19. Τοὺς ἄνευ τοῦ πυρέττειν
1. ἀναπνέοντας πυκνὸν, ὁποῖον οἱ δραμόντες ὠκέως, ἀπὸ
2. τοῦ συμπτώματος ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἀσθματικοὺς,
3. τοὺς δ’ αὐτοὺς τούτους ἀφ’ ἑτέρου συμπτώματος
4. ὀρθοπνοϊκοὺς καλοῦσιν, ἐπειδὴ διὰ παντὸς ἀναγκάζονται τὸ
5. τοῦ θώρακος σῶμα πᾶν ὄρθιον ἔχειν, φόβῳ τοῦ πνιγῆναι,
6. καὶ τήν γε στρωμνὴν ἐν τοῖς ἄνω μέρεσιν, οἷς ὁ θώραξ
7. ἐπικλίνεται, παρασκευάζουσιν ἑαυτοῖς ὀρθοτέραν, ὅπως μὴ
8. πνιγῶσι κοιμώμενοι. τὸ γὰρ εἰσπνεόμενον αὐτοῖς ἔλαττόν
9. ἐστιν ἢ κατὰ τὴν χρείαν τῆς ἀναπνοῆς, καίτοι διαστελλομένου
10. τοῦ θώρακος ἐπιπλεῖστον, ᾧ καὶ δῆλον ἐντὸς αὐτοῖς
11. στενοχωρίαν γενέσθαι τινὰ παρὰ φύσιν, ἧς ἐναργῶς καὶ οἱ
12. πάσχοντες αὐτοὶ τὴν αἴσθησιν ἔχουσι. γίνεται μὲν οὖν
13. καὶ τοῖς ἐμπυϊκοῖς ὀνομαζομένοις ἡ στενοχωρία, διὰ τὸ μεταξὺ
14. θώρακός τε καὶ πνεύμονος ἠθροισμένον ὑγρόν. γίνεται
15. δὲ καὶ τοῖς περιπνευμονικοῖς διὰ τὴν τοῦ πνεύμονος φλεγμονήν.
16. ὑπόλοιποι δέ εἰσι δύο διαθέσεις αἱ στενοχωρίαν
17. ἐργαζόμεναι ταῖς ὁδοῖς τοῦ εἰσπνεομένου πνεύματος, ὅταν
18. ἤτοι πλῆθος ὑγρῶν παχέων τε καὶ γλίσχρων ἐμπλασθῇ τοῖς
1. βρογχίοις τοῦ πνεύμονος ἤ τις ὄγκος ἀποστηματικὸς ἐν αὐτῷ
2. συστῇ. καὶ ἥ γε θεραπεία τὸ μέν τι κοινὸν ἔχει τῶν
3. διαθέσεων ἀμφοτέρων, τὸ δέ τι καὶ καθ’ ἕτερον ἴδιον· κοινὸν
4. μὲν ἐκδαπανῆσαι καὶ ἀναλῶσαι τὴν περιουσίαν τῆς τὰ
5. πάθη γεννώσης ὑγρότητος, ἴδιον δὲ τῆς μὲν τῶν γλίσχρων
6. τε καὶ παχέων ὑγρῶν διὰ τῶν λεπτυνόντων τε καὶ ῥυπτόντων
7. φαρμάκων, τῆς δὲ τῶν ἀποστηματικῶν ὄγκων διὰ τῶν
8. λεπτυνόντων τε καὶ ξηραινόντων, ἥ τις αὖ πάλιν πᾶσι
9. τοῖς ἐν τῷ βάθει τοῦ σώματος ἀποστήμασίν ἐστι κοινή.
10. οἴνου μὲν οὖν πόσις ἀμφοτέραις ἁρμόζει λεπτοῦ τῇ συστάσει,
11. τὸ δὲ σύμπαν ποτὸν ὀλίγον μὲν οἷς ἀπόστημά που
12. γίνεται, πολὺ δὲ οἷς ἐμπέφρακται τὰ βρογχία τοῖς γλίσχροις
13. ὑγροῖς καὶ παχέσιν. τὰ γὰρ ἀποῤῥύπτοντα τοὺς τοιούτους
14. αὐτῶν χυμοὺς φάρμακα κινεῖ μὲν ἐξ ἀνάγκης βῆχας, οὐκ
15. εὐκόλως δὲ ἀναπτύεται τὸ ἀποῤῥυπτόμενον διὰ τὸ πάχος.
16. ὑγρότητος οὖν αὐτοῖς δεῖ πλείονος, ὡς ἀναφέρεσθαι ῥᾳδίως.
17. καθάπερ δὲ ἐν τοῖς ἄλλοις φαρμάκοις ἀδιορίστως οἱ πλεῖστοι
1. τῶν ἰατρῶν, οὕτω κᾀν τοῖς πρὸς ταῦτα ἀμφότερα
2. χρησίμοις ἁμαρτάνουσιν. καὶ μὲν δὴ καὶ σύγκειται τινὰ μὲν
3. τῶν φαρμάκων θατέρῳ τῶν παθῶν χρήσιμα, τινὰ δὲ θατέρῳ,
4. τινὰ δὲ ὡς πρὸς ἄμφω μὲν ἁρμόττειν μετρίως, ἀξιόλογον
5. δὲ μηδὲν ὠφελεῖν. ἐπισημανοῦμαι δὲ καθ’ ἕκαστον ὧν
6. ἔγραψαν οἱ πρὸ ἐμοῦ φαρμάκων ἀξιολόγων, ὁποῖα τὴν δύναμίν
7. ἐστιν, ἀρξάμενος ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων
8. ἐν τῷ δευτέρῳ τῶν ἐντός.
9.
10. Ἐκλεικτὸν δυσπνοϊκοῖς Ἀντωνίου Μούσα. ὄνων τῶν
11. ὑπὸ ταῖς ὑδρίαις ξέστην α΄. ἐμβαλὼν εἰς ἄγγος κεραμεοῦν
12. φρῦγε ἐπ’ ἀνθράκων, λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ
13. ἀναλάμβανε καὶ δίδου μύστρον ἐκλείχειν πρὸ τροφῆς. ἄλλο.
14. σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε, τούτῳ παραμέτρει μέλιτος
15. Ἀττικοῦ τοσόνδε καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ δίδου μύστρον
16. πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο Χαριξένους. ♃
17. ὀριγάνου 𐅻 η΄. θύμου κόμης, ἴρεως Ἰλλυρικῆς, καλαμίνθης
1. ξηρᾶς, πεπέρεως λευκοῦ, ἀνίσου πεφωγμένου ἑκάστου τοσόνδε,
2. κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ἀναλάμβανε μέλιτι
3. ἑφθῷ, δίδου δὲ καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο. ♃ πεπέρεως
4. λευκοῦ λίτραν α΄. λιβυστικοῦ γο δ΄. καλαμίνθης ξηρᾶς,
5. ἀνίσου πεφωγμένου, γλήχωνος ἀκάρπου ἀνὰ γο γ΄. σελίνου
6. σπέρματος καὶ θύμου κόμης ἀνὰ γο α΄. ἀναλάμβανε
7. μέλιτι καὶ σκευάσας χρῶ καθὰ προείρηται.
8. ♃ Σταφίδος Ῥοδίας, χωρὶς
10. τῶν γιγάρτων, ὀξύβαφον, τήλεως πεπλυμένης τὸ ἴσον, ὕδατος
11. ὀμβρίου ξε. α΄. ἕψε μέχρι διαλύσεως καὶ τὸ ὑγρὸν διηθήσας
12. ἀπόθου. ἐκ τούτου δίδου θερμαίνων συνεχῶς
13. καὶ καθ’ ἑκάστην ἐπισημασίαν κυάθου τὸ πλῆθος. ἄλλο. ♃
14. ἀβροτόνου μέρη δύο, σταφίδος λιπαρᾶς τὸ ἴσον, πηγάνου
15. ἀκρεμόνων μέρος ἓν, ὕδατος ὀμβρίου ξε. γ΄. ἕψε εἰς τὸ τρίτον
16. καὶ τὸ ὑγρὸν ἔκθλιβε, καὶ τούτῳ ἐπιβαλὼν μέλιτος γο ι΄.
17. πάλιν ἕψε καὶ δίδου καθὰ προείρηται. καταπότιον δυσπνοϊκοῖς,
1. ἀσθματικοῖς. ♃ ἀβροτόνου, πηγάνου ἀκρεμόνων, ἀψινθίου
2. κόμης ἀνὰ 𐅻 δ΄. κόψας καὶ σήσας, ὄξει φυράσας ποίει
3. καταπότια δεκαδύο καὶ δίδου μετ’ ὀξυμέλιτος. ἄλλο Νικηράτου.
4. ♃ καστορίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου
5. ἀνὰ 𐅻 α΄. ἀψινθίου, κυμίνου Αἰθιοπικοῦ ἀνὰ 𐅻 α΄. ὄξει
6. φυράσας ἀνάπλαττε καταπότια καὶ δίδου ἐρεβίνθου τὸ
7. μέγεθος.
8. ♃ Ἀνίσου, θείου
9. ἀπύρου ἀνὰ γο γ΄. ἀμμωνιακοῦ θυμιάματος, καστορίου, μελανθίου
10. ἀνὰ 𐅻 δ΄. ὕδατι διαλύσας, ποίει καταπότια καὶ δίδου
11. ἓν δι’ ὀξυμέλιτος κυάθων τριῶν. ἄλλο. ♃ πηγάνου
12. ἀγρίου σπέρματος 𐅻 δ΄. ἀριστολοχίας, ἀβροτόνου, ἀψινθίου,
13. ἀμμωνιακοῦ θυμιάματος, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον,
14. ὄξει φυράσας ἀνάπλαττε καταπότια ἐρεβίνθου τὸ μέγεθος
15. καὶ δίδου δύο μετ’ ὀξυμέλιτος θερμοῦ κυάθων γ΄. ταῦτα
16. πάντα τὰ φάρμακα τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα τοῖς
17. ἰδίως δυσπνοϊκοῖς ὀνομαζομένοις ἁρμόζει. καλοῦσι δὲ οὕτως,
18. ὅσοις ἐμπέπλησται τὰ βρογχία τοῦ πνεύμονος ὑγρῶν παχέων
1. τε καὶ γλίσχρων, ἐφ’ ὧν, ὡς ἔφην, μετὰ τοῦ τέμνεσθαι καὶ
2. λεπτύνεσθαι τὸ πάχος τε καὶ τὴν γλισχρότητα τῶν χυμῶν
3. ὑγρότητός τι δεῖ προσεῖναι τοῖς φαρμάκοις καὶ τῇ διαίτῃ.
4. τὰ δὲ ἀποστήματα τῶν λεπτυνόντων καὶ ξηραινόντων δεόμενα
5. χαίρει μάλιστα ταῖς τῶν ἀρωμάτων δυνάμεσιν, ἃς
6. ἐπεδείξαμεν ἁπάσας εἶναι λεπτομερεῖς τε καὶ ξηραντικὰς μετὰ
7. τοῦ θερμαίνειν, ὥστε τοῖς ἰδίως λεγομένοις ὀρθοπνοϊκοῖς τε
8. καὶ ἀσθματικοῖς ἁρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς τοῦ
9. θερμαίνειν, καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς ὀνίνησιν ὄξος τὸ
10. σκιλλητικὸν ὀνομαζόμενον, αὐτή τε ἡ σκίλλα καὶ τὸ διὰ τοῦ
11. τοιούτου ὄξους ὀξύμελι. τῶν δὲ ὑπὸ τῆς ὑδρίας ὄνων μέμνηται
12. ἐπ’ αὐτῶν ὡς λεπτυντικὴν ἐχόντων καὶ διαφορητικὴν
13. δύναμιν. ἐκ τίνος δὲ ἐννοίας ἐπὶ τὴν χρῆσιν αὐτῶν ἧκεν
14. οὐκ ἔχω φάναι. καθάπερ δὲ τὸ θερμαῖνον σφόδρα φυλακτέον
15. ἐστὶν ἐπὶ τοῦ τοιούτου πάθους, διὰ τὸ τοὺς γλίσχρους
16. τε καὶ παχεῖς χυμοὺς οὐ μόνον οὐδὲν ὀνίνασθαι πρὸς αὐτῶν,
17. ἀλλὰ καὶ βλάπτεσθαι, τὸν αὐτὸν τρόπον ὅσα ψύχει
1. σφοδρῶς φυλάττεσθαι χρή. παχύνει γὰρ ἅπαντα καὶ συνάγει
2. τοὺς χυμοὺς καὶ δυσαπονίπτους ἐργάζεται, καὶ διὰ τοῦτο
3. καλῶς ἐποίησαν οἱ συνθέντες τὰ τοιαῦτα φάρμακα μήτε μήκωνος
4. ὀπὸν μήτε μανδραγόρου χυλὸν ἢ τῆς ῥίζης φλοιὸν ἢ
5. ὑοσκυάμου σπέρμα μίξαντες ἢ κωνείου ἢ ψυλλίου ἢ λινοσπέρμου,
6. πολὺ δὲ μᾶλλον οὐδὲ τῶν στυφόντων τι φαρμάκων.
7. ἐναντιώτατα γάρ ἐστι ταῖς τοιαύταις διαθέσεσιν, ὡς
8. ὁρᾶτε.
9. Πρὸς δύσπνοιαν. ♃ θείου ἀπύρου δραχμὴν
11. μίαν, πηγάνου ἀγρίου σπέρματος δραχμὴν μίαν, ἀριστολόχου,
12. ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου,
13. ἀνὰ 𐅻 δ΄. λεάνας ὄξει ἀνάπλαττε ἡλίκα κύαμος, δίδου
14. πρωῒ τρεῖς καὶ ὀψὲ τρεῖς. ἄλλο πρὸς δύσπνοιαν, ὡς Ἀλκίμιος.
15. ♃ κολοκυνθίδος σαρκὸς τριώβολον, πάνακος τριώβολον,
16. ἀνίσου ὀβολὸν α΄. ἀναλάμβανε ὕδατι καταπότια δ΄. καὶ
17. ξηράνας δίδου ὀβολόν. πρὸ μιᾶς δὲ κενούσθω ἁπλῷ κενώματι.
1. ἄλλο. ♃ κολοκυνθίδος 𐅻 α΄ S". Ἰλλύριδος 𐅻 β΄.
2. ὀποπάνακος ῥίζης 𐅻 β΄. ἀβροτόνου 𐅻 α΄. νίτρου 𐅻 α΄. οἱ
3. δὲ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ποίει κυάμου μέγεθος.
4. ἡ δόσις δ΄. διαστήσας ἡμιώριον, δίδου μελικράτου κοτύλης
5. S". ἄλλο. ♃ νάπυος 𐅻 α΄. ἁλὸς κοινοῦ τριώβολον, ἐλατηρίου
6. τριώβολον, οἱ δὲ ὀβολὸν α΄ S". λεάνας μεθ’ ὕδατος,
7. ἀνάπλαττε τροχίσκους ὀκτὼ παρ’ ἡμέραν μεθ’ ὑδρομέλιτος.
8. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος 𐅻 α΄. ἀβροτόνου 𐅻 β΄.
9. θείου ἀπύρου 𐅻 α΄. σὺν ὕδατι ἀνάπλαττε τροχίσκους καὶ
10. δίδου σὺν ὑδρομέλιτι κυάθους τρεῖς. ἄλλο πρὸς ὀρθοπνοϊκούς.
11. ♃ ἐλατηρίου ἡμιωβόλιον, ὄνους τοὺς ἀπὸ τῶν κοπρίων
12. γ΄. λεάνας ὁμοῦ τὸ ἥμισυ δίδου σὺν ὕδατος κυάθῳ
13. ἑνί. ἄλλο, ὡς Φιλῖνος πρὸς ἆσθμα καὶ δύσπνοιαν. ♃
14. καρδαμώμου 𐅻 γ΄. ἴρεως 𐅻 α΄ S". πάνακος 𐅻 α΄. S". κασσίας
15. 𐅻 α΄ S". στρουθίου 𐅻 α΄ S". στύρακος 𐅻 β΄. θύμου
16. 𐅻 η΄. πηγάνου ἀγρίου σπέρματος 𐅻 η΄. ἀβροτόνου 𐅻 η΄.
17. ἀριστολοχίας κληματίδος, θείου ἀπύρου, ἀμμωνιακοῦ θυμιάματος
18. ἀνὰ 𐅻 η΄. σὺν ὄξει δριμεῖ, ποιήσας πάχος κηρωτῆς,
1. δίδου κυάμου Αἰγυπτίου μέγεθος ἐν ὕδατος κυάθοις τρισί.
2. πρὸς ὀρθόπνοιαν ὡς Ἀπολλώνιος. ♃ σκίλλης μέρος α΄. θείου
3. ἀπύρου, ἀσφάλτου ἀνὰ μέρος α΄. ἡ δόσις τριώβολον ἐν ὀξυμέλιτι.
4. πρὸς ὀρθόπνοιαν παρὰ Σωσικράτους. ♃ ὀποπάνακος
5. 𐅻 α΄. σμύρνης 𐅻 α΄. πεπέρεως κόκκους μ΄. πηγάνου δεσμίδιον,
6. ὅσον τοῖς δυσὶ δακτύλοις, ποιήσας λεῖα ἀνάπλαττε καταπότια
7. εἴκοσι καὶ δίδου πρωῒ ἓν καὶ δείλης ἓν, πυρέσσουσιν
8. ἐν ὕδατος κυάθοις δυσὶν, ἀπυρέτοις μετ’ οἴνου. πρὸς
9. ὀρθόπνοιαν Ἀνδρονίκου. ♃ θείου ἀπύρου τριώβολον, ἀμμωνιακοῦ
10. θυμιάματος 𐅻 α΄. ἀνίσου, σμύρνης, καστορίου ἀνὰ
11. 𐅻 α΄. κυμίνου Αἰθιοπικοῦ 𐅻 α΄. μεθ’ ὕδατος ἀνάπλασσε
12. τροχίσκους ἀνὰ γράμματα τρία ἢ τέσσαρα, εἰς κοίτην δίδου
13. μεθ’ ὕδατος κυάθων β΄. πρὸς ὀρθοπνοϊκοὺς, βηχικοὺς, περιπνευμονικοὺς,
14. φθισικευομένους, δυσπνοοῦντας, ἡπατικοὺς,
15. ὡς Εὐγένειος. ♃ κρόκου 𐅻 η΄. μίσυος 𐅻 δ΄. δαφνίδων 𐅻 β΄.
16. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ 𐅻 α΄. ὀπίου 𐅻 γ΄. κόστου
17. τριώβολον, τερμινθίνης ὀβολοὺς ε΄. χαλβάνης τριώβολον, γλυκείας
18. χυλοῦ ὀβολοὺς δύο κόμμεως ὀβολὸν α΄. μέλιτος λίτραν S".
1. δίδου κοχλιάριον ἓν μεθ’ ὕδατος κυάθων δυοῖν ἢ τριῶν·
2. ἐὰν δὲ ἐπείγῃ, καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν. πρὸς ὀρθοπνοϊκοὺς
3. Οὐάλεντος ♃ ὀποπάνακος 𐅻 β΄. κολοκυνθίδος
4. σαρκὸς 𐅻 α΄. ἡ τελεία δόσις ἔστω αὕτη. ἄλλη Ὀνήτρου. ♃
5. καστορίου 𐅻 α΄. ἀμμωνιακοῦ θυμιάματος 𐅻 β΄. τούτου τὸ
6. ἥμισυ διδόσθω μετὰ μελικράτου. πρὸς δύσπνοιαν τὸ τοῦ
7. Ποδανίτου. ♃ νάπυος 𐅻 α΄. ἁλὸς 𐅻 α΄. νίτρου τριώβολον,
8. ποιήσας ὀκτὼ καταπότια, δίδου εἰς νύκτα δύο καὶ διαλείπων
9. ἡμέραν, εἶτα καὶ ἕξ δίδου, ἀναλάμβανε ὕδατι.