Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 9.1, ed. Kühn, 1826, vol. 13, p. 228-236. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:9.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ι.

1. Γίνονται μὲν ἰκτερικοὶ καὶ λόγῳ κρίσεως
2. ἀγαθῆς ἐν πυρετοῖς, ἐπισκήψαντος τοῦ χυμοῦ τοῦ χολώδους
3. πρὸς τὸ δέρμα καὶ ῥᾷστα παύονται λουτροῖς ὑδάτων ποτίμων,
4. ἐλαίου τε διαφορητικοῦ τρίψει καὶ πάντων τῶν ἀραιούντων,
5. ὁποῖόν ἐστι τὸ ἀνήθινον ἔλαιον καὶ τὸ χαμαιμήλινον
6. καὶ τὸ κίκινον. ἐφεξῆς δὲ τούτων χρίσματα, γλεύκινόν
7. τε καὶ κομμαγηνὸν, εἶτα τὸ ἴρινον καὶ τὸ ἀμαράκινον.
1. τὰς ἄλλας δὲ τὰς ὀνομαζομένας ἐξαιρέτως ἰκτερικὰς δυνάμεις
2. οἱ γράψαντες οὐ πρὸς τοιούτους ἰκτερικοὺς ἁρμόττειν
3. ἔφασαν, ἀλλὰ μάλιστα μὲν πρὸς τοὺς δι’ ἔμφραξιν τῶν
4. κατὰ τὸ ἧπαρ ἀγγείων, ἤδη δὲ καὶ πρὸς τοὺς διὰ φλεγμονάς.
5. οἱ μὲν οὖν δι’ ἔμφραξιν ἰκτεριῶντες ἀπύρετοι διαμένουσι,
6. πάντως δὲ οἱ ἐπὶ φλεγμονῇ πυρέττουσιν. ὅσοι μὲν οὖν
7. οἷς ἔγραψαν ἰκτερικοῖς φαρμάκοις προσέθεσαν ἐπὶ τίνων ἁρμόττειν
8. ταῦτά φασιν, ὀρθῶς ἐποίησαν· ὅσοι δὲ ἀδιορίστως
9. καὶ ἁπλῶς ἔγραψαν, ἥμαρτον οὐ σμικρά. τὰ γὰρ ἱκανῶς
10. φαρμακώδη, καθάπερ γε καὶ τὰ θερμὰ ταῖς δυνάμεσι, βλάπτει
11. μεγάλως τοὺς πυρέττοντας. ἔστι δὲ τοιαῦτα γεντιανὴ
12. καὶ στρούθιον, ἑλένιόν τε καὶ κόστος, ἀριστολοχία τε καὶ
13. πόλιον καὶ κενταύριον. ἁρμόττει δὲ τοῖς ἐπὶ φλεγμονῇ τοῦ
14. ἥπατος ἰκτεριῶσιν, ὅσα φλεγμονὰς ἰᾶται. καθάπερ γε καὶ
15. τοῖς ἐπ’ ἐμφράξει πάνθ’ ὅσα ῥύπτει γενναίως, εἰ καὶ φαρμακώδη
16. τύχοι ταῖς οὐσίαις ὄντα καὶ θερμὰ ταῖς δυνάμεσιν.
17. ἐὰν δ’ εἰς ταὐτὸ συνέλθωσιν ἔμφραξίς τε καὶ φλεγμονὴ,
1. τῶν χαλώντων τε ἅμα καὶ ῥυπτόντων ἐστὶ χρεία. φευκτέον
2. δέ ἐστιν ὅσα φαρμακώδη ταῖς οὐσίαις καὶ θερμὰ ταῖς
3. δυνάμεσίν ἐστι. γεγραμμένων οὖν καὶ τῶν ἰκτερικῶν φαρμάκων
4. ἀδιορίστως, τοῖς πλείστοις τῶν πρὸ ἐμοῦ προσθήσω
5. τοὺς οἰκείους διορισμοὺς ἑκάστῳ αὐτῶν, ὅπως εἰδῆτε τίσι
6. μὲν ἀκίνδυνον ἐν πυρετοῖς χρῆσθαι, τίσι δὲ ἕπεται μείζων τις
7. ἐκ τοῦ διαῤῥύπτειν ὠφέλεια ἢ ἐκ τοῦ παροξύνειν τὸν πυρετόν
8. τε καὶ τὴν φλεγμονὴν γιγνομένη βλάβη.

9. Ἀδιορίστως ἔγραψεν ὁ Ἀνδρόμαχος τέσσαρα
11. φάρμακα πρὸς ἰκτερικοὺς, ἀκίνδυνον μὲν ἐπὶ τῶν ἀπυρέτων
12. ἔχοντα τὴν χρῆσιν, οὐκ ἀσφαλῆ δὲ ἐπὶ τῶν πυρεττόντων,
13. καὶ μάλιστα ἐὰν δι’ οἴνου τις ταῦτα ἢ οἰνομέλιτος δίδωσι,
14. καθάπερ ἐνίοτε δίδομεν ἐπὶ μετρίοις μὲν πυρετοῖς ἐμφράξει
15. τε τῇ κατὰ τὸ σπλάγχνον. ἀλλὰ δι’ ὀξυμέλιτος μὴ λίαν
16. ὀξέος ἀσφαλέστερόν ἐστι τηνικαῦτα δίδοσθαι τὰ τοιαῦτα
17. φάρμακα. ἔστι δὲ τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα
18. τέσσαρα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ ὑπογεγραμμένα. πρὸς
1. ἰκτερικούς. εἰς τὸ τῆς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον
2. καὶ θερμάνας, δίδου πιεῖν, ὑπάγει κοιλίαν. τὸ δ’ αὐτὸ καὶ
3. λίβανος ποιεῖ. ἄλλο πρὸς ἰκτερικούς. ♃ ἀδιάντου τριώβολον,
4. νάρδου ὀβολοὺς δύο, ἀψινθίου 𐅻 α΄. σμύρνης τριώβολον,
5. γλυκεῖ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς
6. ὕδατος κυάθους β΄. ἄλλο πρὸς ἰκτερικοὺς ᾧ χρῶμαι. στρούθιον
7. κρόκῳ χρῶσαι ἡλίκον κάρυον Ποντικὸν ἐν ὕδατι καὶ
8. ὑδρομέλιτι, δίδοται δὲ καὶ ἄγχουσα πλῆθος κοχλιαρίου. ἄλλο
9. πρὸς ἰκτερικοὺς, ὡς Ἀπολλώνιος. ♃ ὀρόβου 𐅻 κδ΄. κέρατος
10. ἐλαφείου κεκαυμένου 𐅻 η΄. λιβάνου 𐅻 γ΄. νάρδου Κελτικῆς
11. 𐅻 β΄. νάρδου Συριακῆς 𐅻 α΄. πεπέρεως 𐅻 α΄. S". σχοίνου
12. ἄνθους 𐅻 α΄. σμύρνης ὀβολοὺς β΄. κόστου ὀβολοὺς β΄. κασσίας
13. ὀβολὸν α΄. κινναμώμου ὀβολὸν ἕνα, χρῶ ξηρῷ σὺν οἰνομέλιτος κυάθοις τρισίν.

14. Ἐξ ὧν ἔμπροσθεν εἴρηκα
16. δῆλα, κᾂν χωρὶς διορισμοῦ γράφηται τὰ φάρμακα, τίνα
17. φευκτέον ἐστὶν ἐπὶ τῶν πυρεσσόντων. εἴωθε δὲ ὁ Ἀσκληπιάδης
1. ἐνίοτε διορίζεσθαι, προστιθεὶς τοῖς πυρέττουσι μὲν
2. ὡδί πως δίδοσθαι χρῆναι τὸ φάρμακον, ἀπυρέτοις δὲ ὡδί
3. πως. ἔνθα δὲ ὅλως οὐδὲν προστίθησιν, ἐπὶ τῶν ἀπυρέτων
4. ἐστὶ μᾶλλον χρηστέον, ὥσπερ γε κᾀπειδὰν δι’ οἴνου μόνου
5. τὴν χρῆσιν ἢ δι’ οἰνομέλιτος ἀξιώσαιμεν γενέσθαι, τὰ γὰρ
6. τοιαῦτα τοῖς ἀπυρέτοις ἁρμόττει. ταῦτα δὲ τὰ γεγραμμένα
7. πρὸς αὐτοῦ φάρμακα τάδε ἐστί. πότημα ἰκτερικοῖς. κιχωρίου
8. χυλοῦ κυάθους στ΄. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ,
9. ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων γ΄. ἄλλο. στρύχνου χυλοῦ
10. κύαθον α΄. καὶ οἰνομέλιτος κεκραμένου τὸ ἥμισυ. ἄλλο καταπαστόν.
11. ἀγχούσης λειοτάτης κοχλιάρια β΄. δίδου μεθ’ ὕδατος
12. ποτίμου πίνειν. ἄλλο. στρουθίου κοχλιάριον ἓν δίδου
13. μετὰ μέλιτος κεκραμένου κυάθων γ΄. Νικηράτου διουρητικόν.
14. ♃ ἐρεβίνθων ξηρῶν ξε. α΄. λιβανωτίδος χειροπληθὲς, ὕδατος
15. ξε. στ΄. μαράθρου χειροπληθὲς, ἀσπαράγων ἑλείων ῥιζῶν τὸ
16. χειροπληθές· σκεύαζε καὶ δίδου, ὡς εἴρηται, καθεψήσας καὶ
17. διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυρέτοις
18. μετ’ οἴνου κεκραμένου. ἄλλο. ♃ ἐρεβίνθων ξε. α΄. 
1. ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στ΄. ἀσπαράγων ἑλείων τῶν
2. ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται.

3.
4. Ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 δ΄. ἀνίσου, ἀψινθίου
5. ἀνὰ 𐅻 α΄. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ 𐅻 α΄. κόψας καὶ
6. σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου 𐅻 α΄.
7. ἀπυρέτοις μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρήσατο
8. Χαριξένης. ♃ ἀσάρου, ἀψινθίου ἀνὰ 𐅻 η΄. ἀνίσου
9. σπέρματος, μαράθρου, σελίνου σπέρματος, θασίων πικρῶν
10. κεκαθαρμένων ἀνὰ 𐅻 δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους
11. καὶ δίδου καθὰ προείρηται.

12. Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν
15. διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐτοῦ.
16. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλωρᾶς
17. τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας,
18. χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος
1. γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν.
2. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι λειώσας χρῶ καθὰ
3. προείρηται.

4. Ἐπὶ δὲ
6. τῶν ἰκτερικῶν τῇ ἁρμοδίῳ διαίτῃ καὶ διαγωγῇ, διά τε περιπάτων
7. ἱκανῶν καὶ πολλῆς τῆς ἐπὶ τοῖς ἀλείμμασι τρίψεως,
8. ἔτι τε τῶν ξηρῶν πυριῶν, χρῶ καὶ τοῖς ὑπογεγραμμένοις.
9. φασὶ τοὺς ἐν πυρετοῖς, ἐὰν ἰκτεριῶσιν, ἐσθίοντας τὸν πυῤῥὸν
10. καρπὸν τῆς κυνοσβάτου ὠφελεῖσθαι παραχρῆμα καλῶς. ὠφελεῖ
11. καὶ τῆς χελιδόνος βοτάνης ὁ χυλὸς μετ’ οἴνου ἢ
12. ὑδρομέλιτος ποτιζόμενος, ἢ ἀδίαντον ἢ ἐρυθροδάνου ῥίζης
13. τριώβολον μετὰ μελικράτου δίδου, ἢ στρούθιον μετὰ μέλιτος
14. ἐκλειχέτωσαν, ἢ ἄρκτου χολῆς ὅσον κύαθον δίδου πίνειν,
15. ἢ ὑπερικοῦ γο α΄. πότιζε μετ’ οἰνομέλιτος, ἢ μελικράτου
16. κύαθον α΄. ἢ ἑλξίνης ἀφέψημα ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ μετ’
17. οἰνομέλιτος, ἢ κυνείας λευκῆς γο β΄. μετὰ μέλιτος γο γ΄. ἐπὶ
18. ἡμέρας γ΄. δίδου πίνειν; ἢ τοὺς ἀπὸ τῶν πετρῶν λειχῆνας
1. πότιζε μεθ’ ὑδρομέλιτος, ἢ λειχῆνος τοῦ ἐπὶ τοῖς κεράμοις
2. ἢ λίθοις γινομένου 𐅻 α΄. ἐν ἀκράτῳ πότιζε, ἢ κάρδαμον
3. σὺν ἐλαίου κυάθῳ ἑνὶ δὸς πιεῖν. εἰς δὲ τοὺς ῥώθωνας τὴν
4. ῥίζαν αὐτοῦ ἔμβαλλε, ἢ ἀψινθίου κοχλιάρια δ΄. ἀνίσου κοχλιάρια
5. γ΄. δίδου ὀξυμέλιτος ἢ ὀξυλαπάθου, ἢ λαπάθου ῥίζης
6. λείας ὀξύβαφον δίδου μεθ’ ὑδρομέλιτος. ἐὰν δὲ μὴ πυρέσσοι,
7. μετ’ οἴνου ἢ ὀξυμέλιτος, ἢ ἀδιάντου καὶ ἡδυόσμου
8. καὶ ἐρυθροδάνου ἴσον ζέσας ἐν ὕδατι δίδου πιεῖν κοτύλην α΄.
9. ἐν ἡλίῳ ἡλιασμένῳ ἐπὶ πολὺ καὶ δεδιψηκότι καὶ πνευματιῶντι,
10. ἵνα πιὼν ἱδρώσῃ, εὐθέως μεταβάλλει τὸ χρῶμα, ἢ
11. ἀδιάντου καὶ σμύρνης τὸ ἥμισυ νήστει λελουμένῳ δίδου ἐν
12. οἴνου κοτύλης ἡμίσει, ἢ λαγωοῦ πητύαν μετὰ ἀκράτου, ἐπὶ
13. ἡμέρας ε΄ ἢ στ΄ δίδου, ἢ σκολοπενδρίου 𐅻 δ΄. ἐν οἴνῳ δίδου
14. νήστει, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄. ἢ ἡδύοσμον καὶ ἐρυθρόδανον
15. καὶ ἀδίαντον, ἴσα πότιζε μεθ’ ὕδατος κυάθων β΄. ἢ τεύτλου
16. φύλλων ὠμῶν 𐅻 στ΄. σμύρνης ὀβολοὺς δύο μετὰ μελικράτου
17. νῆστιν πότιζε, ἢ προλούσας ἐπιμελῶς νήστει δίδου
1. μετ’ οἴνου κοτύλης ἥμισυ, ἢ ♃ ἀδιάντου 𐅻 α΄. σμύρνης 𐅻 η΄.
2. ἡδυόσμου 𐅻 α΄. ὕδατος κοτύλας δύο, ἕψε μέχρι τὸ ἥμισυ
3. λειφθῇ, εἶτα περιπατήσαντα πολλὰ τρίψας εὖ μάλα, ἔτι μετεωροτέρου
4. τοῦ πνεύματος ὄντος δὸς πιεῖν. τοῦτο ποίει ἐπὶ
5. ἡμέρας δύο. ἢ ἐρεβίνθους τοὺς ὀροβίας ἐξαιθριάσας
6. ἐν ὕδατι, δὸς τοῦ ὕδατος πίνειν καὶ τοὺς ἐρεβίνθους ἐπιφαγεῖν
7. πρωῒ καὶ δείλης, εἶτα τρεῖς ἡμέρας ἀψίνθιον ἐν μελικράτῳ
8. πινέτωσαν. ἢ κυκλαμίνου χυλῷ διὰ ῥινὸς καθάρας
9. λοῦε, ἢ τὴν λεγομένην ὀρόντιον βοτάνην πολλὴν καθεψήσας
10. ἢ ἀφεψήσας, λοῦε τῷ ἀφεψήματι καὶ καταστήσεις εὐθέως γίνεσθαι
11. τὸ ὕδωρ χλωρόν. ἢ τὴν ὑπὸ τὴν γλῶσσαν τέμνε
12. φλέβα. εἰ δὲ πρὸς μηδὲν τούτων ὑπείκοι, τότε τῷ διὰ σκαμμωνίας
13. καὶ ἀκριβοῦς διαίτης αὐτοὺς ἀκτέον καὶ ἐπὶ τούτῳ
14. ἐπὶ γυμνάσια ἀπολυτέον.

Cliquer un n° de page pour en afficher l’image