Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 8.3, ed. Kühn, 1826, vol. 13, p. 140-167. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:8.3

1. Ἤρξατο
3. μὲν οὖν αὐτῶν ὡδί πως, πρὸς στομάχου ἀνατροπάς. τίνας
4. δὲ λέγει ἀνατροπὰς οὐκ ἐδήλωσε σαφῶς. δύναται μὲν γὰρ
5. καὶ τὰς ἀνορεξίας λέγειν, δύναται δὲ καὶ τὰς ἐπὶ τῇ τροφῇ
6. γινομένας ναυτιώδεις διαθέσεις. ἐνίοτε μὲν γὰρ ἓν τοῦτο
7. μόνον σύμπτωμα γίνεται μετὰ τὰς ἐδωδὰς, ἂν κινηθῶσιν
8. ἰσχυροτέραν βραχὺ κίνησιν εὐθέως ἐμοῦσι. καλοῦσι γοῦν
9. ἔνιοι καὶ τοὺς τοιούτους στομαχικοὺς καὶ ὑπτιοῦσθαι τὸν
10. στόμαχον αὐτοῖς φασιν. ἕπεται δὲ τὸ σύμπτωμα τοῦτο ποτὲ
11. μὲν ἀτονίᾳ μόνῃ τοῦ στόματος τῆς κοιλίας, οὐ δυναμένου
12. περιστέλλεσθαι τοῖς σιτίοις ὁμοίως τῷ παντὶ κύτει τῆς γαστρὸς,
13. ἔσθ’ ὅτε δὲ καὶ μετὰ τοῦ μοχθηράν τινα περιέχειν
14. ὑγρότητα βραχεῖαν. ἡ γὰρ πολλὴ, καθάπερ γε καὶ ἡ πάνυ
15. μοχθηρὰ καὶ χωρὶς τροφῆς, ἐργάζεται τὴν ναυτίαν, ἀλλ’ ὅ γε
16. καλούμενος ὑπὸ τῶν πολλῶν ὑπτιασμὸς τοῦ στομάχου γίνεται
17. μὲν καὶ κατὰ δυσκρασίαν ἡντιαοῦν ἄνευ κακίας ὑγρῶν,
18. γίνεται δὲ καὶ δι’ ὑγρότητα πολλὴν μὲν, οὐ μὴν κακοήθη
1. τῇ ποιότητι. διαβρεχόμενος γὰρ ὁ στόμαχος ὑγρότητι δαψιλεῖ
2. χαλᾶται τοῖς συνδετικοῖς νεύροις ὁμοίως. εὐϊατοτάτη
3. τοιγαροῦν ἡ διάθεσις αὕτη σχεδὸν ἁπασῶν ἐστι δεομένη
4. φαρμάκων, ξηρᾶναι μὲν τὴν ὑγρότητα δυναμένων, συνάγειν
5. δὲ καὶ σφίγξαι τὸ κεχαλασμένον σῶμα. διὰ βάθους μὲν οὖν
6. ἐκτεταμένης τῆς ὑγρότητος καὶ παχείας καὶ γλίσχρας οὔσης,
7. χρεία μίξεώς ἐστι φαρμάκου λεπτυντικοῦ τε καὶ ὡς ἂν εἴποι
8. τις διαβρωτικοῦ, ὁποῖόν ἐστιν ὄξος τε καὶ ὀξύμελι. μήτε δὲ
9. τοιαύτης οὔσης τῆς ὑγρότητος μήτε διὰ βάθους ἱκανὰ μόνα
10. τὰ στύφοντα θεραπεύειν ἐστί. τὸ τοίνυν προκείμενον ἐν τῷ
11. λόγῳ φάρμακον οὐ τῶν μετρίων ὑπτιασμῶν, ἀλλὰ τῶν
12. ἰσχυροτέρων ἐστὶν ἰατικόν. ἦν δ’ ἂν μετρίων, εἰ τὰ στύφοντα
13. μόνα τις ἔμιξεν ἢ καὶ τῶν θερμαινόντων τι, ψυχρᾶς
14. τῆς διαθέσεως αἰσθανόμενος. ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν
15. τὴν διάθεσιν εἶναι πρὸς τῇ τοῦ κάμνοντος αἰσθήσει
16. τὸ ἄδιψον. ὅταν γὰρ μήτε διψώδης εἴη μήτε καύματος
17. αἰσθάνηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ
18. εἷναι θερμὴν τὴν διάθεσιν. ἐπιτήδεια τοίνυν ἐστὶν εἰς τὰ
1. τοιαῦτα πάθη τῆς γαστρὸς τὰ γεγραμμένα τέτταρα φάρμακα
2. κᾀγὼ νῦν γράψω κατὰ τὴν αὐτοῦ Ἀσκληπιάδου λέξιν τε
3. καὶ τάξιν.

4. ♃ Ῥοιᾶς ὀξείας τῶν πυρήνων
5. τεθλασμένων τοῦ χυλοῦ ξε. γ΄. ἡδυόσμου χυλοῦ ξε. α΄.
6. μέλιτος Ἀττικοῦ ξε. α΄. βαλὼν εἰς ἀγγεῖον κεραμεοῦν ἕψε
7. κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπὸ τοῦ πυρὸς
8. ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον α΄. ἢ
9. καὶ δύο. ἄλλο, ποιεῖ καὶ δυσεντερικοῖς καὶ ἐμοῦσι τὴν τροφήν.
10. ♃ μηλέας κυδωνίας τῆς ῥίζης λίτραν α΄. οἴνου μυρτίτου
11. ξε. γ΄. ἕψε εἰς τὸ τρίτον, εἶτα ἐκθλίψας τὸ ὑγρὸν, ἐπίβαλλε
12. μέλιτος Ἀττικοῦ λίτραν α΄ S". καὶ πάλιν ἕψε συνεχῶς
13. κινῶν καὶ ἀνελόμενος, δίδου καθὰ προείρηται.

14. ♃ Μῆλα Κυδώνια
16. ἀριθμῷ ι΄. οὖα ἀριθμῷ ν΄. μέσπιλα ἀριθμῷ ν΄. ῥοῦ ἐρυθροῦ
17. ξε. α΄. ὕδατος χοὰς στ΄. τὰς ὀπώρας θλάσας καὶ βαλὼν
18. εἰς ὕδωρ ἕψε φιλοπόνως. καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ
1. ὑγρὸν καὶ πάλιν ἕψε, ἐκβαλὼν τὸ ἀχυρῶδες τῶν ὀπωρῶν,
2. καὶ ὅταν τὸ τρίτον τοῦ ὑγροῦ ὑπολειφθῇ, ἐπίβαλλε μέλιτος
3. Ἀττικοῦ λίτρας δ΄. καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν συνεχῶς,
4. καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἡ χρῆσις δεδήλωται.
5. ἄλλο. ♃ οὔων πεπείρων ξε. α΄. μύρτων μελάνων ξε. α΄.
6. ῥοῦ Συριακοῦ ξε. α΄. κοκκυμήλων ἀγρίων ξε. α΄. μεσπίλων
7. ξε. α΄. φοινικοβαλάνων Θηβαϊκῶν λίτρας β΄. μῆλα κυδώνια ι΄.
8. ῥοιὰς ὁλοκλήρους σὺν τοῖς πυρῆσιν ι΄. γλεύκους Ἀμιναίου
9. ξε. μη΄. σκεύαζε κατὰ τρόπον καὶ τὸ ὑγρὸν ἐκθλίψας, πάλιν
10. ἕψε φιλοπόνως, ὥστε συστραφῆναι, καὶ χρῶ καθὰ προείρηται,
11. ὁμοίως ταῖς προγεγραμμέναις δυνάμεσιν. πέμπτην
12. ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί πως.

13. ♃ Ῥόδων ἄνθους 𐅻 η΄. μυρσίνης μελαίνης
15. τοῦ καρποῦ, χωρὶς τῶν γιγάρτων, ὀξύβαφον, ὑοσκυάμου
16. σπέρματος ὀξυβάφου ἥμισυ, τρῖβε ὁμοῦ φιλοπόνως κατὰ μικρὸν
1. ἐπιβαλὼν προτρόπου ὅσον ἐξαρκεῖ, ἔπειτα τούτοις ἐπιβάλλων
2. φοινίκων πατητῶν ι΄. τὴν σάρκα καὶ συλλεάνας,
3. ἀνάπλασσε καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου γ΄. ἢ
4. καὶ δ΄. καὶ μελικράτου παλαιοῦ κεκραμένου κυάθους β΄. καὶ
5. τοῦτο τὸ φάρμακον ἐπὶ τῶν αὐτῶν διαθέσεών ἐστι χρήσιμον,
6. ἐφ’ ὧν καὶ τὰ πρὸ αὐτοῦ τέσσαρα. βεβούληται δὲ ὁ
7. συνθεὶς αὐτὸ καὶ ὑοσκυάμου σπέρμα μίξας διὰ τὴν μίξιν
8. ταύτην ἀνωδυνώτερόν τε καὶ ὑπνοποιὸν ἐργάσασθαι μετὰ
9. τοῦ καὶ ξηραίνειν. εὔδηλον δ’ ὅτι καὶ ψυκτικὸν ἔχει τι τὸ
10. σπέρμα τοῦ ὑοσκυάμου, καθάπερ καὶ τὰ τῆς μήκωνος, ὥστε
11. πρὸς τὰς θερμὰς διαθέσεις ἁρμόττειν. ὅμοιον τῷ προγεγραμμένῳ
12. φάρμακον ἐφεξῆς αὐτῷ γέγραπται κατὰ λέξιν τήνδε.
13. ♃ ῥόδων προσφάτων χωρὶς τῶν λοβῶν 𐅻 η΄. μήκωνος λευκῆς
14. τοῦ σπέρματος 𐅻 δ΄. ὑοσκυάμου σπέρματος 𐅻 β΄. ἀλόης
15. τριώβολον, ἀσάρου τριώβολον, ὕδατι διαλύσας ἀνάπλασσε
16. σφαιρία καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. ἕβδομον ἐπὶ τοῖς
17. προγεγραμμένοις φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν, προσθεὶς
18. αὐτῷ διορισμὸν ἀπὸ συμπτώματος φαινομένου. φησὶ
1. γὰρ τοῖς ἐγκαιομένοις ἁρμόζειν αὐτὸ καὶ διὰ τοῦτο ἄδιψον
2. ὀνομάζει τὴν σύνθεσιν αὐτοῦ γράφων τήνδε.

3. ♃ Σικύου ἡμέρου
4. σπέρματος 𐅻 η΄. ἀνδράχνης σπέρματος 𐅻 η΄. τραγακάνθης
5. 𐅻 δ΄. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ
6. λευκῷ καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπίβαλλε τοῖς
7. λοιποῖς καὶ τρίψας ἐπιμελῶς καὶ μίξας, ἀνάπλαττε καταπότια
8. καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἕν ὑπὸ τὴν γλῶτταν κατέχειν
9. καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω καὶ τὸ μετὰ
10. τοῦτο δὲ ψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντος στομάχου,
11. διάθεσιν ἔχοντος ὑγρὰν καὶ θερμήν. γράφει δὲ περὶ
12. αὐτοῦ κατὰ λέξιν οὕτως ὁ Ἀσκληπιάδης.

13. ♃ Ῥόδων χλωρῶν τῶν φύλλων
16. 𐅻 στ΄. γλυκυῤῥίζης 𐅻 δ΄. νάρδου Ἰνδικῆς 𐅻 δ΄. οἴνῳ
17. γλυκεῖ ἢ προτρόπῳ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου
18. ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν ἢ διαλύων ὕδατι
1. ψυχρῷ, ἐρεβίνθου τὸ μέγεθος δίδου πίνειν. ἔνατον ἐπὶ τοῖς
2. προγεγραμμένοις. φάρμακον ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί
3. πως. πρὸς λυγμὸν καὶ στομάχου ἀτονίαν καὶ τροφῆς ἀναβολήν.
4. ἡ μὲν οὖν ἀναβολὴ, τουτέστιν ὁ ἔμετος, ἐκ τοῦ γένους
5. ἐστὶ τῶν ὑπτιασμῶν. ὅταν γὰρ ἰσχυρῶς τὸ στόμα τῆς
6. γαστρὸς πάθῃ. τοῦτο γίνεται, καθάπερ ἔφην, ἐπί τε μοχθηρῶν
7. χυμῶν, οὕς ἀποῤῥύψαι δι’ ἀτονίαν ἡ γαστὴρ ὁρμήσασα
8. τὸ τῆς ναυτίας ἴσχει σύμπτωμα καὶ πρὸ τοῦ προσάρασθαι
9. τὴν τροφὴν καὶ δι’ ἀτονίαν ἐσχάτην ἐπὶ τῇ τροφῇ πάσχει
10. τοῦτο. τοὺς μὲν οὖν ἐπὶ τῇ τῶν ὑγρῶν φαυλότητι γινομένους
11. ὑπτιασμοὺς ἡ πικρὰ θεραπεύει τάχιστα τὴν κακοχυμίαν
12. ἐκκαθαίρουσα. τῶν δὲ διὰ τὴν ἀτονίαν βαρυνομένου
13. τοῦ στομάχου γινομένων ἐμέτων ἴασίς ἐστι κατὰ τὴν τῆς
14. δυσκρασίας ἐπανόρθωσιν. οὐκ ὀλιγάκις δὲ συμβαίνει μὴ μόνον
15. τὸν στόμαχον, ἀλλὰ καὶ τὴν γαστέρα δι’ ἀτονίαν οὐ
16. δυναμένην φέρειν τὸ βάρος τῶν σιτίων, ἀποῤῥίπτειν αὐτὰ
17. ποτὲ μὲν εἰς τὸ κάτω μέρος, ὅταν καὶ ὁ στόμαχος ἐκείνων
18. εὐτονώτερος ᾖ, ποτὲ δὲ ἄνω δι’ ἀτονίαν στομάχου, καθ’ ὃν
1. ἂν καιρὸν οὗτος ἀτονώτερος ᾖ τῶν κάτω. τοῦτο τοίνυν τὸ
2. σύμπτωμα τὸ κατὰ τοὺς ἐμέτους ἓν μέν ἐστιν, ἕπεται δὲ
3. πολλαῖς διαθέσεσι διάφορον ἐχούσαις ἴασιν. ὡσαύτως δὲ καὶ
4. ὁ λυγμὸς ἐνίοτε μὲν ἐπιγίνεται τῷ στομάχῳ διὰ ψύξιν ἢ
5. πλήρωσιν, ἐνίοτε δὲ διὰ δῆξιν ὑγρῶν, δριμέων τε καὶ φαρμακωδῶν
6. ταῖς ποιότησιν. οὔκουν οἷόν τε φάρμακον εὑρεῖν
7. ἐστιν ἐπιτήδειον ἁπάσαις ταῖς εἰρημέναις διαθέσισιν. ἃ δ’
8. ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ Ἀσκληπιάδης δύο πρὸς τοῖς
9. ἄλλοις φάρμακα δέδεικται πολὺ διαφέρουσαν ἔχοντα τὴν οὐσίαν
10. τῆς ἀνθρωπίνης φύσεως, ἃ μάλιστα πάντων τῶν μορίων
11. τοῦ σώματος ὁ στόμαχος οὐ φέρει διὰ τὸ περιττὸν
12. τῆς αἰσθήσεως. ἀνιᾶται οὖν μεγάλως, κᾀπειδὰν τῶν στοματικῶν
13. τι φαρμάκων εἰς αὐτὸν τύχῃ παραῤῥυὲν, ὅσα χάλκανθον
14. ἤ τι τοιοῦτον ἔχει. τὸ γὰρ διὰ τῶν ὀπωρῶν ἐξ ἐδωδίμου
15. γέγονεν ὕλης. ἐναντιώτατον δέ ἐστιν ἀνθρώπου φύσει
16. τὸ χάλκανθον, ὥσπερ δὴ καὶ ὁ μανδραγόρας. φευκτέον οὖν
17. ἐστι τὰ δύο ταῦτα φάρμακα τὰ διὰ χρυσοβαλάνου τε καὶ
1. μανδραγόρου ῥίζης τοῦ φλοιοῦ συγκείμενα, παραθήσομαι δ’
2. ὅμως αὐτῶν καὶ τὴν σύνθεσιν. ἔστι δ’ ἡ μὲν τοῦ προτέρου
3. γεγραμμένη τοιάδε. ♃ χρυσοβαλάνου λίτραν α΄. μαστίχης
4. Χίας λίτραν S". μανδραγόρου ῥίζης φλοιοῦ γο γ΄. κόψας καὶ
5. σήσας, ἀναλάμβανε ἡδυόσμου χυλῷ καὶ ποίει καταπότια καὶ
6. δίδου τριώβολον μεθ’ ὕδατος ψυχροῦ κυάθων τριῶν. ἡ δὲ
7. τοῦ δευτέρου γεγραμμένου φαρμάκου σύνθεσις ἔστιν ἥδε. ♃
8. μαστίχης Χίας λίτραν α΄. τραγακάνθης λευκῆς λίτραν μίαν,
9. μανδραγόρου ῥίζης τοῦ φλοιοῦ γο β΄. κόψας καὶ σήσας ἀπόθου.
10. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἐπιπάσσων ὕδατος
11. ψυχροῦ κυάθῳ ἑνί. μετὰ τὰς προγεγραμμένας δύο δυνάμεις
12. ὁ Ἀσκληπιάδης οὕτως ἔγραψεν. πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου
13. ἀνατροπάς. εἰκάσειε δ’ ἄν τις αὐτὸν εἰλεώδεις ὀνομάζειν
14. τὰς ἰσχυρὰς, ὡς γὰρ ἐν τοῖς εἰλεοῖς ἔμετοι μετὰ σφοδρᾶς
15. γίνονται συντονίας ὡς καὶ κόπρον ἐμεῖν, οὕτω καὶ
16. τοὺς ἄλλους ἐμέτους, ὅσοι σύντονοί γέ εἰσιν, δύναιτ’ ἄν τις
17. εἰλεώδεις ὀνομάζειν ἕπονται δ’ οὗτοι μεγάλως ἀνιαθεῖσι
18. τοῖς πάσχουσι μορίοις ὑπὸ φαρμακωδῶν ἰχώρων, ἐὰν
1. δὲ καὶ ἀτονώτερά πως ᾖ, διπλασιάζεται τὸ κακόν. ἔσται δὴ
2. διὰ τοῦτο τῆς ἰάσεως ὁ σκοπὸς ἅμα μὲν ἀνατιθέντων ἡμῶν
3. τοῖς πάσχουσι μορίοις εὐώδεις ποιότητας, οἷαί περ αὐτῶν
4. ἀρωμάτων εἰσὶ καὶ τινων ἐδωδίμων σπερμάτων, ὁποῖόν ἐστιν
5. ἄνισόν τε καὶ σέλινον καὶ δαῦκος καὶ κύμινον καὶ σέσελι.
6. κατὰ τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν πλευριτικῶν διδοὺς
7. καθαῖρον φάρμακον, μιγνύναι τι τούτων ἐκέλευσε γράφων
8. ὧδε. ἢν δὲ ὑπὸ φρένας εἴη τὸ ἄλγημα, εἰς δὲ τὴν
9. κληϊδα μὴ σημάνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίαν μέλανι ἐλλεβόρῳ
10. ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ
11. ἄνισον ἢ ἄλλο τι τῶν εὐωδῶν μιγνύντας. φαίνεται γὰρ ἐν
12. τούτοις τῆς εὐωδίας αὐτῶν μάλιστα δεόμενος εἰς τὴν μίξιν,
13. ἕνεκα τοῦ τὸ φαρμακῶδες, ὅπερ ἐστὶν ἐναντίον ἀνθρώπου
14. φύσει, παραμυθήσασθαί τε καὶ ἀμβλῦναι. καθάπερ γὰρ τὰ
15. δυσώδη πάντα τὸν στόμαχον ἀνατρέπειν πέφυκεν, οὕτω τὰ
16. εὐώδη ῥωννύναι. ἂν δὲ πρὸς τοῦτο καὶ τὸ ἐδωδίμοις αὐτοῖς
17. εἶναι παρῇ, πολλαπλασίως ὠφελήσει τὸν ἀνατετραμμένον
18. στόμαχον ἐπὶ τῇ κακίᾳ τῶν ἰχώρων. κατὰ τοῦτον μὲν οὖν
1. τὸν λογισμὸν ἄνισόν τε καὶ σέλινον ἐνέμιξεν ὁ συνθεὶς τὸ
2. προκείμενον φάρμακον, ἀψίνθιόν τε διότι ῥυπτικὸν πέφυκεν,
3. καὶ ἀποσμῆχον καὶ ὑπάγον ὅσοι κατὰ τὸν στόμαχόν εἰσι
4. μοχθηροὶ χυμοὶ συνάγειν τε καὶ σφίγγειν καὶ τόνον ἐπιτιθέναι
5. τῷ μορίῳ. τὸ δὲ κιννάμωμον, ὡς ἐν ἅπασι τοῖς δυσώδεσι
6. καὶ σηπεδονώδεσιν ἀντιτεταγμένον ἰχῶρσι, κατ’ ἄμφω
7. τὰς ἑαυτοῦ δυνάμεις, ἀλλοιωτικήν τε καὶ διαφορητικὴν, οὐ
8. μικρὰν γὰρ ἐκ τῆς εὐωδίας ὠφέλειαν παρέχει ταῖς κακαῖς
9. ἁπάσαις διαθέσεσιν. ὄπιον δ’ ὀλίγον ἔμιξε τῷ φαρμάκῳ τὴν
10. αἴσθησιν ἀμβλῦναι τοῦ στομάχου βουλόμενος, ὧ λόγῳ καὶ
11. τοῖς κοιλιακοῖς αὐτὸ δίδομεν, εἴτε καρώδη τινὰ ὕπνον ἐπενεγκεῖν
12. δυνάμενον. ἐπανορθούμενος δὲ ὁ συνθεὶς τὸ φάρμακον
13. τὴν ἐκ τοῦ ὀπίου σφοδρὰν ψύξιν, ἔμιξεν αὐτῷ τὸ καστόριον,
14. ἀντιτεταγμένον πως αὐτοῦ τῇ δυνάμει. κατὰ δὲ
15. τὸν αὐτὸν λόγον καὶ τὸ πέπερι μέμικται. περὶ δὲ τῆς σμύρνης
16. ἄξιον ἐπιστῆσαι, καθ’ ὅσον γὰρ ἡ δύναμις αὐτῆς ἐστι
17. πεπτικὴ τῶν παρὰ φύσιν καὶ μοχθηρῶν χυμῶν, κατὰ τοσοῦτον
18. προσηκόντως μέμικται· καθ’ ὅσον δὲ φαρμακώδης ἐστὶν,
1. οὐ προσηκόντως, ἀλλ’ ἡ βραχύτης αὐτῆς εἰς μὲν τὴν πέψιν
2. τι συντελεῖ, τὸ δὲ τῆς ποιότητος ἀλλόκοτον οὐκ ἐνδείκνυται
3. νικωμένης ὑπὸ τῶν εὐόσμων. ἐγὼ γοῦν τὸ προκείμενον φάρμακον
4. καὶ χώρις τῆς σμύρνης εἴωθα σκευάζειν, ἐπὶ τὸ ἀσφαλέστερον
5. ἀεὶ πειρώμενος ἄγειν τὰς χρήσεις ἁπάντων τῶν φαρμάκων
6. καὶ μάλισθ’ ὅταν ὀξέως πυρέττοντι δίδοταί τι τοιοῦτον.
7. ὡς οὖν κιννάμωμον ἔχον τοῦτο τὸ φάρμακον καὶ
8. σπέρματα θερμὰ καὶ διουρητικὰ καὶ πέπερι, καὶ πρὸς τούτῳ
9. γε καστόριόν τε καὶ ὄπιον, ἐπὶ πολλῶν παθῶν εἰκότως ὠφέλιμον
10. γίνεται, ποτὲ μὲν μετ’ οἴνου τινὸς τῶν εὐστομάχων
11. διδόμενον, ὁποῖος ὁ πρότροπός ἐστι, ποτὲ δὲ μετὰ μύρτων
12. ἀφεψήματος ὡς ἐπὶ δυσεντερικῶν, ἢ μετ’ ὀξυμέλιτος ὡς ἐπὶ
13. σπληνικῶν. ἐπὶ δὲ χολέρας μετὰ ψυχροῦ, καθάπερ ὁ Ἀσκληπιάδης
14. ἔγραψεν, ἀλλὰ προσδιορισάμενος, εἰ διψωδέστερός ἐστι
15. νῦν ἢ πρόσθεν, ἢ ἄσης θερμῆς αἴσθησις αὐτῷ κατὰ τὸ στόμα
16. τῆς κοιλίας, ἢ ψυχροπότης ἦν ὁπόθ’ ὑγίαινε. ἐγὼ τοῦτο τὸ
17. φάρμακον ἐπὶ τὸ ἀσφαλέστερον ἄγων ἀφῆκά τε τὴν σμύρναν
18. ηὔξησά τε τὴν τοῦ πεπέρεως ποσότητα. πλεῖστον δὲ
1. κιννάμωμον αὐτοῦ λαβόντος ἀναγκαῖον ἡμῖν ἐστιν, ὅταν
2. ἀπορῶμεν κινναμώμου, κασσίαν τὴν ἀρίστην ἐμβάλλειν,
3. ἤτοι πλείονα διπλῷ σταθμῷ τοῦ κινναμώμου ἢ πάντως
4. οὐκ ἐλάττονα. ἡ δ’ ὑπ’ Ἀσκληπιάδου γεγραμμένη συμμετρία
5. τῶν μιγνυμένων φαρμάκων ἐστὶν ἥδε κατὰ λέξιν.

6.
9. ♃ Σελίνου σπέρματος 𐅻 στ΄. ἀνίσου 𐅻 στ΄. ἀψινθίου
10. 𐅻 δ΄. πεπέρεως 𐅻 β΄. σμύρνης 𐅻 β΄. κινναμώμου 𐅻 στ΄.
11. ὀπίου 𐅻 β΄. καστορίου 𐅻 β΄. ἀνάπλαττε δι’ ὕδατος καὶ
12. ποίει τροχίσκους καὶ δίδου τὴν τελείαν δόσιν 𐅻 α΄. στομαχικοῖς
13. μετὰ προτρόπου κεραννυμένου κυάθων γ΄. χολερικοῖς
14. καὶ ἐμοῦσι τὴν τροφὴν μετὰ ψυχροῦ, κολιακοῖς καὶ δυσεντερικοῖς
15. μετὰ μύρτων ἀφεψήματος. τοῖς δὲ σπληνικοῖς μετ’
16. ὀξυμέλιτος θερμοῦ κυάθων γ΄. ἄλλο φάρμακον ἐφεξῆς ἔγραψεν
17. ὁ Ἀσκληπιάδης, οὐ μόνον πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου
18. διαθέσεις ἁρμόττειν ἐπαγγελλόμενος, ἀλλὰ καὶ πρὸς
19. τοὺς ἐπιτεταμένους λυγμοὺς καὶ τοὺς δι’ ἐγκαύσεως, ὅπερ
1. ἐστὶ, πολλῆς θερμασίας αἰσθανομένους στομαχικούς. εἴρηται
2. δέ μοι πολλάκις, ὡς ἔστιν ἀδύνατον εὑρεῖν φάρμακον εἰς
3. πολλὰς διαθέσεις ἄριστον, εὑρίσκεται γὰρ ἑκάστης αὐτῶν
4. ἕτερον ἴδιον ἄμεινον. ἀλλὰ τοῖς βουλομένοις ἓν ἔχειν φάρμακον
5. πρὸς πολλὰ πάθη καὶ ἡ τούτων σκευασία καὶ παρασκευὴ
6. χρήσιμος γίνεται. περιέχεται μέντοι καὶ ἀμφιβολία τις
7. ἐν ταῖς τοιαύταις ἐπαγγελίαις τῶν φαρμάκων, ὁποίαν ὁ
8. Ἀσκληπιάδης νῦν περὶ τοῦ προκειμένου πεποίηται, δόξουσι
9. γὰρ ἴσως ἔνιοι τῶν ἀγνοούντων ἕκαστόν τε τῶν τριῶν συμπτωμάτων
10. ἐπαγγέλλεσθαι θεραπεύειν, ἅμα τε δύο συνελθόντων
11. καὶ πάνθ’ ὁμοῦ, καθάπερ ὅταν σπαράττηται σφοδρῶς
12. ναυτιῶν ὁ κάμνων καὶ λύξῃ καὶ θερμασίας πολλῆς καὶ ἀσώδους
13. κατὰ τὸν στόμαχον αἴσθηται. καὶ περὶ πρώτης γε ἐρῶ
14. τῆς τοιαύτης διαθέσεως, ἐφ’ ἧς ἅμα τρία παθήματα διοχλεῖ
15. τὸν ἄνθρωπον, ἥ τε τῆς ἐγκαύσεως αἴσθησις ὅ τε λυγμὸς
16. ἥ τε εἰλεώδης διάθεσις. Ἱπποκράτης μὲν οὖν σπασμὸν ἔφησε
17. γίνεσθαι ὑπό τε πληρώσεως καὶ κενώσεως, καὶ πρόσκειται
18. τῷ ἀφορισμῷ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὕτω δὲ
1. καὶ λυγμός. ἐγὼ δὲ ἐπὶ τοῦ σπασμοῦ τρίτον αἴτιον παρὰ
2. τὸ τῆς κενώσεως καὶ πληρώσεως οὐδὲν προσθεῖναι εὗρον.
3. λυγμὸν δὲ ὁρῶ καὶ χωρὶς τούτων γιγνόμενον, ἐνίοτε δριμέων
4. χυμῶν ἢ ἰχώρων φαρμακωδῶν δακνόντων τὸν στόμαχον, οὓς
5. ἐὰν ἐμέσωσιν, εὐθέως παύονται λύζοντες, καὶ πολλοὶ τὸ διὰ
6. τριῶν πεπέρεων φάρμακον καταπιόντες, ἐὰν εὐθέως ἐπιπίωσιν
7. οἶνον αὐτῷ, πάντως λύζουσιν· ὧν εἷς εἰμι κᾀγὼ αὐτός.
8. ἔτι δὲ καὶ τροφῆς διαφθαρείσης εἰς δακνώδη ποιότητα
9. λύζουσιν ἔνιοι. καὶ ὅτι γε ἐμέσαντες παραχρῆμα παύονται,
10. τῶν ἅπασι γινωσκομένων ἐστί. καὶ ῥιγώσαντες τὸ στόμα
11. τῆς κοιλίας ἔνιοι λύζουσι, μάλιστα δὲ τοῖς παιδίοις συμβαίνει
12. λύζειν συνεχῶς ἐπί τε διαφθορᾶς τῆς κατὰ τὴν γαστέρα
13. τροφῆς καὶ ψύξει τοῦ μορίου. εἰ δὲ καὶ δι’ ὑπερκένωσιν
14. γένηται λυγμὸς, ὥσπερ καὶ σπασμὸς, ἄξιον σκέψεώς ἐστιν.
15. ἀλλ’ ἐὰν ἐν τῷ παρόντι καταλιπόντες ἄσκεπτον τοῦτο τοὺς
16. διὰ ψύξιν ἢ πλῆθος σιτίων βαρυνομένους ἢ δριμύτητα δάκνουσαν
17. ἐννοήσωμεν, ἔμετον μὲν εὑρήσομεν αὔταρκες ἴαμα
1. τῶν διά τι πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν
2. διὰ ψύξιν. ἑτέρῳ δὲ τρόπῳ καὶ τὴν τῆς αἰσθήσεως νάρκωσιν
3. ἐπὶ τοῖς ψύχουσι καὶ τὴν ἀλλοίωσιν δακνόντων καὶ
4. τὴν διαφόρησιν, ὑπὸ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων.
5. σύγκειται δὲ ἐκ τοιούτων τὸ φάρμακον. ὄπιον μὲν γὰρ
6. καὶ ῥόδα καὶ ψυλλίου χυλὸς τῶν ψυχόντων ἐστὶ, νάρδου
7. δὲ στάχυς καὶ χρυσοβάλανος τῶν διαφορούντων τε καὶ τονούντων,
8. ἄσαρον δὲ τῶν ἐπ’ οὖρα ποδηγούντων τὰς μοχθηρίας
9. τῶν ὑγρῶν, ἡ δ’ ἀλόη τῶν ἐκκαθαιρόντων τε τὴν κακοχυμίαν
10. ἐστὶν, ἐκκενούντων τε διὰ τῆς κάτω γαστρός. ὁ δὲ
11. κρόκος καὶ πέττει καὶ τονοῖ τὰ μόρια, καὶ τῷ μὲν εὐκράτῳ
12. τῆς θερμότητος τὴν πέψιν ἐργαζόμενος, τῇ δὲ συνούσῃ στύψει
13. τὸν τόνον. ὁ δὲ κόστος τῶν ἱκανῶς μὲν θερμαινόντων,
14. μετρίως δὲ στυφόντων ἐστὶν, ὡς αὐτὸς ἐνδείκνυται τοῖς γευομένοις
15. αὐτοῦ. ἐκ τούτων δὲ συγκείμενον τὸ φάρμακον ἐπιτήδειον
16. μὲν τοῖς λύζουσίν ἐστιν, ἐπιτήδειον δὲ καὶ τοῖς σπαραττομένοις
17. ἐμετικῶς, διὰ τοὺς κατὰ τὸ προγεγραμμένον εἰρημένους
18. χυμοὺς, ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ μήτ’ ἄλλο τι τῶν
1. εὐωδῶν ἔχον μήτε κιννάμωμον. ἡ δὲ τῶν ψυχόντων ἐν αὐτῷ
2. μίξις, ναρκῶσαι τὴν αἴσθησιν δυναμένη τῷ πραΰνειν τὴν ἐκ
3. τῶν δακνόντων ἰχώρων τε καὶ χυμῶν ἀνίαν, ἐπιτήδειον
4. ὄντως ἐργάζεται τὸ φάρμακον εἰς τὴν τῆς ναυτιώδους διαθέσεως
5. μείωσιν. ἐπεὶ δὲ καὶ τοῖς ἐγκαιομένοις τὸν στόμαχον
6. ἁρμόττειν ἔφησε τὸ φάρμακον· ἀνθίσταται δὲ τῷ λόγῳ
7. τούτῳ ὁ θερμαίνων κόστος, ἄξιον εἰπεῖν καὶ περὶ τοῦδε.
8. καθάπερ ἐν ταῖς κωλικαῖς καλουμέναις ἀντιδότοις, ὑπὸ δέ
9. τινων ἀνωδύνοις, ὁποῖα καὶ ἡ τοῦ Φίλωνός ἐστιν. ὁ μὲν
10. σκοπὸς τῆς συνθέσεως τοῦ φαρμάκου, ναρκῶσαι τῇ ψύξει
11. τὴν αἴσθησιν τῶν ὀδυνωμένων. ὅπως δὲ μὴ μετὰ μεγάλης
12. βλάβης συμβαίνῃ τοῦτο, διά τε τοῦ βάθους τῶν ὀδυνωμένων
13. σωμάτων ἡ ψύξις ταχέως διέλθῃ, μίγνυται τὰ θερμαίνοντα
14. ποδηγοῦν δυνάμενα τὴν ἐκ τῶν ψυχόντων νάρκωσιν, ὡς ἂν
15. ἐκείνων αὐτῶν καθ’ ἑαυτὰ βραδυπόρων ὑπαρχόντων. ταῦτα
16. οὖν προακηκοώς τις ἐπισκεπτέσθω τὴν ποσότητα τῶν μιγνυμένων
17. ἐν ταῖς συνθέσεσι τῶν ἁπλῶν φαρμάκων. ἐκ ταύτης
18. γὰρ εἴσεται εἴτε τι μᾶλλον ὧν ἐπαγάλλεται τὸ σύνθετον
1. φάρμακον ἐργάζεσθαι δυνατόν ἐστιν ἢ καί τι ἧττον εἰ
2. μὲν γὰρ φαίνοιτο τὰ ψύχοντα πλείω τὴν αἴσθησιν τῶν πεπονθότων
3. ἀμβλύνει μᾶλλον, ὅσον δὲ θερμασίας ᾖ ἐν τῷ μορίῳ,
4. καὶ ταύτην σβέννυσι. τῶν θερμαινόντων δὲ αὐξηθέντων ἧττον
5. μὲν ταῦτα ἐργάζεται τὸ φάρμακον ἀβλαβέστερον δὲ γίνεται.
6. χρὴ γὰρ γινώσκειν ὑπὸ πάντων τῶν δι’ ὀπίου καὶ
7. ὑοσκυάμου καὶ μανδραγόρου φαρμάκων ὅμοιον τῇ νεκρώσει
8. πάσχοντα τῶν ζώντων τὰ σώματα, τῶν ὀδυνώντων αἰτίων
9. ἀναισθήτων γινομένων, καὶ πολλοὶ τῶν συνεχῶς τὰ τοιαῦτα
10. λαμβανόντων εἰς ἀνίατον ψύξιν ἤγαγον τὰ μόρια· καθάπερ
11. δὲ ἐπὶ τῆς τῶν ψυχόντων τε καὶ θερμαινόντων ἀντιθέσεως
12. ἡ ποσότης ἑκατέρων ἐνδείκνυται τὴν ἐπικρατοῦσαν ἐνέργειαν
13. τοῦ φαρμάκου, κατὰ τὸν αὐτὸν τρόπον κᾀπὶ τῶν ἄλλων
14. ἐννοεῖν προσῆκεν, οἷον πυκνούντων τε καὶ ἀραιούντων, ἢ
15. συναγόντων καὶ χεόντων, ἢ εὐωδῶν τε καὶ δυσωδῶν, ἢ ὑγραινόντων
16. τε καὶ ξηραινόντων διαφορούντων τε καὶ συνεχόντων.
17. ὑπογράψας οὖν τούτοις τὴν τῶν μιχθέντων ποσότητα
1. πρὸς τὰ συνεχῆ μεταβήσομαι. γράφει δὲ αὐτὴν ὁ Ἀσκληπιάδης
2. αὐτοῖς ὀνόμασιν οὕτως.

3. ♃ Κόστου 𐅻 δ΄.
5. ναρδοστάχυος 𐅻 δ΄. χρυσοβαλάνων 𐅻 δ΄. ῥόδων χλωρῶν 𐅻 δ΄.
6. μαστίχης δραχμὰς δ΄. ἀλόης δραχμὰς β΄. ἀσάρου δραχμὰς β΄.
7. ὀπίου δραχμὴν μίαν, ἀναλάμβανε ψυλλίου χυλῷ καὶ
8. ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον. τὸ ὑγρὸν ἔστω
9. κατάλληλον τῇ διαθέσει. ἐφεξῆς τοῖς προγεγραμμένοις τὴν
10. ἔμπροσθεν ἤδη γεγραμμένην ἀντίδοτον, ἱερὰν δι’ ἀλόης
11. τε καὶ κινναμώμου συγκειμένην, ἐν τοῖς Ἀνδρομάχου φαρμάκοις
12. καὶ αὐτὸς ἔγραψεν οὐ κατὰ τὴν αὐτὴν συμμετρίαν.
13. ἔχει δὲ ἡ λέξις αὐτοῦ τόνδε τὸν τρόπον.

14. ♃ Ἀλόης 𐅻 ρ΄. μαστίχης γο α΄. κρόκου
2. γο α΄. νάρδου Ἰνδικῆς γο α΄. κινναμώμου γο α΄. καρποβαλσάμου
3. γο α΄. ἀσάρου γο α΄. κόπτε, σῆθε λεπτοτάτῳ κοσκίνῳ
4. καὶ φύλαττε ξηρὸν καὶ ἀδιάπνευστον. ἡ χρῆσις πρὸς
5. μὲν τὰς βραδυπεψίας καὶ τοὺς οὕτως ὑγιαίνοντας ὁλκὴ μία
6. μετὰ ψυχροῦ ὕδατος κυάθων δ΄. τοῖς δὲ χολὴν ἐμοῦσιν ἢ
7. ἄλλως πως ῥευματιζομένοις ὁλκῆς ἥμισυ. πρὸς δὲ τοὺς φλεγμαίνοντάς
8. τι τῶν ἐντὸς ἁρμόσει μεθ’ ὑδρομέλιτος διδόμενον.
9. ἐφ’ ὧν δὲ οὖρα κινεῖν προαιρούμεθα ἢ ἔμμηνα κατάγειν,
10. δίδομεν μετ’ οἴνου τὸ φάρμακον. ἔστι δὲ καταπαστόν.
11. ταῦτα μὲν ἔγραψεν ὁ Ἀσκληπιάδης ὑπὲρ τοῦ προκειμένου
12. φαρμάκου. σκεψώμεθα δὲ πρῶτον μὲν ἐν τοῖς περὶ τῆς ποσότητος
13. τῶν συνθέντων αὐτὴν φαρμάκων, ᾗ συνεφώνησέν τε
14. καὶ διεφώνησεν, εἶθ’ ἑξῆς περὶ τῆς ἐπαγγελίας τε καὶ χρήσεως
15. αὐτῆς. ἐν μὲν δὴ τῇ μίξει τῶν φαρμάκων συνεφώνησαν
16. ἀλλήλοις ὅ τε Ἀνδρόμαχος καὶ ὁ Ἀσκληπιάδης ἐν τῷ
17. τῆς ἀλόης ρ΄. ἐμβάλλειν δραχμάς. διεφώνησαν δὲ ἔν τε τῷ
18. τὸν Ἀσκληπιάδην ἁπλῶς ἀλόης γράψαι, τὸν δὲ Ἀνδρόμαχον
1. τὸ πεπλυμένης προσθεῖναι, κᾀν τῷ τὸν Ἀσκληπιάδην τῶν
2. ἄλλων οὐγγίας μῖξαι, τουτέστιν ὁλκὰς ἢ δραχμὰς ἀργυρὰς
3. η΄. ἢ ἑπτὰ ἥμισυ, ἓξ δὲ τὸν Ἀνδρόμαχον. ἔτι τὸ καθόσον
4. μὲν ὁ Ἀσκληπιάδης βαλσάμου καρπὸν, ὁ δ’ Ἀνδρόμαχος
5. ξυλοβάλσαμον ἐμβάλλει καὶ πρὸς τούτοις, ὅτι μηδ’ ὅλως ὁ
6. Ἀσκληπιάδης τὸ ἄνθος τοῦ σχοίνου μίγνυσι, κατὰ δὲ τὴν
7. ἐπαγγελίαν τῶν ἔργων τοῦ φαρμάκου τῷ μὲν Ἀνδρομάχῳ
8. πλέον οὐδὲν γέγραπται τοῦ δίδοσθαι τισὶ μὲν ἓν κοχλιάριον,
9. τισὶ δὲ δύο μεθ’ ὕδατος ψυχροῦ κυάθων δ΄. ἢ θερμοῦ.
10. τῷ δ’ Ἀσκληπιάδῃ πλείω περὶ τῆς χρήσεως εἴρηται τῆς προκειμένης
11. ἀντιδότου. πρὸς μὲν γὰρ τὰς δυσπεψίας τῶν ὑγιαινόντων
12. κελεύει δίδοσθαι μίαν ὁλκὴν μεθ’ ὕδατος ψυχροῦ
13. κυάθων δ΄. ἡγοῦμαι δὲ λέγειν αὐτὸν δραχμὴν ἀργυρᾶν καὶ
14. γὰρ οὕτω σχεδὸν ἅπασι τοῖς νεωτέροις ἰατροῖς ἔθος ὀνομάζειν.
15. ἄλλο δὲ νοεῖν ἡμᾶς οὐδὲν ἡ τοῦ πράγματος φύσις ἀναγκάζει.
16. πρόδηλον δ’ ὅτι δραχμὴν λέγομεν νῦν ἐν τοῖς τοιούτοις
17. ἅπαντες ὅπερ Ῥωμαῖοι δηνάριον ὀνομάζουσιν. ἀλλ’
18. ἐπί γε τῶν βραδυπεπτούντων οὐχ ἁπάντων ἁρμόσει διδόναι
1. τὸ φάρμακον, ἀλλ’ ἐπ’ ἐκείνων μόνον, ἐφ’ οἷς ἐπὶ χυμοῖς
2. μοχθηροῖς γίνεται τοῦτο, μᾶλλον δ’ ὅταν ὦσι λεπτοὶ καὶ
3. χολώδεις. ποιήσει δ’ ἄν τινα ῥᾳστώνην καὶ τοῖς ἄνευ χυμῶν
4. τὴν ὑγρὰν δυσκρασίαν ἔχουσιν, ἐπὶ τοσοῦτον διαβεβρωκυῖαν τὸ
5. πεπονθὸς μόριον, ὡς ἐκλύεσθαι καὶ χαλᾶσθαι παραπλησίως
6. τοῖς συνδετικοῖς καλουμένοις νεύροις ἐπὶ τῶν κεχαλασμένων
7. ἄρθρων. ἐπὶ μέντοι τῶν χολὴν ἐχόντων ἐν τῇ κοιλίᾳ, μάλιστα
8. ἐφ’ ὧν ἐν αὐτοῖς τοῖς χιτῶσι διὰ βάθους περιέχεται,
9. κάλλιον φάρμακον οὐκ ἂν εὕροις. ἀλλ’ οὐκ οἶδα ὅπως
10. ὀλίγον αὐτοῦ δίδωσιν ὁ Ἀσκληπιάδης, τῆς συμμέτρου δόσεως
11. εἰς 𐅻 στ΄. ἐξισούσης. πρὸς δὲ τοὺς φλεγμονήν τινα
12. ἔχοντας οὐχ ἁπλῶς δοτέον ἐν παντὶ καιρῷ τῆς φλεγμονῆς,
13. ἀλλ’ ὅταν πεφθῇ τε καὶ παρακμάσῃ, πέπονα γὰρ φαρμακεύειν
14. ἀξιοῖ καλῶς ὁ Ἱπποκράτης, μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν,
15. εἰ μὴ ὀργᾷ, τουτέστιν εἰ μὴ πρὸς τὴν ἔκκρισιν ἐπείγοιτο ἦ
16. κίνησις καὶ μήπω μηδεμίαν ἔχουσα πρὸς ἓν μέρος ἑδραίαν
17. ῥοπήν τε καὶ στάσιν. ὀρθῶς δὲ τὸ φάρμακον τοῦτο τοῖς
18. μὲν βραδυπεπτοῦσι καὶ τοῖς χολὴν ἐμοῦσιν ἢ ἄλλως πως
1. ῥευματιζομένοις τὸν στόμαχον, ἐπιπάττων ὕδατος κυάθοις
2. τέσσαρσι, δίδωσι, τὴν ἐκ τοῦ μέλιτος ἀνατροπὴν προσγινομένην
3. τῷ στομάχῳ δεδιώς. πρὸς δὲ τὰς παρακμὰς τῶν ἔνδον
4. φλεγμονῶν μεθ’ ὑδρομέλιτος ὡραίως ἄν τις διδοῖ τοῦτο.
5. καθάπερ καὶ κινεῖν οὖρα προαιρούμενος ἢ ἔμμηνα κενοῦν
6. ὁ μὲν Ἀσκληπιάδης φησὶ μόνον δι’ οἴνου. βέλτιον δ’ ἂν,
7. ὡς ἐγώ φημι, ποιεῖ τις, εἰ δι’ οἰνομέλιτος διδοῖ τὸ φάρμακον.
8. οὕτω γὰρ ἅμα τε τὰ κατὰ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσίν
9. τε καὶ φορὰν ἐπ’ οὖρα καὶ τὰ κατὰ τὰς μήτρας ἐνιστάμενα
10. διαλύει καὶ τέμνει καὶ ῥώμην τοῖς μορίοις παρέχει
11. δι’ ὧν ποιεῖται τὴν πορείαν. ἔτι τε τὴν θερμασίαν αὔξει
12. τῶν τόπων δι’ ὧν φέρεται, συντελοῦσαν καὶ αὐτὴν οὐ σμικρὰ
13. πρός τε τὴν χύσιν τῶν ἐνισταμένων ὑγρῶν καὶ τὴν
14. κένωσιν. μετὰ δὲ τὴν προγεγραμμένην ἱερὰν Θεμίσωνος ἀντίδοτον
15. ὁ Ἀσκληπιάδης ἑτέραν οὕτως ἔγραψεν· ἄλλη ἐκ
16. τῶν Μαντίου δυνάμεων Ἀτταλική. ποιεῖ στομαχικοῖς καὶ
17. ἀποῤῥίπτουσι τὴν τροφὴν, ποιεῖ χολερικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς.
18. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτω. ♃ κρόκου 𐅻 β΄.
1. νάρδου 𐅻 β΄. ὑοσκυάμου σπέρματος 𐅻 α΄. ἀλόης γο α΄. βαλαυστίου
2. γο α΄. τραγακάνθης γο α΄. πεπέρεως λευκοῦ γο α΄.
3. ἀκακίας γο α΄. ῥήου Ποντικοῦ γο α΄. ῥοὸς Συριακοῦ τοῦ
4. ἐπὶ τὰ ὄψα γο α΄. ῥόδων χυλῷ ἀφεψημένων ἐν οἴνῳ αὐστηρῷ
5. ἀναλαβὼν, ποίει τροχίσκους ἀνὰ 𐅻 α΄. τὴν δὲ τραγάκανθαν
6. προεμβρέξας τῷ χυλῷ ἕνου. τοῦτο τὸ φάρμακον
7. οὐδὲν ἔοικε τῷ προγεγραμμένῳ, καθαρτικὸν μὲν γὰρ ἐκεῖνο,
8. στυπτικὸν δὲ τοῦτό ἐστιν, ἁρμόττον τοῖς δι’ ὑγρότητα πολλὴν
9. ἔκλυτόν τε καὶ χαλαρὸν ἔχουσι τὸν στόμαχον ἢ καὶ
10. σύμπασαν τὴν γαστέρα, καθάπερ κᾀν τοῖς ἄρθροις τὰ χαλάσματα
11. γίνεται, διαβραχέντων ὑγρότητι πολλῇ τῶν ἐν αὐτοῖς
12. συνδέσμων, ἃ τοῖς πλείστοις τῶν ἰατρῶν ἔθος ἐστὶν
13. ὀνομάζειν συνδετικὰ νεῦρα· πολλαὶ γὰρ τοιαῦται διαθέσεις
14. ἔν τε τῇ γαστρὶ καὶ τῷ στομάχῳ γίνονται τοῖς πολυποτοῦσι
15. καὶ δαψιλῶς ὀπώρας ὑγραινούσας ἢ ὅλως ἐδέσματα τοιαύτης
16. κράσεως προσενεγκαμένοις. πολλῶν οὖν ὄντων τῶν
17. οὕτω διῃτημένων, εὐλόγως καὶ τὰ τῆς προειρημένης διαθέσεως
18. φάρμακα πλειστάκις εὐδοκιμεῖ τὴν στύψιν ἐπικρατοῦσαν
1. ἔχοντα. ἔνθα δὲ ἤτοι κακοχυμίας ἐκκενῶσαι προσῆκεν ἢ
2. θερμῆναι τὸ πεπονθὸς μόριον, οὐ μόνον οὐδὲν ὀνίνησιν ἡ
3. τῶν οὕτω στυφόντων φαρμάκων χρῆσις, ἀλλὰ καὶ βλάπτει.
4. μετὰ γὰρ τὸ προγεγραμμένον φάρμακον ἑτέρων δυοῖν ὁ
5. Ἀσκληπιάδης μέμνηται καλῶν ἑκατέρων αὐτῶν. σύγκειται δὲ
6. ἐκ πολλῶν ἀμφότερα καὶ διὰ τοῦτό ἐστι πολύχρηστα, καὶ
7. μᾶλλόν γε τὸ δεύτερον. ὅτι δέ ἐστι τοιοῦτον, οἷον εἶναί φησιν
8. αὐτὸ, τῶν ἁπλῶν ἐν αὐτῷ φαρμάκων ἀναμιμνησκομένοις
9. ἡμῖν, ὁποῖόν ἐστιν ἕκαστον, ἀκηκοόσι τε περὶ τῆς κατὰ τὴν
10. σύνθεσιν αὐτῆς μεθόδου, δυνατὸν ἔσται κρίνειν καὶ αὐτοῖς.

11. ♃ Μανδραγόρου χυλοῦ
15. 𐅻 δ΄. σμύρνης 𐅻 δ΄. βαλαυστίου 𐅻 δ΄. καστορίου 𐅻 δ΄.
16. κρόκου 𐅻 δ΄. ὀπίου 𐅻 στ΄. ἀνίσου 𐅻 η΄. σελίνου
17. σπέρματος 𐅻 η΄. στύρακος 𐅻 η΄. ὑσσώπου Κρητικοῦ 𐅻 ιβ΄.
18. ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 ιβ΄. συντίθει κατὰ τρόπον
1. καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου πρὸς δύναμιν. τὸ δ’
2. ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. ἀστὴρ ἀνίκητος, φάρμακον
3. ἐπιτετευγμένον ἀνώδυνον, ὑπνοποιὸν, πολύχρηστον. καὶ
4. γὰρ τὰ περὶ τὸν στόμαχον ἰᾶται νοσήματα θαυμαστῶς, ὀξυρεγμίας
5. καὶ δυσπεψίας ἀπαλλάττει, στρόφους, λυγμοὺς, ἐμπνευματώσεις.
6. ποιεῖ καὶ πρὸς τὰ τῆς κεφαλῆς ἀλγήματα
7. πινόμενον τὸ φάρμακον καὶ ἔξωθεν καταχριόμενον κατὰ τοῦ
8. μετώπου ὄξει ἀνεθέν. ποιεῖ καὶ πρὸς ὠταλγίαν περδικίου
9. χυλῷ ὁ τροχίσκος ἀνεθείς. ποιεῖ καὶ πρὸς ὀδονταλγίαν τῷ
10. βρώματι ἐντιθέμενος, λεανθεὶς καὶ χαλβάνῃ ἀναληφθεὶς ἢ
11. συκῆς ὀπῷ. ποιεῖ καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν ἐπιφορὰς καὶ
12. τὰς τῶν παρισθμίων φλεγμονὰς, οἴνῳ γλυκεῖ ἀνεθεὶς, ὥστε
13. ἐπὶ μὲν τῶν ὀφθαλμῶν τὸ ἔριον ἐμβρέχοντας ἐπιτιθέναι. τοῖς
14. γὰρ τὰ παρίσθμια πεπονθόσιν χλιαίνοντας παραίνει ἀναγαργαρίζεσθαι.
15. ποιεῖ δὲ καὶ πρὸς πᾶσαν αἵματος φορὰν ἀνεθεὶς
16. οἴνῳ μυρτίτῃ, ποιεῖ καὶ πρὸς βῆχας χρονίους καὶ προσφάτους
17. καὶ κατάῤῥους διαλυθεὶς οἴνῳ Θηραίῳ ἢ προτρόπῳ
18. ἢ Σκυβελίτῃ. ποιεῖ καὶ φθισικοῖς, ἐμπυϊκοῖς, διαλυθεὶς πρασίου
19. ἀφεψήματι. ποιεῖ αἱμοπτυϊκοῖς, δυσεντερικοῖς, χολερικοῖς,
1. χυλῷ πολυγόνου διαλυθεὶς καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν
2. ποθεὶς μετὰ πηγάνου ἀφεψήματος. λύει καὶ τὰς κατὰ περίοδον
3. ἐπισημασίας, πινόμενος πρὸ δυοῖν ὡρῶν τῆς ἐπισημασίας
4. μετ’ οἴνου κεκραμένου κυάθων γ΄. καὶ ἔμμηνα γυναιξὶ
5. κατάγει διαλυθεὶς ἀρτεμισίας ἀφεψήματι. ποιεῖ καὶ πρὸς τὰς
6. περὶ κύστιν διαθέσεις, οἰνομέλιτι διαλυθεὶς, ὁμοίως καὶ ταῖς
7. ὑστερικαῖς πνιγομέναις βοηθεῖ. ποιεῖ ἀρθριτικοῖς, ποδαγρικοῖς,
8. γεντιανῆς ἀφεψήματι διαλυθείς. καὶ περὶ μὲν τούτων
9. διαπράττεται ἐπὶ τοσοῦτον. τὰ δὲ τῆς συνθέσεως οὕτως ἔχει.
10. ♃ σμύρνης 𐅻 δ΄. στύρακος 𐅻 δ΄. νάρδου Ἰνδικῆς 𐅻 δ΄.
11. κασσίας σύριγγος 𐅻 δ΄. σφραγῖδος Λημνίας 𐅻 δ΄. μανδραγόρου
12. φλοιοῦ 𐅻 δ΄. ἐν ἄλλῳ καὶ πεπέρεως 𐅻 δ΄. κρόκου
13. 𐅻 στ΄. ὀποῦ μήκωνος 𐅻 στ΄. δαύκου Κρητικοῦ σπέρματος
14. 𐅻 η΄. ἀνίσου 𐅻 η΄. σεσέλεως Μασαλεωτικοῦ 𐅻 η΄. σελίνου
15. σπέρματος 𐅻 η΄. τὸ σμύρνιον καὶ τὸ στυράκιον καὶ τὸ ὄπιον
16. οἴνῳ διαλύεται εὐώδει καὶ λεαίνεται. τὰ δὲ ξηρὰ κόπτεται
17. καὶ σήθεται, εἶθ’ ὁμοῦ μίγνυται καὶ φυρᾶται καὶ ἀναπλάττομεν
1. τροχίσκους ὁλκῆς ἄγοντας ἥμισυ καὶ ξηραίνομεν ἐν σκιᾷ.
2. ἡ χρῆσις δεδήλωται. ἐν ἄλλοις τῶν τροχίσκων ἡ ὁλκὴ ἀνὰ 𐅻α΄.

Cliquer un n° de page pour en afficher l’image