3. εἰς τὸν λάρυγγα καὶ τὴν ἀρτηρίαν καταῤῥυῆναί τι
4. τοῦ φαρμάκου. λαμπρὸν μέντοι σχεῖν τὸ φώνημα τοῖς οὕτω
5. θεραπευθεῖσιν ἀδύνατον ἄνευ τοῦ πάλιν χρήσασθαι φαρμάκοις
6. ἀδήκτως ῥύπτουσιν, ὁποῖόν ἐστι τό τε κυάμινον
7. ἔτνος καὶ ἡ πτισάνη καὶ τὸ πεφωγμένον λινόσπερμα. ἐν
8. τῷ μεταξὺ γάρ ἐστι τὰ τοιαῦτα τῶν τε μέσων κατὰ τὴν
9. δύναμιν φαρμάκων καὶ τῶν ἐμπλαστικῶν. τούτων δὲ ῥυπτικωτέρα
10. ῥητίνη τερμινθίνη καὶ λιβανωτὸς, τό τε ἀπηφρισμένον
11. μέλι, καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὥσπερ γε πάλιν
12. ἰσχυρότερον τούτων ἐστὶ τό τε τῶν ὀρόβων ἄλευρον ὁρμίνου
13. τε σπέρμα καὶ ἴρεως ῥίζα καὶ πάνακος. ἅπασι δὲ τούτοις
14. οἵ τε μαλακοὶ οἶνοι καὶ γλυκεῖς ὁ Κρητικὸς, Θηραῖος
15. καὶ Σκυβελίτης ἐπιτήδειοι, καὶ πρὸς αὐτοῖς οὐκ οἶδ’ ὅπως
16. ἠμελημένον τὸ καλούμενον ὑπὸ τῶν κατὰ τὴν ἡμετέραν
17. Ἀσίαν Ἑλλήνων ἕψημα. προσαγορεύουσι δὲ αὐτὸ σίραιον
18. οἱ Ἀττικίζοντες καὶ λέγουσιν, ὥσπερ ἕτεροι τὸ τῶν ἰσχάδων
1. ἀφέψημα καὶ μάχη αὐτοῖς τέ ἐστιν, ὁπότερον αὐτῶν χρὴ
2. καλεῖν τὸ σίραιον. ἔστι δὲ δήπου καὶ αὐτὸ τοῦτο τὸ σίραιον,
3. ὃ τῶν λιπαρῶν ἰσχάδων ἑψομένων ἐν ὕδατι γίνεται
4. τῆς μέσης δυνάμεως, ἣν ῥυπτικὴν καὶ ἄδηκτον ὠνομάσαμεν.
5. τὸ μὲν οὖν ἑψόμενον γλεῦκος ἐμπλαστικώτατόν ἐστι καὶ
6. ἀδηκτότατον, τὸ δὲ τῶν ἰσχάδων ἀφέψημα διαφορητικώτερον
7. καὶ ῥυπτικώτερον. ὡς οὖν ἐν τοῖς ἔμπροσθεν εἶπον,
8. ἁπάντων χρὴ τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπίστασθαι
9. τὰς δυνάμεις τὸν μέλλοντα σύνθετόν τι ποιήσειν. ὁ
10. δὲ αὐτὸς οὗτος καὶ τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν ὀρθῶς χρήσεται
11. καὶ μάλισθ’ ὅταν ἀδιορίστως ᾖ γεγραμμένα, καθάπερ
12. καὶ αἱ πλεῖσται τῶν ἀρτηριακῶν. εὔδηλον δ’ ὅτι καὶ ταῖς
13. μετὰ διορισμῶν γεγραμμέναις αὐτὸς οὗτος ἄμεινον χρήσεται.
14. κατὰ γὰρ τὸν ἀκριβῆ λόγον εἰς ὅσον ἡ τῶν παθῶν κατασκευὴ
15. μεταπίπτει, καὶ τὸ χρήσιμον ταύτῃ φάρμακον ὑπαλλάττεσθαι
16. χρή. τοῦτο δ’ ὀρθῶς μόνος ὁ τὴν δύναμιν εἰδὼς
17. ἑκάστου τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπιστήσεται,
18. προστιθεὶς τῷ πρώτῳ φαρμάκῳ βραχύ τι τῆς ἐχομένης τάξεως,
1. οἷον ἐπὶ τῶν φλεγμονωδῶν κόπων, ὅταν ἐν τοῖς τοῦ
2. λάρυγγος γένωνται μυσὶν, ἐν ἀρχῇ μὲν ἁρμόττει τὰ πραότατα
3. ἐδέσματα, φάρμακα δὲ ἐμπλαστικά. καταστάσης δὲ
4. τῆς φλεγμονῆς βραχύ τι τῶν ῥυπτικῶν προσθετέον, εἶτ’
5. ἐφεξῆς πλέον, εἶτ’ ἄλλο πάλιν ἐκείνου γενναιότερον, ὡς κατὰ
6. βραχὺ τὴν σύνθεσιν ἐπὶ τὸ μέσον ῥυπτικὸν ἀφικέσθαι καὶ
7. κατὰ τὸν αὐτὸν αὖθις τρόπον τὸ τούτου τὸ διαφορητικώτερόν
8. τε καὶ ῥυπτικώτερον, εἶθ’ οὕτως ἐπὶ τὸ σφοδρότατον,
9. ὅταν ἐπιπλεῖον οἷον σκιῤῥώδης τις διάθεσις ἐν τοῖς φωνητικοῖς
10. ὀργάνοις παραμένῃ. τῆς μὲν οὖν πρώτης τάξεώς ἐστι
11. τραγάκανθα καὶ κόμμι καὶ Σάμιος ἀστὴρ, ἄμυλός τε καὶ
12. τὸ διὰ χόνδρου καὶ τράγου καλῶς ἑψηθέντων ῥόφημα. καὶ
13. γάλα δὲ ἐπιτήδειον αὐτοῖς ἐστι καὶ ἴτριον καὶ ὠὰ ῥοφούμενα
14. καὶ οὓς νῦν ἅπαντες Ἕλληνες ὀνομάζουσι στροβίλους, τὸ πάλαι
15. δὲ παρὰ τοῖς Ἀττικοῖς ἐκαλοῦντο κῶνοι. καὶ τὰ σήσαμα
16. δὲ ἐκ τούτου τοῦ γένους ἐστίν. ἐφεξῆς δὲ τούτων ὑπάρχει
17. τὸ καλούμενον βούτυρον· εἰ δέ σοι φίλον ἀρσενικῶς ὀνομάζειν 
1. βούτυρος· ἀφέψημά τε γλυκείας ῥίζης εἰς πάχος ἠγμένον
2. Ἀττικοῦ μέλιτος ὑγροῦ. τὴν μέντοι γλυκεῖαν ῥίζαν, ἣν
3. γλυκύῤῥιζαν ὀνομάζουσιν, ἄμεινον ἐν τῷ πρώτῳ καιρῷ καθεψήσαντας,
4. ὡς ἔφην, ἐν ὕδατι μῖξαι τὸ ἀφέψημα τῷ ἐκ
5. τοῦ γλεύκους γεγονότι σιραίῳ, καλουμένῳ δ’ ὑφ’ ἡμῶν
6. τῶν κατὰ τὴν Ἀσίαν ἡμετέραν ἑψήματι. μιγνύναι δὲ τοῦτο
7. καὶ γλυκεῖ Κρητικῷ, καὶ πάλιν δὲ ἕψειν μετὰ τὴν μίξιν, ἐάν
8. τε ἑψήματι τύχῃ μιχθὲν, ἐάν τε τῷ Κρητικῷ γλυκεῖ. ταῦτα
9. μὲν οὖν ἐπὶ ταῖς φλεγμονώδεσι διαθέσεσιν κατά τε τὴν ἀρτηρίαν
10. τε καὶ τὸν λάρυγγα χρήσιμα κατ’ ἀρχάς ἐστιν, ἄχρις
11. ἂν ἡ φλεγμονὴ μετρία γένηται. καὶ πρὸ πάντων οἴνου πόσεως
12. ἀπεχέσθω κατὰ τὸν καιρὸν τοῦτον. ὅταν δὲ μετριώτερα
13. γένηται τὰ τῆς φλεγμονῆς, τὸν γλυκὺν Θηραῖον ἢ τὸν
14. Σκυβελίτην ἔξεστι πίνειν ἢ τὸν ἐξ ἡμετέρας Ἀσίας, μάλιστα
15. μὲν Καρύϊνον, ἐφεξῆς δὲ τὸν Θηραῖον ὀνομαζόμενον, εἶτα
16. καὶ τὸν γλυκὺν Τμωλίτην, ἐν ᾧ καιρῷ καὶ τὸ βούτυρον ἐπιτήδειόν
17. ἐστι καὶ τὸ διὰ τῶν ἀμυγδάλων ῥόφημα καὶ τὸ διὰ
18. γάλακτος καὶ μέλιτος ἑψηθέντων ἐπιπλέον ἐπεμβληθέντος
19. ἀμύλου. κᾂν ἄμυλον δὲ μὴ παρείη, τῆς ὀνομαζομένης παρὰ
1. Ῥωμαίοις σιλίγνεως ἐμβαλλομένης. εὔδηλον δ’ ὅτι κατὰ τὴν
2. αὐτὴν δίαιταν ἡ μὲν φλεγμονὴ παύεται τῶν κατὰ τὸν λάρυγγα
3. καὶ τὴν ἀρτηρίαν ὑμένων τε καὶ μυῶν, ὑγρότης δὲ
4. καταλείπεται πολλὴ, ἥτις ἀδύνατός ἐστι λαμπρὰν ἀποφῆναι
5. τὴν φωνήν. μετέρχεσθαι δὲ τηνικαῦτα προσήκει τῶν ἐδεσμάτων
6. ἐπὶ τὰ διὰ μέλιτος ἑψημένα πάντα, καὶ μέντοι καὶ
7. κυάμινον ἔτνος καὶ πτισάνην καὶ κράμβην καὶ τὰ καλῶς
8. ἑψημένα πράσα. φαρμάκων δὲ χρῆσις ἐπιτήδειός ἐστι καθ’
9. ὃν μὲν χρόνον ἤτοι τὰ τῆς φλεγμονῆς ἢ τῆς τραχύτητος ἐπικρατεῖ,
10. τὰ ὑπὸ τὴν γλῶτταν λαμβανόμενα, περὶ ὧν τῆς συνθέσεως
11. ἐρῶ. μετὰ δὲ ταῦτα ῥυπτικώτερα τούτων καὶ ξηραντικώτερα,
12. κᾄπειτα τούτων αὖθις αὐτῶν ῥυπτικώτερά τε
13. καὶ ξηραντικώτερα, μέχρις ἂν ἐπὶ τὰ δριμύτητος ἔχοντά τι
14. παραγενώμεθα καὶ τούτων αὐτῶν ἀπὸ τῶν μετριωτέρων ἀρξάμενοι,
15. πρὸς τὰ σφοδρότερα κατὰ βραχὺ μεταβαίνωμεν. τὰ
16. μὲν οὖν ἐκ τῆς διαίτης ὁποῖον ἂν ἕξει τὸν τύπον ἔμπροσθεν
17. εἴρηται, καθάπερ γε καὶ ἡ τῶν ἁπλῶν φαρμάκων ἰδέα·
18. τὰ δὲ ἐξ αὐτῶν σύνθετα φάρμακα πολυειδῶς ἔγραψαν ἄλλοι
1. κατ’ ἄλλας συμμετρίας. καὶ οἷς μὲν ἤρκεσεν ἐκ τριῶν ἢ τεττάρων
2. ἁπλῶς συντεθὲν φάρμακον, ἔνιοι δὲ εἰς ἀριθμὸν ἐξέτειναν
3. πλείονα, καὶ τινὲς μὲν, ὡς εἴρηται, τῆς μαλακωτάτης
4. τε καὶ παρηγορικωτάτης ὕλης ἐποιήσαντο τὴν σύνθεσιν τῶν
5. ἀρτηριακῶν δυνάμεων, ἔνιοι δὲ ἔμπαλιν τούτοις δριμείας καὶ
6. θερμῆς καὶ ῥυπτικῆς καὶ ξηραινούσης ἱκανῶς, εἰσὶ δ’ οἳ καὶ
7. τρίτον εἶδος, ὃ μέσον ἀμφοῖν ἐστι· καὶ μετὰ τούτους ἄλλοι
8. μὲν ἐν τῷ μεταξὺ τοῦ μέσου τε καὶ μαλακωτάτου, ἄλλοι
9. δὲ ἐν τῷ μεταξὺ τοῦ τε δριμυτάτου καὶ τοῦ μέσου· καὶ κατὰ
10. ταὐτὰ πάλιν αὐτὰ τινὲς μὲν μᾶλλον, τινὲς δὲ ἧττον ἀποχωρήσαντες
11. τῶν μέσων τῇ δυνάμει φαρμάκων, διαφόρους
12. ἐποιήσαντο τὰς συνθέσεις. τούτοις ἅπασιν ὀρθῶς χρήσεται
13. μόνος ὁ τὴν δύναμιν ἑκάστου τῶν ἁπλῶν ἐπιστάμενος, αὐτὸς
14. γὰρ γνώσεται καὶ τὴν τάξιν τοῦ φαρμάκου κατὰ ποίαν
15. ἀπόστασίν ἐστι τῶν μέσων. ἔγραψαν μὲν οὖν καὶ οἱ πρὸ
16. Μαντίου τε καὶ Ἡρακλείδου φάρμακα τοιαῦτα καὶ οἱ μετὰ
17. αὐτούς. πολὺ δὲ βελτίω τοῖς εἰρημένοις ἀνδράσιν ἢ αὐτοῖς
18. συντιθεῖσιν ἢ παρ’ ἑτέρων λαβοῦσι γέγραπται διὰ τῶν συγγραμμάτων
1. ἃ κατέλιπον ἡμῖν, αὔξοντες τὸ φαρμακευτικὸν
2. μέρος τῆς τέχνης. ἐν δὲ τῷ χρόνῳ καὶ ταῦτα καὶ τὰ πρόσθεν
3. ἀκριβῆ καὶ μακρὰν πεῖραν παρασχόντα τοῖς ἀνδράσιν
4. ἐξείλεκται καὶ ἤθροισται, περὶ ὧν πολλάκις ἐν τῇδε τῇ πραγματείᾳ
5. τὸν λόγον ἐποιησάμην. οὗτοι δ’ εἰσὶν οἱ περὶ τὸν
6. Ἀσκληπιάδην καὶ Μούσαν καὶ Ἀνδρόμαχον καὶ Ἥραν καὶ
7. Κρίτωνα καὶ Μενεκράτην. πολλὰ δὲ καὶ ἄλλα φάρμακα καὶ
8. οἱ περὶ τὸν Ἀρχιγένη καὶ Φίλιππον ἔγραψαν, ὡς μηδενὸς
9. ἡμᾶς ἔτι δεῖσθαι τῶν ἀνωτέρω, τούτοις γὰρ, ὡς εἶπον, ὅσα
10. τοῖς πρεσβυτέροις εὕρηται, κάλλιστα γέγραπται πάντα.

Cliquer un n° de page pour en afficher l’image