Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 8.7, ed. Kühn, 1826, vol. 13, p. 198-206. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:8.7

10. Ἀνδρομάχου πρὸς ἡπατικοὺς κυφοειδὴς
12. καὶ πρὸς τὰ ἐν θώρακι πάντα. ♃ σταφίδος σαρκὸς 𐅻 κε΄.
13. οἱ δὲ 𐅻 ρ΄. κρόκου 𐅻 α΄. οἱ δὲ τριώβολον· καλάμου 𐅻 β΄ S".
14. βδελλίου 𐅻 β΄ S". κασσίας 𐅻 α΄ S". κινναμώμου τριώβολον,
15. ναρδοστάχυος 𐅻 γ΄. σχοίνου ἄνθους 𐅻 β΄ S". σμύρνης 𐅻 δ΄.
16. τερμινθίνης 𐅻 δ΄. οἱ δὲ 𐅻 ιστ΄. ἀσπαλάθου ῥινήματος 𐅻 β΄.
17. μέλιτος 𐅻 ιστ΄. οἴνου τὸ ἀρκοῦν. αὕτη μὲν ἡ τῆς ἀντιδότου
18. γραφή. κέκληκε δὲ ταύτην κυφοειδῆ διὰ τὴν ὁμοιότητα.
1. καὶ γὰρ ὀσμῇ καὶ γεύσει παραπλήσιός ἐστι τῷ κύφει καλουμένῳ
2. πρὸς Αἰγυπτίων, οἵπερ δὴ καὶ πρῶτοι συνέθεσάν τε
3. τὸ φάρμακον τοῦτο καὶ χρῶνται θυμιῶντες ἑκάστοτε τοῖς
4. θεοῖς. τὰ πλεῖστα δ’. ἐστὶ τῶν ἐν ἐκείνῳ τῷ θυμιάματι
5. γεγραμμένων τὰ αὐτὰ τοῖς ἐν τῷδε τῷ φαρμάκῳ, καὶ
6. μέντοι καὶ θυμιᾶσθαι τοῦτ’ αὐτὸ δύναται παραπλησίως τῷ
7. κύφει. σύγκειται δὲ ἔκ τε τῶν μετρίως στυφόντων καὶ ξηραινόντων
8. τε καὶ διαφορούντων ἰχῶρας μοχθηροὺς καὶ ἐπανορθουμένων
9. τὴν κακοχυμίαν, ἔτι τε ἐκ τῶν ἐναντιουμένων
10. ταῖς σηπεδόσιν, ὧν τὰ πλεῖστα τῆς τῶν ἀρωμάτων ἐστὶν
11. ὕλης. ἔχει γοῦν τὸ φάρμακον τοῦτο κιννάμωμον, πάσας ἐπανορθοῦν
12. τὰς σηπεδονώδεις τε καὶ δηλητηρίους δυνάμεις, οὐ
13. μόνον ἰχώρων τε καὶ χυμῶν, ἀλλὰ καὶ θανασίμων φαρμάκων,
14. ὥσπερ γε καὶ τοῖς ἰοβόλοις ὀνομαζομένοις θηρίοις ὑπαρχόντων
15. ἰῶν. ἐφεξῆς δὲ τοῦ κινναμώμου καὶ ἡ κασσία τὴν
16. αὐτὴν ἔχει δύναμιν, ἡ ἀρίστη τε καὶ συγγενὴς αὐτῷ καὶ μετὰ
17. ταύτην τῶν ἀρωμάτων ἅπαν γένος, ὥσπερ ἐνταῦθα νάρδος
1. τε καὶ σχοῖνος καὶ κάλαμος καὶ σμύρνα. ταῦτα γὰρ ἐμβέβληται
2. τῷ προκειμένῳ φαρμάκῳ κατὰ τὸν εἰρημένον ἄρτι
3. λογισμὸν καὶ τρόπον, ὥσπερ γε καὶ τῶν παρ’ ἡμῖν γενομένων
4. ὅ τε ἀσπάλαθος καὶ ὁ κρόκος, στυπτικόν τε καὶ πεπτικὸν
5. ὑπάρχον φάρμακον, ἐπανορθούμενόν τε σηπεδόνας.
6. ἡ δὲ σταφὶς εὐκαταφρόνητος μὲν εἶναι δόξει διὰ τὸ σύνηθες,
7. αὐτὸ δὲ τοῦτο αὐτὴν ἐργάζεται χρησιμωτέραν, ὅτι συνήθης
8. ἡμῖν οὖσα στυπτικὸν ἐπὶ τοσοῦτόν ἐστιν, ὅσου δεῖται τὸ
9. πεπονθὸς σπλάγχνον. ἔχει δὲ καί τι πεπτικὸν τῶν ἀπέπτων
10. χυμῶν, ἐπικρατητικόν τε τῶν κακοήθων, αὐτή τε δύσσηπτός
11. ἐστι καὶ προσέτι καθ’ ὅλην τὴν οὐσίαν οἰκεία τῷ
12. σπλάγχνῳ. μεμαθήκαμεν γὰρ ὡς αἱ τροφαὶ τοῖς τρεφομένοις
13. τὴν οἰκειότητα καθ’ ὅλην τὴν ἑαυτῶν οὐσίαν κέκτηνται, ὅπερ
14. ἐστὶ μέγιστον ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις, ὅσα
15. κατὰ δυσκρασίαν γένηται. κάλλιστα γὰρ ἐπ’ αὐτῶν ἐνεργεῖ
16. τὰ πρὸς τῷ τὴν δυσκρασίαν ἰᾶσθαι τρέφειν δυνάμενα, καὶ
17. διὰ τοῦτο καὶ ὁ οἶνος ἐπιτηδειότατός ἐστι τοῖς ἄνευ φλεγμονῆς
1. ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος ἢ θερμῆς δυσκρασίας
2. κάμνουσιν. καὶ γὰρ τρέφει καὶ πέττει καὶ τονοῖ καὶ σηπεδόσιν
3. ἀνθίσταται, κᾂν δυσκρασία τύχῃ γεγονυῖα καθ’ ὑγρότητα
4. καὶ ψύξιν, ἀλύπως τε καὶ ἀσφαλῶς αὐτὴν ἰᾶται. τὰ
5. δ’ αὐτὰ καὶ τῷ μέλιτι πρόσεστι, πλὴν τοῦ μὴ συνάγειν
6. τὴν οὐσίαν τῶν σωμάτων οἷς ἂν ὁμιλῇ, ἀλλ’ ἀντὶ τούτου
7. διαῤῥύπτειν τε καὶ ἀναστομοῦν καὶ καθαρὰς ἐργάζεσθαι τὰς
8. διεξόδους, ἐπ’ οὖρά τε προτρέπειν οὐ μικρὰ βοηθήματα κέκτηται.
9. μέμικται δὲ ὑπὸ τοῦ συνθέντος τὸ φάρμακον καὶ
10. βδέλλιον, ἱκανῶς μαλάττον τε καὶ πέττον, ὡς ἐμάθομεν, ἔτι
11. τε μετρίως διαφοροῦν. ὁμοίως δέ πως αὐτῷ καὶ ἡ τερμινθίνη
12. ῥητίνη δύναμιν ἔχει πρὸς τὸ διαῤῥύπτειν τε καὶ διακαθαίρειν
13. τὰς στενὰς διεξόδους, ὧν καὶ αὐτῶν δεῖται τὸ θεραπευόμενον
14. σπλάγχνον, ὅπως αἱ συναναστομώσεις τῶν κατὰ
15. αὐτὸ φλεβῶν ἀναπεπταμέναι τε καὶ ἔκφρακτοι διαμένωσιν.
16. μεμαθήκαμεν γὰρ ὅπως ἡ ἔμφραξις ἐργάζεται τὰς σηπεδόνας.
17. ἔνιοι μέντοι τῶν συνθέντων τὰς τοιαύτας δυνάμεις, καθάπερ
18. καὶ πρόσθεν ἐπὶ τῶν στομαχικῶν ἐδείκνυτο, μίξαντες
1. ὄπιον ἢ ὑοσκύαμον ἤ τι τῶν ἄλλων ὅσα ψύχει, πρὸς τὰς
2. θερμὰς δυσκρασίας χρήσιμον εἰργάσαντο φάρμακον καὶ διὰ
3. τοῦτο καὶ ἡ Φίλωνος ἐνίοτε θαυμαστῶς ὅπως ἅπαξ δοθεῖσα
4. δυσκρασίαν ἡπατικὴν ἰάσατο, καὶ τοῦτο αὐτῇ καὶ ὁ συνθεὶς
5. αὐτὴν ἐμαρτύρησεν. ἀλλὰ τῶν γε ὑπ’ Ἀνδρομάχου γεγραμμένων
6. φαρμάκων ἡπατικῶν οὐδέν ἐστι τοιοῦτον, καὶ μέντοι
7. καὶ σφοδρῶς ψυκτικὸν οὐδὲν εἶναι προσήκει, ἀλλ’ ὁποῖα γέγραπταί
8. τισιν ἄλλοις τε καὶ τῷ Ἀσκληπιάδῃ. νῦν οὖν
9. ὅσας ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος ἡπατικὰς ἀντιδότους
10. ὑπογράψω, μεμνημένων ἡμῶν οὐδεμίαν αὐτῶν ἁρμόττειν
11. θερμαῖς δυσκρασίαις, ἀλλ’ ἢ ταῖς ὑγραῖς ἢ ταῖς ψυχραῖς ἢ
12. ταῖς ἐξ ἀμφοτέρων συνθέτοις, ἢ εἴπερ ἄρα ταῖς μὲν ὑγραῖς
13. ἰσχυρῶς, μετρίως δὲ θερμαῖς. γεγράψονται δὲ πᾶσαι κατὰ τὴν
14. αὐτοῦ Ἀνδρομάχου λέξιν.

15. ♃ Κρόκου, κινναμώμου ἀνὰ 𐅻 α΄.
17. σμύρνης 𐅻 α΄. βδελλίου 𐅻 δ΄. ἀσπαλάθου τετρώβολον, σχοίνου
18. 𐅻 γ΄. καλάμου 𐅻 β΄. κασσίας 𐅻 α΄. νάρδου Ἰνδικῆς 𐅻 α΄.
1. τερμινθίνης 𐅻 στ΄. σταφίδος σαρκὸς 𐅻 ρξ΄. μέλιτος κοτύλης
2. S". οἴνου Χίου εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ βδέλλιον
3. καὶ τὴν σμύρναν, τὴν δὲ ῥητίνην τήξας τῷ μέλιτι, εἶτα
4. πάντα συμμίξας καὶ λεάνας ἀπόθου. πρὸς ἡπατικοὺς καὶ
5. ἰκτερικούς. ♃ καρύων πικρῶν 𐅻 β΄. ἀνίσου 𐅻 α΄. ἀψινθίου,
6. κυμίνου, σελίνου σπέρματος ἀνὰ 𐅻 α΄. κέρατος
7. ἐλαφείου τριώβολον, λεάνας σὺν ὕδατι τροχίσκους ποίει
8. τριωβολιαίους, δίδου ἕνα πρωῒ καὶ δείλης σὺν οἰνομέλιτι.
9. πρὸς ἡπατικοὺς καὶ ἰκτερικοὺς ἡ Νεκτάρειος. ♃ ἑλενίου λίτραν
10. α΄ S". κροκομάγματος λίτρας β΄. ἀριστολοχίας γο α΄.
11. πετροσελίνου γο α΄. πεπέρεως μέλανος γο S". σμύρνης γο α΄.
12. μέλι τὸ ἱκανόν.

13. ♃ Κρόκου
15. 𐅻 β΄. κινναμώμου 𐅻 α΄. νάρδου 𐅻 β΄. κασσίας, σμύρνης,
16. σχοίνου ἀνὰ 𐅻 α΄. μέλιτι Ἀττικῷ ἀναλάμβανε. ἡ δόσις κυάμου
17. Ἑλληνικοῦ τὸ μέγεθος, πυρέσσουσι μεθ’ ὑδρομέλιτος.

1. ♃ Κρόκου 𐅻 β΄. μήου, ἀσάρου, φοῦ Ποντικοῦ,
3. δαύκου, πετροσελίνου, σμύρνης ἀνὰ 𐅻 δ΄. νάρδου Ἰνδικῆς
4. καὶ Κελτικῆς ἀνὰ 𐅻 στ΄. κόστου, κασσίας, σχοίνου ἀνὰ τριώβολον,
5. βαλσάμου καρποῦ 𐅻 γ΄ S". ἐρυθροδάνου 𐅻 η΄. γλυκείας
6. χυλοῦ 𐅻 γ΄. ἡμιονίτιδος βοτάνης 𐅻 γ΄. πολίου 𐅻 γ΄.
7. ὀποῦ βαλσάμου 𐅻 στ΄. μάγματος ἡδυχρόου 𐅻 ε΄. μέλιτος τὸ
8. ἱκανὸν χρῶ. πρὸς πάντα τὰ πάθη ἐνεργεῖ, καρύου Ποντικοῦ
9. τὸ μέγεθος μετ’ οἰνομέλιτος.

10. ♃ Πάνακος
11. ῥίζης, ἐρυθροδάνου, ἠρυγγίου ῥίζης, εὐπατορίου, ἑλενίου ῥίζης,
12. πολίου, κόστου, ἀριστολοχίας, πεπέρεως, σκολοπένδρου
13. βοτάνης, σικύου σπέρματος, χαμαιπίτυος, γεντιανῆς ῥίζης,
14. Σινώπιδος μίλτου, χολῆς ἀρκείου, ναρδοστάχυος, ἀρκευθίδων,
15. κράμβης σπέρματος, εὐζώμου σπέρματος, ἑκάστου ἴσον
16. μέλιτι Ἀττικῷ ἑφθῷ ἀναλαβὼν χρῶ. ἡπατικὴ ἡ τοῦ Διοσκόρου.
17. ♃ κινναμώμου, κασσίας ἀνὰ 𐅻 δ΄. κρόκου, νάρδου,
18. κόστου, βαλσάμου καρποῦ, ὑπερικοῦ, γλυκυῤῥίζης ἀνὰ 𐅻 η΄.
1. μέλιτι Ἀττικῷ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη
2. πρὸς ἡπατικοὺς καὶ τὰ λοιπὰ τὰ ἐντὸς, ὡς Ἀριστοκλῆς.
3. ♃ πεπέρεως κόκκους μ΄. σμύρνης 𐅻 η΄. κρόκου, κόστου,
4. μήου, ἀκόρου, νάρδου, δαύκου σπέρματος, πετροσελίνου,
5. σκορδίου ἀνὰ 𐅻 δ΄. κινναμώμου 𐅻 ιβ΄. κασσίας 𐅻 ιβ΄. μέλιτος
6. τὸ ἀρκοῦν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος.
7. πότιμα πρὸς ἡπατικοὺς, σπληνικοὺς, νεφριτικοὺς, ὑδρωπικοὺς,
8. ὠφελεῖ καὶ στομαχικοὺς καὶ τὰς ἐκ τόκων ἐνοχλουμένας,
9. καὶ πρὸς σπασμοὺς καὶ πρὸς τοὺς ἀπ’ ἀῤῥωστίας
10. ἀναλαμβάνοντας καὶ κακοχύμους καὶ ἰκτερικοὺς καὶ βῆχας
11. καὶ πλευριτικοὺς, ἀντίδοτος καὶ πρὸς τὰ θανάσιμα φάρμακα
12. καὶ τὰς τῶν θηρίων πληγάς. ♃ νάρδου Ἰνδικῆς 𐅻 β΄. κόστου
13. 𐅻 β΄. κασσίας 𐅻 α΄. κρόκου 𐅻 α΄. πεπέρεως λευκοῦ
14. ὀβολοὺς ε΄. ἐν ἄλλῳ 𐅻 β΄. σελίνου σπέρματος 𐅻 α΄. τετρώβολον,
15. ἴρεως Ἰλλυρικῆς ἴσον, ἀκόρου 𐅻 α΄. ὀβολὸν α΄. ὀποβαλσάμου
16. 𐅻 α΄. ἄρου ἀρσενικοῦ ὀποῦ 𐅻 γ΄. σταφίδος ἀγιγάρτου
17. 𐅻 στ΄. λεάνας σὺν τῷ γλυκεῖ ἢ μέλιτι ἀναλάμβανε
18. καὶ δίδου 𐅻 α΄. μετ’ οἴνου γλυκέος κεκραμένου ἢ ὑδρομέλιτος
1. κυάθων τεσσάρων ἢ ὡς ἂν ἁρμόττῃ. αὗται μέν εἰσιν αἱ ὑπὸ
2. Ἀνδρομάχου γραφεῖσαι δυνάμεις ἡπατικαὶ, μεταβήσομαι δὲ
3. ἤδη πρὸς τὰς ὑπ’ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ τρίτῳ
4. τῶν ἐντὸς, ἃς Μνάσωνος ἐπιγράφει.

Cliquer un n° de page pour en afficher l’image