14. Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων,
15. Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας,
16. Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος,
17. Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς,
18. Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας
1. Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον
2. Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον.
3. Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο,
4. Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία,
5. Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα,
6. Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα.
7. Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος,
8. Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον,
9. Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ,
10. Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο.
11. Κρόκου δὲ γο α΄ S".
12. Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο.
13. Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον,
14. Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο.
15. Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα,
16. Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον.
17. Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ
18. Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν
1. Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα.
2. Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα
3. Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ,
4. Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.
5. Ἄλλο μάλαγμα τοῦ αὐτοῦ.
6. Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ
7. Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας.
8. Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν
9. Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις.
10. Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν,
11. Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους.
12. Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ,
13. Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης
14. Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον,
15. Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν.
16. Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν,
17. Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν,
18. Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,
1. Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης.
2. Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ.
3. Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου,
4. Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν
5. Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο.
6. Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνῳ,
7. Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι,
8. Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς
9. Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ,
10. Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι,
11. Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα,
12. Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς,
13. Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα.
14. Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.
15. Ἄλλο Δαμοκράτους μάλαγμα.
16. Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος
17. Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου,
18. Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.
1. Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους
2.
Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν,
3. Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε.
4. Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,
5. Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος,
6. Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα.
7. Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος,
8. Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν
9. Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.
10. Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας,
11. Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο,
12. Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν,
13. Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν,
14. Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.
15. Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
16. Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν,
17. Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον
18. Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,
1. Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος,
2. Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα,
3. Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς,
4. Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,
5. Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα
6. Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον.
7. Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ
8. Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου.
9. Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.
10. Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς,
11. Κηρωτάριον γιγνόμενον εὐαφέστερον.
12. Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.
13. Ἄλλο Δαμοκράτους μάλαγμα.
14. Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.
15. Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον,
16. Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει,
17. Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,
18. Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.
1. Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι.
2. Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων,
3. Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν,
4. Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα,
5. Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως
6. Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν,
7. Νίτρου θαλασσίου δὲ λίτρας S".
8. Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα,
9. Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον,
10. Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας,
11. Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου,
12. Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος.
13. Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου
14. Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου
15. Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος,
16. Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου.
17. Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,
1. Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ,
2. Μάλασσ’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν,
3. Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα,
4. Οἶνον παραχέων, λεῖα ποίησον καλῶς.
5. Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα,
6. Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς,
7. Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε
8. Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος
9. Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ.
10. Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων,
11. Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις
12. Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς
13. Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.