16. Προγράψας Ἀνδρόμαχος, στομαχικαὶ, μετὰ τὴν
18. προγραφὴν τήνδε οὕτως ἤρξατο. πρὸς στομαχικοὺς ἱερὰ, ᾗ
1. χρῶμαι, κᾄπειθ’ ἑξῆς ἔγραψε τὴν ὅλην αὐτῆς σύνθεσιν, ὡδί
2. πως ἔχουσαν. ♃ σχοίνου ἄνθους, ξυλοβαλσάμου, μαστίχης,
3. κρόκου, νάρδου Ἰνδικῆς, ἀσάρου, κινναμώμου
4. ἀνὰ 𐅻 στ΄. ἀλόης πεπλυμένης 𐅻 ρ΄. ὁμοῦ λεάνας ἀποτίθεσο,
5. δίδου νήστει κοχλιάρια β΄. οἱ δὲ ἓν, μεθ’ ὕδατος ψυχροῦ
6. κυάθων δ΄. ἢ θερμοῦ. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν,
7. οὔτε τίνας ὀνομάζει στομαχικοὺς δηλώσας οὔτε εἰ πᾶσιν
8. αὐτοῖς ἁρμόττει τὸ φάρμακον οὔτ’ εἰ πλείοσιν. ἐμοὶ τοίνυν
9. ἀναγκαῖον εἰπεῖν, ἐπειδὴ τῶν λεγομένων στομαχικῶν
10. ἔνιοι μὲν ὑπὸ τῆς εἰρημένης ἀρτίως ἱερᾶς ὀνίναται μεγάλως,
11. ἔνιοι δὲ βλάπτονται. οἱ μὲν γὰρ πολλοὶ τῶν ἀνθρώπων
12. τούς τε ἀνορέκτους οὕτω καλοῦσι καὶ ὅσοις μετὰ τὸ
13. προσάρασθαι τὴν τροφὴν τὸ τῆς γαστρὸς στόμα βαρύνεταί
14. τε καὶ θλίβεται καί τινα δύσφορον ἄσην ἔχει. καλοῦσι δ’
15. ὡσαύτως κᾀκείνους, οἷς ἐπιγίνεται ναυτία, καὶ μᾶλλόν γε
16. ὅταν εἰς ἔμετον ὁρμήσῃ, καὶ μᾶλλον ἔτι μετὰ τοῦ διαφθείρεσθαι
17. τὰ σιτία, ποτὲ μὲν ὀξώδη γινόμενα, ποτὲ δὲ καὶ κνισώδη,
18. ποτὲ δὲ καὶ ἄλλην ποιότητα μοχθηρὰν ἐπικτώμενα.
1. καὶ τούτων ἁπάντων ἔτι μᾶλλον ἐκείνους στομαχικοὺς ὀνομάζουσιν,
2. ὅσοις ἐρυγαὶ τοιαῦται μετὰ δυσφορίας τινὸς καὶ
3. ἄσης καὶ ἀνατροπῆς γίνονται, πολλάκις οὐδέπω τροφὴν προσενεγκαμένοις.
4. κᾂν ἐπὶ πλεῖστον δὲ χρόνον ἐν τῷ στόματι
5. τῆς γαστρὸς διαμένῃ τὰ σιτία βαρύνοντα καὶ μόλις ὑποβιβαζόμενα,
6. καὶ τούτους στομαχικοὺς ὀνομάζουσιν. ἑτέρους δὲ
7. τὴν καλουμένην ὄρεξιν κυνώδη ἴσχοντας, ὡς ἐσθίειν τε πλεῖστα
8. καὶ βαρυνομένους μάλιστα ὀλίγον ὕστερον ἐμεῖν, ὁμοίως
9. προσαγορεύουσιν, ἄλλους δὲ ἰσχυρῶς ἐκλυομένους, ὅταν ἐπὶ
10. πλεῖον ἀσιτήσωσι, κᾂν μὴ θᾶττον ἐπὶ τὴν τῶν σιτίων ἀφίκωνται
11. προσφορὰν, δακνομένους τὸ τῆς γαστρὸς στόμα, καλοῦσιν
12. ὡσαύτως στομαχικούς. αὐτῶν δὲ τούτων ἔνιοι ναυτιώδεις
13. γίνονται ῥᾳδίως, εἰ μὴ θᾶττον προσάροιντο πόμα
14. καὶ σιτία. κατὰ μέθοδον οὖν λογικὴν ὁ τὰ βοηθήματα εὑρίσκων
15. ἐπὶ τὴν τῆς διαθέσεως ἀφικνεῖται ζήτησιν, ἧς εὑρηθείσης
16. εὐπορήσειν ἐλπίζει τῶν οἰκείων αὐτῇ βοηθημάτων.
17. ὁ δὲ διὰ μόνης τῆς πείρας ἀθροίζων τὰ βοηθήματα περίπτωσίν
18. τε τὴν ἑαυτοῦ περιμένει καὶ τὴν τῶν ἔμπροσθεν ἱστορίαν
1. ἀναλέγεται. γεγραφότων δὲ αὐτῶν ἀδιορίστως τὰ πλεῖστα,
2. καὶ μέντοι καὶ διαφερομένων ἐν πολλοῖς, εἰκότως καὶ
3. αὐτὸς ἄλλοτε ἄλλης γίνεται γνώμης, καὶ μᾶλλον ὅταν ὑπ’
4. αὐτῶν τῶν βοηθημάτων ἐνίοτε μὲν ὠφελουμένους ὁρᾷ τοὺς
5. στομαχικοὺς, ἐνίοτε δὲ βλαπτομένους, καθάπερ ἐπὶ τῆς προκειμένης
6. ἱερᾶς, ἣν οἱ νῦν ἰατρεύοντες ἐν Ῥώμῃ σχεδὸν ἅπαντες
7. ὀνομάζουσι πικρὰν, ἐπειδὴ τὸ τῆς ἱερᾶς ὄνομα τῷ διὰ
8. τῆς κολοκυνθίδος ἐπιφέρειν ἐδικαίωσαν. οἱ δὲ πρὸ ἡμῶν ἰατρεύσαντες
9. ἐν Ῥώμῃ τὰς δύο καλοῦντες ἱερὰς προσέθεσαν
10. αὐταῖς ἕνεκα διαστολῆς, τῇ μὲν ἑτέρᾳ τὸ διὰ κολοκυνθίδος,
11. τῇ δ’ ἑτέρᾳ τὸ δι’ ἀλόης, οὕτω γράφοντες ἱερὰ ἡ διὰ κολοκυνθίδος,
12. ἱερὰ ἡ δι’ ἀλόης. ἡ τοίνυν διὰ τῆς ἀλόης ἱερὰ
13. σκευάζεται διττῶς, ὑπὸ μὲν ἐνίων, ὥσπερ καὶ ἡ τοῦ Ἀνδρομάχου
14. πρὸς ἑκατὸν δραχμὰς τῆς ἀλόης, μιγνυμένων ἑκάστου
15. τῶν ἄλλων δραχμῶν ἓξ, ὑπὸ δὲ ἐνίων τε οὐχ ἓξ, ἀλλ’
16. ὀκτώ. τινὲς δὲ τῆς ἀλόης εἰς ὀγδοήκοντα δραχμὰς ἓξ τῶν
17. ἄλλων μιγνύουσιν. οἱ μὲν οὖν πλεῖστοι τὰ μιγνύμενα τῇ
18. ἀλόῃ φάρμακα τὸν ἀριθμὸν ἓξ καὶ τὸ καλούμενον ἄνθος
1. σχοίνου, καὶ μέντοι καὶ τὴν ἀλόην αὐτὴν ὁ μὲν Ἀνδρόμαχος
2. πεπλυμένην, τῶν δὲ ἄλλων ἔνιοι μὲν οὕτως, ἔνιοι δὲ
3. ἄπλυτον ἐμβάλλουσιν. ἡμᾶς δὲ νῦν χρὴ γινώσκειν εἰς μὲν
4. τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυτον
5. ἀλόην, ἀποτίθεσθαι δὲ τὸ πολὺ τοῦ φαρμακώδους τὴν
6. πεπλυμένην καὶ ἣν μᾶλλον ἄν τις θαῤῥήσειε δοῦναι τοῖς πυρέσσουσιν,
7. οὐδὲ τούτοις σφοδρῶς, ἀλλὰ πάνυ βληχρῶς.
8. ἔνιοι δὲ καὶ τὸ διὰ τῆς ἀπλύτου πολλοῖς τῶν οὕτω πυρεσσόντων
9. δόντες, εἶτα μηδὲν σαφὲς βλάψαντες, ἐπ’ ἄλλων μεγίστης
10. ἐπειράθησαν βλάβης, ἐναντιωτάτη γάρ ἐστιν ἀλόη, κᾂν
11. πλυνθῇ, τοῖς ἄνευ μοχθηρῶν ὑγρῶν κατὰ δυσκρασίαν τὴν
12. θερμὴν καὶ ξηρὰν ἐνοχλουμένοις. ἐγγὺς δέ τι τούτων καὶ οἱ
13. κατὰ τὴν ξηρὰν δυσκρασίαν, εἰ μετὰ ψυχρότητος εἴη τὴν βλάβην
14. ἴσχουσι, καὶ ὅλως ὅσοι κατὰ τὰς ποιότητας μόνας ἐβλάβησάν
15. τι μόριον. αἱ γὰρ ἐπὶ χυμοῦ δυσκρασίαι τῶν κενούντων
16. αὐτὰς δέονται φαρμάκων. αἱ δ’ ἄνευ τούτων εἰς μαρασμὸν
17. ἀφικνοῦνται πάντως ἐπὶ τῷ διὰ τῆς ἀλόης φαρμάκῳ,
18. ἔνθα τοίνυν ὑγρότης μοχθηρὰ διαβρέχει τοὺς χιτῶνας
1. τῆς γαστρὸς, ἡ δι’ ἀλόης πικρὰ χρήσιμος, ἐκκαθαίρουσα τὴν
2. ὑγρότητα. πάντως δὲ τοῖς οὕτω διακειμένοις ὑπάρχει σύμπτωμα
3. ναυτιῶδες ἧττον ἢ μᾶλλον. αὕτη μὲν οὖν ἡ κένωσις
4. τοῦ λυποῦντος χυμοῦ διὰ τῆς ἀλόης γίνεται μόνης, καθαρτικὴν
5. ἐχούσης δύναμιν οὐκ ἰσχυρὰν, ἀλλ’ ὥστε τὰ μὲν
6. κατὰ τὴν κοιλίαν ὧν ψαύει δύνασθαι καθαίρειν, κᾂν πλείων
7. ποτὲ δοθῇ, μέχρι τῶν κατὰ τὸ ἧπαρ ἀναβαίνει χωρίων, οὐ
8. μὴν ὅλου τοῦ σώματός ἐστι καθαρτικὸν ἡ ἀλόη. τῶν μιγνυμένων
9. δ’ αὐτῇ μαστίχη μὲν ὡς εὐστόμαχός τε καὶ εὐώδης,
10. θραῦσαι τὸ φαρμακῶδες τῆς ἀλόης δυναμένη μίγνυται. κιννάμωμον
11. δὲ πρὸς αὐτοῖς ὅτι λεπτομερέστατόν ἐστιν, ὡς ἀναστομοῦν
12. τε ἅμα τοὺς πόρους τῆς γαστρὸς διαῤῥύπτειν τε καὶ
13. λεπτύνειν εἴ πού τι γλίσχρον ἢ παχὺ τοῖς χυμοῖς ἐπιφέροιτο.
14. τὰ γὰρ παχέα τῶν ὑγρῶν διὰ τὴν τῆς καθαρτικῆς δυνάμεως
15. ἀῤῥωστίαν οὐ πέφυκεν ἕλκειν ἡ ἀλόη. διὸ καὶ τῶν χολωδῶν
16. τῶν ἐν τῇ γαστρὶ διαθέσεων ἄριστόν ἐστι φάρμακον,
17. ὡς ἐν ἡμέρᾳ μιᾷ πολλάκις ἰάσασθαι, στομαχικῶς ἐνοχλεῖσθαι
18. πεπιστευμένους πολλούς. ὠφελεῖ δὲ καὶ ταῦτα καὶ τἄλλα
1. πάντα πάθη τὰ κακόχυμα τὸ κιννάμωμον μιγνύμενον, ἀλλοιωτικὴν
2. ἐπὶ τὸ κατὰ φύσιν ἔχον δύναμιν τῶν μοχθηρῶν
3. ποιοτήτων. εἰδέναι τοίνυν χρὴ τὰς ἐπὶ χυμοῖς μοχθηροῖς
4. διαθέσεις κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ὠφελουμένας
5. μὲν διὰ τῶν τῆς ἀλόης φαρμάκων, εἰς μεγίστην δὲ
6. βλάβην ἀφικουμένας ὑπὸ τῶν στυφόντων ἐδεσμάτων τε καὶ
7. πομάτων καὶ φαρμάκων. ὥσπερ γε πάλιν ἐφ’ ὧν ὑγρότης
8. πολλὴ καὶ οἷον πλάδος τίς ἐστι κατὰ τὸ πεπονθὸς ἄνευ
9. κακίας χυμῶν, αὐτῷ μόνῳ τῷ ποσῷ λυποῦσα καὶ οἷον διάβροχον
10. ἐργασαμένη τὸ τῆς γαστρὸς σῶμα χρησιμωτάτη τῶν
11. στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων ἡ χρῆσίς
12. ἐστιν, ἐκλύτου καὶ παρέτου γενομένου τηνικαῦτα τοῦ
13. πεπονθότος, ὁμοίως τοῖς κεχαλασμένοις ἄρθροις, ἐφ’ ὧν καὶ
14. αὐτῶν ἡ τῶν στυφόντων χρῆσις ἐπανορθοῦται τὴν διάθεσιν.
15. ἀλλ’ ἥ γε πικρὰ, περὶ ταύτης γὰρ ἡμῖν ὁ λόγος, ὥσπερ
16. τὸ κιννάμωμον, οὕτω καὶ τἄλλα τὰ μὲν ὡς εὐστόμαχα, τὰ
17. δὲ ὡς λεπτομερῆ καὶ ῥύπτοντα λαμβάνει, τῇ μὲν ἰσχύϊ πάμπολυ
1. κινναμώμου λειπόμενα, τὸ δὲ γένος τῆς δυνάμεως ταὐτὸν
2. ἔχοντα. δευτέραν ἐπὶ τῇ προγεγραμμένῃ συνθέσει ὁ Ἀνδρόμαχος
3. κατὰ λέξιν οὕτως ἔγραψεν, ὡς Λάμπων ὁ Πηλουσιώτης.
4. ♃ κινναμώμου, καλάμου ἀρωματικοῦ, κασσίας
5. μελαίνης, ξυλοβαλσάμου, σχοίνου ἄνθους, ἐλάτης ἀνὰ γο γ΄.
6. οἱ δὲ ἀνὰ γο α΄. κόψας πάντα ἁδρομερῶς, ἔμβαλλε εἰς χύτραν
7. καινὴν, ἐπιβαλὼν ὕδατος ὀμβρίου ξε. γ΄. καὶ ἕψε ἕως
8. τὸ ἥμισυ λειφθῇ καὶ διήθησον καὶ λαβὼν ἀλόης Ἰνδικῆς
9. λίτραν α΄. ἐπίχει ὕδατος ὀμβρίου τὸ ἱκανὸν καὶ λέαινε
10. τοῖς ὑπὸ κύνα καύμασιν ἕως ξηρανθῇ, τούτῳ πρῶτον
11. ἀπογλυκάνας τὴν ἀλόην τό τε ἀπὸ τῶν ἀρωματικῶν
12. βαλὼν ὕδωρ λέαινε ἐν ἡλίῳ ἄχρι ξηρανθῇ, καὶ λεάνας λεῖα
13. κατάμισγε ταῦτα, κρόκου, σμύρνης, μαστίχης ἀνὰ γο γ΄. οἱ
14. δὲ ἀνὰ γο α΄. συλλεάνας ὁμοῦ πάντα, ἀπόθου ξηρὸν καὶ
15. χρῶ ποτίσματι πρὸς σπάσματα, ῥήγματα, πληγὰς τῶν ἐντὸς,
16. ἐναρχομένους πόνους πλευρῶν καὶ ἐπὶ τῶν πνευματουμένων,
17. στομάχους ἀλγούντων καὶ βραδυπεπτούντων καὶ αἷμα ἀναγόντων
1. καὶ ἰσχιαδικῶν τὴν τελείαν δόσιν δίδου ἐν ὕδατος
2. κυάθῳ ἑνὶ ὀβολὸν α΄. οἷς δὲ ὀβολοὺς δύο, τοῖς δὲ ἄλλοις
3. πρὸς δύναμιν. ἐπὶ δὲ τῶν τραυμάτων καὶ φλεγμονῶν διηθὲν,
4. ὀξυμέλιτος πάχος ἐπιτεθειμένον. ἐπὶ δὲ τῶν ἐν ὀφθαλμοῖς
5. φλεγμονῶν χυλῷ ἡδυόσμου ἢ καλαμίνθης ἢ στρύχνου ἤ τινος
6. τῶν ὁμοίων. ἐπὶ δὲ τῶν ἐν δακτυλίῳ φλεγμονῶν ἐν ῥοδίνῳ
7. ἢ οἴνῳ Ἀμιναίῳ. χρῶ δὲ καὶ ἐπὶ παρωνυχιῶν ξηρῷ, ἐπάνω
8. μοτῶν σὺν ῥοδίνῳ καὶ πρὸς αἱμοῤῥαγίας καὶ ξηρὸν σὺν
9. ὄξει καὶ πρὸς ἐσχάραν ἐν στόματι, ἐν γλυκεῖ ἀναγαργαριζόμενον.
10. τοῦτο τὸ φάρμακον, ὃ τοῦ Πηλουσιώτου Λάμπωνος
11. εἶναί φησι τῶν πολυχρήστων ἐστὶ, περὶ ὧν εἴρηταί τι καὶ
12. πρόσθεν, ὡς ἀπολειπόμενα τῶν ἕν τι ποιούντων ἄριστα τῷ
13. πλήθει τῆς ἐπαγγελίας σπουδάζεται, βουλομένων ἡμῶν ἓν
14. ἔχειν μᾶλλον ἐπὶ παθῶν εἴκοσιν ἁρμόζον ἢ τοσαῦτα τὸν
15. ἀριθμὸν ἕτερα βελτίω καθ’ ἓν ἕκαστον πάθος ἑνὸς τοῦ
16. πολυχρήστου. δύναμις δὲ αὐτοῦ, καθ’ ἣν ἐπὶ τῶν προειρημένων
17. ἐνεργεῖ, λεπτομερής τε καὶ θερμαίνουσα καὶ τέμνουσα
1. καὶ διαῤῥύπτουσα καὶ ἀναστομῶσα καὶ διὰ ταῦτα διαφορητικὴ
2. τῶν πλεοναζόντων ἔν τισι μορίοις ἰχώρων τε καὶ χυμῶν,
3. κατὰ τοῦτο δὲ καὶ τοῖς προκειμένοις ἐν τῷ λόγῳ πάθεσιν
4. ἁρμόττει διαφοροῦν τοὺς μοχθηροὺς, ὡς ἔφην, ἰχῶράς
5. τε καὶ χυμοὺς τῶν πεπονθότων μορίων, ὥστε καὶ τὰς
6. προειρημένας τῆς κοιλίας διαθέσεις, ἐφ’ ὧν ἡ πικρὰ κάθαρσιν
7. ἐργάζεται μετρίαν, ἰάσαιτο τῷ ξηραίνειν κατ’ ὀλίγον οὐ
8. τῷ κενοῦν ἀθρόως, ἀμείνων οὖν εἰς τὰς τοιαύτας διαθέσεις
9. ἡ πρώτη γεγραμμένη πικρά. τρίτον ἐπὶ τοῖς προγεγραμμένοις
10. ὁ Ἀνδρόμαχος ἔγραψε φάρμακον ὡδί πως.
11. ♃
14. Σελίνου σπέρματος 𐅻 στ΄. ἀνίσου 𐅻 στ΄. πεπέρεως λευκοῦ
15. 𐅻 α΄ S" . καστορίου 𐅻 β΄. σμύρνης 𐅻 α΄ S" . νάρδου Κελτικῆς
16. τοῦ ἄνθους 𐅻 α΄ S" . ὀπίου 𐅻 α΄ S" . κινναμώμου
17. 𐅻 α΄ S" . ἀψινθίου κόμης 𐅻 γ΄. ἀλόης τριώβολον, μαστίχης
18. 𐅻 α΄. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους τριωβολιαίους ἢ
1. ἀνὰ 𐅻 α΄. καὶ δίδου μεθ’ ὕδατος κυάθων γ΄. οὐδ’ ἐπὶ τούτου
2. τοῦ φαρμάκου προσέγραψεν ὁ Ἀνδρόμαχος, ὁποίους
3. λέγει στομαχικοὺς τούς τι πάσχοντας. ἐκ δὲ τοῦ προσκεῖσθαι
4. τῇ συνθέσει τὸ ὀπίου ὁ συνθεὶς τὸν τροχίσκον εὔδηλός ἐστιν
5. ἐστοχασμένος τοῦ ξηραντικόν τε ἅμα καὶ ἀνώδυνον ἐργάσασθαι
6. τὸ φάρμακον, ὕπνον τέ τινα φέρον, οὐ μὴν πρὸς μίαν
7. γε τῶν εἰρημένων διαθέσεων ἀγωνιστικῶς ἱστάμενος, ἐκκόψαι
8. διὰ ταχέων αὐτήν. τέταρτον ἄλλο φάρμακον ὁ Ἀνδρόμαχος
9. ἔγραψεν, οὐδὲ πρὸς μίαν διάθεσιν ἀγωνιστικῶς συγκείμενον
10. οὔτε πρὸς πολλὰς μετρίως. ἔχει δὲ οὕτως ἡ γραφή.
11. ♃ Ἀλόης
12. καλῆς 𐅻 δ΄. μαστίχης 𐅻 β΄. ἀσάρου 𐅻 δ΄. ῥόδων ξηρῶν,
13. σχοίνου, μήου, φοῦ, κασσίας ὁμοίως ἀνὰ γο S". ξηρῷ λείῳ
14. χρῶ ὡς ἐπὶ τῆς ἀλόης. τὸ πέμπτον δὲ ἐπὶ τούτοις φάρμακον,
15. ὃ δι’ ἀρνογλώσσου χυλοῦ σκευάζεται, καί φησιν Ἀπολλωνίου
16. εἶναι αὐτὸ, τοιοῦτόν ἐστιν. ♃ ἀρνογλώσσου χυλοῦ
17. ξηροῦ 𐅻 γ΄. μαστίχης 𐅻 β΄. σμύρνης 𐅻 α΄. ἡδυόσμου 𐅻 α΄. ζιγγιβέρεως
1. 𐅻 α΄. δοκεῖ μοι ταύτης τῆς δυνάμεως ὁ Ἀπολλώνιος
2. πεπειρᾶσθαι, θερμοτέραν διάθεσιν ἔχοντος τοῦ στομάχου,
3. καὶ οὕτως αὐτὴν ἀδιορίστως ἐπαινεῖν, οὐ δυναμένην
4. ἐπὶ τῶν ψυχρὰν ἐχόντων διάθεσιν ἁρμόττειν, ἐμψυκτικὸς γάρ
5. ἐστιν ὁ τοῦ ἀρνογλώσσου χυλός· ἡ δὲ ἐφεξῆς γεγραμμένη δοκεῖ
6. μοι συντίθεσθαι προσπταίσαντος ἐν τῇ τῆς προτέρας
7. χρήσει τοῦ συνθέντος αὐτὴν καὶ γνόντος ὡς ἐμψῦχον ἐποίησε
8. τὸ φάρμακον, εἶτα διὰ τοῦτο καστορίου τε προσθέντος
9. ὀλίγον καὶ ἀλόης τι κενοῦν δυναμένης καὶ μαστίχης ὡς
10. εὐστομάχου καὶ κρόκου καὶ σμύρνης ὡς πέπτειν δυναμένων.
11. διόπερ οὔτε τοῦτο τὸ φάρμακον οὔτε τὸ πρὸ αὐτοῦ
12. παραλάβοιμι ἂν ἐπὶ στομαχικῆς διαθέσεως, οὐδεμίαν ἰάσασθαι
13. καλῶς δυνάμενα πλὴν τῆς ἱκανῶς θερμῆς. ἔγραψε δ’
14. οὕτως αὐτό. ♃ ἀρνογλώσσου χυλοῦ ξηροῦ 𐅻 ι΄. ἀλόης Ἰνδικῆς
15. 𐅻 α΄. μαστίχης 𐅻 α΄. κρόκου ὀβολοὺς β΄. ὀπίου τριώβολον,
16. καστορίου τριώβολον, σμύρνης 𐅻 α΄. ἀνάπλασσε ἡλίκα
17. ἐρέβινθος. ὡσαύτως δὲ οὐδὲ τὸ ἐφεξῆς γεγραμμένον ἄνευ
18. διορισμοῦ καλῶς ἄν τις παραλάβοι κατὰ διάθεσιν ἄλλην, ὅτι
1. μὴ μετρίας ξηρότητος καὶ στύψεως δεομένην, ἐπὶ χυμοῖς ὀλίγοις
2. μὲν, μοχθηροῖς δὲ τῇ ποιότητι, σύγκειται γὰρ ἐξ ἠλέκτρου
3. καὶ μαστίχης, ὡδί πως αὐτὸ γράψαντος καὶ τοῦ Ἀνδρομάχου.
4. ♃ ἠλέκτρου, μαστίχης Χίας, τὴν ἤλεκτρον πλείονα
5. βάλλε, δίδου κοχλιάριον ἓν, λεάνας ὕδατι. τὸ δ’ ἐφεξῆς τῶν
6. προγεγραμμένων φαρμάκων, οὕτω πως ἔχον ἐν τῇ γραφῇ,
7. στομαχικὴ Γάλλου τῇ θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένῃ
8. διαθέσει χρήσιμός ἐστιν ἐκ μαράθρου καὶ ὄξους καὶ μέλιτος
9. συγκειμένη, ἣν κατὰ λέξιν ἔγραψεν οὕτως ὁ Ἀνδρόμαχος.
10. στομαχικὴ Γάλλου. ♃ μαράθρου χλωροῦ ῥίζης φλοιοῦ
11. λίτρας S". ὄξους δριμέος ξε. α΄ S". ἀλόης γο γ΄. μέλιτος
12. Ἀττικοῦ λίτραν μίαν. τὰς ῥίζας πλύνας ἔμβρεχε τῷ ὄξει
13. ἡμέρας γ΄. εἶτα ἕψονται εἰς τὸ τρίτον, εἶτα ὅταν ἑφθαὶ γένωνται,
14. ἐκθλιβεῖσαι ῥίπτονται, ἐπιχέας δὲ τὸ μέλι συνέψει,
15. εἶτα ἐπίπασσε τὴν ἀλόην καὶ δίδου κοχλιάρια γ΄. σὺν ὕδατι.
16. Ἀλκέτιος δὲ ὁ σοφιστὴς προσέθηκε τῇ γραφῇ, πηγάνου καὶ
17. σελίνου ἐγκάρπων ἀνὰ χειροπληθὲς κελεύσας σὺν ταῖς ῥίζαις
18. βρέχεσθαι καὶ τοῦ ὄξους ξε. S". τοῦ μέλιτος λίτρας β΄. καὶ
1. ταύτην ἐπαινεῖ. τοῖς προγεγραμμένοις ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος
2. οὕτως εἰπών. στομαχικὴ ὡς Νικόστρατος. ♃ καθαρᾶς
3. ἠλέκτρου, Χίας μαστίχης, ἴρεως Ἰλλυρικῆς ἀνὰ γο δ΄.
4. ῥόδων ἄνθους γο β΄. δίδου ξηροῦ λείου κοχλιάρια β΄. μεθ’
5. ὕδατος γαλακτώδους, εὐθὺς γὰρ ἄπονον ποιεῖ, ἐν κερατίνῳ
6. δὲ ἀποκείσθω. καὶ τοῦτο δὲ τὸ φάρμακον εὔδηλον ὅτι στυπτικώτερόν
7. πώς ἐστι καὶ δεῖται διαθέσεως ὑγροτέρας ἐπὶ
8. χυμοῖς οὔτε πολλοῖς οὔτε λίαν δακνώδεσιν, ἐφ’ οἷς, οἶμαι,
9. πειραθέντα τὸν συνθέντα τὸ φάρμακον ἢ χρώμενον αὐτῷ
10. συνεχῶς, ἄπονον ποιῆσαι τὸν κάμνοντα καὶ καθολικὴν ἀπόφασιν
11. προσθεῖναι τῷ φαρμάκῳ, τοῦ ποιεῖν εὐθέως ἄπονον
12. τὸν κάμνοντα, οὐ δυνάμενον ἐπὶ πολλῶν τοῦτο πράττειν.
13. καὶ τὸ τελευταῖον γεγραμμένον φάρμακον ὑπ’ Ἀνδρομάχου
14. τόνδε τὸν τρόπον πρὸς στομαχικούς. ♃ μαράθρου
15. ῥίζης φλοιοῦ 𐅻 β΄. οἴνου κυάθους γ΄. ἕψε ἕως γένηται
16. κύαθος εἷς, καὶ δίδου ὅλον, καὶ τοῦτο τῶν θερμαινόντων
17. ἐστὶ καὶ δεῖται διαθέσεως θερμαίνεσθαι δεομένης.