Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 8.6, ed. Kühn, 1826, vol. 13, p. 187-198. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:8.6

10.
11. Ὑστάτης ἁπασῶν τῆσδε τῆς πραγματείας μοι γραφομένης,
12. ἡγοῦμαι παντί που πρόδηλον ὑπάρχειν, ὡς δυοῖν τῶνδε θάτερον
13. ἀληθές ἐστιν, ἢ τὰς ἄλλας πάσας ἀχρήστους εἶναι καὶ
14. περιττὰς, εἴ τις ἐκ ταύτης μόνης ἱκανὸς ἔσται θεραπεύειν
15. ἅπαντα τὰ πάθη τὰ δεόμενα τῆς διὰ φαρμάκων ἰάσεως, ἢ
16. εἴπερ ἐκεῖναι χρήσιμοι τυγχάνουσιν οὖσαι, πρῶτον αὐτὰς ἀναγνωστέον
17. ἐστὶ καὶ μνημονευτέον τοῖς μέλλουσιν ὠφελήσεσθαί
1. τι πρὸς τῆσδε. τὰς μὲν γὰρ μεθόδους αὐτὰς τῆς τῶν
2. εἰρημένων ἰάσεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ιδ΄. βιβλίοις
3. ἔγραψα· νῦν δὲ ὡς εἰδόσιν αὐτὰς ἤδη χωρὶς τῶν εἰρημένων
4. ἀποδείξεων ἀναμιμνήσκω δεικνὺς πάντως, ὅπως
5. καλῶς τε ἡμεῖς συνθήσομεν φάρμακα, τά τε ὑπὸ τῶν ἔμπροσθεν
6. γεγραμμένα κρίναντες εἰς πεῖραν ἄγειν θαῤῥήσομεν.
7. καὶ χρήσιμόν γε τοῦτο τὸ σκέμμα. καὶ γὰρ ἄλογον εἶναι βουλόμενοι
8. τὴν ἑαυτῶν τέχνην οἱ ἐμπειρικοὶ μετεχειρίσαντο,
9. πάντα μὲν ἀναγινώσκειν ἀξιοῦντες, ὅσα καὶ τοῖς ἐνδόξοις
10. ἰατροῖς γέγραπται, μὴ πάντα δὲ εἰς χρῆσιν ἄγειν εὐθέως,
11. ἀλλὰ καὶ κρίνειν πρότερον, εἰ δυνατὸν ἕκαστον αὐτῶν ἐστι
12. τὴν ἐπαγγελίαν ἔργῳ ἐπιδείξασθαι. ἡμεῖς δὲ τὴν ἐμπειρίαν
13. ἐν πάσῃ τῇ τέχνῃ μέγα τι δύνασθαι πεπεισμένοι τά τε διὰ
14. λογικῆς μεθόδου τῶν θεωρημάτων εὑρημένα τοῖς περὶ κρίσεως
15. ἱστορίας ὑπ’ αὐτῶν εἰρημένοις τὰ διὰ τῆς λογικῆς ἐνδείξεως
16. προστίθεμεν, δεδειχότες ἐν ἑτέροις ὁποίαν δύναμιν εἰς
17. τὸ βαδίζειν ἑκάτερον τῶν σκελῶν εἰσφέρεται, τοιαύτην ἐν ἰατρικῇ
18. τὴν ἐμπειρίαν τε καὶ τὸν λόγον ἔχειν. ἐν μὲν οὖν τῇ
1. περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δι’ ἕνδεκα βιβλίων
2. γεγραμμένῃ τὴν δύναμιν ἑκάστου τῶν αὐτοφυῶν φαρμάκων,
3. ὅπως ἄν τις εὑρίσκοι μεθόδῳ διήλθομεν, ἐπί τε τὴν κατὰ
4. μέρος αὐτῶν ὕλην ἀφικόμενοι τὴν χρησιμωτάτην εἰς τὰ τῆς
5. τέχνης ἔργα κατ’ εἴδη πᾶσαν ἐγράψαμεν. ἐφεξῆς δὲ αὐτῇ καὶ
6. τὴν θεραπευτικὴν πραγματείαν, ὅπως ἄν τις ἄριστα μὴ μόνον
7. τοῖς ἁπλοῖς, ἀλλὰ καὶ τοῖς συνθέτοις χρῷτο, διήλθομεν
8. ἅμα τῷ καὶ τὰς ὁδοὺς τῆς συνθέσεως αὐτῶν πάσας
9. εἰπεῖν. ἐν δὲ τῇ νῦν προκειμένῃ πραγματείᾳ τὴν ποικιλίαν
10. τῶν συνθέτων φαρμάκων ὅπως ἐγένετο δηλοῦμεν, εἰς ὡρισμένους
11. σκοποὺς κατ’ εἶδος ἄγοντες αὐτῶν τήν τε σύνθεσιν
12. καὶ τὴν χρῆσιν, ἔτι τε τὴν κρίσιν τῶν ἤδη γεγραμμένων.
13. μέλλοντες οὖν ἀκολούθως τοῖς προειρημένοις ἐπὶ τὴν τῶν
14. ἐν ἥπατι παθῶν ἀφικνεῖσθαι διδασκαλίαν, ἐροῦμεν τὰ κατ’
15. αὐτὸ πάθη λόγῳ διελθόντες, οὐ ψιλαῖς διδασκαλίαις, ἀπό τε
16. τῶν καθόλου σκοπῶν τῆς ἰάσεως αὐτῶν, οὓς ἐν τῇ θεραπευτικῇ
17. πραγματείᾳ διήλθομεν, ἐπὶ τὴν τῶν συνθέτων ἀφίξομαι
1. διδασκαλίαν. ἔστιν οὖν ἐν αὐτῷ πρῶτον ἁπάντων
2. διακρῖναι, πότερον ἀτονία τίς ἐστι τοῦ σπλάγχνου, καθάπερ
3. ἐπὶ τῶν κατὰ τὴν κοιλίαν εἴπομεν, ἢ καί τι ἄλλο πάθημα
4. κατείληφε τὸ σπλάγχνον, ἢ χωρὶς ἀτονίας πάσχει φλεγμαῖνον
5. ἢ σκιῤῥούμενον ἢ ἀποστήματι κάμνον ἢ ἐμφράξει, καθάπερ
6. καὶ ἐρυσιπελατώδη διάθεσιν ἴσχον ἢ ἕλκος, ἤ τινα σηπεδόνα.
7. καὶ γὰρ οὖν κᾀπὶ τούτου ἡπατικὴν λέγουσι, καθάπερ
8. κᾀπὶ τοῦ στόματος τῆς κοιλίας πάσχοντος οἱ πολλοὶ
9. τῶν ἰατρῶν τε καὶ τῶν ἰδιωτῶν ὀνομάζουσι στομαχικὴν
10. διάθεσιν ἐπὶ πολλοῖς συμπτώμασιν, οὐ κατὰ μίαν ἅπασι
11. γιγνομένοις διάθεσιν, ἀλλὰ κατὰ πολλὰς μιᾷ μέν τινι γενικῇ
12. κοινότητι παραλαμβανομένας, ἀλλήλων δὲ διαφερούσας εἰς
13. τοσοῦτον, ὡς ἐνίας αὐτῶν ἐναντιωτάτας εἶναι. πῶς γάρ τις
14. οὐκ ἐναντιωτάτην εἶναι φαίη τὴν μὲν ψυχρὰν δυσκρασίαν
15. τῇ θερμῇ, τῇ δὲ ὑγρᾷ τὴν ξηρὰν, καίτοι κατά γε τὸ γένος
16. εἰσὶν αἱ αὐταί. σχεδὸν δὲ καὶ πάντα τὰ ἐναντία τὰ αὐτὰ
17. τῷ γένει λέγων ἄν τις οὐκ ἂν ἁμάρτοι, καὶ γὰρ ἡ ἔννοια
1. τῶν ἐναντίων ἐστὶν, ἐπειδὰν πλεῖστον ἀλλήλων ἀφέστηκε.
2. πλεῖστον δὲ ἀφέστηκε τῶν μέσων καθοτιοῦν γένος τὰ ἐπὶ
3. τοῖς πέρασιν ὄντα, ὡς τὰ ἐναντία πολλάκις μὲν τὰ αὐτὰ
4. φαίνεσθαι κατὰ τὰ πέρατα τοῦ κοινοῦ γένους, πολλάκις δὲ
5. ἐπαναβεβηκότων αὐτοῖς γενικωτέρων ἐναντίων, ὑπ’ ἐκείνων
6. περιέχεσθαι, αὐτὰ δὲ ἐκεῖνα πάντως διὰ τοῦτό ἐστιν ἐναντία,
7. διότι καθ’ ἓν γένος ὄντα πλεῖστον ἀλλήλων ἀφέστηκεν,
8. ὥστε καὶ τὰ τούτοις ὑποπεπτωκότα τὸ πρῶτον καὶ ἀνωτάτω
9. γένος κοινὸν ἴσχει. τοῦτο μὲν οὖν ἡμῖν ἅπαξ ἐνταῦθα
10. κατὰ τὸ πάρεργον εἰρημένον εἰσαεὶ μνημνονευέσθω πρὸς τὸ
11. μὴ δόξαι τινὶ διαφωνεῖν ἑαυτῷ, εἰπόντα ποτὲ μὲν ἕν τι πάθος
12. εἶναι ταὐτὸν ἀνθρώποιν δυοῖν, ποτὲ δὲ οὐχ ἓν οὔτε
13. ταὐτὸν, ἀλλ’ ἐναντία δύο. δυσκρασίαν γὰρ ἓν μέν τι πάθος
14. γενικῶς ὀνομάζουσι, τεμνόμενον δ’ εἰς ἐναντίας διαφοράς
15. ἔξεστι γὰρ, καθάπερ ἐνταῦθα εἴπομεν, οὕτως καὶ δύο καὶ
16. τρία καὶ πολλὰ κατὰ τὰς ἐν μέρει διαφορὰς ἐναντιωτάτας
17. ἀλλήλαις εἶναι καὶ κατὰ τοῦτο τῆς ἀτονίας τοῦ ἥπατος,
1. ὀρθῶς ἂν εἰπὼν διάθεσιν αἰτίαν εἶναι μίαν, ἣν δυσκρασίαν
2. ὀνομάζομεν, αὖθις ὀρθῶς ἂν λέγοιμι μὴ μίαν, ἀλλ’ ὀκτὼ
3. τὰς διαθέσεις εἶναι, διότι τοσαῦται διαφοραὶ τῶν δυσκρασιῶν
4. εἰσι. καὶ γὰρ αὖ καὶ καθ’ ἑτέραν τομὴν δύο διαφοραὶ
5. τῶν δυσκρασιῶν γίγνονται καὶ καθ’ ἑτέραν τρεῖς, αἱ μὲν ἐν
6. ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν πασχόντων μορίων,
7. αἱ δὲ μεθ’ ὑγρῶν τινῶν ἤτοι γε ἐν ταῖς εὐρυχωρίαις τῶν
8. πεπονθότων περιεχομένων ἢ ἐν τοῖς σώμασιν αὐτοῖς διαβρόχοις
9. ὑπ’ αὐτῶν γεγονόσι. κατὰ μὲν οὖν τὴν γαστέρα καὶ
10. τὰ ἔντερα μία καθ’ ἕκαστόν ἐστι κοιλότης ὑγρότητα μοχθηρὰν
11. δέξασθαι δυναμένη, κατὰ δὲ τὸ ἧπαρ τοσαῦται τὸν
12. ἀριθμὸν, ὅσαι περ αἵ τε ἀρτηρίαι καὶ αἱ φλέβες. τῶν δ’
13. ἁπασῶν ἐχουσῶν στενὰ τὰ πέρατα, καθ’ ἃ συμβάλλει τὰ
14. σιμὰ τοῦ σπλάγχνου τοῖς κυρτοῖς, ἔμφραξίς τε καὶ σφήνωσις
15. ἐνίοτε γίγνονται τῶν μοχθηρῶν ὑγρῶν, αἷς ἕπεται σηπεδὼν
16. ἐν τάχει ταῖς ψυχραῖς δυσκρασίαις, θερμαῖς δὲ οὐ ταχέως,
17. ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ συμπίπτουσα. γίνεται
18. δὲ ἡ δυσκρασία κατά τε τὴν ἰδίαν οὐσίαν τοῦ ἥπατος, ἣν
1. Ἐρασίστρατος ἡγεῖται παρέγχυμά τι καὶ οὐκ αὐτὸ τὸ κυριώτατον
2. εἶναι μόριον τοῦ σπλάγχνου. γίνεται δὲ ἡ δυσκρασία
3. καὶ κατὰ τὰς περιεχομένας ἐν αὐτῷ φλέβας τε καὶ ἀρτηρίας
4. καὶ δηλονότι καὶ κατὰ τὰς ἐν ταῖς εὐρυχωρίαις αὐτῶν
5. ὕλας. ἔχοντος δὲ τοῦ σπλάγχνου τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ
6. κατὰ τὸν τῆς ζωῆς χρόνον, οὐ μίαν, ἀλλὰ πλείους δυνάμεις
7. καὶ τοσαύτας γε τὸν ἀριθμὸν, ὅσα τῶν ἐνεργειῶν εἴδη,
8. συμβαίνει πολλάκις μὲν ἐξαιρέτως μίαν αὐτῶν βλάπτεσθαι,
9. πολλάκις δὲ δύο καὶ τρεῖς καὶ πάσας ἅμα τὰς τέσσαρας.
10. ἐνέργεια γὰρ αὐτοῦ μία μὲν ἑλκύσαι τὴν τροφὴν ἐφ’ αὑτὸ,
11. μία δὲ ἄλλη περιστεῖλαί τε καὶ κατασχεῖν, ἄχρις ἂν ἀλλοιῶσαν
12. αὐτὴν ἑαυτοῦ ποιήσηται μόριον. ἔστι γὰρ οὖν δὴ καὶ
13. αὕτη δύναμις αὐτοῦ κυριωτάτη τε καὶ σχεδὸν πρώτη πέττειν
14. τε καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν καὶ ὁμοιοῦν ἑαυτῷ τὴν
15. τροφὴν, ἣν ὀνομάζομεν ἀλλοιωτικήν. ὅσα δὲ κατὰ τὴν ἀλλοίωσιν
16. τήνδε γίνεται περιττώματα τῷ σπλάγχνῳ, ταῦτα δι’
17. ἑτέρας δυνάμεως, ἣν ὀνομάζομεν ἐκκριτικὴν καὶ ἀποκριτικὴν
18. ἀπωθεῖται. δεδειγμέναι δέ εἰσιν αἱ δυνάμεις αἵδε πᾶσαι τοῖς
1. τοῦ σώματος ὑπάρχουσαι μορίοις, ἐν ἅπαντι τῷ τῆς ζωῆς
2. χρόνῳ. πάντα γὰρ ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ
3. ἀλλότριον, ἀλλοιοῖ τε τὸ ἑλχθὲν, ἔν τε τῷ χρόνῳ, καθ’ ὃν
4. ἀλλοιοῖ, κατέχει τε καὶ σφίγγει. καλεῖται δὴ ἀλλοίωσις αὕτη,
5. μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλληται,
6. πέψις, ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις.
7. ὅταν μὲν οὖν ἕλκειν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τὴν
8. τροφὴν ἀτονήσῃ τὸ ἧπαρ, ὑγρὰ καὶ ἀνεκχύμωτα ἐκκρίνεται
9. διὰ τῆς ἕδρας. ἐὰν μὲν ἡ γάστηρ συνατονῇ τῷ πλάγχνῳ μὴ
10. πέττουσα καλῶς, ἠπεπεπτημένα, ἐὰν δὲ εὐρωσθῇ, πεπεμμένα
11. μὲν, ἀλλ’ ὑγρὰ διὰ τὸ μηδεμίαν ἢ βραχεῖάν γε τὴν ἐξ αὐτῆς
12. ἀνάδοσιν εἰς τὸ ἧπαρ γεγονέναι. ἐὰν δὲ ἕλκῃ μὲν τὸ ἧπαρ
13. ἐφ’ ἑαυτὸ τὴν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τροφὴν,
14. αἱματοῦν δ’ αὐτὴν ὑπ’ ἀτονίας ἀδυνατῇ, καθάπερ ἐν τῇ γαστρὶ
15. πολυειδὴς ἡ φθορὰ γίνεται τῶν ἀπεπτηθέντων, οὕτω
16. καὶ κατὰ τὸ ἧπαρ. καλῶ δὲ νῦν ἀπεψίαν μόνην, οὐ περιλαμβάνων
17. τῷ λόγῳ τὴν βραδυπεψίαν. εἰ δὲ βούλει, κᾀπειδὰν
1. τροφὴ ὠμὴ διαμείνῃ τὴν κατὰ φύσιν ὑπὸ τοῦ μορίου γενομένην
2. ἀλλοίωσιν οὐκ εἰληφυῖα, καὶ ταύτην ἄπεπτον καλεῖν,
3. οὐδ’ ἐγὼ φεύγω τὴν προσηγορίαν, ἐάν μοι μόνον ἡ διαφορὰ
4. τῶν πραγμάτων φυλάττηται. χεῖρον μὲν γάρ ἐστιν ἡ εἰς ἀλλόκοτον
5. ποιότητα μεταβολὴ κατὰ τὴν ἀπεψίαν γινομένη,
6. μετριώτερον δὲ καθ’ ἣν ἐπὶ πλεῖστον φυλάττει τὴν ἑαυτῆς
7. φύσιν ἡ τροφὴ μηδεμίαν ἐν τῷ πεφυκότι πέττειν αὐτὴν ἀλλοίωσιν
8. εἰληφυῖα. καὶ μὴν καὶ τρίτον τι παρὰ ταῦτά ἐστιν
9. εἶδος ἀποτυχίας πέψεως, ὅταν ἡμίπεπτος ἡ τροφὴ γίνηται,
10. καὶ κατ’ αὐτήν γε τὴν ἀποτυχίαν τῆς ἀκριβοῦς πέψεως τοῖς
11. ἡπατικοῖς ἐκκρίνεται διὰ τῆς κοιλίας αἱματώδης χυμὸς, τοιοῦτος
12. δὲ τῇ συστάσει, καθάπερ εἴ τις ὕδατι κεράσειεν αἷμα.
13. καὶ πολλοὶ τῶν ἰατρῶν ἔγραψαν, εἰκάζοντες αὐτοῦ τὴν σύστασιν,
14. ὡς ἂν εἰ νεοσφαγοῦς ἱερείου τὰ κρέα πλύνειέ τις
15. ὕδατι. καὶ πλεῖσταί γε τῶν ἡπατικῶν διαθέσεων ἀπὸ τοιούτων
16. ἐκκρίσεων ἄρχονται, μήπω μεγάλην ἀτονίαν ἔχοντος τοῦ
17. ἥπατος, ἀλλ’ ἔτι πέττειν τε καὶ μεταβάλλειν τὴν τροφὴν εἰς
18. τὴν οἷον ὑπογραφὴν τοῦ αἵματος δυναμένου. αὐξηθέντος δὲ
1.
2. τοῦ πάθους οὐκ ἔτι μὲν οὐδὲν τοιοῦτον ἐκκρίνεται, ἀλλὰ
3. πολυειδεῖς ἄλλαι ποιότητές τε καὶ συστάσεις, ὥσπερ
4. ἀπὸ τῆς γαστρὸς ἀπεπτούσης. ἀλλ’ ἐν μὲν τῇ γαστρὶ τῶν
5. σιτίων αὐτῶν αἱ διαφοραὶ σαφῶς φαίνονται, κατὰ δὲ τὸ
6. ἧπαρ τῆς ἀναδοθείσης τροφῆς μιγνυμένης τῷ προϋπάρχοντι
7. κατὰ τὸ σπλάγχνον αἵματι. συνδιαφθείρεται γὰρ ἐν τῷ χρόνῳ
8. καὶ τοῦτο τῇ μὴ πεφθείσῃ κατ’ αὐτὸ τροφῇ. θερμῆς μὲν
9. οὖν κατὰ τὸ σπλάγχνον τῆς δυσκρασίας οὔσης αἱ συντήξεις
10. γίνονται, πρῶτον μὲν τῶν χυμῶν, εἶτα καὶ τῆς σαρκὸς αὐτῆς
11. τοῦ ἥπατος, καὶ κενοῦται διὰ τῆς γαστρὸς δυσώδης
12. πάνυ χολὴ παχεῖα καὶ κατακορὴς τῇ χροιᾷ, καθάπερ ἐν τοῖς
13. λοιμώδεσι πυρετοῖς. ψυχρᾶς δὲ δυσκρασίας οὔσης οὔτε συνεχεῖς
14. ἐκκρίσεις οὔτε πολλαὶ γίνονται. χρονίζει δὲ τὸ πάθος
15. καὶ δι’ ἡμερῶν τινων καταῤῥήσσει ἡ γαστὴρ αὐτοῖς ἀθροώτερον,
16. οὔθ’ ὁμοίαν ἐχόντων τὴν δυσωδίαν τοῖς διὰ θερμότητα
17. συντακεῖσιν οὔθ’ ὁμοίαν τὴν χρόαν ἢ τὴν σύστασιν,
18. ἀλλ’ ἧττόν τε δυσώδη διαχωρεῖται τούτοις, ἰδέαν τε
19. σεσηπότος αἵματος, οὐ συντετηκυίας ἔχοντα σαρκὸς, ἐνίοτε
1. δ’ ἄν σοι τὸ διαχωρούμενον οἷον αἷμα μέλαν εἶναι φανείη,
2. θεωροῦντι δὲ ἀκριβῶς οὔτε αἷμα μέλαν ἐστὶν οὔτε θρόμβος,
3. ἀλλ’ οἷον ἰλύς τις αἵματος παχέος ἐγγὺς τῇ μελαίνῃ
4. χολῇ, καὶ πλείω γε καὶ δύσκριτα χρώματα κατὰ τὴν τοιαύτην
5. διάθεσιν ἐμφαίνεται τοῖς διαχωρουμένοις. ἐν ἀμφοτέραις
6. δὲ ταῖς δυσκρασίαις τῇ τε κατὰ θερμότητα καὶ τῇ κατὰ ψυχρότητα,
7. μιχθείσης τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασίας,
8. ὑγρότερα μὲν ἐπὶ τῆς καθ’ ὑγρότητα, ξηρότερα δὲ ἐπὶ
9. τῆς κατὰ ξηρότητα τὰ διαχωρήματα γίνεται. ὁ σκοπὸς οὖν
10. τῆς θεραπείας ἐν τοῖς τοιούτοις παθήμασι γίνεται, κοινὸς
11. μὲν κατὰ τὴν ἐναντίωσιν τῆς δυσκρασίας, καθ’ ἑκάστην δὲ
12. ἴδιος ὁ καθ’ ἑκάστην ἐναντίος. τὸ μὲν οὖν ἡπατικὸν ἰδίως
13. ὀνομαζόμενον πάθος, ὥσπερ οὖν καὶ τὸ κοιλιακόν τε καὶ
14. στομαχικὸν, ἄνευ τοῦ κατὰ τὰ μόρια παρὰ φύσιν ὄγκου γίνεται,
15. φλεγμαίνειν μὲν ἧπαρ ἢ ἀφίστασθαι λεγόντων ἢ σκιῤῥοῦσθαι
16. τῶν ἰατρῶν ἤ τι τοιοῦτον ἕτερον πάσχειν, οὐ μὴν
17. ἡπατικόν γε καλούντων τὸν ἄνθρωπον αὐτὸν, ᾧ συμβαίνει
18. τι τούτων· ἀλλ’ ὅταν ἄνευ φανεροῦ τινος ἐν τῷ σπλάγχνῳ
1. κακοῦ περὶ τὰς οἰκείας ἐνεργείας ἀτονῇ, τηνικαῦτα τὸν κάμνοντα
2. προσαγορευόντων ἡπατικόν. ἴδωμεν οὖν πρῶτον ἃ
3. γεγράφασιν οἱ πρὸ ἡμῶν ἄριστα πραγματευόμενοι περὶ φαρμάκων,
4. ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου τὴν ἀρχὴν ποιησάμενοι.
5. οὗτος γὰρ ἀνὴρ ἐν τῇ τῶν ἐντὸς παθῶν ἰάσεις ἐχούσῃ βίβλῳ
6. πολλὰς ἔγραψε δυνάμεις ἡπατικὰς, ὧν ἁπασῶν μνημονεύσω,
7. κᾀνταῦθα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ γεγράψεται τὰ φάρμακα,
8. καὶ πρῶτόν γε αἱ ἀντίδοτοι. τὸ πρῶτον γεγραμμένον
9. αὐτοῖς ὀνόμασιν ὡδί πως.

Cliquer un n° de page pour en afficher l’image