ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Θ.
1. Ὅπερ ἀεὶ λέγω καὶ νῦν ἐρῶ, πεπεισμένος
2. ὅτι χαλεπώτατόν ἐστι μεταστῆναι πρὸς τὴν ἀλήθειαν τοὺς
3. φθάσαντας αἱρέσει δουλεύειν. ὅσοι δὲ συνετοί τε ἅμα καὶ
4. ἀληθείας ὄντως φίλοι, τούτους ἐλπίζω φυλάξειν τὰ παρὰ
5. τῆς φύσεως ἡμῖν δοθέντα κριτήρια τῶν κατὰ τὸν βίον πράξεων,
6. ἐμπειρίαν καὶ λόγον, ἐπ’ ἐνίων μὲν ἴσον ἑκάτερον
7. συντελοῦν εἰς τὴν τέχνην, ἐπ’ ἐνίων δὲ πλέον θατέρου θάτερον,
1. ἀεὶ μέντοι πρὸς τὸ τέλεον ἑκατέρου δεόμενον, οὕτω
2. ποιήσομαι τὸν λόγον. αἱ γάρ τοι ψευδεῖς δόξαι, προκαταλαμβάνουσαι
3. τὰς ψυχὰς τῶν ἀνθρώπων, οὐ μόνον κωφοὺς,
4. ἀλλὰ καὶ τυφλοὺς ἐργάζονται τῶν τοῖς ἄλλοις ἐναργῶς ὁρωμένων.
5. ὅπερ οὐχ ἥκιστα καὶ περὶ τῶν κατὰ τὸ στόμα τῆς
6. κοιλίας παθῶν ἐστι, καὶ μάλισθ’ ὅταν φλεγμαίνῃ. δέονται
7. γὰρ αὗται καὶ αἱ τοῦ ἥπατος φλεγμοναὶ τῆς τῶν στυφόντων
8. παραπλοκῆς. ἐὰν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς, ἀμίκτου
9. τῆς τονωτικῆς δυνάμεως γενομένης, θεραπεύωνται, κίνδυνον
10. ἐπάγονται περὶ τῆς ζωῆς αὐτῆς, καὶ τοῦτο πάντων
11. μὲν τῶν ἐμπειρικῶν ἰατρῶν ὑπὸ τῆς πείρας δεδιδαγμένων,
12. πάντων δὲ τῶν δογματικῶν ἐπὶ τῶν ἔργων τῆς τέχνης φυλαττόντων,
13. οὐκ ὀλίγοι τῶν νῦν μεθοδικῶν, οὐ γὰρ
14. δὴ πάντες γε, μυρίοις μὲν αὐτοὶ στομαχικοῖς συγκοπῆς αἴτιοι
15. γεγόνασιν, ἅπαντας δὲ τοὺς ἡπατικοὺς ἀναιροῦσιν· οὐδένα
16. γὰρ εἶδον ἐγὼ σωθέντα τῶν εἰς τοιοῦτον ἰατρὸν ἐμπεσόντων.
17. τινὲς δὲ αὐτῶν ὀλίγοι μὲν καταντλοῦσιν ἐλαίῳ, κόμην
1. ἐναποξεννύντες ἀψινθίου καὶ ναρδίνῳ μύρῳ βρέξαντες, ἔριον
2. ἐπιδέουσιν. ἔνιοι δὲ καὶ μαστίχης Χίας μιγνύουσιν ἢ ἀλόης,
3. ἢ μήλινον ἀντὶ νάρδου παραλαμβάνουσιν. ἐπὶ δὲ τῶν πλουσίων
4. γυναικῶν καὶ τὸ καλούμενον ὑπ’ αὐτῶν φουλίατον καὶ
5. σπικάτον προσφέρουσι, καὶ ταῦτα ποιοῦντες οἴονται τὴν χαλαστικὴν
6. ἀγωγὴν φυλάττειν, τοσοῦτον αὐτοῖς παρίεστιν
7. ἐμπειρίας φαρμάκων δυνάμεως. εὐξαίμην ἂν πάντας οὕτως
8. ἀμαθεῖς εἶναι μᾶλλον ἢ γινώσκοντας τὰ στύφοντα φυλάττεσθαι
9. τὴν χρῆσιν αὐτῶν. ὅσα μὲν οὖν ἐν ἐπιβροχαῖς τε καὶ
10. καταπλάσμασι τῶν στυφόντων μίγνυται τοῖς ἧπαρ ἢ στόμα
11. γαστρὸς ἀλγοῦσιν, ὃ δὴ καὶ στόμαχον καλοῦσιν, οὐ τοῦ
12. παρόντος λόγου διελθεῖν· ὅσα δὲ ἐν φαρμάκοις ἐμπλαστοῖς
13. καὶ κηρωτοειδέσιν ἔξωθεν ἐπιτιθεμένοις, ὅσα τε ἐν τοῖς καταπινομένοις
14. ἐστὶ χρήσιμα, ταῦτα δηλώσω, τὰ τῶν φλεγμαινόντων
15. πρῶτα γράψας, ἐπειδὴ καὶ μάλιστα κινδυνεύουσιν
16. ἐπ’ αὐτοῖς οἱ κάμνοντες. κηρωτὴ μὲν οὖν, ᾗ συνεχῶς
17. χρῶμαι, δι’ ἀλόης καὶ μαστίχης καὶ κηροῦ Ποντικοῦ τοῦ
1. πικροῦ καὶ ναρδίνου μύρου. συντίθεται δὲ χειμῶνος μὲν
2. εἰς 𐅻 η΄. τοῦ κηροῦ γο α΄. μετρικῆς Ῥωμαϊκῆς ἐμβαλλομένης
3. τοῦ ναρδίνου μύρου, θέρους δὲ εἰς ζ΄. κατὰ τὴν ἀναλογίαν
4. τοῦ μύρου. κάλλιστον δὲ εἶναι χρὴ τὸ μύρον, ὁποῖον
5. ἔμπροσθεν μὲν ἐν Λαοδικείᾳ τῆς Ἀσίας ἐσκευάζετο μόνῃ,
6. νυνὶ δὲ καὶ κατὰ πολλὰς ἄλλας Ἀσιανὰς πόλεις ὁμοίως
7. συντίθεται. κηρὸς δὲ, εἰ μὴ Ποντικὸς ὁ πικρὸς εὐποροῖτό σοι,
8. τὸν γοῦν ἄλλον Ποντικὸν ἔμβαλλε, κᾀκείνου μὴ παρόντος,
9. τὸν καλούμενον Τυῤῥηνικόν. ἂν δὲ μηδ’ οὗτος παρῇ, τῶν
10. ἄλλων τινὰ τῶν εὐωδῶν καὶ λιπαρῶν. εἰ δὲ μηδὲ τοιοῦτον
11. ἔχοις, τὸν εὐπορηθέντα σοι κηρὸν πλύνας ἔμβαλλε· τηκέσθω
12. δὲ ἐν ἀγγείῳ διπλῷ, κᾄπειτα ψυχθεῖσαν τὴν κηρωτὴν ξύων
13. μίγνυε λελειωμένοις ἀκριβῶς τῇ τε ἀλόῃ καὶ τῇ μαστίχῃ.
14. ἔστω δὲ ἑκατέρου 𐅻 α΄. καί ποτε καὶ πλεῖον, καὶ μὴ ὥστε
15. ὑπερβάλλειν μίαν τε καὶ ἡμίσειαν. εἰ δὲ καὶ πλέονος δέοιτο
16. στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῆς τροφῆς κρατεῖν, προσμιγνύσθω
17. καὶ ὀμφακίου τὸ ἴσον, ὥστε τῶν τριῶν ἑκάστου
1. δραχμὴν εἶναι μίαν, τῆς ἀλόης λέγω καὶ τῆς μαστίχης μίαν
2. καὶ τρίτην τοῦ ὀμφακίου. μιγνύσθω δὲ ἐν τῇ σκευασίᾳ τῆς
3. κηρωτῆς πρῶτον μὲν ὀμφάκιον, εἶθ’ οὕτω τὰ ἄλλα τούτοις
4. ἑνούσθω. μίγνυμι δ’ ὥσπερ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου
5. χυλόν. ἔστι δ’ ὅτε καὶ ἄμφω καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς
6. ὑποκυστίδος καὶ τετάρτης οἰνάνθης, οὕτω δ’ ὀνομάζω τὸ
7. τῶν ἀγρίων ἀμπέλων ἄνθος ἢ ἐκβλάστημα σὺν τοῖς ἄνθεσιν,
8. ἐξ οὗ ταῖς ἡμέραις ἡ σταφυλὴ γίνεται. καὶ μέντοι καὶ
9. ῥοῦ χυλὸν οὐκ ὀλιγάκις ἔμιξα, καὶ παραύξειν δὲ χρὴ τῆς ναρδίνης
10. κηρωτῆς τὸ πλῆθος, ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων
11. ἀριθμῷ, ὥστε ἂν τέσσαρες ἐκ τῶν ἄλλων ἀθροίζωνται
12. δραχμαὶ, τέσσαρας γο εἶναι τῆς ναρδίνης κηρωτῆς, δύο μὲν
13. τοῦ κηροῦ, δύο δὲ τῆς νάρδου, τουτέστιν ἑκκαίδεκα
14. δραχμὰς ἑκατέρου. χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης
15. ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ
16. τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν τε καὶ διαφορητικῶν
17. φαρμάκων, ὁποῖόν ἐστι καὶ τὸ διὰ τοῦ μελιλώτου
18. σκευαζόμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ πολυειδεστέρα,
1. διὰ τὸ πᾶσι τοῖς καθ’ ὑποχόνδριον φλεγμαίνουσιν ἁρμόττειν,
2. ὑπαλλαττόμενον οὐ μεγάλαις διαφοραῖς, ὥστε τὴν μέν
3. τινα σκευασίαν αὐτοῦ τοῖς περὶ ἧπαρ εἶναι χρησιμωτέραις
4. τὴν δέ τινα τοῖς περὶ τὸν στόμαχον ἢ κοιλίαν ἢ σπλῆνα ἤ
5. τινα τῶν ἐνταῦθα μυῶν, ἃ κοινῇ γραφῇ περιείληπται πάντα
6. κατὰ τὰς τῶν μαλαγμάτων συνθέσεις. ἐν δὲ τῷ παρόντι τὰ
7. γεγραμμένα τοῖς πρὸ ἐμοῦ πρὸς ἁπάσας τὰς περὶ τὸν στόμαχον
8. διαθέσεις, οὐ διὰ τῆς ἔξωθεν ἐπιθέσεως τῶν φαρμάκων
9. μόνον, ἀλλὰ καὶ διὰ πόσεως ὠφελοῦντα γραφήσεται
10. πάντα. τινὰ δὲ αὐτῶν ἐστι κοινὰ καὶ τοῖς κατὰ τὴν γαστέρα
11. πάθεσιν.
12. Εἴρηται πολλάκις ὡς τὸ τῆς γαστρὸς στόμα καλεῖν
13. ἔθος ἐστὶ τοῖς ἰατροῖς ὥσπερ καρδίαν, οὕτω καὶ στόμαχον.
14. ἀλλὰ πάλαι μὲν ἦν συνηθέστερον τὸ τῆς καρδίας ὄνομα,
15. νυνὶ δὲ ἀπ’ ἐκείνου μὲν ἔτι διαμένει τὸ καρδιώσσειν καὶ ἡ
16. καρδιαλγία, τὸ δὲ μόριον αὐτὸ στόμαχον ὀνομάζουσιν ὁμωνύμως
17. τῷ καταφέροντι τὴν τροφὴν ἐκ τοῦ στόματος εἰς αὐτήν.
18. γεγράφασιν οὖν οἱ πρὸ ἡμῶν φάρμακα πρὸς τὰς ἐν
1. αὐτῷ διαθέσεις, ὥσπερ τὰς ἄλλας, οὕτω καὶ τὰς ὀνομαζομένας
2. αὐτοῖς ἀνατροπάς· ἐοίκασι δ’ οὕτω καλεῖν τάς τε
3. ἀνορεξίας καὶ τὰς ναυτιώδεις διαθέσεις, ἐφ’ αἷς ἐνίοτε μὲν
4. συμβαίνουσιν ἔμετοι, γίνονται δὲ καὶ δήξεις ἐν αὐτῷ τινες,
5. ὥσπερ βουλιμιώδεις τε καὶ ἀσώδεις διαθέσεις, ἐφ’ ὧν ἁπασῶν
6. κοινὴ μέν τις ἡ τῶν στυφόντων φαρμάκων εὕρηται
7. χρῆσις. ἐπιμέμικται δ’ αὐτῶν τοῖς πλείστοις τὰ θερμαίνοντα
8. καὶ ξηραίνοντα. γίνονται δὲ καὶ αἱ ἄλλαι διαθέσεις σπανιώτεραι
9. τῶν ὑγραινόντων ἢ ψυχόντων ἢ ἀμφοτέρων ἅμα
10. δεόμεναι φαρμάκων. τοῖς δὲ ἐκ πείρας ἄνευ λογικῆς μεθόδου
11. τὰ βοηθήματα εὑρίσκουσιν, εἰκότως τὰ πολλάκις ὠφελήσαντα,
12. μνημονεύεταί τε καὶ εἰς χρῆσιν ἄγεται. τῶν γὰρ
13. πλειστάκις ὡσαύτως ἑωραμένων τήρησίν τε καὶ μνήμην εἶναί
14. φασι τὴν ἑαυτῶν ἐμπειρίαν. ὥσπερ δὲ ἐν τῷ στόματι τῆς
15. κοιλίας, οὕτω καὶ κατ’ αὐτὴν ὅλην ἕκαστόν τε τῶν ἐντέρων
16. καὶ συνελόντι φάναι κατὰ πᾶν μόριον τοῦ σώματος αἱ αὐταὶ
17. δυσκρασίαι γινόμεναι τὰς ἐνεργείας τῶν ὁμοιομερῶν
1. βλάπτουσιν, ἃς εἰ μή τις πεισθείη τὰ νοσήματα αὐτῶν, οὐδὲ
2. ἂν ἀσκήσειε τὴν διάγνωσιν. ἀγνοήσας δὲ αὐτὴν οὐδὲ τὴν
3. θεραπείαν εὑρήσει. ἔχουσι δ’ οὐκ ὀλίγον στοχασμὸν αἱ διαγνώσεις
4. τῶν ἐν τῷ βάθει τοῦ σώματος συνισταμένων διαθέσεων,
5. διὸ καὶ χρησιμώτατόν ἐστι τῆς ἰατρικῆς τέχνης μόριον
6. τὸ διαγνωστικὸν τῶν τοιούτων διαθέσεων, ἃς οὐδ’
7. ὅτι πρῶταί τε καὶ μέγισταί εἰσι γινώσκουσιν οἱ πολλοὶ τῶν
8. ἰατρῶν, ὥστε εἰκότως οὔτε διάγνωσιν αὐτῶν οὔτε θεραπείαν
9. ἐζήτησαν. ἀναγκάζονται τοίνυν, εἰ καὶ δογματικοὶ τύχοιεν
10. ὄντες, τὰς λογικὰς μεθόδους ἐπὶ τὴν ἐμπειρίαν ἀφικνεῖσθαι
11. μόνην, ὥστε θαυμάζειν, ὅταν ἄνευ πυρετοῦ καὶ φλεγμονῆς
12. ἀποστήματός τε καὶ ἑλκώσεως ἀσθενῶς τινος πέπτοντος ἢ
13. μηδ’ ὅλως πέπτοντος ἐπαγγειλάμενοι θεραπείαν εὑρεῖν ζητῶσιν
14. εἰ τῇ τρίψει τῶν σιτίων ἡ πέψις γίνεται, κᾄπειτα ὡς
15. μέγιστον τοῦτο εὑρηκότες εὔτριπτα διδόασιν αὐτὰ τὰ ἐδέσματα,
16. μηδὲ τὸ προχειρότατον ἐννοοῦντες, ὃ καὶ τῶν ἰδιωτῶν
17. ἰατρικῆς, ἄλλως δὲ συνετῶν ὄντων ἀνδρῶν, ἤρετό μέ τις
1. ὅπως χρήσιμόν ἐστι τὸ γνῶναι τῇ τρίψει τὴν πέψιν γίνεσθαι
2. πρὸς τὸ τὴν διάθεσιν ἐξιάσασθαι τῆς γαστρὸς, καθ’
3. ἣν ἀτονεῖ πέπτειν τὰ σιτία, πρὸς τῷ μηδὲ θεραπείαν
4. εἶναι τὴν τῶν εὐτρίπτων προσφορὰν, ἀλλὰ μόνον ἔκκλισιν
5. τῆς βλάβης, ὥσπερ καὶ τὴν ὀλιγοσιτίαν τε καὶ ἀσιτίαν.
6. ὥσπερ γὰρ ὁ ἀσιτήσας οὐκ ἀπεπτεῖ μὲν, οὐ μὴν ἐθεραπεύθη
7. τὴν διάθεσιν, οὕτως οὐδ’ ὁ τὰ μηδ’ ὅλως δεόμενα τρίψεως
8. προσαράμενος, ὁποῖόν ἐστι τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς
9. καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα. ταῦτα μὲν οὖν ἐν
10. τῆς θεραπευτικῆς μεθόδου γράμμασιν αὐτάρκως λέλεκται,
11. καὶ δῆλον ὅτι τοῖς ἐν ἐκείνοις γεγυμνασμένοις ἡ νῦν
12. ἐνεστῶσα διδασκαλία χρήσιμος ὑπάρχει. καθάπερ δὲ ἐπὶ τῶν
13. ἄλλων, ὡς ἔμπροσθεν εἶπον, ἀναμιμνήσκων ἕκαστα τῶν ἐν
14. ἐκείνῃ μοι προδεδειγμένων κεφαλαίων ἐπὶ τὴν περὶ τῶν φαρμάκων
15. σύνθεσιν ἠρχόμην, οὕτω καὶ νῦν ποιήσω.
16. Δυσκρασιῶν οὐσῶν ὀκτὼ καθ’ ἕκαστον τῶν μορίων, καὶ
17. τούτων ἁπασῶν γινομένων ἢ κατὰ ψιλὰς καὶ μόνας τὰς
1. ποιότητας, ἢ καὶ μετά τινος χυμοῦ, τὴν μὲν κατὰ ξηρότητα
2. δυσκρασίαν ὑγραίνειν χρὴ, τὴν δὲ καθ’ ὑγρότητα ξηραίνειν,
3. οὕτω δὲ καὶ τὴν κατὰ θερμότητα ψύχειν, τὴν δὲ κατὰ ψύξιν
4. θερμαίνειν χρή. ὁμοίως δὲ καὶ τὰς συνθέτους δυσκρασίας
5. ἤτοι θερμαίνειν καὶ ξηραίνειν ἢ ὑγραίνειν καὶ θερμαίνειν
6. ἢ ψύχειν καὶ ὑγραίνειν ἢ ξηραίνειν καὶ ψύχειν. ἐπεὶ δὲ,
7. ὡς ἔφην, αἱ πλεῖσται δυσκρασίαι τοῖς ἀνθρώποις ἐκ περιουσίας
8. ὑγρῶν μᾶλλον ἢ ἐνδείας γίνονται, τὰ ξηραίνοντα φάρμακα
9. τοὺς πολλοὺς ὀνίνησι μᾶλλον. ἐπὶ δὲ τῶν ξηραινόντων
10. τὰ μὲν στύφει, συνάγοντα καὶ στύφοντα τὴν τῶν ὁμιλούντων
11. οὐσίαν, τὰ δὲ διαφοροῦντα, κᾀν τούτῳ διαλύοντα
12. τὴν οὐσίαν αὐτῶν, διὰ τοῦτο πλείους εἰσὶν οἱ τῶν στυφόντων
13. δεόμενοι. ἀλλ’ ἐὰν μετὰ ψύξεως ἡ ὑγρὰ δυσκρασία γένηται,
14. βλάπτονται διὰ τῶν στυφόντων μόνων θεραπευόμενοι
15. ψυχρῶν ὄντων ταῖς δυνάμεσιν. εἰκότως οὖν τὰ πλεῖστα τῶν
16. διὰ πείρας εὑρημένων φαρμάκων ἐκ μικτῆς ὕλης σύγκειται,
17. στυφούσης τε καὶ θερμαινούσης. γνωρίσεις δὲ αὐτῶν τὴν
1. διαφορὰν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἔχων τὴν
2. μνήμην. εἴρηται γάρ μοι πολλάκις ἤδη μηδένα δύνασθαι λογικῶς
3. τε καὶ κατὰ μέθοδον τοῖς ἐν τῇδε τῇ πραγματείᾳ γεγραμμένοις
4. χρήσασθαι χωρὶς τοῦ μεμνῆσθαι τῶν εἰρημένων
5. ἐν ταῖς πρὸ ταύτης δύο πραγματείαις, τῆς τε τῶν ἁπλῶν
6. φαρμάκων δυνάμεως καὶ τῆς θεραπευτικῆς μεθόδου. τινὲς
7. μὲν γὰρ ἄνευ διορισμοῦ τινος ἔγραψαν φάρμακα πρὸς τὰς
8. τοιαύτας διαθέσεις στομάχου τε καὶ γαστρὸς, ἔνιοι δὲ ἐφήψαντο
9. διορισμῶν τινων ἀπὸ συμπτωμάτων ἅπασι φαινομένων.
10. ὅπως οὖν καὶ ὑμεῖς εἰδῆτε γνωρίζειν ἑκάστου τῶν διὰ
11. πείρας εὐδοκιμησάντων φαρμάκων τὰς δυνάμεις, εἰ καὶ μὴ
12. προσγεγραμμένας εὑρίσκοιτε τὰς διαφορὰς τῶν διαθέσεων
13. ἐφ’ ὧν ἁρμόττουσι, παραγράψω πρώτας μὲν τὰς ὑπ’ Ἀνδρομάχου
14. γεγραμμένας, εἶτα τὰς ὑπ’ Ἀσκληπιάδου καὶ μετὰ
15. ταύτας, ἐὰν δόξῃ, καὶ ἄλλας τινάς.