5. Πρώτην μὲν ἔγραψεν, ἣν Ἀντωνίου Μούσα φησὶν
7. εἶναι, συγκειμένην οὕτω. κιχωρίου χυλίσματος κύαθον α΄.
8. δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων γ΄. ἐπιβαλὼν μέλιτος
9. Ἀττικοῦ κοχλιάριον· ἢ πτέρεως καὶ ἀνήθου χυλοῦ κύαθον
10. α΄. μετὰ μελικράτου κυ. γ΄. ἢ ἴρεως ἁπαλῆς ἢ σέρεως ἁπαλῆς
11. τοῦ χυλοῦ κύαθον α΄. μετὰ μελικράτου θερμοῦ κυάθων τριῶν.
12. αὕτη ἡ πρώτη γραφὴ κατὰ τὸ τοῦ Ἀσκληπιάδου βιβλίον
13. ἐστὶ φαρμάκων τριῶν. τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ
14. τῶν ἐδωδίμων εἰσὶν, παρ’ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς
15. ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐτοῖς
16. καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ
17. τὴν κοιλίαν πάθη, δύναμις δὲ τῶν λαχάνων τούτων ἐστὶν
18. ὑπόψυχρός τε καὶ ὑπόπικρος καὶ μετρίως στύφουσα, καὶ διὰ
1. ταύτας γε τὰς ποιότητας ἄριστα φάρμακα ταῖς θερμαῖς δυσκρασίαις
2. ἐστὶ τοῦ ἥπατος. πρὸς γὰρ τῷ ψύχειν μετρίως
3. ἔτι καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ διὰ τῆς στύψεως,
4. ἔτι τε ἀναῤῥύπτει τὰς συναναστομώσεις τῶν ἐν τοῖς σιμοῖς
5. τοῦ σπλάγχνου φλεβῶν πρὸς τὰς ἐν τοῖς κυρτοῖς, οὐ μὴν
6. οὐδὲ τὰς ψυχρὰς δυσκρασίας βλάπτει μεγάλως, ὥσπερ ὅσα
7. ψυχρὰν ὑγρότητα κέκτηται χωρὶς στύψεως ἢ πικρότητος. ὠφελεῖν
8. δὲ δύναται τὸ σπλάγχνον ἡ τῶν τοιούτων λαχάνων
9. οὐσία, κᾂν ἄνευ χυμῶν ἢ ἰχώρων μοχθηρῶν γίνηται ἡ δυσκρασία
10. καθ’ αὑτὸ καὶ μεθ’ ὑγρότητος ἡστινοσοῦν. ἐν γὰρ
11. τῇ μίξει τοῦ μέλιτος ἐπ’ οὖρα προάγει τὴν ὑγρότητα, διὸ
12. κᾂν ξηρανθέντα κόψας ἐπιπάσῃ τις τῷ ποτῷ, καὶ οὕτως ὀνίνησι,
13. καὶ μέντοι καὶ ἀφεψημένων τὸ ἀφέψημα πινόμενον
14. ὠφέλιμον ἱκανῶς ἐστιν. εἰ δὲ μὴ θερμή τις ἐνοχλοίη δυσκρασία
15. ἢ κᾂν μόνον ἔμφραξίς τις εἴη κατὰ τὸ σπλάγχνον, ὠφελεῖ
16. μεγάλως δι’ οἴνου λευκοῦ λεπτοῦ πινόμενα μετὰ τῶν
17. οὖρα κινούντων. χρήσιμος δὲ οὐ μόνον ὁ χυλὸς αὐτῶν ἐστι
1. πρόσφατός τε καὶ ἐξηραμμένος, ἀλλὰ κᾂν ξηραινόμενα κόψας
2. καὶ λειώσας ἐπιμελῶς ἐπιπάττοι τις τῷ ποτῷ, κᾂν ἀφεψήσας
3. πίνοι. πρὸς δὲ τὸ διακαθᾶραι τὸ σπλάγχνον, ἀναστομῶσαί
4. τε τὰς διεξόδους αὐτοῦ χωρὶς τοῦ θερμῆναι σαφῶς ἢ
5. ψῦξαι, κάλλιστον φάρμακον ἡ πτέρις ἐστὶν, ἐπικρατοῦσαν
6. ἔχουσα τὴν πικρὰν ποιότητα. τὸ δ’ ἄνηθον οὐδὲν ἰσχυρὸν
7. ἔχει πρὸς τὰς τοιαύτας διαθέσεις, ἀλλ’ ἔστιν ἐψυγμένου μετρίως
8. καὶ πεπυκνωμένου τοῦ σπλάγχνου θεραπευτικόν.
9. καὶ τὸ διὰ τῆς χαμαιπίτυος δὲ καταπότιον, οὗ καὶ αὐτοῦ
10. μέμνηται, τῆς αὐτῆς ἐστι δυνάμεως τοῖς εἰρημένοις. πικρὸν
11. γὰρ καὶ τοῦτό ἐστι τὸ φάρμακον, οὐδὲν οὖν θαυμαστόν
12. ἐστιν αὐτήν τε καθ’ ἑαυτὴν πινομένην τὴν χαμαιπίτυν ὠφελεῖν
13. τὰς ἡπατικὰς δυσκρασίας καὶ μετὰ κιχωρίου, καθάπερ
14. ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως αὐτοῖς ὀνόμασιν.
15. ♃ Χαμαιπίτυος ῥίζης 𐅻 η΄.
16. κιχωρίου ῥίζης 𐅻 δ΄. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ,
17. δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ ὕδατος θερμοῦ
18. ἐπιπίνειν κυάθους γ΄. ταῦτα μὲν ὁ Ἀσκληπιάδης ἔγραψεν,
1. ὠφελοῦσι δὲ αἱ εἰρημέναι βοτάναι τοὺς ἡπατικοὺς, οὐ μόνον
2. ἐὰν τῶν ῥιζῶν τις αὐτῶν προσφέρηται, σκευάσας ὡς ὁ
3. Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ κᾂν τὸν χυλὸν ἢ τὸ ἀφέψημα
4. ἢ ξηρὰν τὴν κόμην μετὰ τοῦ καρποῦ κόψας καὶ λειώσας
5. προσφέρῃ. καὶ ἡ τῆς σφενδάμνου δὲ ῥίζα, κοπεῖσα καὶ λειωθεῖσα,
6. καὶ γὰρ καὶ ταύτης μέμνηται, τῆς αὐτῆς ἐστι τοῖς εἰρημένοις
7. δυνάμεως. δίδωσι δὲ ταύτης 𐅻 α΄. μεθ’ ὕδατος κεκραμένου
8. κυάθων γ΄. καὶ τὸ διὰ τῆς νάρδου δὲ τῆς Κελτικῆς
9. φάρμακον, οὗ καὶ αὐτοῦ μέμνηται, τούτοις ἐστὶ παραπλήσιον.
10. ἔγραψε δ’ οὕτως αὐτό. ♃ νάρδου Κελτικῆς μέρη γ΄.
11. ἀψινθίου μέρος ἓν, κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι
12. ἑφθῷ καὶ δίδου ἐκλείχειν μύστρον. καὶ τὸ τούτῳ γεγραμμένον
13. ἐφεξῆς παραπλήσιον ὑπάρχον αὐτῷ κατὰ τὰ ἄλλα
14. πλέον ἔχει τὸ δι’ οὔρων μᾶλλον ἐκκαθαίρειν τὸ σπλάγχνον.
15. ἔγραψε δ’ οὕτως ὁ Ἀσκληπιάδης περὶ αὐτοῦ. τροχίσκος ἡπατικὸς
16. ὁ πικρός. ♃ ἀνίσου, σπέρματος σελίνου, ἀσάρου, ἀμυγδάλων
17. πικρῶν κεκαθαρμένων, ἀψινθίου, ἑκάστου ἀνὰ 𐅻 δ΄.
18. σκεύαζε δι’ ὕδατος καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου 𐅻 α΄.
1. ἀπυρέτοις μετ’ οἴνου κεκραμένου κυάθων γ΄. πυρέττουσι μεθ’
2. ὑδρομέλιτος. τοῦτο τὸ φάρμακον ἠρέμα πώς ἐστι θερμὸν
3. διὰ τὴν τῶν οὐρητικῶν μίξιν. τὰ δ’ ἄλλα πάντα τὰ πρόσθεν
4. ἢ ἐπικρατοῦσαν ἔχει τὴν ψύξιν ἢ πάντως οὔτε ταύτην
5. οὔτε τὴν θερμότητα. τὸ μέντοι διαῤῥύπτειν τε καὶ τὰς ὁδοὺς
6. τῆς ἀναδόσεως ἐκφράττειν ἔχει πάντα. καὶ ἄλλα δέ τινα
7. φάρμακα γέγραπται τῷ Ἀσκληπιάδῃ τὸ μὲν διαῤῥύπτειν καὶ
8. ἐκφράττειν καὶ τέμνειν ἔχοντα, βραχεῖ δέ τινι τῶν μέσων
9. ἕτερα θερμότερα. μέσα δὲ λέγω τὰ μήτε θερμαίνοντα μήτε
10. ψύχοντα σαφῶς. ἓν δὲ ἐν αὐτοῖς τι τῶν θερμαινόντων ἐστὶν,
11. ἔνθα φησὶ, κόστου λείου κοχλιάριον δίδου μετὰ μελικράτου
12. θερμοῦ κυάθων γ΄. τὰ δ’ ἄλλα ὅσα πλησίον τῆς μέσης κράσεως
13. ὄντα πρὸς τὸ θερμότερον ῥέπει, ταῦτά ἐστιν. ♃ ἑλενίου
14. 𐅻 ιβ΄. κροκομάγματος 𐅻 η΄. ἀναλάμβανε κιχωρίου χυλῷ
15. καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. ἡ τελεία δόσις
16. ὁλκὴ καὶ οἰνομέλιτος κεκραμένου θερμοῦ κύαθοι γ΄. τοῦτο
17. τὸ φάρμακον ἠδύνατο καὶ χωρὶς ἑλενίου ταῖς θερμαῖς δυσκρασίαις
1. ἁρμόττειν. ἐπεὶ δὲ τὸ ἑλένιον ἐμίχθη τοῖς ῥυπτικοῖς,
2. ἐπὶ τὸ θερμότερον ἔῤῥεψε, πλὴν εἰ μὴ παντελῶς ὀλίγον
3. ἐπιμίσγοιτο πλείονι τῷ ψυχρῷ. καὶ μέντοι καὶ τὸ διὰ τοῦ
4. μαράθρου τῶν θερμαινόντων ἐστὶν, ἔχον οὕτω. ♃ μαράθρου
5. 𐅻 α΄. πετροσελίνου 𐅻 β΄. ἀνίσου, ἀμυγδάλων πικρῶν,
6. ἀψινθίου ἀνὰ 𐅻 α΄. κρόκου, σμύρνης ἀνὰ τριώβολον, ὕδατι
7. ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου 𐅻 α΄. καθὼς
8. ἀνώτερον προείρηται. καὶ γὰρ ἐνταῦθα τὸ μὲν μάραθρον
9. καὶ τὸ πετροσέλινον ἱκανῶς θερμαίνει, τὰ ἄλλα μετρίως.
10. τὰ δ’ ἀμύγδαλα τῆς λεπτυντικῆς ἐστι δυνάμεως, καὶ
11. μᾶλλον ὅταν ᾖ πικρά. μέσον δέ πως τῶν θερμαινόντων τε
12. καὶ ψυχόντων καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὅπερ ὁ Ἀσκληπιάδης
13. ἔγραψεν ὡδί πως. ἐκλεικτὸν ἡπατικὸν Παυλίνου,
14. ὠφελεῖ παραχρῆμα. ♃ χαμαιπίτυος ξηρᾶς λίτραν α΄. σμύρνης
15. γο α΄. γλυκέος προτρόπου ξε. γ΄. ἕψε χαμαιπίτυν καὶ
16. γλυκὺν, καὶ ὅταν τὸ γ΄. ὑπολειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ
17. τούτῳ ἐπιβαλὼν μέλιτος Ἀττικοῦ λίτρας S". πάλιν ἕψε.
18. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ σμύρνιον κινῶν συνεχῶς, καὶ
1. ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἀπόθου καὶ δίδου πρὸ
2. τροφῆς μύστρον. ἔγραψε δὲ καὶ διὰ κοχλιῶν ὁ Ἀσκληπιάδης
3. φάρμακον ἡπατικὸν τοιοῦτον. κοχλιῶν χερσαίων εὖ
4. μάλα τὴν σάρκα λεάνας καὶ οἴνου μέλανος ἐπιβαλὼν κυάθους
5. τρεῖς καὶ θερμήνας δίδου πίνειν. ἔοικε δὲ τὰ τοιαῦτα
6. καθ’ ὅλην τὴν οὐσίαν ἐνεργεῖν, οὐ κατὰ μίαν ἢ δευτέραν
7. ποιότητα, ὁποῖόν ἐστι καὶ τὸ λύκειον ἧπαρ, οὗ πεῖραν ἱκανὴν
8. ἔχομεν, ἡ χρῆσις δὲ αὐτοῦ παραπλησία τοῖς κοχλίοις
9. ἐστὶ, λειοῦται γὰρ ἀκριβῶς τὸ λύκειον ἧπαρ καὶ δίδοται
10. 𐅻 α΄. μετ’ οἴνου τῶν γλυκέων τινὸς, οἷοί πέρ εἰσιν Θηραῖος
11. ὁ Κρητικὸς καὶ ὁ Σκυβελίτης, ὅ τε γλυκὺς πρότροπος.
12. εὐμενεῖς γάρ εἰσιν οὗτοι τῷ σπλάγχνῳ, τρέφειν αὐτὸ
13. δυνάμενοι καὶ μέσοι τῇ κατὰ τὸ ψυχρόν τε καὶ θερμὸν ἀντιθέσει,
14. καὶ διὰ τοῦτο τὰ τοιαῦτα φάρμακα πάσαις ἁρμόττειν
15. φαίνεται ταῖς δυσκρασίαις, ὡς ἂν τῇ τε τῆς οὐσίας
16. ἰδιότητι τὴν ὠφέλειαν παρεχόμενα καὶ τῷ μήτε τὰς θερμὰς
17. μήτε τὰς ψυχρὰς δυσκρασίας βλάπτειν. ἐπὶ μέντοι τῶν πυρεττόντων
18. σαφῆ πυρετὸν ἢ οὐκ ἀμυδρῶς, ὥσπερ εἴωθεν
1. ἐνίοις τῶν ἡπατικῶν συμπίπτειν, ἄμεινόν ἐστι δι’ ὕδατος
2. θερμοῦ διδόναι τὸ φάρμακον ἢ διά τινος τῶν εἰρημένων
3. ἔμπροσθεν χυλῶν, ὁποῖός ἐστιν ὁ τῆς σέρεως. πρὸς τὰς τοῦ
4. ἥπατος σκιῤῥώδεις διαθέσεις. καὶ πρὸς ταῦτα ἔγραψεν ὁ
5. Ἀσκληπιάδης τέσσαρα φάρμακα τῇ λέξει τῇδε.
6. ♃ Κρόκου, νάρδου,
9. κασσίας ἀνὰ 𐅻 β΄. κόστου, σχοίνου ἄνθους, κινναμώμου,
10. σμύρνης στακτῆς ἀνὰ 𐅻 α΄. μέλιτος ἑφθοῦ 𐅻 κε΄. ἡ δόσις
11. κυάμου Αἰγυπτίου τὸ μέγεθος, μετ’ οἰνομέλιτος κυάθων γ΄.
12.
13. ♃ Δαύκου σπέρματος 𐅻 α΄ S". ῥήου Ποντικοῦ τῆς ῥίζης,
14. σχοίνου ἄνθους, βαλσάμου καρποῦ, κεδρίδων, ἀνίσου, νάρδου
15. Ἰνδικῆς, κρόκου, κινναμώμου, κασσίας, φοῦ, ἀσάρου, πετροσελίνου,
16. χαμαιπίτυος ἀνὰ 𐅻 α΄ S". ἡδυόσμου ξηροῦ τριώβολον,
17. πυρήνων στροβίλων κεκαθαρμένων ἀριθμῷ ν΄. ἀναλάμβανε
1. μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος
2. μετ’ οἰνομέλιτος κεκραμένου κυάθων τριῶν.
3. ♃
5. Χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, γεντιανῆς,
6. ἄγνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος,
7. σκολοπενδρίου, πάνακος, μίλτου Λημνίας, ἐρυθροδάνου, κράμβης
8. σπέρματος, ἀριστολοχίας, πεπέρεως, νάρδου Ἰνδικῆς,
9. κόστου, σελίνου σπέρματος, εὐζώμου σπέρματος, ἠρυγγίου,
10. πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων ἀνὰ 𐅻 α΄. κόψας,
11. σήσας, ἀναλάμβανε μέλιτι, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος
12. ἐν οἰνομέλιτι κυάθοις β΄.
13. ♃ Γεντιανῆς ῥίζης, χαμαιπίτυος,
15. πρασίου, πετροσελίνου σπέρματος, ἄρκτου χολῆς,
16. νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος ῥίζης,
17. μίλτου Σινωπίδος, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας
18. μακρᾶς, πεπέρεως λευκοῦ, ναρδοστάχυος, κόστου,
19. εὐζώμου σπέρματος, ἠρυγγίου, ἀρκευθίδων, μελίας καρποῦ,
1. χαμαίδρυος, δικτάμνου Κρητικοῦ, κέστρου σπέρματος, δαύκου
2. σπέρματος ἀνὰ γο α΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες,
3. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. τὸ δ’ ὑγρὸν γλυκέος
4. Κρητικοῦ κύαθοι β΄. τὸ φάρμακον δεδοκίμασται. ἐν ἄλλῳ
5. ἀντιγράφῳ ἔχει καὶ πελεκίνου τὸ ἴσον. περὶ τῶν προγεγραμμένων
6. τεσσάρων φαρμάκων καλῶς ἐποίησεν ὁ Ἀσκληπιάδης,
7. οὐχ ἁπλῶς προσγράψας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι πρὸς
8. ἡπατικοὺς αὐτοῖς χρηστέον, ἀλλὰ προσθεὶς τὸ πρὸς τὰς
9. σκιῤῥώδεις διαθέσεις. αἱ γὰρ καθ’ ὑγρότητα τοῦ σπλάγχνου
10. διαθέσεις ἔκλυτον αὐτὸ καὶ ἄτονον πεφύκασι ποιεῖν, ὡς
11. τὰ κεχαλασμένα τῶν ἄρθρων, ἐάν τε μετὰ ψύξεως, ἐάν τε
12. μετὰ θερμότητος, ἐάν τε χωρὶς τούτων ἡ χάλασις αὐτοῖς
13. μόνη συστῇ. πάντως μὲν γὰρ δέονται τῶν στυφόντων φαρμάκων,
14. ἤτοι δὲ μετὰ τῆς τῶν θερμαινόντων μίξεως, ἐὰν ἐπικρατῇ
15. ψυχρὰ ποιότης, ἢ μετὰ τῆς τῶν ψυχόντων, ἐὰν ἡ θερμή.
16. τὰ δὲ σκιῤῥούμενα διὰ ψυχροὺς χυμοὺς καὶ παχεῖς καὶ γλίσχρους
17. ἀναπεμπομένους ἐν τοῖς στερεοῖς σώμασι ψυχρὰν ἐξ
18. ἀνάγκης ἴσχει τὴν διάθεσιν, ὥστε καὶ τῶν θερμαινόντων τε
1. ἅμα καὶ λεπτομερῶν δεῖται φαρμάκων. ταῦτα γὰρ ἱκανὰ καὶ
2. τὴν τῶν ἐμπεπλασμένων τοῖς σκιῤῥώδεσι μορίοις χυμῶν γλισχρότητα
3. διαῤῥύψαι καὶ τὸ πάχος τεμεῖν καὶ διαφορῆσαι
4. τοὺς οὕτω λεπτυνθέντας. ἀλλ’ ἐν τῷ πέμπτῳ περὶ τῆς
5. τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔνθα περὶ τῶν τοιούτων
6. διαθέσεων ὁ λόγος ἐγίνετό μοι, τὴν μίξιν τῶν μαλακτικῶν
7. ὀνομαζομένων φαρμάκων ἐπῄνουν, ὡς προπαρασκευάζουσαν
8. τὰ σκιῤῥούμενα σώματα τοῖς εἰρημένοις φαρμάκοις ἐπιτήδεια.
9. χωρὶς δὲ τοῦ προμαλαχθῆναι διαχεόμενά πως ταῦτα τὸ μὲν
10. παραχρῆμα σαφῆ τὴν μείωσιν ἔχει, εἰς ἀθεράπευτον δὲ τελευτᾷ
11. λείψανον ὑπερξηρανθέντα. τὰ δὲ αὐτὰ ταῦτα κᾀν τῷ
12. ιδ΄. τῆς θεραπευτικῆς μεθόδου λέλεκται. καὶ κατὰ τὸ ἧπαρ
13. οὖν δεῖ ἐστοχάσθαι τῆς μίξεως τῶν μαλαττόντων. τῷ δ’ οἷον
14. ὑγροπαγὲς εἶναι τὸ τοῦ ἥπατος σῶμα πάνυ μετρίων δεῖται
15. τῶν μαλαττόντων. ἐπικρατεῖ δ’ ἐν αὐτῷ παρὰ τὰ ἄλλα
16. μόρια τὰ σκιῤῥούμενα τῶν θερμαινόντων τε καὶ λεπτυνόντων
17. ἡ μίξις. εἰκότως οὖν ἐπαινεῖ μάλιστα τῶν γεγραμμένων
1. φαρμάκων τεσσάρων ὁ Ἀσκληπιάδης τὸ ἔσχατον, ὡς πεῖραν
2. ἱκανὴν παρεσχηκώς. ἐξ ἀρωμάτων τε γὰρ σύγκειται, λεπτύνειν
3. καὶ διαφορεῖν δυναμένων, ἕτερά τε προσείληφε φάρμακα
4. δριμέα τε καὶ τμητικὰ καὶ διαφορητικὰ, πραϋντικὰ δὲ αὐτοῖς
5. μέμικται, τό τε τοῦ σικύου σπέρμα καὶ ἀρκευθίδος, εἶτα
6. μέλι καὶ τὸ ἠρύγγιον, ὥσπερ γε καὶ οὐρητικά τινα παρείη
7. τούτοις, ἀποῤῥυπτομένης τῆς τοῦ σπλάγχνου διαθέσεως, ἐπὶ
8. τὰ οὖρα τὴν ποδήγησιν ποιεῖσθαι.