Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 8.4, ed. Kühn, 1826, vol. 13, p. 167-177. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:8.4

3. Τῶν δὲ περὶ τὸν στόμαχον παθῶν πολλῶν
6. καὶ ποικίλων ὄντων, καὶ τούτων σχεδὸν ἁπάντων ὡς ἐπίπαν
7. ἐξ ἀπεψίας γινομένων, παντὶ σθένει αὐτὸν ἐπισκεπτέον.
8. εἰ μὲν δὴ ὑδάτων ἢ ἀέρος κακία δείκνυται, ὡς μάλιστα ἐπιδέχεται
9. μεθοδεύοντας, ταῦτα ἀλλάσσοντας ἀπαλλάττειν· εἰ δὲ
10. ἀσυνήθων βρωμάτων, παραιτουμένους ταῦτα· εἰ δὲ διὰ πλῆθος,
11. συστέλλοντας τὰ σιτία καὶ καθόλου ἐξ οὗ ἂν
12. ὑπονοήσωμεν γίνεσθαι, τοῦτο παραιτουμένους. εἰ δὲ πάντα
13. τὰ εἰρημένα εὐτακτοίη, παρ’ αὐτὸν δὲ τὸν στόμαχον τὰ κατὰ
14. τὰς πέψεις παραποδίζοιτο, ἀλείμμασι καὶ γυμνασίοις ἀναφωνήσεσί
15. τε καὶ τοῖς τοιούτοις ὁμοίοις γινομένοις τὸν στόμαχον
16. ῥωστέον. τοῖς δὲ ὀξυρεγμιώδεσι κοριάνου ὡς κοχλιάριον
17. δίδου πρὸ ἑτέρου τῶν σιτίων τρώγειν καὶ ἐπιῤῥοφεῖν
1. ἄκρατον. γενομένης δὲ ἀπεψίας μετρίας ποτὲ καὶ εὐκαταφρονήτου
2. πλείονα χρόνον ἐπὶ τῆς κλίνης ἠρεμητέον. εἰ δὲ
3. μὴ τὰ πράγματα ἐπιτρέποι, ἐφ’ ὅσον ἐνδέχεται, πᾶσαν διάτασιν
4. καὶ κόπον, ἔτι τε καῦμα καὶ ψῦχος καὶ θυμὸν ἐκφευκτέον.
5. ὀψιαίτερον δὲ τῆς συνήθους ὥρας ἐν ζεστῷ λουστέον.
6. ἔν τε τῷ προβαλανείῳ χλιαρὸν ὕδωρ πιόντες ἀπερευγέτωσαν
7. πάντα τὰ εἰς τὸν στόμαχον συναθροισθέντα φλέγματα,
8. ὀλιγοσιτίᾳ τε καὶ ὀλιγοποσίᾳ τῇ πρώτῃ χρήσθωσαν. εἰ δ’
9. εὔτονος ἡ φθορὰ τῶν σιτίων γένοιτο, δάκνοιντό τε τὸν στόμαχον
10. καὶ ἐρεύγοιντο αὐτὰ, ἔτι τε ναυτοῖεν, χλιαρῷ ποτίσας
11. ἀνάγκαζε ἐξερᾷν, μέχρι πᾶν τὸ διέφθορον καθαρισθῇ,
12. εἶτα ἐμβρέξας τὴν κεφαλὴν λιπαροῖς ὀθονίοις παρὰ πυρὶ θερμανθεῖσιν
13. ἢ τοιαύτῃ τινὶ ἀπεριέργῳ ἀγωγῇ, πυρία τὰ περὶ
14. τὸν στόμαχον καὶ ὑποχόνδρια παρηγορήσας τά τε ἄκρα λιπαρὰ
15. ψηλαφίᾳ ἢ καὶ κατειλησίᾳ λεάνας, ἐπὶ τοῦ κλινιδίου
16. ἠρεμεῖν ἐάσεις ἀσιτήσαντάς τε ἐξ ὅλου τῇ ἑξῆς, εἰ μηδὲν ἐπακολουθήσειεν
17. ἄτοπον. εὐτονοῦντας μὲν, ὡς προείρηται, λούσας
1. ἐπιμελοῦ· εἰ δ’ ἀτονοῖεν, συμμέτρως ἐπὶ μίαν ἀναλαβὼν
2. τῇ ἑξῆς λοῦε, παραινῶν μέχρι τριῶν ἡμερῶν ἐν ταῖς τροφαῖς
3. καὶ τοῖς πότοις μετριάζειν. ἀπεψίας μὲν οὖν τοιαύτη
4. τις, ὡς τύπῳ εἰπεῖν, ἡ ἐπιμέλεια. περὶ δὲ τῶν ἐξ αὐτῆς ἀποβαινόντων,
5. οἷον διαῤῥοίας ἢ χολέρας ἢ τῶν τοιούτων, ἐν
6. ἰδίῳ τόπῳ εἰρήσεται. ἐπὶ δὲ τῶν ἄλλων τῶν περὶ τὸν στόμαχον
7. δυσχερειῶν, τοῖς μὲν καυσουμένοις τὸν στόμαχον μετ’
8. ἐκλύσεως ἢ λειποθυμίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδηποτοῦν
9. αἰτίας, ὅτι μὴ πυρετοῦ, κυάθους τρεῖς ἢ τέτταρας δίδου
10. ψυχροῦ ὕδατος καταῤῥοφεῖν δὶς ἢ τρὶς ἐκ διαλειμμάτων.
11. καὶ εἰ μὲν παρηγοροῖντο, τούτῳ αὐτοὺς ἀνακτησάμενος ὡς
12. τροφῇ καὶ τοῖς ἄλλοις ἀναλάμβανε. εἰ δ’ ἐπιμένοι, διακρατουμένων
13. καὶ διαλεαινομένων τῶν ἄκρων, ἀπόβρεγμά τι τῶν
14. τοιούτων συνεχῶς καταῤῥοφεῖν δίδου, οἷον φοινικοβαλάνων,
15. μήλων κυδωνίων, ἀπίων, μεσπίλων, ἀρκευθίδων, ἑλίκων ἀμπέλου,
16. ῥόδων, ῥοιᾶς ἀπυρήνου χυλὸν ἢ στροβίλους κ΄. καὶ
17. σικύου σπέρματος κόκκους κε΄. μύρτων κ΄. κρόκου ὀβολοὺς β΄.
1. ῥόδων δυοῖν φύλλα μεθ’ ὕδατος δίδου πίνειν. ἢ ψυχρὸν
2. ὕδωρ δίδου μετ’ ὀμφακίου χυλοῦ, ἢ ῥόδων ἄνθος μετὰ νάρδου
3. καὶ ὕδατος ψυχροῦ, ἢ ἀνδράχνης σπέρματος προσμιγέντος
4. ἢ ἀτραφάξιος σπέρματος ἢ μήλων κυδωνίων ἀφεψήματος.
5. ἢ σικύων σπερμάτια ν΄ λεῖα ἐκ ψυχροῦ δίδου. ἢ ὄρυζαν
6. ἑψήσας μετὰ βουτύρου δίδου φαγεῖν. ἢ τραγορίγανον
7. λείαν μεθ’ ὕδατος χυλίσας δὸς φαγεῖν. ἢ κυάμους Αἰγυπτίους
8. ι΄. καὶ νάρδου Κελτικῆς ὀβολοὺς δύο, φρύξας ἀμφότερα
9. καὶ λεάνας δίδου πιεῖν. ἐπιπάσας ῥόας ὀξείας καὶ γλυκείας
10. χυλοῦ καὶ ὕδατος ἑκάστου ἴσον. ἢ κλώνιον ἡδυόσμου
11. συλλεάνας δὸς πίνειν. ἢ οἰνάνθην ὁμοίως τρίψας μετὰ νάρδου
12. Ἰνδικῆς δὸς πιεῖν. ἢ φακοὺς ἑψημένους λείους δίδου
13. μεθ’ ὕδατος. ἢ φοινικοβαλάνους μετὰ ῥόδων. ἢ πρασίου χυλὸν
14. μετὰ μέλιτος καὶ βραχὺ ἡσυχάσασιν δίδου οἶνον μετὰ
15. ἀλφίτου. ἢ καρδαμώμου δραχμὴν μίαν μετὰ ὀξυμέλιτος κυάθων
16. τριῶν ποτίσας, σύγχριε καὶ ἄφες ἠρεμεῖν. τοῖς δὲ σιελίζουσι
17. ξηρὰν κόνυζαν δίδου μασᾶσθαι. ἐπιθετέον δὲ ἔξωθεν
1. ἐπὶ τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα ἢ
2. μῆλα κυδώνια ἢ φοινικοβαλάνους ἢ μέσπιλα μετὰ κηρωτῆς,
3. ἢ μυρσίνης ἁπαλὰ φύλλα ἢ βάτου ἢ σχίνου λεῖα μετὰ πάλης
4. ἀλφίτου ψυχρῷ πεφυραμένου. ἢ χλωρὰν ἀνδράχνην ὁμοίως
5. ἐσκευασμένην, ἢ τυρὸν ἁπαλὸν νεαρὸν μετ’ ἀλφίτου
6. καὶ σελίνου φύλλων, ἢ σέρεως φύλλα μετ’ ὄξους καὶ ἀλφίτων
7. καὶ σελίνου φύλλων. πυρουμένων δὲ εὐτόνως φῦσαν
8. πληρωθεῖσαν ὕδατος ἐπιτίθει, ἢ χιόνα ἐπίβαλλε, ἢ τῶν κολοκύνθων
9. τὰ ξύσματα ἐπιτίθει καὶ καθόλου πάντα ὅσοις
10. ἐπὶ τῶν καρδιακῶν χρώμεθα. τὰ δὲ ἀλγήματα τοῦ στομάχου
11. πραΰνει καὶ μάλιστα ἐφ’ ὧν δυσθυμία τις ἢ ἀπορία παρέπεται,
12. γάλα ὄνειον ἢ γυναικεῖον ἢ βόειον, κοχλάκων ἐναφεψημένων
13. πινόμενον, ἢ νάρδινον μύρον ἢ τῶν λίαν πολυτελῶν
14. δίδου μεθ’ ὕδατος, ἢ ἀπόζεμα σχοίνου ἄνθους, ἢ καὶ
15. ῥόδων ἄνθους ἐπιπασσομένου, ἢ ἀνδράχνης χυλὸν, ὁτὲ μὲν
16. καθ’ αὑτὸν, ὁτὲ δὲ μετὰ τῆς νάρδου ἢ ὠοῦ λέκιθον πεφρυγμένην
17. καὶ ἀληλεσμένην μετὰ ἀλφίτων πότιζε, ἢ κάρυα πικρὰ
18. μετὰ σικύου σπέρματος καὶ στροβίλου, ἢ λαπάθου ἀγρίου
1. σπέρματος τριώβολον πότιζε. πάντα τὰ κατὰ τὸν στόμαχον
2. ἀλγήματα καὶ δυσαρεστήματά φασι παύειν κοχλίαν ὠμὸν
3. Λιβυκὸν καταπινόμενον ὅλον. ἀναλυομένου δὲ αὐτοῦ μόνου
4. καὶ ναυτιώδους τοῦ στομάχου γινομένου, θρίδακος λευκῆς
5. σπέρματος ὀλίγον μεθ’ ὕδατος κυάθων τεσσάρων ἢ ἑνὸς
6. πιεῖν δίδου, ἢ στρουθῶν ἀφόδευμα ξηρὸν ἐπιπάσσων, ὡς
7. ἄλφιτον, εἶτα ὕδωρ πίνοιεν, εἶτα οἶνον, ἢ μαστίχης Χίας κοχλιάριον
8. μετὰ ψυχροῦ ὕδατος, ἢ ἀπὸ πάγου νήστει καθ’
9. ἡμέραν δίδου καὶ μασώμενοι αὐτὴν συνεχῶς τὸν σίελον ἀποπτυέτωσαν.
10. ἢ κόνυζαν ξηρὰν μασάσθωσαν. εἰ δὲ πρὸς τῷ
11. πλάδῳ καὶ φλεγμονή τις εἴη, οἰνάνθην σὺν μελιλώτῳ ἢ ῥόδον
12. ξηρὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ἐχούσης ῥητίνης ἀποκεκαυμένης
13. ἐπιτίθει, ἢ ἀκακίας καὶ στυπτηρίας μηλείας ἴσα,
14. κηρωτῆς τῷ διπλῷ ἀναλαβὼν, ὡς μάλαγμα ἐπιτίθει. ἐπὶ δὲ
15. τῶν χολὴν μέλαιναν γεννώντων καὶ φυσωμένων τὸν στόμαχον
16. ἐπιτίθει τῷ στομάχῳ καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι,
17. σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους. μετὰ δὲ τούτους
18. εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου
1. μέλιτι ἀναλαβὼν ἐπιτίθει, ἢ ταῦτα καὶ ἀλόην ἴσην μίξας
2. αὐτοῖς, κηρωτῇ μυρσίνῃ ἀναλαβὼν ἐπιτίθει, ἢ κισσοῦ φύλλοις
3. ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, ἢ ἀρνογλώσσου μετὰ ἁλῶν
4. τριβέντα, ἢ ἀγελαίας βοὸς βόλβιτον ξηρὸν ἑψημένον ἐν οἴνῳ,
5. ἢ πρασίῳ μετὰ ἄρτου καὶ ῥοδίνου φυραθέντι, ἢ βολβοῖς
6. πυῤῥοῖς καὶ στυπτηρίας ἴσης. μετὰ δὲ ταῦτα ποτιστέον αὐτοὺς
7. τῇ τε ἀπυρέτῳ λεγομένῃ ἢ τῇ ἱερᾷ ἀντιδότῳ ἤ τινι
8. ἄλλῃ, ἥτις ἑκάστῳ διὰ πείρας. τροφὰς δ’ ἁρμοδίους τοῖς στομαχικοῖς
9. τάσδε δοτέον· τεῦτλον, φακὴν, τράγον, ὄρυζαν, χόνδρον,
10. ἐγκαθεψημένων μήλων κυδωνίων ἢ φοινικοβαλάνων ἢ
11. μεσπίλων ἢ ῥοᾶς ἀπυρήνου κόκκων ἢ μηλαπίων ἢ σχίνου
12. κλωνίων ἁπαλῶν, ἢ σμύρνης ἢ βάτου παραμιγνυμένων, ἄρτον
13. δὲ ἀκρόζυμον ἢ ἄζυμον. τῶν δὲ λαχάνων τῶν μὲν ὠμῶν
14. κιχώρια, μηκωνίδες, ἠρύγγιον, ἴντυβον ἢ γιγγίδιον, σέρις,
15. θρίδακες· τῶν δὲ ἑφθῶν εὐθετεῖ μάλιστα κράμβη καὶ σίσαρον.
16. τῶν δὲ λοιπῶν ἀφεψημάτων κοχλίαι καὶ βολβοὶ, κρεῶν
17. δὲ γαστὴρ, ῥύγχη, πόδες, κίχλαι, πέρδικες, ἀτταγῆνες, τρυγόνες,
1. φάσσαι, νῆσσαι, λαγωοὶ, δορκάδες, ὀψαρίων δὲ καρίδες,
2. ἀστακοὶ, κολύμβαιναι, κάραβοι, τευθίδες, σηπίαι καὶ τῶν
3. σκληροσάρκων τρίγλαι, τῶν δὲ ὀστρακωδῶν μάλιστα μὲν κήρυκες,
4. πορφύραι, κτένες, γλαῦκοι, σμαρίδες, βάλανοι.
5. τὸ δὲ σίσαρον ἐπὶ πᾶσι λαμβανόμενον καὶ ὡς εὐστόμαχον
6. πρὸς τὰς ἀναλήψεις κατὰ τὰ πλεῖστα τῶν περὶ τὸν στόμαχον
7. συμπτωμάτων συμφωνεῖ. πόμα δὲ ὁ ὑφ’ ἑκάστου πινόμενος
8. ἡδέως οἶνος. τοὺς δὲ πνευματουμένους καὶ διατεινομένους
9. τὸν στόμαχον πολίου δεσμίδιον καθέψων πότιζε. ἢ
10. καλαμίνθης ἀφέψημα ἐξηθριασμένου τοῦ ὕδατος, μίξας ὀλίγον
11. μέλιτος καὶ πεπέρεως δραχμὴν μίαν δίδου. ἢ σπόγγον
12. ὄξει δριμυτάτῳ βρέξας τοῖς ποσὶ καὶ τοῖς βραχίοσιν ἐπιτίθει,
13. μέχρι φλυκταινώσεως μάλιστα, εἰ καὶ ἀπεροῖεν τὰς τροφάς.
14. ἢ τήλινον ἄλευρον ὄξει φυρῶν ἢ σίνηπι λεῖον σὺν ὄξει μέχρι
15. φοινίξεως. ἢ ψύλλιον ὄξει καὶ ὕδατι βρέξας καὶ ἐν ὅλμῳ κόψας,
16. προσδοὺς κοχλιῶν σαρκῶν ἴσον, μαλαγματῶδες ποιῶν
17. ἐπιτίθει. ἀνώδυνα στομαχικοῖς. κύμινον πεφρυγμένον καὶ σέλινον
1. ἀνὰ ὀλίγον πότιζε σὺν ὕδατι. ἢ ἀλόης δύο ὀβολοὺς
2. μετὰ οἰνομέλιτος ἢ οἴνου ἢ ὕδατος πότιζε. ἢ ἀβροτόνου καὶ
3. θύμου ἀνὰ δύο ὀβολοὺς σὺν οἴνῳ δὸς πιεῖν. διαδέσμοις δὲ
4. τῶν ἄκρων εὐτόνως χρῶ, κατ’ αὐτοῦ δὲ τοῦ στομάχου σικύαις
5. τε καὶ πυρίαις ποικίλαις. εἰ δὲ εὔτονος σφόδρα ἡ
6. διάτασις εἴη καὶ φλεβοτομία δραστήριον βοήθημα καὶ λύσις
7. κοιλίας διὰ βαλάνου. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν
8. ὁ Ἀρχιγένης περὶ τοῦ βουλίμου καὶ τοῦ λυγμοῦ τὰ ὑπογεγραμμένα.
9. τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως
10. ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι, ἢ τῇ παρατυχούσῃ
11. γῇ βρέξαντες ὄξει ἢ μήλοις ἢ ἀπίοις ἢ τῶν ἄλλων
12. τῶν παρακειμένων. ἔτι δὲ ἀρτίδιον συνοσφραίνοντες
13. καὶ προσφέρεσθαι ἀναγκάζοντες, πρὸς ἕκαστον γὰρ τούτων
14. διεγείρονται ταχέως. πρὸς δὲ τούτοις ὕειον κρέας ὀπτὸν καὶ
15. ἑφθόν. καὶ καθόλου πᾶν τὸ τροφῶδες καὶ μάλιστα τὰ ὀσμὴν
16. κνισώδη καὶ εὐάρτυτον καὶ ἱκανὴν ἔχοντα. ταύταις γὰρ ταῖς
1. ὀσμαῖς κατὰ τὸ πλεῖστον οἱ τοιοῦτοι ἀνακτῶνται. τά τε
2. ἄκρα αὐτῶν οὐδὲν ἔλαττον διακρατητέον καὶ διεγερτέον αὐτοὺς,
3. τάς τε σιαγόνας νύσσοντας καὶ τρίχας ἢ ὦτα ἀνατείνοντας.
4. ἀνακτήσῃ δὲ ἀπὸ τῆς ἐκλύσεως, ἄρτον ἐν κράματι
5. ἢ καὶ ἄλλο τι τῶν δυναμένων ἀθρόως ἀναλαβεῖν διδοὺς,
6. οἷον ὠὰ ῥοφητὰ, βολβοὺς, κοχλίας. καὶ γὰρ τὸν πλάδον τοῦ
7. στομάχου τούτων ἕκαστον παραιτεῖται καὶ ἐν ὀλίγῳ πλήθει
8. δύναμιν ἱκανὴν ἔχον ἀθρόως ῥώννυσιν. τοῖς δὲ λύζουσι
9. πήγανον μετ’ οἴνου δίδου ἢ νίτρον ἐν μελικράτῳ ἢ σέλινον
10. ἢ καστόριον ἢ ἀβρότονον ἢ ἀριστολοχίαν ἢ δαῦκον Κρητικὸν
11. ἢ κύμινον ἢ ἄνισον ἢ ζιγγίβερι ἢ σκίλλαν μετ’ ὄξους καὶ
12. ἐλαίου ἢ τορδύλου ἢ δίκταμνον ἢ καλαμίνθην ἢ ἄκορον ἢ
13. ἄσαρον ἢ νάρδον Κελτικὴν ἢ γλήχωνα, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ.

14. Αἱ μὲν μεγάλαι τοῦ στόματος τῆς κοιλίας διαθέσεις
16. ὑπὸ τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων θεραπεύονται,
17. τὰς δὲ μετρίας σχεδὸν πλὴν τῶν κατ’ ἔγκαυσιν σφοδρὰν γινομένων,
1. ὠφελεῖ τὸ ὑπογεγραμμένον φάρμακον. ♃ κυδωνίων
2. μήλων χυλοῦ ξε. β΄. μέλιτος Ἀττικοῦ ξε. β΄. ὄξους ξε. α΄ S".
3. ἐὰν δὲ ἱκανῶς εἴη δριμὺ, ξε. α΄. ἀρκεῖ ζιγγιβέρεως γο γ΄. πεπέρεως
4. λευκοῦ γο α΄. τὰ ξηρὰ ἐπιπάσσεις, ὅταν ἐπὶ μαλακοῦ
5. πυρὸς ἑψόμενος ὁ χυλὸς τῶν μήλων μετὰ τοῦ μέλιτος
6. καὶ τοῦ ὄξους ἔχῃ σύστασιν Ἀττικοῦ μέλιτος.

7.
8. ♃ Τῶν κυδωνίων μήλων τῆς σαρκὸς λίτρας γ΄. μέλιτος λίτρας
9. γ΄. ὄξους λευκοῦ λίτρας γ΄. πεπέρεως γο γ΄. ζιγγιβέρεως
10. γο γ΄. πετροσελίνου Μακεδονικοῦ γο α΄.

Cliquer un n° de page pour en afficher l’image