11.
12. Πλείστας ἀρτηριακὰς δυνάμεις ἔγραψεν ὁ Ἀνδρόμαχος,
13. ὡς ἔχειν ἀπὸ τῶν ἀσθενεστάτων ἐπὶ τὰ σφοδρότατα
14. διὰ τῶν ἐν μέσῳ κατὰ βραχὺ προϊέναι τὸν γνωρίζειν αὐτῶν
15. τὴν διαφορὰν δυνάμενον. αὐτὸς γὰρ ὁ Ἀνδρόμαχος ἀδιοριστότερον
16. ἔγραψεν αὐτὰς, ἀλλ’ ἐγὼ προσθήσω τοὺς διορισμοὺς,
17. ἀναμιμνήσκων ὧν ἄρτι προεῖπον. ὅτι δὲ τὸν μέλλοντα
18. τοῖς λεγομένοις ἀκολουθήσειν ἄξιον προγεγυμνάσθαι κατὰ
1. τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν εἴρηταί μοι πολλάκις.
2. ἄνευ γὰρ τοῦ γινώσκειν ἑκάστου τῶν ἁπλῶν τὴν δύναμιν
3. ἀκριβῶς καὶ διωρισμένως, οὐχ οἷόν τε γνῶναι τὸ σύνθετον,
4. ἐκ ποίας ἐστὶ τάξεως τῶν ὁμογενῶν, πότερον ἐκ τῆς
5. μαλακωτάτης ἢ τῆς σφοδροτάτης ἢ τῆς μέσης ἤ τινος τῶν
6. μεταξὺ ταύτης ἢ καὶ τῶν ἄλλων.
7. Πρώτην μὲν οὖν ἔγραψε δύναμιν ἀρτηριακὴν οὐ μετὰ
8. πολὺ τῆς ἀρχῆς τῆς βίβλου, καθ’ ἣν τῶν ἐντὸς τοῦ σώματος
9. γινομένων παθῶν ποιεῖται τὴν θεραπείαν, ὡδί πως αὐτοῖς
10. ὀνόμασιν. ἀρτηριακὴ ᾗ χρῶμαι. ♃ λιβάνου 𐅻 α΄. ἐν
11. ἄλλῳ δ΄. σμύρνης 𐅻 α΄. ἐν ἄλλῳ δ΄. κρόκου 𐅻 α΄. ἐν ἄλλῳ
12. δ΄. σκίλλης 𐅻 β΄. γλυκέος Κρητικοῦ 𐆅 γ΄. ἡ σκίλλα ἐνέψεται
13. τῷ γλυκεῖ, ἕως συστραφῇ, εἶτα ἡ μὲν σκίλλα ῥίπτεται,
14. ἐπιπάσσεται δὲ τὰ λοιπά. τοῦτο τὸ φάρμακον εἰ μὴ τὴν
15. σκίλλαν εἶχεν, ἦν ἂν τῶν ἀκριβῶς μαλακωτάτων, εἰς
16. τρεῖς ξέστας τοῦ Κρητικοῦ γλυκέος, ἐλαχίστου λιβάνου καὶ
17. σμύρνης καὶ κρόκου βαλλομένων, ὡς ὀλίγου δεῖν ὅλον ὑπάρχειν
18. αὐτὸ γλυκὺ Κρητικόν. εὔδηλον δ’ ὅτι τὸ καλούμενον
1. ὑπ’ αὐτῶν ἐκλεικτὸν φάρμακον γίνεται. καλοῦσι δ’ αὐτὰ καὶ
2. Ἀττικῶς ἐκλεικτὰς δυνάμεις.
3. Ἐφεξῆς δὲ τῇ προγεγραμμένῃ δυνάμει δευτέραν ἔγραψεν
4. ὁ Ἀνδρόμαχος οὕτως. ἀρτηριακὴ ἡ διὰ κωδυῶν. κωδύαι
5. χλωραὶ χίλιαι διακόσιαι, μέλιτος Ἀττικοῦ 𐆃 δ΄. κρόκου
6. Κιλικίου δραχμαὶ δ΄. οἱ δὲ 𐅻 ι΄. ὑποκυστίδος χυλοῦ
7. δραχμαὶ ι΄. ἀκακίας δραχμαὶ ι΄. ὕδωρ ὄμβριον εἰς τὰς κωδύας.
8. ὕδωρ μὲν οὖν ὄμβριον βάλλεται, ὅπως ἀσηπτότερον
9. εἴη τὸ φάρμακον. ἔχει δὲ δηλονότι στυπτικὸν ἐν αὑτῷ τι
10. τὸ ὕδωρ τοῦτο. σκοπὸς δέ ἐστιν ἐν τῷ προκειμένῳ φαρμάκῳ
11. πέψαι τὴν κατὰ τὴν ἀρτηρίαν διάθεσιν, ἥτις ἂν ᾖ
12. δι’ ὕπνου καὶ τῶν πεπτικῶν ἅμα στύψει μὴ πολλῇ. τὸ μὲν
13. οὖν ἁπλοῦν φάρμακον διὰ τῶν κωδυῶν, ὡς ἐγὼ ποιεῖν εἴωθα,
14. κωδύας ἔχει μόνας ἐνιεμένας ὕδατι, κᾀπειδὰν τακηραὶ γένωνται,
15. αὐτὰς μὲν ἐκβάλλομεν, τὸ δὲ ὕδωρ αὐτῶν μίγνυμεν
16. Ἀττικῷ μέλιτι μόνῳ, κᾄπειτα μέχρι συστάσεως ἐκλεικτοῦ
17. φαρμάκου τῆς ἑψήσεως γινομένης. τὸ δὲ πόσον ὕδατος πόσῳ
1. μέλιτι χρὴ μιγνύειν ἐν ταῖς τῶν τοιούτων φαρμάκων σκευασίαις,
2. ἐν τοῖς ἑξῆς ἐρῶ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα προγραφὴν
3. ποιήσομαι τοιαύτην, ἡ διὰ τῶν κωδυῶν.
4. Τρίτην δύναμιν ἔγραψεν ἐπὶ ταῖς εἰρημέναις ὁ Ἀνδρόμαχος
5. τήνδε. ἀρτηριακὴ ἡ Βλάστου, ᾗ χρῶμαι πρὸς φθισικευομένους
6. καλὴ λίαν. ♃ νάρδου Κελτικῆς 𐅻 δ΄. ἀμώμου
7. δραχμὰς η΄. κινναμώμου 𐅻 ι΄. μαλαβάθρου δραχμὰς δ΄. νάρδου
8. Ἰνδικῆς δραχμὰς γ΄. σχοίνου ἄνθους 𐅻 β΄. κασσίας 𐅻 η΄.
9. λιβάνου δραχμὰς γ΄. σμύρνης 𐅻 α΄. κόστου δραχμὰς δ΄. μάγματος
10. μαλαβάθρου 𐅻 στ΄. γλυκυῤῥίζης χυλοῦ δραχμὰς γ΄.
11. μανδραγόρου χυλοῦ δραχμὰς ε΄. μαστίχης Χίας 𐅻 γ΄. κρόκου
12. δραχμὰς στ΄. φοίνικας ἐν οἰνομέλιτι ἑψήσας ἢ προτρόπῳ,
13. εἶτα εἰς τὸ ἀφέψημα βάλε στροβίλους κ΄. καὶ λέαινε,
14. εἶτα τοῦ φαρμάκου, ὡς καρύου Ποντικοῦ, ἢ μικρῷ ἔλασσον,
15. ἐπί τινας ἡμέρας τούτῳ χρῶ, εἶτα ἀκεραίῳ τῷ φαρμάκῳ.
16. εἶτα ἐπὶ δύο ἢ τρεῖς ἡμέρας χρήσῃ τῇ δι’ ἀλόης ἱερᾷ, κοχλιαρίου
17. τὸ πλῆθος σὺν ὕδατι ἐπὶ μίαν ἡμέραν. χρῶ δὲ τῷ
18. φαρμάκῳ καὶ σὺν γάλακτι ἐπὶ τῶν τὴν ἀρτηρίαν πασχόντων,
1. ἀναγαργαρίζεσθαι κελεύων καὶ πάλιν διαλιπὼν, χρῶ τῷ
2. ἀνωδύνῳ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ὅταν δὲ ἰσχυρὸς ὁ
3. ῥευματισμὸς ᾖ, προσμίγνυμεν τῇ ἀντιδότῳ ὀπίου καὶ καστορίου,
4. ὀλίγον ἑκατέρου, ἐπὶ δὲ τῶν κακοστομάχων αὐτὰ φυλαττόμεθα.
5. εὔδηλον οὖν ἐξ αὐτῆς τῆς χρήσεως, ἃ γέγραφεν
6. ὁ Ἀνδρόμαχος ἐπὶ τῶν ῥευματιζομένων τὰ περὶ τὸν θώρακα
7. καὶ πνεύμονα καὶ ἀρτηρίαν ἐπιτηδείως τῆς προγεγραμμένης
8. δυνάμεως συγκειμένης. ἔφη γὰρ αὐτὸς, ὅταν ᾖ ἰσχυρὸς
9. ὁ ῥευματισμὸς, προσμίγνυμεν τῇ ἀντιδότῳ ὀπίου καὶ καστορίου
10. ὀλίγον ἑκατέρου, δηλονότι ξηρᾶναι τὸ ῥεῦμα καὶ ὑγιεινὸν
11. ἐργάσασθαι προαιρούμενοι. ποικίλον δέ ἐστι καὶ πολυμίγματον,
12. ὡς πρὸς πάσας ἁρμόττειν τὰς διαθέσεις, ὅσαι
13. καὶ χρόνιαι καὶ κακοήθεις εἰσὶ καὶ δυσίατοι, κᾂν ἕλκος ᾖ
14. τι περὶ τὴν ἀρτηρίαν ἢ τὸν λάρυγγα, καὶ πολὺ μᾶλλον, ἐὰν
15. κατὰ τὸν πνεύμονα. τὰ γὰρ τοιαῦτα τῶν ἰσχυρῶν οὕτω
16. δεῖται φαρμάκων, ὡς ἐπὶ πλείονα χρόνον ἐξαρκέσαι δυνηθῶσιν
17. οἱ τὴν φθινώδη διάθεσιν ἔχοντες. ὅταν γὰρ ἐπιλάβωνται
18. χωρίου ξηροῦ καὶ διαίτῃ προσηκούσῃ καὶ φαρμάκοις
1. χρώμενοι διατελῶσιν, ἐπιπλεῖστον ἀντέχουσί τε κατὰ τὰς συνήθεις
2. πράξεις ἐργαζόμενοι μετρίως. αὐτὴν οὖν τὴν δύναμιν
3. οὐκ ἠξίουν ἀναμεμίχθαι ταῖς ἰδίως ὀνομαζομέναις
4. ἀρτηριακαῖς.
5. Τετάρτην ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψε δύναμιν
6. ὁ Ἀνδρόμαχος ὡδί πως, ἑτέρα τοῦ αὐτοῦ. λέγει δὲ
7. δηλονότι τοῦ Βλάστου, περὶ οὗ κατὰ τὴν ἔμπροσθεν ἀρτηριακὴν
8. ἐγεγράφει· ἀρτηριακὴ Βλάστου ᾗ χρῶμαι. τὴν σύνθεσιν
9. δὲ αὐτῆς τοιαύτην ποιεῖται. ♃ ἀλόης· γο β΄. κρόκου
10. γο α΄. μαστίχης γο α΄. πρόδηλον οὖν ὅτι τὸ φάρμακον τοῦτο
11. τῶν ἰδίως ὀνομαζομένων ἐκκοπρωτικῶν ἐστι, μετὰ τοῦ πεττικὸν
12. ἔχειν τι διὰ τὸν κρόκον. ὅταν δ’ οὕτως εἴπω πεττικὸν,
13. ἀκούειν χρὴ τῆς διαθέσεως ἧς ἕνεκα προσάγεται.
14. Πέμπτην δὲ ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ
15. Ἀνδρόμαχος τήνδε. ἀνώδυνος τοῦ αὐτοῦ. ♃ ὀπίου γο γ΄.
16. κρόκου γο α΄. σμύρνης γο β΄. ἀκακίας γο S". γλυκείας χυλοῦ
17. 𐅻 δ΄. σὺν μέλιτι. ταῦτα μὲν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ οὐ
18. πάνυ τι προσίεμαι τὴν τοιαύτην σύνθεσιν τῶν φαρμάκων,
1. μετὰ τοῦ μὴ δεδηλῶσθαι τὴν διάθεσιν, ἐφ’ ἧς αὐτῇ χρηστέον.
2. ἴσμεν γὰρ ἐπὶ τῶν ἀνωδύνων τὸν σκοπὸν τῆς συνθέσεως,
3. ὅταν ὕπνον ἐργάσασθαι βουληθῶμεν καὶ σφοδρὰν
4. ὀδύνην ναρκῶσαι. ἡ δὲ τῆς ἀκακίας μίξις ὡς πρὸς ἕλκος
5. ἐστὶν, ὥσπερ γε καὶ ὁ τῆς γλυκείας χυλὸς πρὸς τὸ πραῧναι
6. τὰ τετραχυμμένα. κρόκου δὲ μιγνύειν ἢ ὀπίου κατὰ τὰς ἀνωδύνους
7. τοῖς πλείστοις ἤρεσεν, ἐπειδὴ δοκεῖ καὶ αὐτοῖς ἱκανῶς
8. πέττειν ἁπάσας τὰς διαθέσεις.
9. Ἕκτην ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψε δύναμιν ὁ
10. Ἀνδρόμαχος τοιάνδε. ἀρτηριακὴ τοῦ αὐτοῦ. ♃ λιβάνου γο α΄.
11. γλυκείας χυλοῦ γο α΄. σμύρνης δραχμὰς δ΄. τραγακάνθης
12. δραχμὰς στ΄. νάρδου 𐅻 α΄. ἀμώμου δραχμὰς δ΄. κρόκου 𐅻 δ΄.
13. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. καὶ αὕτη δέ ἐστι δήλη πρὸς
14. τὰς αὐτὰς διαθέσεις τῶν ἀναπνευστικῶν συντιθεμένη διά τε
15. τῶν πεπτικῶν καὶ παρηγορικῶν καὶ στυφόντων καὶ ῥυπτόντων.
16. ὁ μὲν γὰρ λίβανος καὶ ἡ σμύρνα καὶ ὁ κρόκος τῶν
17. πεττόντων τὰς διαθέσεις εἰσίν. ὁ δὲ τῆς γλυκείας χυλὸς τῶν
18. ἐκλεαινόντων τὰς τραχύτητας, ὥσπερ γε καὶ ἡ τραγάκανθα.
1. τὸ δὲ ἄμωμον ἰσχυρῶς ξηραίνει μετὰ τοῦ καὶ βραχὺ στυπτικὸν
2. ἔχειν. τὸ δὲ μέλι τῆς τῶν θερμαινόντων ἐστὶ καὶ
3. ῥυπτόντων δυνάμεως.
4. Ἑβδόμην ἐπὶ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος
5. ἔγραψεν, ἐκ τῶν πολλῶν πάνυ συγκειμένην φαρμάκων, ἁπάσας
6. σχεδόν τι τὰς δυνάμεις ἐχόντων. καὶ γὰρ στύφοντα καὶ
7. δάκνοντα καὶ λεπτύνοντα καὶ παρηγοροῦντα καὶ ἐκλεαίνοντα
8. καὶ ὑπνωτικὸν καὶ διαφορητικὸν καὶ ῥυπτικὸν περιέχεται
9. κατ’ αὐτὴν, ἐφ’ ὧν ἁπασῶν τῶν πολυμιγμάτων δυνάμεων
10. ὧν εἴρηταί μοι καὶ πρόσθεν ὁ λόγος κοινὸς, ὡς ἐξ ἁπάντων
11. τις εἰ βουληθῇ συνθεῖναί τι τῶν φαρμάκων, ἐλπίδι τοῦ
12. ποιήσειν ἓν φάρμακον πρὸς ἁπάσας τὰς ὁμογενεῖς διαθέσεις.
13. ἐξ αὐτῶν τινὰ μὲν εὑρέθη τῇ πείρᾳ μοχθηρὰ καὶ παρεώσθη,
14. τινὰ δὲ εὐτύχησε κατὰ τὸν τοῦ συνθέντος ἀποβῆναι στοχασμόν.
15. ἔγραψε δὲ καὶ τὴν σκευασίαν αὐτῆς ὁ Ἀνδρόμαχος,
16. οὐ πάνυ τι τοῦτο πράττειν εἰωθώς. ὃ δὲ φαρμάκων δυνάμεις
17. ἐχόντων ἃς εἴρηκα σύγκειται, κάλλιον μέν ἐστι μεμνῆσθαι
1. τοὺς ὁμιλήσαντας τοῖσδε τοῖς γράμμασιν. εἰ δὲ καὶ μὴ
2. πρόχειρον ἔχοιεν τὴν μνήμην, ἀλλὰ κατά τε τὸν χρόνον αὐτὸν
3. τοῦτον, ἐν ᾧ τὰ τοιαῦτα φάρμακα μανθάνουσιν, ἀναγνώτωσαν
4. ἐπιμελῶς τὸ ἕκτον καὶ τὸ ζ΄ καὶ τὸ η΄ περὶ τῆς
5. τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἐν ἐκείνοις γὰρ ἅπασαν
6. ἔγραψα τὴν ὕλην τῶν φαρμάκων, ὅσα ῥίζαι καὶ φύλλα καὶ
7. ἄνθη καὶ σπέρματα καὶ καρποὶ καὶ ὀποὶ καὶ χυλοὶ τῶν ἐκ
8. τῆς γῆς φυομένων εἰσὶν ἢ ἁπάντων φυτῶν. ὁπότ’ οὖν ἀκήκοας
9. ταῦτα, πρόσχες ἤδη τὸν νοῦν οἷς ἔγραψε περὶ τοῦ
10. φαρμάκου τούτου ὁ Ἀνδρόμαχος. ἀρτηριακὴ ᾗ χρῶμαι.
11. πτέρεως ῥίζαι ὡς ἁδρόταται πλύνονται, ἕως λίαν καθαρώταται
12. γένωνται καὶ πᾶν γεῶδες ἀφῶσιν, εἶτα ψύχονται ἡμέραν
13. μίαν καὶ κατατέμνονται εἰς τριδάκτυλα καὶ καταθραύονται.
14. ἐκ τούτων λίτραι ι΄. καὶ βάλλονται εἰς χύτραν ἐγκεκαινισμένην
15. καὶ ὕδατος γλυκέος ξέστεις ι΄. καὶ ἕψεται ἕως ἂν
16. λειφθῶσιν ξέστεις ε΄. καὶ ἐκθλίβονται καὶ τὸ μὲν ὑγρὸν εἰς
17. δίπλωμα βάλλεται, τὰ δ’ ἀρώματα ἁδρομερῆ. ♃ νάρδου Ἰνδικῆς
18. δραχμὰς δ΄. κινναμώμου 𐅻 στ΄. γλυκείας ῥίζης δραχμὰς
1. στ΄. κακίας 𐅻 δ΄. ῥήου Ποντικοῦ δραχμὰς δ΄. βαλαυστίου
2. 𐅻 στ΄. ῥόδων ξηρῶν 𐅻 δ΄. οἱ δὲ δραχμὰς στ΄. ταῦτα
3. ἕψεται ὁμοίως εἰς τὸ ἥμισυ, εἶτα ἐκθλίβεται καὶ προσεμβάλλεται
4. τῷ ἀφεψήματι μέλιτος Ἀττικοῦ 𐆅 α΄. προαφεψημένου
5. καὶ συνεστραμμένου ἰδίᾳ ἐν διπλώματι, ἕως μὴ μολύνοι,
6. καὶ προσεμβάλλεται τερμινθίνης διαυγοῦς 𐅻 γ΄. χαλβάνης
7. δραχμὰς β΄. κρόκου δραχμὰς ε΄. ὑοσκυάμου χυλοῦ 𐅻 α΄. ὑποκυστίδος
8. χυλοῦ 𐅻 α΄. μανδραγόρου χυλοῦ τριώβολον, πεπέρεως
9. λευκοῦ δραχμὰς η΄.
10. Ὄγδοον ἐπὶ ταῖς προειρημέναις ἔγραψε, δηλώσας τῆς
11. δυνάμεως αὐτῆς τὸ κεφάλαιον, ὅπερ ἐχρῆν ἐπὶ πασῶν αὐτῶν
12. πεποιηκέναι. ἔχει δ’ οὕτω πως αὐτοῖς ὀνόμασιν. ἀρτηριακὴ
13. ἐπαινουμένη Μιθριδάτειος, πρὸς τὰ ἐν θώρακι συνηθροισμένα,
14. ὑποκαθαίρει καὶ ἀπολεαίνει. ♃ ἐρυσίμου πεφωγμένου
15. 𐅻 κ΄. ἔν τισι δὲ τῶν ἀντιγράφων ἐρεγμοῦ γέγραπται· ῥυπτικῆς
16. δέ ἐστιν ἄμφω δυνάμεως, λινοσπέρματος πεφωγμένου
17. 𐅻 κ΄. καὶ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, στροβίλου δραχμὰς
18. η΄. ἐκλεαίνει δηλονότι τοῦτο, σταφίδος ἐκγεγιγαρτισμένης
1. δραχμὰς δ΄. καὶ αὕτη τῷ μὲν βραχύ τι παραστύφειν
2. καὶ ἅμα τροφή τις εἶναι χρηστὴ τῷ σώματι μέμικται προσηκόντως.
3. ἔχει δὲ καὶ τὴν τοῦ γλυκέος δύναμιν, οἵαν εἰρήκαμεν
4. ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως·
5. κρόκου ὀβολοὺς δύο. ἐλάχιστον δηλονότι βέβληκε
6. τοῦ κρόκου ὁ συνθεὶς τὸ φάρμακον, ἐγγύς τε τοῦ
7. μηδὲν εἶναι πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. εἰρήκαμεν δὲ
8. ὅτι πεττικῆς ὁ κρόκος ἐστὶ δυνάμεως μετὰ τοῦ καὶ στύφειν.
9. εἴρηται δ’, ὅτι καὶ ἡ στύψις συνάγει καὶ σφίγγει καὶ τονοῖ
10. τὰ σώματα. βέβληκε δὲ καὶ κοτύλης μέλιτος τέταρτον, ἀποχωρήσας
11. τοῦ τε γλυκέος οἴνου καὶ τοῦ ἑψήματος, ἀποκαθαίρειν
12. γὰρ τὸ σκευαζόμενον φάρμακον βούλεται, καθότι
13. προεῖπε τὰ ἐν θώρακι. ἐν δὲ τοῖς τοιούτοις φαρμάκοις τὰ
14. παχύχυμα κωλύει τὴν ἀνακάθαρσιν. ἔμιξε δὲ τούτοις τραγακάνθης
15. δραχμὰς δ΄. ἐκλεαίνοντος φαρμάκου τὰ τραχυνθέντα.
16. προεῖπον δ’ ὅτι βούλεται τὸ προκείμενον φάρμακον
17. ἀποκαθαίρειν τε καὶ ἐκλεαίνειν τὰ κατὰ τὸν θώρακα ὁ μὲν
18. γὰρ σκοπός ἐστιν ἐν τοῖς τοιούτοις λεπτῦναι καὶ ἀποῤῥύψαι
1. καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτήδεια ποιῆσαι τὰ κατὰ
2. τὸν θώρακα. τῆς δ’ ἀνωδυνίας ἕνεκα καὶ τοῦ μὴ πάνυ τι
3. βήττειν τραχυνθέντα τὰ μόρια προστίθενται τὰ ἐκλεαίνοντα.
4. μέγιστον δὲ τοῦτ’ ἔστι καὶ διὰ παντὸς χρὴ μεμνῆσθαι αὐτοῦ
5. τοῦ πολλάκις ἕνα σκοπὸν ἔχειν, δι’ ὃν συντίθεται τὸ
6. φάρμακον. ἕνεκα δὲ τοῦ μὴ λυπεῖν αὐτὸ κατὰ μηδένα τρόπον,
7. ἑκάτερα μίγνυται τὸν πρῶτον σκοπὸν τῆς ὠφελείας
8. οὐκ ἔχοντα.
9. Ἐνάτην ἀρτηριακὴν ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψεν
10. ὁ Ἀνδρόμαχος ὡδί πως κατὰ λέξιν. ἀρτηριακὴ ἡ Μαρίνου.
11. ♃ κρόκου γο α΄. κόμμεως γο β΄. τραγακάνθης γο α΄.
12. μέλιτος Ἀττικοῦ 𐆅 α΄. ἕψε ἕως ἀποσταζόμενον μὴ μολύνοι.
13. τοῦτο τὸ φάρμακον τῶν μέσων ἐστὶ κατὰ τὴν δύναμιν. ἦν
14. δ’ ἂν ἀκριβῶς παρηγορικόν τε καὶ ἀνώδυνον, εἰ μήπω κρόκου
15. εἶχεν μήτε τοῦ μέλιτος τὸν 𐆅. ἀλλ’ ἀντ’ αὐτοῦ τὸν
16. Θηραῖον οἶνον τὸν Κρητικὸν ἢ τὸ ἐκ τοῦ γλεύκους ἑψηθέντος
17. γινόμενον, ὃ καλοῦμεν ἡμεῖς, ὡς ἔφην, ἕψημα,
18. παράκειται δὲ κατὰ τὴν λέξιν ἀκαίρως ἐπὶ τοῖς προειρημένοις
1. ἰσχυροῖς φαρμάκοις, ἃ καὶ τοῖς ἐμπυϊκοῖς καὶ τοῖς ὑπὸ
2. φθόης ἐχομένοις ἁρμόττει.
3. Δεκάτην ἐφεξῆς τῇ προγεγραμμένῃ μνημονεύει, μεταξὺ
4. τῆς ἀκριβῶς παρηγορικωτάτης καὶ τῆς μέσης, ὁποίαν ἔφην
5. εἶναι τὴν προγεγραμμένην. ἐκ κόμμεως γοῦν ταύτην καὶ γλυκέος
6. Κρητικοῦ καὶ ὕδατος συντίθησι μιγνὺς μέλιτι· τοῦ μὲν
7. κόμμεως ἐμβαλὼν γο η΄. τοῦ δὲ γλυκέος 𐆅 α΄. τοῦ δὲ μέλιτος
8. λίτραν α΄. λύειν κελεύων ὕδατι τὸ κόμμι, μὴ προσθεὶς
9. τὸ ποσόν. διὰ μὲν οὖν τὸ κόμμι καὶ τὸ γλυκὺ καὶ τὸ ὕδωρ
10. ὅλως οὐδὲν ἔχει ῥυπτικὸν, διὰ δὲ τὸ μέλι τοῦ παρηγορικωτάτου
11. καὶ ἐκλεαίνοντος ἀποκεχώρηκεν. ἴσμεν γὰρ ὅτι ῥυπτικόν
12. ἐστι τὸ μέλι. ἕψεσθαι δὲ δεῖν ἐπ’ ἀνθράκων εἷπεν
13. αὐτὸ, τουτέστιν ἐπὶ μαλακοῦ πυρὸς ἀκάπνου. κάλλιον δ’
14. ἄν ἐπεποιήκει καὶ περὶ τῶν ἄλλων ἁπασῶν ἀρτηριακῶν τοῦτο
15. προσγράψας. ἐγὼ γοῦν οὕτως αὐτὸ σκευάζω καὶ οὐδ’ ἐπ’
16. αὐτῶν ἀνθράκων ἔτι διακαιομένων ποιοῦμαι τὴν ἕψησιν, ἵνα
17. μηδὲ τὸ ἀπὸ τούτων ἀναφερόμενον καπνῶδες καὶ δριμὺ
18. προστρίψειε τῷ φαρμάκῳ δριμύτητας οὐκ ἀναγκαίας. τῆς
1. μὲν γὰρ τοῦ μέλιτος δριμύτητος ἀνεχόμεθα, καίτοι καὶ αὐτῆς
2. οὐκ οὔσης σφοδρὰς διὰ τὴν ἄλλην αὐτοῦ χρείαν, καπνοῦ
3. δὲ οὐδεμία χρεία. διαφευκτέον οὖν αὐτὴν εἰς ὅσον ἐνδέχεται
4. κατὰ πάντα τὰ τοιαῦτα φάρμακα, κάλλιον δὲ καὶ
5. ἐπὶ τῶν ἐμπλαστικῶν ἀκάπνοις χρῆσθαι τοῖς ξύλοις.
6. Ἑνδεκάτην δύναμιν ἔγραψεν οὕτως. ἀρτηριακὴ ἄλλη
7. καλή. ♃ κινναμώμου, λιβάνου ἀνὰ γο α΄. χυλοῦ γλυκείας
8. γο α΄. σμύρνης δραχμὰς δ΄. τραγακάνθης 𐅻 στ΄. νάρδου Ἰνδικῆς
9. 𐅻 δ΄. ἀμώμου δραχμὰς δ΄. κρόκου 𐅻 α΄. μέλι Ἀττικόν.
10. ἀληθῶς εἶπεν, καλὴν εἶναι τὴν ἀρτηριακὴν ταύτην, ἀλλ’ ἐνδεῖ
11. τῷ λόγῳ πρὸς τίνας διαθέσεις αὐτὴν εἶναί φησι καλήν.
12. εἴρηται γὰρ ἐν ἀρχῇ καὶ διὰ κραυγὴν καὶ διὰ κατάῤῥουν
13. κακοῦσθαι τὴν ἀρτηρίαν καὶ τῷ ἔχειν ἕλκος ἢ φλεγμονὴν
14. σκιῤῥουμένην. ἧς δὲ νῦν τὴν σκευασίαν οὕτως ἔγραψεν ὁ
15. Ἀνδρόμαχος καὶ πρὸς τοὺς φθόῃ κάμνοντας ἐπιτήδειόν ἐστι
16. φάρμακον καὶ πάσας ἁπλῶς τὰς ἐν θώρακι καὶ πνεύμονι
17. κεχρονισμένας διαθέσεις. ἡ γὰρ τοῦ κινναμώμου φύσις οὖσα
1. λεπτομερὴς καὶ ξηραντικὴ καὶ τὰς ἐσκιῤῥωμένας διαθέσεις
2. ἰᾶσθαι πέφυκεν. ἐφεξῆς δὲ αὐτῷ καὶ ἡ τοῦ ἀμώμου δύναμίς
3. ἐστι μετὰ τοῦ καὶ στυπτικὸν ἔχειν τι. διὰ δὲ τὴν τούτων
4. ἐνέργειαν οὖσαν σφοδρὰν εὐλόγως ἐμίχθη λιβανωτός τε
5. καὶ ὁ τῆς γλυκείας χυλὸς καὶ τραγακάνθης, πραΰνειν τὰ
6. τετραχυσμένα πεφυκότα φάρμακα. περὶ δὲ κρόκου καὶ σμύρνης
7. πολλάκις εἴπομεν, ὅτι πεττικὰ καὶ ξηραντικὰ μετρίως
8. τῶν τοιούτων διαθέσεών ἐστι.
9. Δωδεκάτην ἀρτηριακὴν ὁ Ἀνδρόμαχος ἔγραψεν οὕτως.
10. ἄλλη ἐκ τῶν Γάλλου πρὸς τὰ τῆς ἀρτηρίας πάθη καὶ ἕλκη
11. ἐν πνεύμονι καὶ πύου ἀναγωγὰς καὶ αἵματος καὶ τοὺς εἰς
12. θώρακα ῥευματισμοὺς καὶ πρὸς τὰ δυσάγωγα σφόδρα ἐνεργεῖ.
13. ♃ ῥητίνης τερμινθίνης 𐅻 δ΄. κρόκου Κιλικίου 𐅻 δ΄. λιβανωτοῦ
14. δραχμὰς δ΄. σμύρνης Τρωγλοδύτιδος 𐅻 δ΄. κινναμώμου
15. 𐅻 δ΄. ἀμώμου 𐅻 γ΄. στροβίλου 𐅻 δ΄. γλυκείας ῥίζης
16. ἐξηντερισμένης 𐅻 δ΄. νάρδου Συριακῆς 𐅻 β΄ S". κασσίας μελαίνης
17. 𐅻 β΄. τραγακάνθης 𐅻 γ΄. φοινίκων Συριακῶν τῆς
18. σαρκὸς 𐅻 γ΄. ἀστέρος Σαμίου 𐅻 δ΄. χαλβάνης καθαρᾶς
1. τετρώβολον, κόστου 𐅻 δ΄. ἐν ἄλλῳ 𐅻 α΄. μέλιτος Ἀττικοῦ
2. κοτύλας δ΄. ἕψεται ἐν διπλῷ τὸ μέλι τε καὶ ἡ ῥητίνη. ὅταν
3. δὲ ἄρχηται συστρέφεσθαι, χαλβάνη μίγνυται ἄχρις ἂν μὴ μολύνῃ,
4. εἶτα ψυγέντι λεῖα τὰ λοιπὰ μίγνυε καὶ οὕτω χρῶ. καλῶς
5. ἐποίησε ἐπὶ τούτου τοῦ φαρμάκου καὶ πρὸς τίνας
6. διαθέσεις ἁρμόττει γράψας καὶ πῶς αὐτὸ χρὴ σκευάζειν.
7. ἡ δὲ μέθοδος τῆς συνθέσεως ἐκ τῶν ἔμπροσθεν δήλη ἐστίν.
8. Τρισκαιδεκάτην ἀρτηριακὴν ὁ Ἀνδρόμαχος ἔγραψεν αὐτοῖς
9. ὀνόμασιν οὕτως. ἀρτηριακὴ ἡ Γάλλου. ἡ δ’ αὐτὴ καὶ
10. ἀντίδοτος πρὸς τὰ αὐτὰ ποιοῦσα. ♃ νάρδου Συριακῆς 𐅻 δ΄.
11. σμύρνης δραχμὰς δ΄. κρόκου 𐅻 δ΄. κόστου δραχμὰς δ΄. οἱ δὲ
12. 𐅻 α΄. πεπέρεως λευκοῦ κόκκους λ΄. γλυκείας ῥίζης 𐅻 α΄.
13. στροβίλους ρ΄. στύρακος 𐅻 α΄. τραγακάνθης 𐅻 α΄. κινναμώμου
14. 𐅻 α΄. ἀμώμου 𐅻 α΄. λιβάνου 𐅻 α΄. ὀβολοὺς δ΄. κασσίας
15. σύριγγος 𐅻 α΄. βαλαυστίου δραχμὰς γ΄. ὀβολοὺς γ΄. μέλιτος
16. Ἀττικοῦ ἢ γλυκέος Κρητικοῦ κοτύλας β΄. ὁ γλυκὺς
17. ἐν διπλῷ ἕψεται, ἕως ἂν μέλιτος σχῇ πάχος, εἶθ’ οὕτω καταχεῖται
18. κατὰ λείων τῶν ξηρῶν. ἡ δὲ τραγάκανθος καὶ ὁ
1. στύραξ πρὸ μιᾶς ἀποβρέχονται ἐν προτρόπῳ ἱκανῷ καὶ οὕτω
2. μίγνυται τοῖς λοιποῖς, εἶθ’ οὕτως ἀναιρεῖται εἰς πυξίδα ἀργυρᾶν
3. ἢ ὑελίνην. καλῶς ἐποίησεν καὶ ταύτην τὴν ἐπαγγελίαν
4. καὶ τὴν σκευασίαν εἰπών. ἐγὼ δὲ διὰ τοῦτο πάσας τὰς ὑπ’
5. αὐτοῦ γεγραμμένας ἀρτηριακὰς ἔγραψα, ὅπως μηδεὶς ἑτέρου
6. συγγραφέως δεηθῇ. πᾶν γὰρ εἶδος ἐν αὐταῖς ἐστι καὶ τῶν
7. μαλακῶν καὶ τῶν ἰσχυρῶν καὶ τῶν μέσων.
8. Τεσσαρεσκαιδεκάτη τῶν ἀρτηριακῶν ἐστι, περὶ ἧς οὕτω
9. γράφει. ἀρτηριακὴ ἡ ἐκ τῶν Ἀφρόδα, ἡ Μοσχίωνος. ἔστι
10. δ’ αὐτῆς ἡ δύναμις ὑπὲρ τὰς μέσας οὐκ ὀλίγον ἀποκεχωρηκυῖα
11. πρὸς ἰσχὺν, ἔχει γὰρ τμητικὸν καὶ λεπτυντικὸν
12. καὶ θερμαντικὸν ἀπὸ πολλῶν φαρμάκων οἷς μέμικται καί
13. τινα τῶν πραέων δι’ ἣν εἶπον αἰτίαν. ἡ δὲ σύνθεσις αὐτῆς
14. ἔστιν ἥδε. ♃ μίλτου Λημνίας, λιβάνου, σμύρνης, νάρδου, ἀμώμου,
15. κασσίας κιῤῥᾶς, κρόκου, Ἰλλυρίδος, σχοίνου ἄνθους ἀνὰ
16. 𐅻 β΄. κινναμώμου 𐅻 δ΄. ῥητίνης τερμινθίνης 𐅻 δ΄. ῥόδων
17. ἄνθους 𐅻 δ΄. ὀποβαλσάμου 𐅻 β΄. μέλιτος κοτύλην α΄. ἢ
1. γλυκέος Κρητικοῦ κοτύλης ἥμισυ τέταρτον, ἕψε τὸ ὑγρὸν
2. καὶ τὴν ῥητίνην, ἕως γένηται κιῤῥὰ, εἶτα τὰ λοιπὰ ἄρας
3. ἀπὸ τοῦ πυρὸς ἀπόδος καὶ συνανακόψας δίδου τοῖς περὶ
4. θώρακα καὶ ἀρτηρίαν ἡλίκον κύαμον Ἑλληνικὸν μεθ’ ὕδατος
5. κοτύλης τετάρτου. τοῖς δὲ λοιποῖς ἐκλεικτόν.
6. Πεντεκαιδεκάτην ἔγραψε δύναμιν ὡδί πως. ἀρτηριακὴ
7. πρὸς τραχυσμὸν βρόγχων καὶ φωνῶν ἀποκοπὴν καὶ ἀναφορικοὺς,
8. ᾗ χρῶμαι ἐκ τῶν Ἀπολλωνίου καὶ Ἀλκιμίωνος. ♃
9. τραγακάνθης 𐅻 στ΄. κόμμεως 𐅻 στ΄. λιβάνου 𐅻 α΄. ὀβολὸν
10. α΄. σμύρνης 𐅻 α΄. ὀβολοὺς β΄. κρόκου 𐅻 α΄. ὀβολοὺς δύο,
11. γλυκυῤῥίζης χυλοῦ 𐅻 α΄. ὀβολοὺς γ΄. ἢ τῆς ῥίζης 𐅻 α΄. S".
12. πεπέρεως λευκοῦ κόκκους κε΄. φοινικοβαλάνων λιπαρῶν τῆς
13. σαρκὸς 𐅻 γ΄. οἱ δὲ φοίνικας ε΄. ἢ τρεῖς, τὴν τραγάκανθαν
14. γλυκεῖ βρέχων καὶ λειώσας ἀναλάμβανε. τὰ δὲ ἄλλα λεῖα καὶ
15. καταπότια ποιῶν κυάμου μέγεθος, κέλευε ὑπὸ τὴν γλῶτταν
16. κρατεῖν. τὰς τοιαύτας δυνάμεις ὑπογλωττίδας ὀνομάζουσιν
17. οἱ ἰατροὶ καὶ κελεύουσι διαλυομένου τοῦ φαρμάκου παραδέχεσθαί
1. πως ἀτρέμα εἰς τὸν λάρυγγα τὸ ἀποῤῥέον ἀντέχοντας,
2. εἰ βὴξ κινοῖτο.
3. Ἡ δὲ ἑκκαιδεκάτη κατὰ λέξιν οὕτω γέγραπται. ἀρτηριακὴ
4. ἐκλεικτὸς πρὸς ἅπαντα τὰ ἐντὸς καὶ μάλιστα πρὸς
5. φθισικοὺς καὶ ἐμπυϊκοὺς καὶ πρὸς τοὺς ἀρχομένους ὕδρωπας
6. καὶ βῆχας παλαιὰς διδομένη δι’ ἡμέραν καὶ νύκτα πλῆθος
7. κοχλιαρίου. ♃ σκίλλης χυλοῦ ξέστας δ΄. γλυκέος Κρητικοῦ
8. 𐆅 γ΄. οἴνου Φαλερίνου ξέστας η΄. μέλιτος Ἀττικοῦ ξεστ. γ΄.
9. σμύρνης γο δ΄. κρόκου γο β΄. λιβάνου γο β΄. ἀριστολοχίας
10. δακτυλίδος μνᾶν α΄ S". γλυκυῤῥίζης μνᾶν α΄. ἠρυγγίου ῥίζης
11. γο β΄. κασσίας γο α΄. νάρδου Κελτικῆς γο α΄. ξυλοβαλσάμου
12. γο η΄. τὴν ἀριστολοχίαν καὶ τὸ ἠρύγγιον καὶ τὴν γλυκύῤῥιζαν
13. καὶ ξυλοβάλσαμον καὶ κασσίαν καὶ νάρδον
14. κόψας ἁδρομερῆ, ἔμβρεχε εἰς τοὺς τοῦ οἴνου ξέστας η΄. ἐπὶ
15. ἡμέρας γ΄. εἶτα ἐπὶ μαλακοῦ πυρὸς ἕψε, ἕως λειφθῇ τὸ τρίτον
16. μέρος, καὶ οὕτως ἐκθλίψας καὶ σκύβαλον ῥίψας προσαπόδος
17. τὸ γλυκὺ καὶ τὸ μέλι καὶ τὸν χυλὸν τῆς σκίλλης
18. καὶ ἕψε ἕως μέλιτος σχῇ πάχος. τὸν δὲ κρόκον καὶ λίβανον
1. καὶ σμύρνην ἑξῆς λεῖα σὺν οἴνῳ καὶ οὕτως εὖ ἔχοντος τοῦ
2. φαρμάκου προσαπόδος, καὶ ἐπ’ ὀλίγον τήξας ἆρον ἀπὸ τοῦ
3. πυρὸς καὶ οὕτως ἀποθέμενος χρῶ. καλῶς ἐποίησε καὶ περὶ
4. αὐτῆς γράψας ὁ Ἀνδρόμαχος τήν τε ἐπαγγελίαν καὶ τὴν
5. σκευασίαν.
6. Ἑπτακαιδεκάτη δύναμις ὑπ’ αὐτοῦ γέγραπται τοιάδε.
7. ἀρτηριακὴ ἄλλη, ὡς Ἡρακλείδης Ταραντῖνος. ♃ σκίλλης χυλοῦ
8. ξέστας γ΄. γλυκέος Κρητικοῦ ξε. γ΄. οἴνου Φαλερίνου
9. ξέστας γ΄. μέλιτος Ἀττικοῦ κοτύλην α΄. κρόκου γο δ΄. οἱ δὲ
10. γο β΄. σμύρνης γο γ΄. τραγακάνθης γο α΄. γλυκείας χυλοῦ
11. γο β΄. λιβάνου γο α΄. ὀποβαλσάμου γο στ΄. σκευάσας χρῶ.
12. περὶ ταύτης τῆς δυνάμεως οὔτε τὴν ἐπαγγελίαν οὔτε τὴν
13. σκευασίαν ἔγραψεν, ὡς ἤδη νοεῖν δυναμένων τῶν ἀναγινωσκόντων
14. τὴν γνώμην αὐτοῦ. ἐν μὲν γὰρ τῷ εἰπεῖν, ἄλλη
15. ἀρτηριακὴ, παραπλησίαν τὴν ἐπαγγελίαν αὐτῆς ἡμᾶς νοεῖν
16. προσήκει τῇ γεγραμμένῃ, τὴν δὲ σκευασίαν ἐκ τῶν ἔμπροσθεν
17. λογίζεσθαι.
18. Ἡ δὲ ὀκτωκαιδεκάτη δύναμις οὕτω γέγραπται. ἀρτηριακὴ
19. ἐκ τῶν Περιγένους πρὸς πάντα τὰ τῆς ἀρτηρίας πάθη.
1. ♃ κρόκου 𐅻 α΄. σταφίδος ἐκγεγιγαρτισμένης 𐅻 α΄. ἀμυγδάλων
2. 𐅻 η΄. σμύρνης τετρώβολον, τραγακάνθης 𐅻 δ΄. πεπέρεως
3. λευκοῦ τετρώβολον, μέλι ἑφθόν. ἡ σταφὶς φρύγεται, τὰ
4. δ’ ἀμύγδαλα λεπίζεται, ἡ τραγάκανθα ἐν ὕδατι βρέχεται καὶ
5. λεαίνεται ἡμέραν μίαν καὶ οὕτω μίγνυται ὁμοῦ. καὶ περὶ
6. ταύτης καλῶς ἐποίησε τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν
7. εἰπὼν, μέσης δέ ἐστι δυνάμεως τὸ φάρμακον, διὸ καὶ πρὸς
8. πάντα φησὶν αὐτὸ χρήσιμον ὑπάρχειν. ἔστι γὰρ ἡ τῶν μέσων
9. φαρμάκων φύσις τοιαύτη, διὸ καὶ αὐταῖς μὲν μέσαις
10. διαθέσεσι κυρίως τε καὶ πρώτως ἁρμόττει. ταῖς δ’ ἤτοι μαλακῶν
11. ἢ ἰσχυρῶν δεομέναις φαρμάκων οὐδὲν οὔτε ἀγαθὸν
12. οὔτε κακὸν ἐργάζεται μέγα.
13. Ἐσχάτην ἁπασῶν ἀρτηριακὴν ἔγραψεν ὡδί πως. ♃
14. οἰνομέλιτος παλαιοῦ ξε. γ΄. ἕψε ἄχρις εἰς ἕνα, εἶτα ἐπίβαλε
15. στροβίλων πεφωγμένων ἡμίναν, πεπέρεως λευκοῦ γο β΄. καὶ
16. χρῶ. ἦν ἂν τοῦτο τὸ φάρμακον ἐν τοῖς μαλακωτάτοις, εἰ
17. μὴ τοῦ πεπέρεως εἴληφέ τι. τοῦτο δὲ λαβὼν ἐπὶ τὴν τῶν
1. μέσων ἀφικνεῖται δύναμιν, διὸ καὶ ὁμογενὲς αὐτὸ τῷ προγεγραμμένῳ
2. νομίζων εἶναι ὑπέγραψεν.
3. Καὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων ἀρτηριακῶν
5. ἀρκέσει μνημονεῦσαι τεσσάρων. γράφει δὲ περὶ μὲν
6. τῆς πρώτης ὡδί πως κατὰ λέξιν. πρὸς ἀποκεκομμένας φωνὰς
7. διά μελέτην. σῦκα καὶ ἠρύγγιον ἑψήσας καλῶς τῷ ἀφεψήματι
8. μίσγε κόμμι, ὥστε γενέσθαι μέλιτος σκληρότερον, καὶ
9. δίδου εἰς νύκτα. ποιεῖ δὲ καὶ τὸ ἀμμωνιακόν. καὶ διὰ τοῦτο
10. τῆς δυνάμεως αὐτῆς ἐμνημόνευσα, διότι κατὰ μὲν ἀρχὰς
11. ἐπιτήδειός ἐστιν ἡ προγεγραμμένη δύναμις, εἰ διὰ τοῦ ἠρυγγίου
12. σκευάζοιτο, τὸ δὲ ἀμμωνιακὸν ἐπὶ τῶν κεχρονισμένων,
13. ἰσχυρὸν μὲν γάρ ἐστι φάρμακον. οὐ καλῶς οὖν ἐποίησεν ὁ
14. Κρίτων, ἀδιορίστως γράψας ἅμα τῷ μετρίῳ φαρμάκῳ τὸ
15. ἰσχυρότατον. ἐὰν γὰρ ἐναλλάξῃς τοῦ σκληροῦ τῆς χρήσεως
16. αὐτῶν, οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις τὸν ἄνθρωπον.
17. ἑτέραν ἀρτηριακὴν ἔγραψεν ὁ Κρίτων μέσην τῇ δυνάμει,
18. πεπτικήν τε καὶ ἄδηκτον, ὡδί πως κατὰ λέξιν. ἄλλη
19. ποιοῦσα μάλιστα φωνασκοῖς καὶ πρὸς τραχεῖαν ἀρτηρίαν
1. καὶ τοὺς τῆς βηχὸς παροξυσμοὺς καὶ ὠταλγίας καὶ ἕλκη
2. ἐν ὠσὶ καὶ αἰδοίῳ. ἔστι δὲ καὶ πεπτικὴ πρὸς κατάῤῥους. ♃
3. λιβάνου ὀβολοὺς δ΄. σμύρνης 𐅻 β΄. γλυκέος κυάθους γ΄. ἕψε
4. τὸ γλυκὺ ἕως σχῇ μέλιτος τὸ πάχος, εἶτα πρόσβαλλε σμύρναν
5. καὶ λίβανον μετὰ γλυκέος ἡμιέφθου ἐξ αὐτοῦ ἀφῃρημένου.
6. ποιεῖ δὲ καὶ πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς. τινὲς
7. μίσγουσι καὶ κρόκου 𐅻 α΄. καὶ γίνεται ὠτικὴ καλὴ καὶ πρὸς
8. ὀφθαλμῶν φλεγμονάς. ταῦτα μὲν ὁ Κρίτων ἔγραψε καὶ σοφῶς
9. καὶ καλῶς. ἐμὲ δ’ οὐδὲν ἔτι δεῖ προστιθέναι τὴν ἐξήγησιν
10. τῶν τοιούτων φαρμάκων, πολλάκις ἤδη περὶ αὐτῶν
11. εἰρηκότα. καὶ ἄλλας δὲ δύο παραπλησίας μὲν τῇ προειρημένῃ,
12. μετριωτέρας δὲ τῇ δυνάμει καὶ ἁπλουστάτας οὕτως
13. ἔγραψεν. ἔκλειγμα τὸ Φαουστιανὸν λεγόμενον. ♃ οἴνου
14. Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἕψε ἐν
15. διπλώματι, κινῶν κλωνίῳ πηγάνου. τὸ δὲ ἕτερον τῶν φαρμάκων
16. ἐστὶ τοιοῦτον. ἔκλειγμα τὸ διὰ Σκυβελίτου, ᾧ χρώμεθα.
17. ♃ Σκυβελίτου ξέστην α΄. κόμμεως γο γ΄. μέλιτος γο θ΄.
18. ἕψε ἐν διπλώματι προβρέξας τὸ κόμμι καὶ λειώσας. οὗτος
1. μὲν ἐνταῦθα προσέθηκε μόνον τὸ ἐν διπλώματι. κάλλιστα
2. δ’ ἄν τις ποιοῖ αὐτὰς ἁπάσας τὰς ἀρτηριακὰς, ὅσαι τὸ παρηγορικὸν
3. καὶ πεπτικὸν καὶ πραϋντικὸν ἔχειν ἐπαγγέλλονται,
4. διὰ διπλώματος ἕψων, ὅπερ ἐστὶν ἐπ’ ἀγγείου διπλοῦ, καθάπερ
5. οἱ μυρεψοὶ τὰ μύρα σκευάζουσιν εἰς μέγαν τινὰ λέβητα
6. θερμὸν ὕδωρ ἐγχέοντες, δεύτερον ἐνιστάντες ἔχοντα ἐν
7. αὐτῷ τὸ ἑψόμενον φάρμακον, εἶτα προδιακεκαυμένοις ἄνθραξιν
8. ἢ ξύλοις ἀκάπνοις ὑποκαίοντες.
9.
10. Καὶ περὶ τὴν ταύτης σύνθεσιν ἀδιορίστως αὐτοῖς γέγονε
11. διαφωνία. τινὲς μὲν γὰρ αὐτῶν εἰς ρκ΄. κωδύας ἐμβάλλειν
12. ξέστας κ΄. ὕδατος ἀξιοῦσιν, ὡς ἑκάστου ξέστου μέτρον ἔχοντος
13. ἕξ κωδυῶν μίξιν. ἔνιοι δὲ εἰς ξε. π΄. ὀκτακοσίας κωδύας
14. ἐμβάλλουσιν, ὡς ἑκάστου ξέστου δεχομένου κωδύας ι΄. τινὲς
15. δὲ οὕτως, ὡς ὀκτὼ κωδυῶν τοῦ ξέστου δεχομένου. τινὲς δὲ
16. οὐκ οἶδ’ ὅπως εἰς ὕδατος ξέστας γ΄. κωδύας π΄. βάλλουσιν.
1. ἄλλοι δὲ ρκ΄. εἰς τοὺς αὐτοὺς γ΄. ξέστας. ἐμοὶ δὲ
2. ὀλίγον πάνυ φαίνεται, τοσοῦτον ὕδωρ εἰς τοσαύτας κωδύας
3. ἐμβάλλειν.
4. Ὁ μὲν οὖν Ἀνδρόμαχος,
5. ὡς ἐν ταῖς ἀρτηριακαῖς ἀνωτέρω προγέγραπται, τὴν
6. δευτέραν ἐν αὐτῷ σκευάζων, οὕτως ἔγραψεν. κωδύας χλωρὰς
7. χιλίας διακοσίας, εἶτα ἐπὶ τέλει ὕδωρ ὄμβριον, οὐ προσθεὶς
8. τὸ ποσόν.
9. Ὁ δὲ Κρίτων ὡδί πως.
10. ἡ διὰ κωδυῶν λιτὴ, κωδύας ἀγρίας ὀκτακοσίας, ὕδατος ξε.
11. π΄. ἑψήσας εἰς γ΄. καὶ ἐκθλίψας πρόσβαλλε μέλιτος λίτρας ι΄.
12. εἰ δὲ ποικίλην αὐτὴν ἐθέλοις γενέσθαι, πρόσβαλλε κρόκου,
13. σμύρνης, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχμὰς ιβ΄. λιβάνου 𐅻 στ΄.
14. ἀκακίας δραχμὰς ιβ΄. καλῶς οὖν μοι φαίνεται καθ’ ἕκαστον
15. ξε. ἐμβάλλειν κωδύας ι΄. οὕτω γὰρ συμβαίνει γράψαντος
16. αὐτοῦ δεῖν ὀκτακοσίας ἐμβάλλειν εἰς ὕδατος ξέστας π΄. κᾀγὼ
17. δὲ τοῦτον τὸν τρόπον σκευάζω μὴ προστιθεὶς μήτε κρόκου
1. μήτε σμύρνης μήτ’ ἄλλα τι. καλλίστη γάρ ἐστιν ἡ
2. ἁπλουστάτη.
3. Ὅ γε μὴν Ἥρας
4. εἰς ρκ΄. κωδύας, ὕδατος ὀμβρίου ξε. γ΄. ἐμβάλλει, παντάπασιν
5. ὀλίγον. ἢ κατά τινα τῶν ἀντιγράφων, οὐ κωδυῶν
6. ἀριθμὸς ρκ΄. ἀλλὰ δραχμὴ γέγραπται. παραγράψω δὲ τὴν
7. ὅλην αὐτοῦ λέξιν οὕτως ἔχουσαν. κωδύας μήκωνος χλωρὰς
8. ρκ΄. βαλὼν εἰς ἀγγεῖον καὶ ὕδατος ὀμβρίου ξε. γ΄. ἔασον
9. βραχῆναι ἡμέρας γ΄. εἶτα ἕψε ἕως ἂν λειφθῇ τὸ τρίτον μέρος,
10. εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔκθλιβε, καὶ διηθήσας μίσγε
11. μέλιτος ξε. α΄. καὶ ἕψε ἐν διπλῷ ἀγγείῳ. ὅταν δὲ ἄρχηται
12. συστρέφεσθαι, προσέμβαλλε ἀκακίας κιῤῥᾶς 𐅻 α΄. ὑποκυστίδος
13. χυλοῦ 𐅻 α΄. ὅταν δὲ τὰς κωδύας ἕψῃς ἐν τῷ ὕδατι,
14. κρόκου δραχμὴν μίαν ἔνδησον εἰς ὀθόνιον καὶ ἔασον συνέψεσθαι.
15. ἔνιοι μέντοι βάλλουσι καὶ σμύρνης 𐅻 α΄. καὶ λειοτριβοῦσιν
16. αὐτὰ σὺν ὀλίγῳ γλυκεῖ καὶ ἐπικατερῶσι καὶ συνέψουσι
17. μέχρις οὗ ποσῶς συστραφῇ. εἰ μέντοι βούλοιο μὴ
1. φαρμακώδη ποιῆσαι αὐτὴν σὺν τῷ ἀφεψήματι τῶν κωδυῶν,
2. ἐπειδὰν τὸ τρίτον λειφθῇ μέρος, συνεψήσεις τὸ μέλι, τὸ λοιπὰ
3. μὴ συνεμβάλλων.
4. Ἐσκευάσθη δὲ τὸ
5. φάρμακον τοῦτο, ὡς Δαμοκράτης φησὶν, ὑπὸ Θεμίσωνος
6. πρώτου, γράφων οὕτως ἐν τῷ βιβλίῳ τῷ ἐπιγραφομένῳ,
7. Δαμοκράτους φιλίατρος· ἴσμεν δ’ ὅτι διὰ στίχων γέγραπται.
8. φασὶ δὲ Θεμίσωνα τοῦτο πρῶτον σκευάσαι τὸ φάρμακον
9. πρὸς βῆχας ὑγρὰς καὶ πόνους ἀρτηρίας καὶ φάρυγγος, εἴδη
10. ῥευμάτων ἁπλῶς ἁπάντων τῶν περὶ τὸν θώρακα καὶ τὰς
11. ἀγρυπνίας, ὧν γε ταῦτά ἐστιν αἴτια.
9. Σωρανὸς δὲ οὕτω
10. σκευάζειν αὐτὴν ἀξιοῖ. ♃ κωδυῶν ρν΄. ὕδατος 𐆅 κ΄. λαβὼν
11. εἰς λέβητα καινὸν, ἕψε ἕως 𐆅 ι΄. εἶτα ἐκβαλὼν τὰς
12. κωδύας, βάλε μέλιτος 𐆅 α΄. καὶ ἐνδήσας εἰς ὀθόνιον, σμύρνης,
13. κρόκου, ὑποκυστίδος, ἀκακίας χυλοῦ ἀνὰ δραχμὴν μίαν
14. καὶ τριώβολον, καὶ ἀποδήσας ἀποκρέμασον εἰς τὸν λέβητα,
15. ἵνα τῷ μέλιτι συνέψηται. ἐπειδὰν δὲ συστραφῇ, ἆρον τὸ ἐνδέσμιον
16. καὶ βαλὼν εἰς θυίαν τρῖψον μετὰ γλυκέος κυάθων
1. γ΄. εἶτα βαλὼν εἰς τὸν λέβητα συνέψει μαλακῶς, μέχρι συστραφῇ.
2. πραοτέρα δέ ἐστιν ἡ διὰ μόνου μέλιτος καὶ τοῦ
3. ἀποβρέγματος τῶν κωδυῶν. ἀνυτικωτέρα δὲ γίνεται προσλαβοῦσα
4. ἐν τῇ ἀποδήσει τοῦ ὀθονίου μελίλωτον ἀντὶ τῶν
5. στυφόντων καὶ γλυκυῤῥίζης ῥίζαν.
6. Ὡς ἐγὼ συντίθημι κεχρῆσθαι
7. τῇ διὰ τῶν κωδυῶν ἀξιῶ. πειραθέντι μοι γὰρ τῶν
8. προειρημένων σκευασιῶν ἔδοξεν ἀμείνων εἶναι καθ’ ἣν εἰς ἕνα
9. ξε. ἐμβάλλονται κωδύαι δέκα, καθάπερ ὁ Κρίτων ἔγραψεν,
10. ἢ εἰς δύο ξε. ιε΄. καθάπερ ὁ Σωρανὸς, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν
11. τούτων τῶν ὅρων ἐστὶν, ἐμβαλλόντων ἡμῶν ὀκτὼ κωδύας
12. ἢ θ΄. προβρέχω δ’ αὐτὰς οὐ τρισὶν ἡμέραις, ὡς Ἥρας, ἀλλ’
13. οὐδὲ εὐθέως ἀφαιρεθείσας ἕψω, ἀλλ’ ἐὰν μὲν ὦσιν ὑγρότεραί
14. τε καὶ μαλακώτεραι μιᾶς ἡμέρας, ὑπακουομένης ἐν ταῖς
15. τοιαύταις λέξεσιν ἁπάσαις καὶ τῆς νυκτὸς, ὥσπερ καὶ τὸν
16. ἐνιαυτὸν ἡμέρας λέγουσιν οἱ ἄνθρωποι τξε΄. ἐὰν δὲ σκληρότεραι
17. καὶ ξηρότεραι τυγχάνωσιν οὖσαι καὶ πλείονι χρόνῳ
1. τῆς μιᾶς ἡμέρας αὐτὰς διαβρέχω, ἄμεινον δὲ τὰς μή πω
2. σκληρὰς λαμβάνειν. εὔδηλον δ’ ὅτι καὶ τὰς λίαν μαλακὰς
3. ἀποβάλλεσθαι προσήκει. αἱ μὲν γὰρ ξηρότεραι ὀλίγον τὸν
4. χυλὸν ἔχουσιν, αἱ δὲ ὑγρότεραι πολὺν μὲν, ἀλλ’ ἄπεπτον
5. ἔτι καὶ ὑδατώδη καὶ ἄτονον, διὸ καὶ τὰς ἐξ ὑγρῶν καὶ
6. ἑλωδῶν χωρίων παραιτητέον. ὃν δ’ εἶπον ἀριθμὸν τῶν κωδυῶν
7. ἐμβάλλειν χρῆναι κατὰ τὴν ἀναλογίαν τοῦ ὕδατος,
8. ἐπὶ τῶν μέσων ἀκούειν χρή. ἐπειδὴ τινὲς μέν εἰσι μείζους
9. τῶν συμμέτρων, τινὲς δὲ ἐλάττους, ἔνιαι δὲ καὶ μέσαι, καθάπερ
10. εἴωθεν ὡς τὸ πολὺ γίνεσθαι, πασῶν ἐφεξῆς τὸν εἰρημένον
11. ἀριθμὸν ἐμβάλλῃς τῷ ξε. τῆς δὲ ἑψήσεως ὅρος ἔστω
12. σοι μὴ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ ὅλως τοιοῦτόν τι μόριον
13. ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλ’ ὅταν πρῶτον ὅλαι τακεραὶ
14. γενηθῶσι, βουλόμεθα γὰρ αὐτῶν δηλονότι τὸν χυλὸν ἐκθλίψαι.
15. τοῦτο δ’ αὐτάρκως γίνεται τακερῶν ἀποτελεσθεισῶν
16. αὐτῶν, περιττὸν οὖν τὸ ἐπιπλέον ἕψειν. μίγνυσθαι δ’ ἀξιῶ
17. τούτῳ μέλιτος ἥμισυ μέτρον καὶ ἕψεσθαι ἐπὶ ἀκάπνου πυρὸς
1. ἄχρι συστάσεως Ἀττικοῦ μέλιτος. ἐν ὀμβρίῳ δὲ ὕδατι
2. ἔνιοι τὴν ἕψησιν ἐποιήσαντο τῶν κωδυῶν διὰ τοῦ μὴ μεταβάλλειν
3. αὐτὸ πρὸς ἑτέραν ποιότητα σηπεδονώδη. σοὶ δ’ ἀρκέσει
4. καὶ τὸ πηγαῖον, ὅταν μὴ παρῇ τὸ ὄμβριον. ἀρκεῖ δὲ
5. αὐτὸ καθαρὸν εἶναι καὶ ἄκρατον πάσης ἐπιμιξίας, ὥστε διὰ
6. τοῦτο καὶ τὸ διὰ τῶν μολυβδίνων σπλήνων ὀχετευόμενον
7. φευκτέον. ἰλύματα γάρ τινα τοῦ μολύβδου κατὰ τοῦτο περιέχεται.
8. διὸ καὶ οἱ πίνοντες ὑποστάθμην τοῦ τοιούτου ὕδατος
9. δυσεντερικοὶ γίνονται.
10. Ἡ χρῆσις δὲ
11. αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστὶν, οἷς καὶ τὰ δι’ ὀπίου
12. συντιθέμενα πολλάκις ἀναγκαζόμεθα διδόναι. χρῄζουσι δὲ
13. μάλιστα τῶν τοιούτων φαρμάκων οἷς ἀπὸ κεφαλῆς εἰς τὴν
14. τραχεῖαν ἀρτηρίαν καταῤῥεῖ ῥεῦμα λεπτὸν, οὐκ ἐπιτρέπον
15. κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ δὲ τῶν τοιούτων
16. ἐγὼ καὶ τὴν σκευασίαν τοῦ φαρμάκου δι’ ἑψήματος εἴωθα
17. ποιεῖσθαι. λέλεκται δέ μοι πρόσθεν, ἕψημα καλεῖσθαι πρὸς
18. ἡμῶν τὸ ἑψημένον γλεῦκος, ὅπερ καὶ σίραιον ὀνομάζουσί
1. τινες τῶν ἰατρῶν. αὐτάρκης δ’ ἡ ἕψησις εἰς τὰ τοιαῦτά
2. ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι
3. καὶ διὰ γλυκέος ἢ Θηραίου τοῦ Κρητικοῦ κάλλιον ἢ διὰ
4. μέλιτος ἕψειν, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν. ἴσμεν γὰρ ὅτι
5. λεπτυντικῆς ἐστι δυνάμεως τὸ μέλι. φεύγειν οὖν αὐτὸ χρὴ
6. τηνικαῦτα, τοὺς γὰρ λεπτοὺς κατάῤῥους ἐπιτείνει. μιγνύναι
7. δὲ ἑψομένῳ τῷ τοιούτῳ φαρμάκῳ γλυκυῤῥίζης ῥίζαν, ὡς
8. συνεψηθῆναι. μὴ παρούσης δ’ ἐκείνης, τὸν ἀπὸ τῆς Κρήτης
9. κομιζόμενον χυλόν. ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα
10. καταῤῥοϊκὸν ἀπὸ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος
11. σκευασία βελτίων. ὥσπερ γὰρ ὕπνου χρῄζουσιν ἡ δι’ ἑψήματος,
12. οὕτω καὶ τοῦ διαπτύειν ἡ διὰ τοῦ μέλιτος γίνεται.
13. καὶ πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος εἰς ὕπνον τρεπομένου
14. τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τούτου
15. σκευασθέντος δώσεις φαρμάκου, καὶ ποτὲ καὶ μιγνὺς
16. ἄμφω, σκοπὸν ἔχων κατὰ τὴν μίξιν ἐμβάλλειν πλέον θατέρου
17. τοῦ κατεπείγοντος. ὀνομάζω δὲ κατεπεῖγον τὸ δεόμενον
1. βοηθείας μείζονος. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν
2. κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος. αὐξήσεις δὲ αὐτὴν ἢ μειώσεις
3. ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος ᾧ προσφέρεις
4. καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον.
5. ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι
6. δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον ἐκτενέστερον. ὅτι δὲ
7. καὶ πρὸς τὸ τοῦ κατάῤῥου ποσόν τε καὶ ποιὸν ἀποβλέπων
8. ἢ πολὺ ἢ ἔλαττον δώσεις εὔδηλον ὑπάρχει. κοινὸν γὰρ τοῦτο
9. ἐπὶ πάντων τῶν βοηθημάτων ἐστίν. αὐτάρκεις μὲν οὖν ἦσαν
10. καὶ αἱ γεγραμμέναι πρόσθεν ἀρτηριακαί· προσθεῖναι δ’ ἔδοξέ
11. μοι καὶ τὰς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ β΄.
12. τῶν ἐντός. ἔνιαι μὲν γὰρ ταὐταὶ πάντῃ, τινὲς δὲ ἐγγυτάτω
13. ταῖς προγεγραμμέναις εἰσὶν, ὥστε βεβαιοῦσθαι κᾀκ τούτου
14. τὰς γραφὰς, καὶ προσέτι διὰ τὸ τὰς σκευασίας αὐτῶν καὶ
15. χρήσεις ἐπιμελέστερον ὑπ’ Ἀσκληπιάδου γεγράφθαι.
16. Κράμβης χλωρᾶς τοὺς καυλοὺς
1. καθάρας δίδου διαμασᾶσθαι, καὶ τὸ ἀχυρῶδες αὐτῶν ἀποπτύειν
2. παραίνει, τὸν δὲ χυλὸν καταπίνειν. ἄλλη. κράμβης χυλὸν
3. μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν. τοῦτο ὠφελεῖ παραχρῆμα.
4. ἄλλη. ἠρυγγίου ἐν ὕδατι ἑψημένου λαβὼν τοῦ χυλοῦ
5. κοτύλας δύο καὶ σύκων ἐν ὕδατι ἑψημένων τοῦ χυλοῦ τὸ
6. ἴσον καὶ τούτοις ἐπιβαλὼν κόμμεως λειοτάτου 𐅻 η΄. ἕψε
7. φιλοπόνως, ὡς ἀρτηριακῆς ἔχειν τὸ πάχος, ἐκ τούτου δίδου
8. ἐκλείχειν εἰς ὕπνον πορευομένοις μέχρι κυάθου ἑνός.
9. ♃ Κρόκου δραχμὰς β΄. ὀποῦ Κυρηναϊκοῦ
12. 𐅻 α΄. μέλιτος Ἀττικοῦ κυ. στ΄. ἕψε τὸ μέλι, καὶ
13. ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν λοιπῶν, καὶ χρῶ καθὰ
14. προείρηται, ἀναπλάττων σφαιρία καὶ διδοὺς ὑπὸ τὴν γλῶτταν
15. κατέχειν. ἄλλη. ♃ χαλβάνης 𐅻 στ΄. πεπέρεως 𐅻 α΄.
16. νίτρου 𐅻 α΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. ἕψε τὸ μέλι
17. καὶ τὴν χαλβάνην, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν
18. λοιπῶν, καὶ χρῶ καθὰ προείρηται.
1. ♃ Κόμμεως, τραγακάνθης ἀνὰ
6. 𐅻 στ΄. λιβάνου, σμύρνης ἀνὰ 𐅻 α΄. καὶ τριώβολον, κρόκου,
7. ὑποκυστίδος χυλοῦ ἀνὰ 𐅻 α΄. γλυκέος Σκυβελίτου ἢ
8. Θηραίου ξέστας στ΄. βρέχε κόμμι, τραγάκανθαν, σμύρνην, λίβανον
9. ὑποκυστίδος χυλῷ, τούτοις ἐπιβαλὼν μέρος τοῦ γλυκέος,
10. καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως καὶ τῷ γλυκεῖ μίξας
11. ἕψε συνεχῶς κινῶν. τὸν δὲ κρόκον εἰς κροκοφαντὸν βαλὼν
12. ἕψε μετὰ τοῦ φαρμάκου, ἄνω τὰς ἀρχὰς κατέχων καὶ
13. γλυκεῖ διαλύσας καὶ λεάνας, ἐπιβαλὼν τῷ φαρμάκῳ, ἀνελόμενος
14. χρῶ. ἄλλη. ♃ γλυκυῤῥίζης χυλοῦ, τραγακάνθης ἀνὰ
15. δραχμὰς γ΄. κρόκου, σμύρνης ἀνὰ 𐅻 α΄. λιβάνου, ναρδοστάχυος
16. ἀνὰ τριώβολον, προτρόπου ξέστας γ΄. χρῶ.
17. ♃ Κρόκου,
1. σμύρνης, γλυκυῤῥίζης χυλοῦ, λιβάνου, κασσίας ἀνὰ 𐅻 α΄.
2. πεπέρεως κόκκους κδ΄. γλυκέος Κρητικοῦ ξέστας γ΄. μέλιτος
3. Ἀττικοῦ κυάθους στ΄. χρῶ.
4. ♃ Κρόκου 𐅻 γ΄. σμύρνης 𐅻 α΄ S".
5. λιβάνου, γλυκυῤῥίζης ἀνὰ 𐅻 α΄. γλυκέος Κρητικοῦ ξε. γ΄.
6. ποιεῖ πρὸς ἤχους καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ
7. φλεγμονὴν παρισθμίων. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ
8. τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. καὶ τοὺς κατεψυγμένους
9. δὲ ὠφελεῖ, ποιεῖ βήττουσι προσφάτως καὶ χρονίως.
10. ποιεῖ αἱμοπτυϊκοῖς, ἀναφορικοῖς, κοιλιακοῖς, ποιεῖ καὶ
11. πρὸς τὴν τοῦ πνεύματος δυσωδίαν. ἄλλη ὑπογλωσσίς. ποιεῖ
12. πρὸς ἀρτηρίαν τετραχυσμένην καὶ φωνῆς ἀποκοπὴν καὶ τὰς
13. λοιπὰς διαθέσεις. ♃ τραγακάνθης, κόμμεως Θηβαϊκοῦ ἀνὰ
14. δραχμὰς γ΄. σμύρνης, λιβανωτοῦ ἀτμήτου ἀνὰ 𐅻 α΄. καὶ
15. τριώβολον, κρόκου 𐅻 α΄. γλυκυῤῥίζης χυλοῦ τριώβολον, φοινικοβαλάνων
16. τριῶν τὴν σάρκα, γλυκέος προτρόπου ἢ Θηραίου,
17. ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἔστω δὲ ἀφεψημένον, ὥστε μέλιτος
1. ἔχειν πάχος. δίδου δὲ κυάμου Αἰγυπτίου τὸ μέγεθος
2. ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον καταπίνειν.
3. ♃ Κρόκου, σμύρνης,
4. τραγακάνθης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ 𐅻 α΄. στρόβιλα κεκαυμένα
5. ἀριθμῷ ξ΄. ἀμύγδαλα καθαρὰ ἰσάριθμα, μέλιτι ἑφθῷ
6. ἀναλάμβανε, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ὥστε ὑπὸ
7. τὴν γλῶτταν κατέχειν.
8. ♃ Κρόκου, τερμινθίνης
10. ἀνὰ 𐅻 ιβ΄. ἴρεως Ἰλλυρικῆς 𐅻 ιστ΄. τραγακάνθης 𐅻 η΄. πεπέρεως
11. κόκκους τξ΄. μετὰ μέλιτος ἑφθοῦ καὶ τερμινθίνης
12. ὁμοῦ ἑφθῆς, χρῶ ὑπὸ τὴν γλῶτταν καρύου Ποντικοῦ τὸ
13. μέγεθος. ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσὶς ποιεῖ πρὸς
14. τὰς τῆς φωνῆς ἀποκοπάς. ♃ γλυκυῤῥίζης 𐅻 η΄. σμύρνης
15. 𐅻 κδ΄. τερμινθίνης 𐅻 λβ΄. τραγακάνθης 𐅻 λκ΄. ἕκαστον τῶν
16. ξηρῶν κόπτε κατ’ ἰδίαν καὶ σῆθε. τὴν δὲ ῥητίνην ἐφ’ ὅλμον
17. βαλὼν, κόπτε καταπλάσσων τὰ ξηρὰ, εἶτα ἑνώσας ἀνάπλαττε,
18. κυάμου Αἰγυπτίου τὸ μέγεθος καὶ ξήναινε ἐν σκιᾷ. ἐπὶ δὲ
1. τῆς χρήσεως δίδου μίαν ἢ δύο ὑπὸ τὴν γλῶτταν κατέχειν
2. καὶ τὸ τηκόμενον καταπινέτω. δεῖ δὲ τὸ φάρμακον ταχέως
3. ἀναπλάττειν. πρὸς ὃ οὖν ἀναπλάττεις, πρὸς τοῦτο κόπτε,
4. ξηραίνεται γὰρ ταχέως καὶ διὰ τοῦτο ἀναπλάττοντα πρὸς
5. χεῖρα δεῖ κόπτειν.
6. ♃ Κρόκου
9. 𐅻 β΄ S". σμύρνης, ῥητίνης τερμινθίνης ἀνὰ 𐅻 β΄. λιβάνου
10. 𐅻 α΄ S". νάρδου, κινναμώμου, κασσίας, τραγακάνθης ἀνὰ
11. 𐅻 α΄. μέλιτος Ἀττικοῦ κοτύλην α΄. ἕψε μέλι καὶ ῥητίνην,
12. ὥστε ἄλκιμον γενέσθαι καὶ ἰνῶδες καὶ ἀμόλυντον ἐνσταζόμενον
13. εἰς ὕδωρ ψυχρὸν καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ
14. ἀνακόψας ἐπιμελῶς ἀνελοῦ, χρῶ καρύου Ποντικοῦ τὸ μέγεθος,
15. δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν, ὡς προείρηται. ἄλλη
16. Μιθριδάτειος. ♃ σμύρνης, κρόκου ἀνὰ 𐅻 δ΄. νάρδου Ἰνδικῆς,
17. τερμινθίνης ἀνὰ 𐅻 β΄. λιβάνου, κασσίας, κινναμώμου
18. ἀνὰ 𐅻 α΄. γλυκέος Κρητικοῦ κοτύλας γ΄. ἕψε γλυκὺ καὶ τερμινθίνην
1. μέχρι παντελοῦς συστάσεως καὶ κατέρα κατὰ τῶν
2. ξηρῶν καὶ ἀνελόμενος δίδου καρύου Ποντικοῦ τὸ μέγεθος
3. ὑπὸ τὴν γλῶτταν κατέχειν.
4.
7. Αἱ ῥίζαι πτέρεως ὡς ὅτι μάλιστα αἱ παχύταται
8. πλύνονται ἐπιμελῶς, ἕως ἂν τὸ γεῶδες ἀποστῇ, εἶτα
9. ψύχονται ἐπὶ ἡμέραν μίαν, ἐκ τούτων ιβ΄. λίτραι κατατέμνονται
10. εἰς δακτυλιαῖα μήκη καὶ κατατέμνοντες θραύομεν,
11. ἐκ τούτων αἴρομεν ὁλκῆς λίτρας ι΄. καὶ βάλλοντες εἰς κεραμεοῦν
12. ἀγγεῖον, ἐπιβάλλομεν αὐταῖς ὕδατος γλυκέος ξε. ι΄. καὶ
13. θέντες ἐπὶ πυρὸς ἕψομεν. ὅταν δὲ εἰς ἥμισυ καταχθῇ, καθαιροῦμεν
14. καὶ διϋλίζομεν εἰς διπλοῦν ἀγγεῖον μυρεψικόν. καὶ
15. τὰς μὲν ῥίζας ἐκθλίψαντες ῥίπτομεν, εἰς δὲ τὸ ὕδωρ ἐπιβάλλομεν
16. ἁδρομερῶς κεκομμένα, βαλαυστίου 𐅻 στ΄. νάρδου
17. Ἰνδικῆς, ῥόδων ξηρῶν ἀνὰ 𐅻 δ΄. κινναμώμου 𐅻 γ΄. γλυκυῤῥίζης
18. 𐅻 στ΄. κασσίας 𐅻 δ΄. ῥήου Ποντικοῦ 𐅻 δ΄. εἶτ’ ἐπὶ
1. τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν, καὶ ὅταν εἰς ἡμίσειαν καταντήσῃ,
2. πάλιν διϋλίζομεν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν μικρόν.
3. καὶ τὰ μὲν ξηρώδη ἐκθλίψαντες ἀποβάλλομεν, τῷ δὲ
4. ὕδατι ἐπιβάλλομεν μέλιτος Ἀττικοῦ 𐆂ο δ΄. καὶ μίξαντες
5. ἐπιμελῶς καὶ ἐπὶ τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν. καὶ ὅταν
6. ἐπισταζόμενον εἰς ψυχρὸν ὕδωρ μὴ μολύνῃ, ἐπιβάλλομεν τούτοις
7. ῥητίνης τερμινθίνης 𐅻 γ΄. χαλβάνου ἀξύλου τὸ ἴσον.
8. τακέντων δὲ τούτων κατεροῦμεν κατὰ τῶν ὑπογεγραμμένων.
9. ἔστι δὶ ταῦτα, κρόκου, ὑοσκυάμου χυλοῦ, μανδραγόρου χυλοῦ,
10. πεπέρεως λευκοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ 𐅻 α΄.
11. ἔχε πάντα ταῦτα λειότατα πρώτῳ χυλῷ τῆς πτέρεως ἑνωθέντα,
12. ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. κατεράσαντες οὖν κατὰ
13. τούτων καὶ ἀνακόψαντες ἐπιμελῶς, μεταίρομεν εἰς ἀγγεῖον
14. ὑελοῦν ἢ ἀργυροῦν· ἡ δόσις τοῦ φαρμάκου κοχλιάριον. μάλιστα
15. δὲ ὠφελεῖ τοῖς τὴν φωνὴν παρακεκομμένοις.
16. Χρῶμαι
4. δὲ τῷ φαρμάκῳ ὁτὲ μὲν ἀκράτῳ, ἔστι δ’ ὅτε λυθέντι γλυκεῖ
5. ἢ Σκυβελίτῃ καὶ ὕδατι θερμῷ. πρὸς μὲν γὰρ τὰς τῶν
6. παρισθμίων φλεγμονὰς καὶ τὰς τοιαύτας διαθέσεις χρηστέον
7. ἀνιεμένῳ τῷ φαρμάκῳ, πρὸς δὲ τὰς ἐν βάθει διαθέσεις
8. ἀκράτῳ. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτω. ♃ κωδύας μήκωνος
9. ἀγρίας ἀριθμῷ ρν΄. πτέρεως πεπλυμένης λίτρας γ΄.
10. συμφύτου κεκαθαρμένου, μανδραγόρου φλοιοῦ, ῥήου Ποντικοῦ,
11. ῥόδων ξηρῶν, ἴριδος Χαλκηδονίας, γλυκυῤῥίζης Ποντικῆς,
12. βαλαυστίου ἀνὰ γο γ΄. κινναμώμου 𐅻 β΄. νάρδου Κελτικῆς
13. 𐅻 α΄ S". ὕδατος ὀμβρίου ξε. ιε΄. τὰ προειρημένα εἰς
14. παχέα κόπτεται καὶ βρέχεται ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ ἐπὶ
15. ἡμέρας γ΄. τῇ δ’ ἐπιούσῃ ἕψεται εἰς τὸ τρίτον, ἔπειτα εἰς
16. κυρτίδα βαλόντες ἐκθλίβομεν τὸ ὑγρὸν εἰς ἕτερον ἀγγεῖον
17. μυρεψικὸν, τὰ δὲ ἀφεψημένα ἀποῤῥίπτομεν. ἐκ δὲ τοῦ ἀποθλιβέντος
18. ὑγροῦ βαλόντες ὅσον ἐξαρκεῖ διαλύομεν τὰς ὑπογεγραμμένας
1. σκευασίας. εἰσὶ δὲ αἵδε. κόμμεως, τραγακάνθης
2. λευκῆς, ἑκάστου ἀνὰ λίτραν α΄. σμύρνης, γλυκυῤῥίζης χυλοῦ,
3. ὑποκυστίδος χυλοῦ ἀνὰ γο β΄. κρόκου, μαστίχης ἀνὰ γο α΄.
4. διαλυθέντων δὲ τούτων λεαίνομεν φιλοπόνως κατὰ μικρὸν
5. ἐπιβάλλοντες τοῦ ἐκθλιβέντος ὑγροῦ, ἔπειτα χρώμεθα πρὸς
6. τὴν τοῦ φαρμάκου σκευασίαν οἴνῳ Σκυβελίτῃ ἢ Θηραίῳ ἢ
7. Πραμνείῳ. ἔστωσαν δὲ ξε. κδ΄. τὸν δὲ γλυκὺν βάλλοντες εἰς
8. ἄγγος κεραμοῦν ἕψομεν, καὶ ὅταν σχῇ μέλιτος πάχος, τούτῳ
9. ἐπιβάλλομεν τὰ διαλυθέντα καὶ τριβέντα τῶν φαρμάκων καὶ
10. πάλιν ἕψομεν μέχρι συστάσεως, εἶτα ἀνελόμενοι εἰς ἀγγεῖον
11. ὑέλινον ἢ ἀργυροῦν χρώμεθα καθὰ προείρηται.
12.
13. Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐντὸς οὕτως ἔγραψεν
14. πρὸς κατάῤῥους, ᾧ ἐχρήσατο Κόμων ὁ φιλόσοφος ὠφελεῖ
15. παραχρῆμα. ♃ πυρέθρου, κόστου ἀνὰ 𐅻 β΄. πεπέρεως
16. λευκοῦ 𐅻 α΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει
17. κέλευε παράπτεσθαι τῶν μυξητήρων καὶ τὸ φάρμακον ἀνασπᾷν.
18. ἄλλη. ♃ πεπέρεως λευκοῦ 𐅻 α΄. κνίδης σπέρματος
1. τὸ ἴσον, κόστου, σμύρνης, κρόκου ἀνὰ τριώβολον, σκεύαζε
2. καὶ χρῶ καθὰ προείρηται.
3. ♃ Ὀπίου,
5. σμύρνης, ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 β΄. ἕκαστον ἔμβρεχε
6. κωνείου ἀφεψήματι καὶ λεάνας ἐπιμελῶς καὶ μίξας ἀνάπλαττε
7. καταπότια ὀρόβου τὸ μέγεθος καὶ δίδου δύο εἰς ὕπνον ἀπερχομένοις.
8. ἄλλη ποιεῖ αἱμοπτυϊκοῖς. ♃ ὑοσκυάμου λευκοῦ
9. σπέρματος δραχμὰς η΄. νάρδου Ἰνδικῆς δραχμὰς στ΄. κρόκου
10. δραχμὰς δ΄. ὀπίου, ἀμύλου, ἀνίσου ἀνὰ δραχμὰς β΄. μίλτου
11. Λημνίας δραχμὴν μίαν, ὕδατι ἀναπλάσας, ποίει καταπότια
12. ὀροβιαῖα τῷ μεγέθει καὶ χρῶ καθὰ προείρηται. ἄλλη
13. ἔκλεικτος πρὸς βῆχας ἐσχάτους καὶ χρονίους. ♃ οἴνου Φαλερίνου
14. ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἕψε συνεχῶς κινῶν
15. κλωσὶ πηγάνου καὶ δίδου μύστρον, ποιεῖ καὶ στομαχικοῖς.
16. ἄλλη Πετεινοῦ πρὸς τὰς ἐν βάθει ἑλκώσεις καὶ διαπυήσεις.
17. ♃ οἰνομέλιτος παλαιοῦ ξε. α΄. ἀξουγγίου παλαιοῦ γο β΄.
1. οἱ δὲ γο α΄. τρῖβε φιλοπόνως μετὰ τοῦ οἰνομέλιτος καὶ διαλύσας
2. μετέρα εἰς ἄγγος κεραμεοῦν καὶ ἕψε ἐπ’ ἀνθράκων
3. κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν συστραφῇ, ἀπόθου εἰς ἄγγος
4. ὑέλινον καὶ δίδου ἐκλείχειν μύστρον καθὰ προείρηται. ἄλλη
5. Ὠριγενείας. ♃ γλυκυῤῥίζης Ποντικῆς 𐅻 β΄. κνίδης σπέρματος
6. πεφωγμένου, λίνου σπέρματος πεφωγμένου ἀνὰ 𐅻 α΄. σμύρνης,
7. κρόκου ἀνὰ ὀβολὸν, μέλιτος Ἀττικοῦ, ὕδατος ἑκάστου
8. ἀνὰ κυάθους ἓξ, ἕψε γλυκύῤῥιζαν τῷ ὕδατι, ἔπειτα τὸ ὑγρὸν
9. ἐκθλίψας τρῖβε τὰ λοιπὰ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ
10. δίδου ἐκλείχειν. ἄλλη. ♃ ἄρου ὀπτοῦ 𐅻 α΄. ἄμμεως πεφωγμένου,
11. στροβίλων πεφωγμένων, ἐρυσίμου πεφωγμένου ἀνὰ
12. 𐅻 α΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλο κοπτάριον βήσσουσιν.
13. ♃ λινοσπέρματος πεφωγμένου καὶ κεκομμένου καὶ σεσησμένου,
14. σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων ἀνὰ ξε. α΄. στροβίλων
15. πεφωγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἀνὰ
16. κοτύλην α΄. πεπέρεως λευκοῦ γο β΄. σμύρνης, κρόκου ἀνὰ
17. γο α΄. μέλιτος Ἀττικοῦ λίτρας δ΄. κόπτε ὡς χρὴ, καὶ λεάνας
1. ἀπόθου. τὸ δὲ λινόσπερμα ἕψε μετὰ μέλιτος, καὶ ὅταν συστραφῇ,
2. ἐπίβαλλε τοῖς λοιποῖς καὶ μίξας ἀνάκοπτε, δίδου
3. καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο, ποιεῖ καὶ ταῖς περὶ τὸν
4. θώρακα διαθέσεσιν. ♃ ἀλεύρου ἐρεγμινοῦ λειοτάτου πεφωγμένου
5. κοτύλην α΄. Ἰλλυρίδος κεκομμένης γο γ΄. στροβίλων πεφωγμένων
6. γο β΄. γλήχωνος ξηρᾶς κεκομμένης 𐅻 α΄. S". κνίδης
7. σπέρματος 𐅻 α΄. πεπέρεως γο S". μέλιτος χρηστοῦ. ξε. β΄.
8. ἕψε τὸ ἄλευρον μετὰ τοῦ μέλιτος, ἕως συστραφῇ. ἔχε δὲ καὶ
9. λίνου σπέρματος κεκομμένου καὶ πεφωγμένου καὶ σεσησμένου
10. κοτύλην α΄. καὶ ἐπίβαλλε. ἄλλο πρὸς βῆχα καὶ ἀναγωγὴν
11. πνεύματος, πάνυ καλῶς ἐκκαθαῖρον. ♃ ὑσσώπου, γλήχωνος
12. ἀνὰ γο β΄. ἴρεως, νάπυος σπέρματος, καρδαμώμου
13. ἀνὰ γο α΄. ἀνίσου, πεπέρεως ἀνὰ γο α΄. κόψας, σήσας, ἀναλάμβανε
14. μέλιτι ἀπέφθῳ, ἡ δόσις κοχλιαρίου καλοῦ. εἰ δὲ
15. χειμὼν εἴη καὶ ἀπύρετος ὁ λαμβάνων, πεπέρεως γο β΄. καὶ
16. ἀντὶ ἀνίσου μάραθρον ἢ κύμινον καὶ ἀντὶ καρδαμώμου
17. σίνηπι διπλοῦν. καταπότιον βηχικὸν πρὸς τὰς προσφάτους
18. διαθέσεις πανάκεια φάρμακον ἀνώδυνον καὶ ὑπνοποιὸν, ποιεῖ
1. αἱμοπτυϊκοῖς. ♃ στύρακος 𐅻 η΄. ὀπίου, σμύρνης ἀνὰ 𐅻 δ΄.
2. γλυκεῖ διαλύσας ἀνάπλαττε καταπότια καὶ δίδου ὀρόβου μέγεθος
3. εἰς ὕπνον ἀπερχομένοις. ἐν ἄλλαις γραφαῖς ἴσα ἔχει.
4. ἄλλο Πλάτωνος ἐπιγραφόμενον, ὠφελεῖ παραχρῆμα. ♃ στύρακος,
5. σμύρνης, ὀπίου, χαλβάνης, ἑκάστου· ἴσον, γλυκεῖ διαλύσας
6. ποίει καταπότια. ἄλλο Βάσσου ἐπιγραφόμενον φάρμακον
7. ἐπιτετευγμένον ὠφελεῖ παραχρῆμα, ποιεῖ αἱμοπτυϊκοῖς,
8. ἀναφορικοῖς, ἐμπυϊκοῖς. ♃ χαλβάνης, στύρακος, ἴριδος
9. Ἰλλυρικῆς, πίτυος φλοιοῦ ἀνὰ 𐅻 β΄. ἑλενίου, ὀπίου ἀνὰ
10. 𐅻 α΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος
11. καὶ μελικράτου κυάθους γ΄. ἡ διὰ πρασίου, Πλάτωνος.
12. ♃ σμύρνης, στύρακος, ὀπίου, πρασίου χυλοῦ, χαλβάνου,
13. κρόκου ἴσα σκεύαζε καὶ χρῶ, μέλιτι ἀπέφθῳ ἀναλάμβανε.
14. καταπότιον ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς τὰς
15. κεχρονισμένας διαθέσεις, ποιεῖ πρὸς κατάῤῥουν, κεφαλαλγικοῖς,
16. δυσπνοϊκοῖς, περιπνευμονικοῖς πρὸς τὰς περὶ κύστιν
17. καὶ μήτραν διαθέσεις. ἐπιγράφεται ἐπιτετευγμένη πανάκεια,
18. παρὰ δέ τισιν ὁ στίχος. ♃ σμύρνης, πεπέρεως, ὀπίου,
1. στύρακος, καστορίου, χαλβάνης ἴσα, γλυκεῖ ἀναλάμβανε καὶ
2. ποίει καταπότια καὶ χρῶ. ἄλλο φάρμακον σφόδρα καλὸν,
3. ἐπιγράφεται ἁρμονία, ποιεῖ πρὸς κατάῤῥους καὶ τοὺς ἀνυπερβλήτους
4. ἐπισταγμούς. ♃ στύρακος, καστορίου, πεπέρεως,
5. καρδαμώμου ἀνὰ 𐅻 γ΄. ὀπίου, σμύρνης, ὑοσκυάμου λευκοῦ
6. σπέρματος ἀνὰ 𐅻 δ΄. ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια
7. καὶ δίδου ἐρεβίνθου μέγεθος εἰς ὕπνον. ἄλλο. ♃ κρόκου, θείου
8. ἀπύρου, σμύρνης, ὀπίου ἀνὰ 𐅻 δ΄. ὑοσκυάμου λευκοῦ σπέρματος,
9. καρδαμώμου, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 η΄. μέλιτος
10. ἑφθοῦ γο ε΄. ἢ ὅσον ἐξαρκεῖ. ἡ χρῆσις δεδήλωται, ὡς προγέγραπται
11. εἰς ὕπνον ἀπερχομένοις. ἡ Προξένου πρὸς βῆχας
12. χρονίους καὶ τὰς ἄγαν κεχρονισμένας διαθέσεις καθύγρους,
13. ἡ σύμφωνος λεγομένη. ἔστι δὲ καὶ ληξοπύρετος ἀγαθὴ, ᾗ
14. ἐχρήσατο Ἀντώνιος Μούσας. ♃ πεπέρεως λευκοῦ, ὀπίου,
15. καρδαμώμου ἀνὰ 𐅻 η΄. κρόκου, θείου ἀπύρου, σμύρνης,
16. ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 δ΄. μέλιτος ἀπέφθου
17. γο στ΄. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὑδρομέλιτος
18. κυ. γ΄.